Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουάριος, 2009

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ, ΕΞ ΑΛΑΞΕΥΤΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ....

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη Χριστός, συνάψας τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν. Ἄπασαν τὴν αἴσθησιν Πάτερ, νὺν ὑπερβὰς πρὸς τὸν Δεσπότην, χαίρων μεταβέβηκας πόθω, τῶν σῶν ἀγώνων πλοῦτον δρεπόμενος, Ἀγγελικὴν τερπνότητα, καὶ Παραδείσου τρυφὴν ἄληκτον. Τῶ σῶ μαθητὴ καὶ συνάθλω, συναπολαύων Ἀθλοφόρε, τῆς τῶν μακαρίων ἐλπίδος, καὶ δι' αἰῶνος συνευφραινόμενος, τοὺς τὴν ὑμῶν πανήγυριν, ἐπιτελοῦντας ἐποπτεύοιτε. Ἐκ γῆς πρὸς οὐράνιον λήξιν, Στεφανηφόροι μεταστάντες, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, καὶ τῶν Ἀγγέλων θεία στρατεύματα, τῶν μαθητῶν τὸν σύλλογον, ὑμῶν πρεσβείαις διασώσατε.

...ΕΙΣ ΡΩΣΙΝ ΚΑΙ ΔΥΝΑΜΙΝ....

Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, νὺν τοῦ θείου φόβου, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω τὸ πὺρ τὸ ἄσβεστον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν ἀπέραντον, διὰ σοῦ εὔρω Δέσποινα, εὐφραινόμενος πάντοτε.

ΠΥΛΗΝ ΦΩΤΟΦΟΡΟΝ ΟΥΡΑΝΩΝ... ΥΜΝΕΙΤΕ ΤΟΝ ΚΥΡΙΟΝ....

Πύλην φωτοφόρον οὐρανῶν, σὲ Ὀνομάζομεν, δι' ἦς διῆλθε Θεός, καὶ σεσωμάτωται Πάναγνε, ὁ ἀσώματος τὸ πρότερον, καθὸ Θεός, καὶ τῶ Πατρὶ ὡς ὁμοούσιος, ὧ βοῶμεν, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΣΤΑΥΡΟΥΜΕΝΟΝ ΒΛΕΠΟΥΣΑ, ΚΑΙ ΤΗΝ ΠΛΕΥΡΑΝ ΟΡΥΤΤΟΜΕΝΟΝ......

Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα, Τὶ τοῦτο Υἱέ μου; τὶ σοὶ ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ....ΩΦΘΗΣ ΠΑΝΟΛΒΙΕ....

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες, Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Σῶμα θεοφόρε καὶ τὸν νοῦν, εἰς ὁλοκάρπωσιν, Χριστῷ προσήγαγες, ὦς ὁλοκαύτωμα τέλειον, τῶ πυρὶ τῆς συνειδήσεως, καὶ τὴ φλογὶ τῶν αἰκισμῶν ὁλοκαυτούμενον, καὶ κραυγάζεις, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Κατεδίωξάς σου τοὺς ἐχθρούς, καὶ διωκόμενος, Πάτερ κατέλαβες, καὶ κατεπάτησας Ὅσιε, τὴν ὀφρὺν τὴν ὑψηλόφρονα, ἀνηρημένους κατιδῶν τοὺς σὲ μαστίξαντας, καὶ κραυγάζων, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὡς τὶς περιδέξιος ἡμῖν, τοὶς φοιτηταῖς ἀριστεύς, ὤφθης Πανόλβιε, τὴ πρὶν ἀσκήσει γὰρ ἄθλησιν, ἀνδρικώτατα προστέθεικας, συναθλητὴν τὸν μαθητὴν ἔχων Προκόπιον, καὶ βοῶντα, Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΕΝ ΒΥΘΩ ΚΑΤΕΣΤΡΩΣΕ......ΘΕΟΦΟΡΕ ΠΑΜΜΑΚΑΡΙΣΤΕ....

Ἐν βυθῷ Κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πᾶν στρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται. Στεφανώσας θείαις ἀρεταίς, Ὅσιε τὸν βίον σου, Κασσιανὲ πρὸς Θεὸν ἐξεδήμησας, παρ' οὗ ἡμῖν αἴτησαι, ἀπολύτρωσιν τῶν πταισμάτων δεόμεθα, τοὶς ἐπιτελοῦσι, πίστει τὴν ἁγίαν σου μετάστασιν. Ὁλοτρόπω νεύσει πρὸς Θεόν, πάντων Ἀξιάγαστε, τῶν ἐμπαθῶν νοημάτων ἐξένευσας, καὶ φῶς ἐχρημάτισας, ταὶς μεθέξεσι ταὶς ἀϋλοις θεούμενος, ὅθεν σὲ τιμῶμεν, καὶ πανηγυρίζομεν Τὴν μνήμην σου. Ἰατρὸς γεγένησαι ψυχῶν, θείοις σου διδάγμασι, Κασσιανὲ ῥυθμίζων τὰ φρονήματα, Μοναστῶν ἐν χάριτι, καὶ τὴν φέρουσαν πρὸς ζωὴν τὴν αἰώνιον, ἄριστα δεικνύων, τρίβον θεοφόρε παμμακάριστε.

ΘΑΛΑΣΣΗΣ, ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ, ΑΒΡΟΧΟΙΣ ΙΧΝΕΣΙΝ....

Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο. Τὴν βάσιν, ἐπὶ τὴν πέτραν θέμενος, Πάτερ τῆς πίστεως, τῶν πειρασμῶν οὐκ ἔπτηξας ὁρμᾷς, ἀλλ' ἀσάλευτος ἔμεινας, ὡς ἀρετῆς ὑπέρμαχος, τῆς βασιλείας ὡς ἐπώνυμος. Ἡ χάρις, τοῦ παναγίου Πνεύματος, σὲ δυναμώσασα, τῶν ἀλγεινῶν μαστίγων καρτερεῖν, τὰς νιφάδας ἐνίσχυσε, καὶ νικηφόρον ἔδειξε, κατὰ τυράννου ματαιόφρονος. Συνάθλου, καὶ στρατιώτου ἔμφρονος, Πάτερ ἐπέτυχες, ταὶς ἀρεταὶς προκόπτοντος ἀεί, μεθ' οὗ χαίρων πανόλβιε, τῆς σταθηρᾶς ἀθλήσεως, διηγωνίσω τὸ μαρτύριον.

ΡΗΞΟΝ ΤΑΣ ΣΕΙΡΑΣ ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ... ΜΗΤΡΟΠΑΡΘΕΝΕ....

Ῥῆξον τὰς σειρὰς τῶν πταισμάτων, τῶν σὲ ὑμνούντων Θεομῆτορ, παῦσον τὰς ὁρμᾷς τῶν πειρασμῶν, τῆς ἁμαρτίας θραῦσον τὸν τάραχον, τὴν καταιγίδα σύντριψον, τήν τῶν κινδύνων Μητροπάρθενε.

ΑΓΓΕΛΙΚΩΣ ΒΙΩΣΑΣ, ΕΠΙ ΓΗΣ ΘΕΟΦΡΟΝ ΜΑΚΑΡΙΕ,,,,ΤΟΝ ΠΟΛΥΜΗΧΑΝΟΝ....

Ἀγγελικῶς βιώσας, ἐπὶ γῆς θεόφρον Μακάριε, χοροὶς τῶν ἀσωμάτων ἠρίθμησαι, σταυρὸν γὰρ ἐπὶ ὤμων σου ἀράμενος Ὅσιε, τῶ τῶν ὅλων Θεῷ ἠκολούθησας, καὶ πάθη ψυχοφθόρα, ἐγκρατείας πόνοις θανατώσας, τοῦ Πνεύματος δοχεῖον, καὶ σκεῦος καθαρὸν ἐχρημάτισας, Διὸ βοώμέν σοί, Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε. Νηστείαις ἀγρυπνίαις, τῶ Θεῷ ἀεὶ προσκολλώμενος, ἀπάσης ἡδονῆς ὑψηλότερος μακάριε ἐδείχθης, καὶ καλαὶς ἀναβάσεσιν, ἀπαύστως φωτιζόμενος, ἔβλυσας διδασκαλίας ῥεῖθρα, τῶν πιστῶν ἀρδεύοντα καρδίας, καὶ γνῶσιν ἐκτιθέντα, Κασσιανὲ θεόφρον σωτήριον, Διὸ βοώμέν σοί, Ὑπὲρ πάντων ἐκδυσώπει τῶν εὐφημούντων σε. Ἄνωθεν φωτισθεῖσα, ἡ σοφή σου Πάτερ διάνοια, διδασκαλίας φέγγος ἀπήστραψε, δι' οὗ φωταγωγεῖται Μοναζόντων τὸ σύστημα, τῶν παθῶν τῆς ἀχλύος λυτρούμενον, διὸ καὶ ἑορτάζει τὴν ἁγίαν πάντοτε μνήμην σου, τὸν Κύριον τῆς δόξης δοξάζον, τὸν ἀεὶ σὲ δοξάσαντα, ἄγωνισάμενον, καὶ νικήσαντα τὸν ὄφιν τὸν πολυμήχανον.

ΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ ΤΗΣ ΥΠΕΡ ΝΟΥΝ ....

Τῆς μακαριότητος, τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἑλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν δαψιλῆ, καὶ εὐδοξίαν τὴν μετριότητα, διὸ καὶ τῆς ἐφέσεως, κατὰ γνώμην ἐπέτυχας, ἓν σκηναὶς αὐλιζόμενος, τῶν Ἁγίων Βασίλειε.

ΩΣ ΕΙΣ ΛΕΙΜΩΝΑ ΑΡΕΤΩΝ...

Ὡς εἰς λειμῶνα ἀρετῶν ἀνθηφοροῦντα, τῶν θεοφόρων Ἀσκητῶν περιπατοῦντες, τῆς ὀσμῆς πληρούμεθα τῆς ἡδυπνόου, τοὶς ἄθλοις γὰρ στομωθέντες τῶν πειρασμῶν, τὸ σῶμα τὴ ἐγκρατεία δουλοπρεπῶς, καθυπέταξαν πνεύματι, ἀγγελικὴν ἐπὶ γῆς, πολιτείαν βιώσαντες, δόξης οὖν ἠξιώθησαν.

ΔΡΟΜΟΝ ΤΗΣ ΑΣΚΗΣΕΩΣ....ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ,,,

Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης, ὃν σοὶ ἡτοίμασε Χριστός, ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος, καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν δυσώπει θεόπνευστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΞ ΥΨΟΥΣ ΛΑΒΩΝ, ΤΗΝ ΘΕΙΑΝ ΑΠΟΚΑΛΥΨΙΝ....

Ἐξ ὕψους λαβών, τὴν θείαν ἀποκάλυψιν, ἐξῆλθες σοφέ, ἐκ μέσου τῶν θορύβων, καὶ μονάσας ὁσίως, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, καὶ τὰς νόσους ἰάσθαι τὴ χάριτι, Βασίλειε παμμάκαρ Ἱερώτατε.

ΤΗΝ ΠΤΩΧΕΙΑΝ ΤΟΥ ΧΡΙΣΤΟΥ...ΘΕΗΓΟΡΕ ΒΑΣΙΛΕΙΕ.

Τὴν πτωχείαν τοῦ Χριστοῦ, ἐπιποθήσας εὐσεβῶς, πλοῦτον ἕλιπες φθαρτόν, καὶ δόξαν ῥέουσαν σοφέ, καὶ τὸν σταυρόν σου ἐπώμων ἀράμενος, τὴν τρίβον τὴν στενήν, χαίρων διήνυσας, πατῶν τὰς ἡδονάς, τὰς ἐκ τοῦ σώματος, δι' ἐγκρατείας Ὅσιε ἀπάσης τε, κακοπαθείας καὶ ἔφθασας, πρὸς πλάτος θεῖον, τοῦ Παραδείσου, θεηγόρε Βασίλειε.

ΑΝΤΩΝΙΟΝ ΟΜΟΥ, ΚΑΙ ΕΥΘΥΜΙΟΝ...

Ἀντώνιον ὁμοῦ, καὶ Εὐθύμιον πάντες, σὺν πᾶσι τοὶς λοιποίς, θεοφόροις Πατράσιν, εὐφημήσωμεν ὕμνοις, αὐτῶν τὴν μνήμην πανηγυρίζοντες, οὗτοι γὰρ τῶ Κυρίω, ὑπὲρ τοῦ κόσμου παντὸς πρεσβεύουσιν, ἵνα ῥυσθῶμεν τῆς ἀρχαίας ἀράς, λυτρωθέντες κολάσεως.

ΕΥΧΑΡΙΣΤΟΥΜΕΝ ΣΟΙ ΑΕΙ ΘΕΟΤΟΚΕ...ΜΗ ΑΙΣΧΥΝΘΩΜΕΝ ΟΙ ΔΟΥΛΟΙ ΣΟΥ...

Εὐχαριστούμέν σοὶ ἀεὶ Θεοτόκε, καὶ μεγαλύνομεν ἁγνή, καὶ προσκυνοῦμεν, ἀνυμνοῦντες τὸν τόκον σου κεχαριτωμένη, βοῶντες ἀκαταπαύστως, Σῶσον ἡμᾶς, Παρθένε παντελεῆμον ὡς ἀγαθή, καὶ δαιμόνων ἐξάρπασον, λογοθεσίου φοβεροῦ, καὶ ὥρα τῆς ἐτάσεως, μὴ αἰσχυνθῶμεν οἱ δούλοί σου.

ΤΟΝ ΑΡΧΗΓΟΝ ΤΩΝ ΜΟΝΑΣΤΩΝ ΠΑΥΛΟΝ....ΣΩΤΗΡΑ ΚΑΙ ΚΥΡΙΟΝ...

Τὸν ἀρχηγὸν τῶν Μοναστῶν Παῦλον συμφώνως, σὺν Ἀντωνίω τῶ σοφῶ καὶ Εὐθυμίω, ἀνυμνήσωμεν πάντες, σὺν τοὶς λοιποὶς Πατράσι, καὶ τούτους καθικετεύσωμεν, ὅπως Χριστόν, ἀπαύστως ἐκδυσωπῶσιν ὑπὲρ ἡμῶν, τῶν τὴν θείαν καὶ πάμφωτον, ἐπιτελούντων μνήμην αὐτῶν, ἐν ἄσμασι δοξάζοντες, τὸν Σωτήρα καὶ Κύριον.

ΤΑΙΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΑΣΤΡΑΠΑΙΣ ΚΑΤΑΥΓΑΣΘΕΝΤΕΣ....ΒΑΣΙΛΕΙΑΣ ΣΟΥ.

Ταὶς τῶν πατέρων ἀστραπαὶς καταυγασθέντες, ὡς εἰς Παράδεισον τερπνὸν νὺν εἰσιόντες, τῆς τρυφῆς τοῦ χειμάρρου καταπολαύσωμεν, καὶ τούτων τὰς ἀριστείας θαμβητικῶς, σκοποῦντες ἀμιλληθῶμεν ταὶς ἀρεταίς, τῶ Σωτήρι κραυγάζοντες, Εὐχαὶς αὐτῶν ὁ Θεός, μετοχους ἡμᾶς ποίησον, οὐρανῶν Βασιλείας σου.

ΤΟ ΑΠ' ΑΙΩΝΟΣ ΑΠΟΚΡΥΦΟΝ, ΚΑΙ ΑΓΓΕΛΟΙΣ ΑΓΝΩΣΤΟΝ...

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον Μυστήριον, διὰ σοῦ Θεοτόκε τοὶς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ, Ο ΠΟΙΩΝ ΑΕΙ ΜΕΘ' ΗΜΩΝ....

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσης τὸ ἔλεός σου ἀφ' ἡμῶν, ἀλλὰ ταὶς αὐτῶν ἱκεσίαις, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

ΤΩΝ ΜΟΝΑΣΤΩΝ ΤΑ ΠΛΗΘΗ...ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ

Τῶν Μοναστῶν τὰ πλήθη, τοὺς καθηγητὰς νὺν τιμῶμεν, Πατέρες ὅσιοι, δι' ὑμῶν γὰρ τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν, μακάριοι ἐστὲ τῶ Χριστῷ δουλεύσαντες, καὶ ἐχθροῦ θριαμβεύσαντες τὴν δύναμιν, Ἀγγέλων συνόμιλοι, Δικαίων ὁμόσκηνοι, καὶ Ἁγίων, μεθ' ὧν πρεσβεύσατε τῶ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ....ΔΙΑΣΩΖΕΤΑΙ...

Τῶν ἁγίων Μαρτύρων πρεσβευόντων ὑπὲρ ἡμῶν, καὶ τὸν Χριστὸν ὑμνούντων, πᾶσα πλάνη πέπαυται, καὶ τῶν ἀνθρώπων τὸ γένος πίστει διασώζεται.

ΠΑΣΑΝ ΗΔΥΠΑΘΕΙΑΝ, ..... ΤΡΥΦΗΝ ΑΔΙΑΔΟΧΟΝ.....

Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σώμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίαις, ὑπομονή τε πειρασμῶν, καὶ καρτερία τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον.

ΤΟ ΚΑΤ' ΕΙΚΟΝΑ, ΤΗΡΗΣΑΝΤΕΣ ΑΛΩΒΗΤΟΝ, ΝΟΥΝ ΗΓΕΜΟΝΑ....

Τὸ κατ' εἰκόνα, τηρήσαντες ἀλώβητον, νοῦν ἡγεμόνα, κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενοι, εἰς τὸ καθ' ὁμοίωσιν ὡς δυνατὸν ἀνεληλύθατε, ἀνδρικῶς γάρ τὴν φύσιν ἐκβιασάμενοι, ἐσπεύσατε τὸ χεῖρον καθυποτάξαι τῶ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῶ Πνεύματι, ὅθεν μοναζόντων, ἀνεδείχθητε ἀκρότης, πολισταὶ τῆς ἐρήμου, εὐδρομούντων ἀλεῖπται, κανόνες ἀρετῆς ἀκριβέστατοι. Καὶ νὺν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Πανόσιοι, καθαρῶς ἐποπτεύετε, τὴν ἁγίαν Τριάδα, ἐντυγχάνοντες ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθω τιμώντων ὑμᾶς.

ΧΑΙΡΕ ΑΙΓΥΠΤΕ ΠΙΣΤΗ, ΧΑΙΡΕ ΛΙΒΥΗ ΟΣΙΑ, ΧΑΙΡΕ ΘΗΒΑΪΣ ΕΚΛΕΚΤΗ....

Χαῖρε Αἴγυπτε πιστή, χαῖρε Λιβύη ὁσία, χαῖρε θηβαϊς ἐκλεκτή, χαῖρε πᾷς τόπος, καὶ πόλις καὶ χώρα, ἡ τοὺς πολίτας θρέψασα, τῆς Βασιλείας τῶν οὐρανῶν, καὶ τούτους ἐν ἐγκρατείᾳ, καὶ πόνοις αὐξήσασα, καὶ τῶν ἐπιθυμιῶν, τελείους ἄνδρας τῶ Θεῷ, ἀναδείξασα, οὗτοι, φωστῆρες τῶν ψυχῶν ἡμῶν ἀνεφάνησαν, οἱ αὐτοὶ τῶν θαυμάτων τὴ αἴγλη, καὶ τῶν ἔργων τοὶς τέρασιν, ἐξέλαμψαν νοητῶς, εἰς τὰ πέρατα ἅπαντα, Αὐτοῖς βοήσωμεν, Πατέρες παμμακάριστοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς.

ΧΑΙΡΕ ΑΓΝΕΙΑΣ ΚΕΙΜΗΛΙΟΝ, ΧΑΙΡΕ ΑΫΛΟΥ ΦΩΤΟΣ....

Χαῖρε ἁγνείας κειμήλιον, χαῖρε ἀϋλου φωτός, καθαρὸν ἐνδιαίτημα, χαῖρε τὸ κεφάλαιον, τῆς ἡμῶν σωτηρίας τε, τῶν Ἀποστόλων, χαῖρε τὸ κήρυγμα, καὶ τῶν, Μαρτύρων, χαῖρε τὸ καύχημα, χαῖρε τὸ πλήρωμα, Προφητῶν Πανάμωμε, καὶ Ἀσκητῶν, Μοναστῶν ἀγλάϊσμα, καὶ σωτηρία πιστῶν.

ΚΑΘΑΡΙΣΩΜΕΝ ΕΑΥΤΟΥΣ ΑΔΕΛΦΟΙ, ΑΠΟ ΠΑΝΤΟΣ ΜΟΛΥΣΜΟΥ....ΒΑΣΙΛΕΙΑ ΣΟΥ.

Καθαρίσωμεν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, σαρκὸς καὶ πνεύματος, τὰς λαμπάδας τῶν ψυχῶν ἡμῶν φαιδρύνωμεν, διὰ φιλοπτωχείας, μὴ κατεσθίοντες ἀλλήλους τὴ συκοφαντία, ἔφθασε γὰρ ὁ καιρός, ὅταν ὁ Νυμφίος ἐλεύσεται, πάσιν ἀποδοῦναι κατὰ τὰ ἔργα αὐτοῦ, Συνεισέλθωμεν Χριστῷ μετὰ τῶν φρονίμων Παρθένων, τὴν φωνήν ἐκείνην τοῦ Ληστοῦ, πρὸς αὐτὸν ἀνακράζοντες, Μνήσθητι ἡμῶν Κύριε, ὅταν ἔλθης ἐν τῇ Βασιλεία σου.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΡΟΤΕΡΙΟΥ

ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιλείου τοῦ Ὁμολογητοῦ, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου τοῦ Δεκαπολίτου. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Βασιλείου, συνασκητοῦ τοῦ Ἁγίου Προκοπίου. Στίχοι · Ὁ Βασίλειος Χριστὸν ἐν ψυχῇ φέρων, · Ψυχὴν σκιὰς τίθησι τῆς αὐτοῦ χάριν. · Κρύψαν ὑπὸ χθόνα εἰκόνα ὀγδοάτη Βασίλειον. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Προτερίου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Στίχοι · Ὁ Προτέριος σφάττεται τοὶς καλάμοις, · Ὀξυγράφου κάλαμος ὧν κατὰ πλάνης. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχοι · Οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος ἐν ξύλῳ, · Νέστωρ ἁπλωθείς, τὸ προφητικὸν φάναι. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Γυναικῶν Κύρας καὶ Μαράνας. Στίχοι · Καταξιοῦνται Μαράνα τε καὶ Κύρα, · Σαρκὸς μαρασμῶ, κυριεύειν τοῦ πόλου. Τὴ αὐτὴ ἡμέρα, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐξ Αἰγύπτου ξίφει τελειοῦνται. Στίχοι · Ξ...

ΤΙΣ ΕΞΕΙΠΟΙ ΓΗΓΕΝΩΝ....ΠΑΤΕΡΕΣ ΠΑΓΚΟΣΜΙΟΙ...ΑΛΗΚΤΟΥ ΧΑΡΑΣ

Τὶς ἐξεῖποι γηγενῶν, τοὺς θαυμαστοὺς ὑμῶν βίους, Πατέρες παγκόσμιοι; ποία δὲ γλῶσσα λαλήσει, τοὺς ἱεροὺς ἐν Πνεύματι ἀγῶνας, καὶ ἱδρώτας ὑμῶν, τὰ ἄθλα τῶν ἀρετῶν, τὴν τήξιν τοῦ σώματος, τὰς παλαίστρας τῶν παθῶν, ἐν ἄγρυπνίαις καὶ εὐχαίς, καὶ τοὶς δάκρυσιν, ὑμεῖς ἐν κόσμῳ, ὥσπερ Ἄγγελοι ὄντως ὤφθητε, οἱ αὐτοί, τὰς δαιμόνων δυνάμεις, τελείως καθείλετε, τελέσαντες θαυμαστά, καὶ ἐξαίσια τέρατα, Διὸ πρεσβεύσατε, σὺ ἡμῖν παμμακάριστοι, τυχεῖν ἡμᾶς τῆς ἀλήκτου χαράς.

ΔΕΥΤΕ ΑΠΑΝΤΕΣ ΠΙΣΤΟΙ, ΤΑΣ ΤΩΝ ΟΣΙΩΝ ΠΑΤΕΡΩΝ

Δεῦτε ἅπαντες πιστοί, τὰς τῶν ὁσίων Πατέρων, χορείας ὑμνήσωμεν, Ἀντώνιον τὸν Κορυφαῖον, τὸν φαεινὸν Εὐθύμιον, καὶ ἕκαστον, καὶ πάντας ὁμοῦ, καὶ τούτων ὥσπερ Παράδεισον, ἄλλον τρυφῆς, τὰς πολιτείας νοητῶς διεξερχόμενοι, τερπνῶς ἀνακράξωμεν. Ταῦτα τὰ ξύλα, ἃ ἐφύτευσεν ὁ Θεὸς ἡμῶν, τὰ αὐτά, τοὺς ἀφθάρτους καρπούς τῆς ζωῆς ἐξανθήσαντα, προσήγαγον τῶ Χριστῷ, ἐκτρέφοντα ἡμῶν τὰς ψυχάς, πρὸς οὓς βοήσωμεν, θεοφόροι μακάριοι, πρεσβεύσατε, τοῦ σωθῆναι ἡμᾶς.

ΚΥΡΙΕ, ΕΝ ΤΗ ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΣΟΥ, ΠΑΣΑ Η ΚΤΙΣΙΣ.....

Κύριε, ἐν τῇ μνήμη τῶν Ἁγίων σου, πᾶσα ἡ κτίσις ἑορτάζει, οὐρανοὶ ἀγάλλονται σὺν τοὶς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοὶς ἀνθρώποις, αὐτῶν ταὶς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ....ΝΙΚΗΦΟΡΟΥΣ ΑΠΕΡΓΑΣΗΤΑΙ....

Ἐξέστη ἐπὶ τούτω ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοὶς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν, διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν. Ἰδοὺ ὁ φωτοφόρος ἦλθε καιρός, ἡ ἁγία ἡμέρα, ἐπέλαμψε, τὰ σκοτει νά, πάθη σου ἀπόφευγε, ὧ ψυχή, καὶ τὰς αὐγὰς ὑπόδεξαι, τὰς καθοδηγούσας σὲ πρὸς τὸ φῶς, κατάνυξιν ὡς οἶνον, πίνουσα ἐπευφραίνου, καὶ ἡδονῶν τὴν μέθην μίσησον. Ὡς ὄντως ἀγαθώτατος ὁ καιρός, τῆς νηστείας Χριστέ, ὃν πὲρ δέδωκας, πᾶσι πιστοίς, εἰς ἁμαρτημάτων ἀποτροπάς, καὶ ἱλασμὸν σωτήριον, καὶ τῶν χαρισμάτων ὑποδοχήν, ἐν ὧ σὲ δυσωποῦμεν, μετόχους Σωτὴρ πάντας, τῶν ἀγαθῶν σου ἡμᾶς ποίησον. Συνήθως τὰ ἐλέη σου ἐφ' ἡμᾶς, ἐπιρραίνων Οἰκτίρμον τὰ πλούσια, δίδου ἡμῖν, δάκρυα καθαίροντα μολυσμοῦς, καὶ λογισμοὺς ποθούντάς σε, πίστιν καὶ ἀγάπην εἰλικρινῆ, μετάνοιαν πλουσίαν, οἰκείωσιν τελείαν, πρὸς σὲ τὸν μόνον Πολυέλεον. Ἡ πάντων τῶν Ἀγγέλων θεία πληθύς, καὶ Ἁγίων χοροὶ ἀξιάγαστοι, τὸν ἀγαθόν, νὺν ἐκδυσωπήσατε ἐκτεν...

ΚΛΗΡΟΝ ΠΑΤΡΩ ΟΝ ΜΗ ΦΥΛΑΞΑΝΤΕΣ....ΠΙΚΡΩΣ ΤΡΥΓΗΣΑΣ....ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΙΩΝΑΣ.....

Κλῆρον πατρῶ ὂν μὴ φυλάξαντες, τῆς ἁμαρτίας νόμω κατεδουλώθημεν, ἀλλ' ἐκτεῖνας τὰς παλάμας σου, ἐν τῷ Σταυρῶ τῶ θείω, ἐλευθερίαν πάσιν, ἐδωρήσω δι' αὐτοῦ, ὃν σοὶ πίστει προσάγομεν, ἐν ἡμέραις ἁγίαις, Ἐλέησον ἡμᾶς Ἐλεῆμον, σὲ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Ὁ τῶ Σταυρῶ σου τὴν διάστασιν, καὶ τοῦ φραγμοῦ ἐξάρας τε τὸ μεσότοιχον, εἰρήνην ἐν τοῖς πέρασιν, ἐγκαινίσας πλουσίαν, εἰρηνευούση δίδου, διελθεῖν ἡμᾶς Χριστέ, καταστάσει τὴν μέλλουσαν νηστείαν, σὲ Κύριον ὑμνοῦντας ἀπαύστως, καὶ ὑπερυψοῦντας, εἰς πάντας τοὺς αἰῶνας. Ἡ τῆς νηστείας χάρις σήμερον, ἡλιακὰς ἀκτῖνας, πᾶσι προβάλλεται, προκαθαίρουσα τὴν ζόφωσιν, τὴν ἐκ τῆς ἁμαρτίας, οἱ συσχεθέντες πάθεσι, ποικίλοις ἐν χαρᾷ, προσελθόντες δεξώμεθα τὸ δῶρον φιλοφρόνως, Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πικρῶς τρυγήσας ὁ Πρωτόπλαστος, ἐν Παραδείσῳ πάλαι, βρῶσιν παράλογον, ἀπερρίφη καὶ κατάκριτος, τῆς τρυφῆς ἐξεβλήθη, ἀλλ' ἐπὶ ξύλου, ἤλοις προσπαγείς, τὸ πονηρὸν γραμματεῖον, προσήλωσας τῆς αὐτο...

ΤΩ ΘΕΙΩ ΦΕΓΓΕΙ ΣΟΥ ΑΓΑΘΕ....ΕΠΕΚΤΕΙΝΟΜΕΝΟΣ...

Τῶ θείω φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοὶ ψυχάς, πόθω καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον. Ἁγιασθέντα ἀσκητικῶς, καὶ τελειωθέντα σὲ δι' αἵματος, γεραίρομεν Ὅσιε, μνήμη γὰρ δικαίων μέτ' ἐγκωμίων ἀεί, πιστῶς ἐπιτελεῖται, καὶ μνημονεύεται. Σοφῶς ὁ πάντα μεταποιῶν, καὶ μετασκευάζων πρὸς τὸ κρεῖττον, ὡς βούλεται Κύριος, τὴ τῶν δυσσεβούντων μιαιφονία τὴ σή, ἀσκήσει μαρτυρίου, κλέος προσέθετο. Ἐπὶ τῶν ὤμων ἀναλαβῶν, τὴν διὰ Σταυροῦ πανοπλίαν, σὺ τῶ Χριστῷ ἠκολούθησας, τῶν ὀπίσω Πάτερ λήθην ποιούμενος, καὶ τοὶς ἔμπροσθεν δρόμοις ἐπεκτεινόμενος.

ΣΤΑΥΡΩ ΤΑΣ ΧΕΙΡΑΣ ΠΡΟΣΗΛΩΘΕΙΣ....ΕΠΤΑΙΣΜΕΝΩΝ ΗΜΙΝ

Σταυρῶ τὰς χείρας προσηλωθείς, λόγχη τὴν πλευρὰν διανυγείς, τὸ γραμματεῖον φιλάνθρωπε, τοῦ παραπεσόντος Ἀδὰμ διέρρρηξας, διὸ σὲ Ζωοδότα ὕμνοις δοξάζομεν. Δολίως ὄφις ὁ πονηρός, πάθη ἐπιθεὶς μοὶ ψυχικά, τοῦ Παραδείσου ἐξώρισε, σὺ δὲ τὰς παλάμας, ἐν τῷ Σταυρῶ προσπαγείς, πρὸς ὕψος ἀφθαρσίας Σῶτερ ἀνείλκυσας. Ὁ τῆς νηστείας θεῖος καιρός, πάθη ἐκκαθαίρων ψυχικά, καὶ ψυχικοὺς πλύνων μώλωπας, ἦλθε νὺν ἐπέστη, πιστοὶ συνδράμωμεν, καὶ τοῦτον φιλοφρόνως ὑποδεξώμεθα. Καιρὸς ἐπέφανεν ἀγαθός, θείαν εὐφροσύνην τῆς ψυχῆς, ἄπαν ἐνδύων τὸ πρόσωπον, δεῦτε γηθοσύνως τοῦτον δεξώμεθα, νηστεία καὶ δεήσει προκαθαιρόμενοι. Νηστείαν, δάκρυα, προσευχήν, ἦθος ταπεινὸν τῶ δι' ἡμᾶς, ταπεινωθέντι προσάξωμεν, ὅπως ἐν ἡμέρα τῆς ἐγκρατείας, συγχώρησιν βραβεύση τῶν ἑπταισμένων ἡμῖν.

ΑΓΙΑ ΠΑΡΘΕΝΕ Η ΤΩΝ ΠΙΣΤΩΝ .... ΓΙΝΩΣΚΟΥΣΙΝ,,,,

Ἁγία Παρθένε ἡ τῶν πιστῶν, ἀντίληψις μόνη τὴν πρεσβείαν σου συνεργόν, καιρῶ τῆς νηστείας πᾶσι δίδου, τοὶς Θεοτόκον ἁγνὴν σὲ γινώσκουσι.

ΣΑΡΚΙΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ....ΠΑΤΕΡ ΣΟΦΕ ΙΕΡΑΡΧΑ...

Σαρκίου τοῦ τιμίου σου, ἀπολυθεὶς Προκόπιε, παρέστης νὺν σὺν Ἀγγέλοις, τὴ ἀπροσίτω Τριάδι, πρὸς ἣν ἡμῶν μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν παναγίαν μνήμην σου, καὶ σὲ τιμώντων ἐκ πόθου, Πάτερ σοφὲ Ἱεράρχα.

ΡΕΥΣΤΗΝ Ο ΛΟΓΟΣ ΘΕΟΥ Ο ΑΡΡΕΥΣΤΟΣ...ΣΥΝ ΤΑΙΣ ΟΥΡΑΝΙΑΙΣ ΣΤΡΑΤΙΑΙΣ, ΣΕ ΜΕΓΑΛΥΝΟΜΕΝ,.,,

Ῥευστὴν ὁ Λόγος Θεοῦ ὁ ἄρρευστος, μορφὴν λαβὼν ἀνθρώπους ἀφθαρσίαν ἐνέδυσεν, εὐδοκία Πατρικὴ σκηνώσας ἐν σοί, τὴ Κεχαριτωμένη, ὅθεν Πανάχραντε, σὺν ταίς οὐρανίαις Στρατιαῖς, σὲ μεγαλύνομεν.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ .....

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον, πρόσταγμα Θεοῦ τὸν τύραννον ἔπεισε βοᾶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡς ὑπέρλαμπρος ὁ βίος σου θεόσοφε, γέγονε δι' ἀσκήσεως, οὕτως ὤφθη σου, προφανῶς ἡ ἄθλησις στερρά, Χριστὸν γὰρ ἐδόξασας βοῶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σωφροσύνη καθαρότητα θεσπέσιε, Πάτερ περιζωσάμενος, ἐν ἀνδρείᾳ δέ, μαρτυρίου στέφανον λαμπρόν, δεξάμενος χάριτι βοᾷς, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μὴ τὴν ἄχραντον εἰκόνα προσκυνούντές σου, Σῶτερ οἱ ἀσεβέστατοι, τὸν οἰκέτην σου μαστιγοῦντες, ἔξεον δεινῶς, ὑμνοῦντα καὶ κράζοντα πρὸς σέ, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΤΟΥ ΒΙΟΥ ΤΗΝ ΘΑΛΑΣΣΑ....ΕΓΚΡΑΤΕΙΑΝ ΣΥΝΤΟΝΟΝ, ΚΑΙ ΠΡΑΟΤΗΤΑ ΧΡΙΣΤΟΣ.....

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῶ κλύδωνι, τῶ εὐδίω λιμένι σου προσδραμῶν, βοῶ σοί, Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε. Προβαίνων ἀείμνηστε, ἀπὸ δόξης ἀληθῶς, ἀσκητικῆς ἀνέδραμες, πρὸς Μαρτύρων ἀνδρείαν τε καὶ Τιμήν, οἰκείου ἐξ αἵματος, ἐρυθρὰν πορφυρίδα περικείμενος. Ῥεόντων τὸ ἄστατον, λογισάμενος ψυχή, καὶ λογισμῶ θεόφρονι, τοὶς ἀεὶ διαμένουσιν ἀγαθοίς, καὶ πέρας οὐκ ἔχουσιν, εὐσεβῶς ἑπτερώθης Παμμακάριστε. Ἐγκράτειαν σύντονον, καὶ πραότητα Χριστός, σὲ καθορῶν πλουτήσαντα, φιλανθρώπως ἐπέβλεψεν ἐπὶ σέ, καὶ Ἰδόξης ἀνέδειξε, κοινωνὸν θεοφόρε Παναοίδιμε.

ΠΡΟ ΤΟΥ ΣΩΤΗΡΙΟΥ ΣΤΑΥΡΟΥ, ΤΗΣ ΑΜΑΡΤΙΑΣ ΒΑΣΙΛΕΥΟΥΣΗΣ.....ΣΩΤΗΡΙΑΣ ΤΩΝ ΨΥΧΩΝ ΗΜΩΝ....

Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τὴ θεογνωσία, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται, διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

Η ΤΟΝ ΘΕΟΝ ΤΟΝ ΑΧΩΡΗΤΟΝ.....ΒΛΑΒΗΣ, ΤΟΥ ΠΟΝΗΡΟΥ ΕΛΕΥΘΕΡΩΣΟΝ....

Ἡ Θεὸν τὸν ἀχώρητον, ἐν γαστρί σου χωρήσασα, φιλανθρώπως ἄνθρωπον χρηματίσαντα, καὶ τὸ ἡμέτερον φύραμα, ἐκ σοῦ προσλαβόμενον, καὶ θεώσαντα σαφῶς, μὴ παρίδης μὲ Πάναγνε, νὺν θλιβόμενον, ἀλλ' οἰκτείρησον τάχος καὶ παντοίας, δυσμενείας τε καὶ βλάβης, τοῦ πονηροῦ ἐλευθέρωσον.

ΠΑΝΑΜΩΜΕ ΔΕΣΠΟΙΝΑ, ΤΗΣ ΨΥΧΗΣ....ΤΟΥ ΥΙΟΥ ΣΟΥ ΒΑΛΟΥΣΑ ΤΑ ΠΑΘΗΜΑΤΑ...

Πανάμωμε Δέσποινα, τῆς ψυχῆς μου τὰ δεινά, καὶ χαλεπὰ συντρίμματα, χειρουργίαις ἰάτρευσον μυστικαίς, δραστήρια φάρμακα, τοῦ Υἱοῦ σου βαλοῦσα τὰ παθήματα.

ΕΚ ΦΛΟΓΟΣ .....ΩΠΛΙΣΜΕΝΟΣ ΔΥΝΑΜΕΙ ΤΟΥ ΘΕΙΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Ἐκ φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Λελυμένος τῆς ϋλης καὶ πρὸ θανάτου ὀφθείς, μετετέθης ἐντεῦθεν πρὸς τὴν ἀκήρατον, Ὅσιε ζωήν, τῶ θανάτω χρησάμενος, κλίμακι προσφόρω, Προκόπιε θεόφρον. Πεπλησμένος ἐφάνης φωτὸς τῆς πίστεως, καὶ πρὸς ἄδυτον φέγγος Πάτερ ἐφοίτησας, πᾶσαν ὑλικήν, ἀποθέμενος ἔφεσιν, ὅθεν σὲ τιμῶμεν, Προκόπιε θεόφρον. Ὡπλισμένος δυνάμει τοῦ θείου Πνεύματος, πονηρίας πνευμάτων ἐτρέψω φάλαγγας, ὅθεν οὐρανῶν, πύλαι σοὶ ἠνεώχθησαν, Μάκαρ ἀνυμνοῦντι, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΩΣ ΕΧΟΥΣΑ ΤΟ ΣΥΜΠΑΘΕΣ, ΕΙΣ ΤΗΝ ΤΑΠΕΙΝΩΣΙΝ ΗΜΩΝ....

Ὡς ἔχουσα τὸ συμπαθές, εἰς τὴν ταπείνωσιν ἡμῶν, καὶ βλέπουσα τοὺς ἐπὶ γῆς, εἰς εὐπερίστατον λαόν, σπλαγχνίσθητι, εὐλογημένη Θεοτόκε, ἐπίμεινον πρεσβεύουσα, μὴ ἀπολλώμεθα δεινῶς, ἱκέτευε ὡς ἄχραντος, τὸν εὐδιάλλακτον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν, Παναγία Παρθένε.

ΑΝΥΨΩΣΟΝ ΕΚΚΛΗΣΙΩΝ, ΤΟ ΚΕΡΑΣ ΤΙΜΙΕ ΣΤΑΥΡΕ....

Ἀνύψωσον Ἐκκλησιῶν, τὸ κέρας τίμιε Σταυρέ, κατάβαλε αἱρετικῶν, τὴ σὴ δυνάμει τὴν ὀφρύν, καὶ εὔφρανον τῶν Ὀρθοδόξων τὰς χορείας, ἀξίωσον προφθᾶσαι σου πάντας ἡμᾶς τὴν προπομπήν, καὶ καταπροσκυνήσαί σε τὸ ὑποπόδιον Χριστοῦ, ἐν σοὶ γὰρ ἐγκαυχώμεθα, Ξύλον εὐλογημένον.

ΩΣ ΕΝ ΗΠΕΙΡΩ ΠΕΖΕΥΣΑΣ Ο ΙΣΡΑΗΛ,.....ΥΠΕΡΦΥΕΙΔΑ ΔΟΥΧΙΑ ΚΑΙ ΦΩΤΑΥΓΕΙ, ΤΟΥ ΧΡΙΣΤΟΥ ΛΑΜΠΟΜΕΝΟΣ.....

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ὠδὴν ἐβόα ἄσωμεν. Τῆς εὐσεβείας τῶ φίλτρω κατασχεθείς, καὶ τῶ θείω ἔρωτι, τρικυμίας κοσμικάς, ἀπεκρούσω Ὅσιε, Θεῷ, ἐπινίκιον ὠδὴν ἀνακρουόμενος. Ὁ φωτοφόρος σου βίος καὶ τὸ φαιδρόν, τῆς ψυχῆς καὶ σύντονον, εὐσεβεία συγκραθέν, ἀρετῆς εἰκόνισμα λαμπρόν, ἐν σοὶ Ὅσιε, τρανῶς ἀπηκριβώσατο. Ὑπερφυείδα δουχία καὶ φωταυγεῖ, τοῦ Χριστοῦ λαμπόμενος, τῶν παθῶν τὰς προσβολάς, ἐγκρατῶς ἐμάρανας βοῶν, ἐπινίκιον ὠδὴν τῶ Παντοκράτορι.

ΒΟΤΡΥΝ ΤΟΝ ΠΑΜΠΕΠΕΙΡΟΝ ΑΓΝΗ.... ΘΕΙΑΙΣ ΠΑΡΑΚΛΗΣΕΣΙΝ......

Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ, ἐκυοφόρησας, ξύλω ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνωδοῦσα ἠλάλαζες, καὶ ἔκραζες, Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῆ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, θείαις παρακλήσεσιν, ὡς εὔσπλαγχνος.

ΤΟΥΣ ΤΟΥ ΛΟΓΟΥ ΤΗΝ ΣΑΡΚΩΣΙΝ, ΔΥΣΣΕΒΩΣ ΑΘΕΤΗΣΑΝΤΑΣ......

Τοὺς τοῦ Λόγου τὴν σάρκωσιν, δυσσεβῶς ἀθετήσαντας, διελέγχων ὅσιε, διετέλεσας, διὰ μαστίγων ἐτάσεως, πάσης τε κακώσεως, καὶ δεσμῶν καὶ φυλακῆς, βεβαιῶν τὴν ἀλήθειαν, ὅθεν γέγονας, τῆς Χριστοῦ βασιλείας κληρονόμος, καὶ χαρὰς ἀνεκλαλήτου, καὶ ἀϊδίου ἑλλάμψεως.

ΟΙ ΤΗΝ ΕΠΙΓΕΙΟΝ ΑΠΟΛΑΥΣΙΝ ΜΗ ΠΟΘΗΣΑΝΤΕΣ...

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΚΑΤ' ΕΙΚΟΝΑ ΓΕΝΟΜΕΝΟΣ, ΤΟΥ ΘΕΟΥ ΚΑΙ ΟΜΟΙΩΣΙΝ, ΚΑΤ' ΑΡΧΗΝ ΤΗΣ ΠΛΑΣΕΩΣ ΠΑΜΜΑΚΑΡΙΣΤΕ....

Κατ' εἰκόνα γενόμενος, τοῦ Θεοῦ καὶ ὁμοίωσιν, κατ' ἀρχὴν τῆς πλάσεως Παμμακάριστε, τὸ τῆς εἰκόνος ἀξίωμα, τηρεῖν διεσπούδασας, λογισμῶ πανευσεβεῖ, καὶ νοός καθαρότητι, καὶ ἁγνότητι, καὶ παθῶν ἐγκρατεία καὶ τηρήσει, τῶν Χριστοῦ διαταγμάτων, καὶ εὐσεβεία Πανόλβιε. Τὴ ἀσκήσει τὸ πρότερον, προσλαβῶν καὶ τὴν ἄθλησιν, θεοφρόνως ὕστερον, εὐηρέστησας, δι' ἀμφοτέρων τῶ Κτίσαντι, τῶ μόνω τὴν κάθαρσιν, ἀπαιτοῦντι παρ' ἡμῶν, καὶ ψυχῆς τὴν εὐγένειαν, οὗ τὴν ἔνσαρκον, παρουσίαν δοξάζων προσεκύνεις, τὴν εἰκόνα τὴν ἁγίαν, τῆς κατ' αὐτὸν ἀνθρωπότητος.

ΤΑΙΣ ΦΩΤΟΒΟΛΟΙΣ ΣΟΥ ΑΣΤΡΑΠΑΙΣ, ΔΕΣΠΟΙΝΑ.....ΜΑΚΑΡΙΖΩ ΣΕ.

Ταὶς φωτοβόλοις σου ἀστραπαίς, Δέσποινα τοῦ κόσμου ἀγαθή, τὸ τῆς ψυχῆς μου ἀπέλασον σκότος, καὶ τὴν νύκτα τῆς ἁμαρτίας μου, προθύμως ἵνα ψάλλω, καὶ μακαρίζω σε,.

Ο ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ ΘΕΙΟΣ ΚΑΙΡΟΣ....

Ὁ τῆς ἐγκρατείας θεῖος καιρός, ἐπέλαμψε πᾶσι, μετανοίας τὸν φωτισμόν, τὸ σκότος ἐξαίρων τῶν πταισμάτων, τοῦτον προθύμω καρδία δεξώμεθα. Ἰδοὺ μετανοίας ἡ καλλονή, ψυχὰς μεταπλάττει, τῆς νηστείας προσαγωγή, ταύτη νηφαλέως εἰσελθόντες, καὶ τῶν πταισμάτων πιστοὶ λύσιν λάβωμεν. Ἀρχαὶ Ἐξουσίαι καὶ Χερουβίμ, καὶ πᾶσαι δυνάμεις, δυσωπήσατε τὸν καιρόν, ἡμᾶς τῆς νηστείας ἐκτελέσαι, ἐν μετανοίᾳ καὶ πάση σεμνότητι.

Ο ΤΟΥ ΚΥΡΙΟΥ ΣΤΑΥΡΟΣ, ΤΟΙΣ ΑΚΛΙΝΩΣ....

Ὁ τοῦ Κυρίου Σταυρός, τοὶς ἀκλινῶς αὐτὸν προσκυνοῦσι, πάσης ἡδονῆς χαλινὸς ἐστι, καὶ νόμος ἐγκρατείας, οἱ γὰρ ἀπαύστως ἀφορῶντες, εἰς τὸν ἐν αὐτῷ παγέντᾳ, σταυροῦσι τὴν σάρκα, σὺν τοὶς παθήμασι, καὶ ταὶς ἐπιθυμίαις, ἐξ ὧν καὶ ἡμεῖς, γενέσθαι σπεύδοντες διὰ νηστείας καθαράς, οἰκειωθῶμεν, τῶ φιλανθρώπως ἡμᾶς οἰκειωσαμένω τῶ πάθει, καὶ τῆς οἰκείας ἀπαθείας τὴν φύσιν μεταδόντι, τῶ ἔχοντι τὸ μέγα ἔλεος.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΘΑΛΛΕΛΑΙΟΥ

Εικόνα
ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Προκοπίου τοῦ Δεκαπολίτου. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν, καὶ ὁμολογητοῦ Προκοπίου τοῦ Δεκαπολίτου. Στίχοι · Οὐδέν, Δεκαπολῖτα, γὴς πᾶσαι πόλεις, · Πρὸς τὴν νοητήν, ἔνθα πὲρ τάττη, πόλιν. · Εἰκάδι ἑβδομάτη Προκοπίω τέρμα φαάνθη. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γελασίου, ὃς τὸ Βάπτισμα κελευσθεὶς διαπαῖξαι παρὰ τοῦ, Ἄρχοντος, βαπτίζεται ἀληθῶς, καὶ ξίφει τελειοῦται. Στίχοι · Φώτισμα μέλλων ἐκγελᾶν, γελᾷς πλάνην, · Πλυθεὶς δὲ Γελάσιε, ἐκτέμνη κάραν. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θαλλελαίου. Στίχοι · Ὁ Θαλλέλαιος φαιδρώς, ἥκει πρὸς πόλον, · Θαλλοὶς ἐλαιών, ἀρεταὶς ἐστεμμένος. Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Στέφανος, ὁ συστησάμενος τὸ γηροκομεῖον τοῦ Ἀρματίου, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι · Γήρει Στέφανος πρύτανις ζωῆς πόρου, · Ὃν πὲρ θανόντα Πρύτανις στέφους στέφει. Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Νήσιος βο...

ΩΣ ΦΩΣΤΗΡΕΣ ΕΝ ΚΟΣΜΩ ΛΑΜΠΕΤΕ....

Ὡς φωστῆρες ἐν κόσμῳ λάμπετε, καὶ μετὰ θάνατον ἅγιοι Μάρτυρες, τὸν ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, ἔχοντες παρρησίαν, Χριστὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχάς ἡμῶν.

ΕΛΑΜΨΕ ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ Η ΕΥΠΡΕΠΕΙΑ....

Ἔλαμψε τῆς ἐγκρατείας ἡ εὐπρέπεια, τῶν δαιμόνων τὴν ἀχλὺν φυγαδεύουσα, ἐπεδήμησε τῆς νηστείας ἡ σεμνότης, τῶν ψυχικῶν παθῶν, τὴν ἰατρείαν φέρουσα, ταύτη ποτὲ Δανιήλ, καὶ οἱ ἐν Βαβυλώνι Παῖδες φραξάμενοι, ὁ μέν, στόμα λεόντων ἐχαλίνωσεν, οἱ δέ, τὴν φλόγα τῆς καμίνου ἔσβεσαν, μεθ' ὧν καὶ ἡμᾶς δι' αὐτῆς σῶσον, Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.

ΟΙΚΤΕΙΡΟΝ ΣΩΣΟΝ ΜΕ ΠΑΡΘΕΝΕ, ΤΟΝ ΟΙΚΤΙΡΜΟΝΑ ΤΕΚΟΥΣΑ....

Οἴκτειρον σώσόν με Παρθένε, τὸν οἰκτίρμονα τεκοῦσα Θεὸν Λόγον, καὶ φωτὶ τῶ ἐν σοί, καταύγασον βοῶντα, Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

Η ΕΝ ΓΑΣΤΡΙ ΣΟΥ ΤΟΝ ΘΕΟΝ, ΩΣ ΒΡΟΤΟΝ..

Ἡ ἐν γαστρί σου τὸν Θεόν, ὡς βροτὸν βαστάσασα, καὶ ζωὴν τῶ κόσμω πηγάσασα, σὲ ὑμνοῦμεν, Παναγία Παρθένε.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΟΝ ΧΟΡΟΝ, Η ΝΗΣΤΕΙΑ ΕΔΕΙΞΕΝ.....

Τῶν Ἀποστολων τὸν χορόν, ἡ νηστεία ἔδειξεν, οἰκουμένη πάση ἐκλάμποντα, αἴγλη θεία, καὶ φωτίζοντα κόσμον. Τῶν Μαθητῶν σου ὁ χορός, Ἰησοῦ φιλάνθρωπε, τῶν ἐθνῶν τὰ γένη ἐδίδαξεν, ἐγκρατείας, θησαυρίζειν τὸν πλοῦτον. Ἡ δωδεκάχορδος φθογγή, Μαθητῶν σου σύστημα, ἐγκρατείας πλοῦτον χαρίζεται, τοὶς ἀνθρώποις, καὶ πηγὴν σωτηρίας. Τὴν τοῦ Ἀσώτου σοὶ φωνήν, ἀνακράζω Κύριε, Πάτερ ἥμαρτον, σῶσον οἴκτειρον, μὴ μὲ δόξης, τῆς σῆς ἀποχωρίσης.

ΠΑΙΔΕΣ ΕΒΡΑΙΩΝ ΕΝ ΚΑΜΙΝΩ, ΚΑΤΕΠΑΤΗΣΑΝ ΤΗΝ ΦΛΟΓΑ ΘΑΡΣΑΛΕΩΣ.....

Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πὺρ μετέβαλον βοῶντες, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ἄρνας ποιμάνας ἐπὶ χλόην, ἀληθείας ὡς ἀρνίον τῶ ποιμένι, προσηνέχθης Χριστῷ, Πορφύριε κραυγάζων, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Νέμει Καμάτων σου τὰ γέρα, κατοικίζων σε, μοναὶς ἐν ἀκηράτοις, Ἰησοῦς ὁ Χριστός, Πορφύριε βοῶντα, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Θαύμασι πλείστοις καὶ σημείοις, κατεκόσμησε τὸν βίον σου τρισμάκαρ, ὁ Χριστὸς δν ποθῶν, Πορφύριε ἐβόας, Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΟΤΙ ΑΝΕΔΕΙΞΕ ΣΕ Ο ΘΕΟΣ....

Ὅτι ἀνέδειξέ σε ὁ Θεός, Παρθένε ἁγνή, βοήθειαν τοῦ γένους τῶν βροτῶν, μὴ ἐλλίπης ἐκτενῶς, καθικετεύουσα αὐτόν, ὑπὲρ ἡμῶν τῶν πιστῶν.

ΥΠΕΡΑΣΤΡΑΠΤΕΙ ΠΛΕΟΝ ΗΛΙΟΥ, ΠΟΡΦΥΡΙΟΥ Η ΜΝΗΜΗ ΤΟΥ ΣΟΦΟΥ....

Ὑπεραστράπτει πλέον ἠλίου, Πορφυρίου ἡ μνήμη τοῦ σοφοῦ, ἀστραπαὶς θαυμάτων πᾶσαν τὴν κτίσιν φωταγωγοῦσα, καὶ διώκουσα πλάνην τὴν τῶν εἰδώλων, καὶ τοὺς πιστούς σελαγίζουσα, πάντας εὐφραίνει, Θεῷ γὰρ εὐαρεστήσας ἐπὶ γῆς, τῶν ἰσημείων ἀπείληφε τὴν χάριν, πάντας ἰάσθαι, παρεστὼς τὴ Τριάδι ὁλόφωτος, καὶ πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΙΕΡΩΤΑΤΟΙΣ ΣΟΥ ΤΡΟΠΟΙΣ....

Ἱερωτάτοις σου τρόποις κοσμούμενος, Ἱερωσύνης στολαὶς κατηγλάϊσαι, Παμμάκαρ θεόφρον Πορφύριε, καὶ ἰαμάτων ἐμπρέπεις ὑψώμασι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΟΤΙ ΕΠΟΙΗΣΕ ΜΟΙ ΜΕΓΑΛΕΙΑ Ο ΔΥΝΑΤΟΣ....

Ὅτι ἐποίησέ μοὶ μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ Ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ εἰς γενεὰν καὶ γενεάν, τοὶς φοβουμένοις αὐτόν. Ὅτι πυρσοὶ τῶ κόσμω, ἀπεστάλητε, ἀπλανεῖς, λυτρούμενοι βυθοῦ ἁμαρτιῶν, ἀνυμνοῦμεν ἐν χαρᾷ, τὸν ἐνισχύσαντα ὑμᾶς, ὡς Ἀποστόλους αὐτοῦ. Ὅτι ὑμᾶς τῶ κόσμω, μωρανθέντι πάλαι Χριστός, ὡς ἅλας ἐξαπέστειλε σοφοί, συνετίζοντας αὐτόν, πρὸς τὴν ἐπίγνωσιν αὐτοῦ, ἀνευφημοῦμεν πιστῶς. Ὅτι πληθὺς πταισμάτων, περιέχει με χαλεπῶν, ἐν δάκρυσι προσπίπτω σοὶ Χριστέ, συγχωρήσεως αἰτῶν, τὰς ἀφορμᾷς μοὶ παρασχεῖν, ἐν τῷ τῆς νηστείας καιρῶ. Ὅτι σειραὶς ἀλύτοις, πεπεδημένος μου τῶν παθῶν, στενάζω καὶ κραυγάζω σοὶ Σωτήρ, Ἐλευθέρωσον καμέ, ὅπως ὑμνῶ περιχαρῶς τὴν εὐσπλαγχνίαν σου.

ΜΟΝΗΝ ΓΕΝΕΩΝ, ΕΚ ΠΑΣΩΝ ΣΕ ΕΞΕΛΕΞΑΤΟ ,Ο ΠΛΑΣΤΟΥΡΓΟΣ....

Μόνην γενεῶν, ἐκ πασῶν σὲ ἐξελέξατο, ὁ Πλαστουργός, καὶ ἀναπλάττει ἡμᾶς, ἐν σοὶ οἰκήσας, Θεοτόκε ἀειπάρθενε.

ΩΣ ΠΟΤΕ ΚΑΪΝ Ο ΦΟΝΕΥΣ, ΟΥ ΠΡΟΣΗΓΑΓΟΝ ΤΟ ΤΗΣ ΨΥΧΗΣ....

Ὡς ποτὲ Κάϊν ὁ φονεύς, οὐ προσήγαγον τὸ τῆς ψυχῆς μου θῦμα, ἀμώμητον Χριστέ, ἀκαθάρτω γνώμη κρατούμενος, μὴ βδελύξη με, προσερχόμενον οὖν σοί, διὰ νηστείας Σῶτερ ὑπεράγαθε, ἀλλ' ἔπιδε ἐπὶ τοῖς δώροις, οἷς πόθω ἄγω σοὶ Θεέ μου, ἐν καιρῷ τῆς νηστείας.

ΥΜΑΣ ΦΩΣ ΩΣΠΕΡ Ο ΧΡΙΣΤΟΣ, ΕΙΣ ΤΑ ΠΕΡΑΤΑ ΤΗΣ

Ὑμᾶς φῶς ὥσπερ ὁ Χριστός, εἰς τὰ πέρατα τῆς οἰκουμένης πάσης, Ἀπόστολοι διδούς, ἀπελθόντες ἔφη διδάξατε, ἐν τοῖς ἔθνεσιν, ἵν' ἐν σαρκὶ μὲ ὄντα, εἰδῆτε ἐγκρατεία διαιτώμενον, καὶ τοῦ ἐχθροῦ ὅλον τὸ σθένος πατοῦντα, καὶ ὁδὸν ἀνθρώποις, δεικνύοντα εὐθεῖαν. Ἔδειξας βαίνουσαν Χριστέ, τὴν ἐγκράτειαν εἰς ἱλασμὸν τῶν βροτῶν, παθῶν τε χωρισμόν, δι' αὐτῆς γάρ σου οἱ Ἀπόστολοι εὐηρέστησαν, καὶ φαεινοὶ φωστῆρες, ἐπὶ τῆς γῆς ἐδείχθησαν, κηρύττοντες τὸν Κύριον τρισὶ προσώποις, μιὰ δὲ ἐν οὐσίᾳ πᾶσι τοὶς αὐτὸν ἀνυμνοῦσι. Τῶν ἐθνῶν κήρυκες ὑμεῖς, ἀπεστάλητε ὑπὸ τοῦ Διδασκάλου Χριστοῦ, ὧ Μαθηταί, διδαχαὶς ἐνθέοις, φωτίζειν αὐτῶν τὰ νοήματα, παθῶν τε καὶ βρωμάτων ἀπέχεσθαι, παθῶν δὲ τὴν ἐγκράτειαν, καὶ Κύριον γινώσκειν τοῦτον καὶ κτίστην, καὶ δημιουργὸν τοῦ παντὸς καὶ εὐεργέτην.

ΝΕΚΡΩΣΕΙ ΤΕ ΚΑΙ ΦΘΟΡΑ ΥΠΑΧΘΕΝΤΑ....

Νεκρώσει τε καὶ φθορὰ ὑπαχθέντα, τὸν πρωτόπλαστον Παρθένε Μαρία, τὸν νεκρωτήν, τοῦ θανάτου τεκοῦσα, εἰς ἀφθαρσίαν μετήγαγες Ἄχραντε, καὶ ἔδειξας τοὺς γηγενεῖς, οὐρανίους Θεὸν σωματώσασα.

Η ΠΑΝΤΩΝ ΔΕΣΠΟΖΟΥΣΑ, ΤΑΣ ΙΚΕΣΙΑΣ ΔΕΧΟΜΕΝΗ, ΔΕΣΠΟΙΝΑ....

Ἡ πάντων δεσπόζουσα, τὰς ἱκεσίας δεχομένη, Δέσποινα τῶν δούλων σου, ἁγία Θεοτόκε, τοῦ σκότους μὲ λύτρωσαι, καὶ πυρὸς τοῦ ἀσβέστου, τῶν κακῶν μου τὰ πλήθη ἐξαλείψασα, ἐν τῇ σὴ μεσιτεία, καὶ μόνη τὴ θεία σου πρεσβεία.

ΦΩΤΙΣΟΝ ΗΜΑΣ, ΤΟΙΣ ΠΡΟΣΤΑΓΜΑΣΙ ΣΟΥ ΚΥΡΙΕ....

Φώτισον ἡμᾶς, τοὶς προστάγμασί σου Κύριε, καὶ τῶ βραχίονί σου τῶ ὑψηλῶ, τὴν σὴν εἰρήνην παράσχου ἡμῖν Φιλάνθρωπε. Πρόρριζον τεμῶν, τὴν ἄκανθαν τὴν φιλήδονον, ἐκαρποφόρησας τὸν ἄσταχυν, τῆς εὐσεβείας Ἱεράρχα πανσεβάσμιε. Ὁ ὄμβροις σῶν εὐχῶν, οὐρανοὺς Σοφὲ διήνοιξας, καὶ ὑετὸν τὴ γῆ διένειμας, αἱρετιζόντων ἀποπνίξας τὰ ζιζάνια. Ἴθυνας ῥοπή, θείου Πνεύματος ὁλόκληρον, λαὸν καὶ πόλιν εἰς λιμένα ζωῆς, διεκφυγόντα ἀθεϊας τὸ κλυδώνιον.

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ... ΤΟΥ ΜΑΝΕΝΤΟΣ ΦΘΟΡΟΠΟΙΑ, ΔΟΛΕΡΩΣ ΥΠΟΣΠΕΙΡΟΝ ΔΙΔΑΓΜΑΤΑ...

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῶ Ἅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνάς, Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε. Ἐφέσεως ἀληθοῦς ἐπέτυχες, ἐγκρατεία ταπεινώσας τὰ πάθη, καὶ πρὸς Θεόν, προσεχώρησας χαίρων, καὶ ὀρεκτῶν ἀκροτάτω παρίστασαι, Πορφύριε Ἱεραρχῶν, καὶ Ποιμένων κανὼν ἀκριβέστατος. Νοήσας σου τῆς ψυχῆς τὸ ὡραῖον, καθωράθη ἐν σταυρῷ ἡπλωμένος, ὁ ὑψωθείς, ἐν αὐτῷ ἑκουσίως καὶ τὴν αὐτοῦ φυλακὴν ἐγχειρίζει σοί, ἐμφαίνων σοὶ τὴν πρὸς αὐτόν, καὶ στοργὴν καὶ τελείαν οἰκείωσιν. Ὡς Πέτρου τοῦ Κορυφαίου τὸν ζῆλον, καὶ τὴν πίστιν θεηγόρε πλουτήσας, τῶ τμητικῶ, εὐσεβείας σου λόγῳ, τὸ κακουργὸν ἐθανάτωσας γύναιον, τοῦ Μάνεντος φθοροποιά, δολερῶς ὑποσπεῖρον διδάγματα.

ΓΗ ΣΥΜΠΑΣΑ ΚΥΡΙΕ.... ΑΠΑΥΣΤΩΣ ΤΟΝ ΚΥΡΙΟΝ....

Γῆ σύμπασα Κύριε, τῆς σῆς αἰνέσεως ἐπλήσθη, πᾶσαν γὰρ διέδραμε, τῶν θείων Μαθητῶν σου, ὁ φθόγγος ὁ ἔνθεος, ἐκ βυθοῦ ἀγνωσίας μεταστρέφων πρὸς γνῶσιν, ἀναμέλπουσαν, Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον. Ἡ χάρις ἡ ἔνθεος, τῆς μετανοίας ἐπεφάνη, σωτηρίαν φέρουσα, τοὶς ταύτης ἐντρυφῶσι, τὰ ἄθλα καὶ σκάμματα, τῶν ἱδρώτων καὶ κόπων, διὸ τρέχε ψυχή μου τῶ Δεσπότη σου, τῶν πολλῶν σου πταισμάτων ζητοῦσα, λαβεῖν τὴν συγχώρησιν. Τὸ στάδιον ἤνοικται, τῆς θεοσδότου ἐγκρατείας, φαιδρὼς ὑπαντήσωμεν, οἱ χρήζοντες ἐλέους, διψᾷ γὰρ ὁ εὔσπλαγχνος, τὴν ἡμῶν σωτηρίαν, καὶ τοῦ δοῦναι συγγνώμην, ἐπεκτείνεται, τοὶς αὐτὸν ἐκζητοῦσι προθύμως, καὶ πόθω δουλεύουσι. Νηστεία στομώθητι, εἰρηνευούση διανοία, θρέψον δὴ τὸν Κύριον, ψυχὴ τὴ εὐπραξία, ἀρετῆς ἐδέσματα, ὡς εὐώδεις θυσίας, προσκομίζουσα τούτω, καὶ κραυγάζουσα, Εὐλογεῖτε τὰ ἔργα, ἀπαύστως τὸν Κύριον.

ΜΕΤΑΝΑΣΤΕΥΣΑΣ ΤΗΝ ΠΟΛΛΗΝ, ΥΠΑΡΞΙΝ ΔΙΕΣΚΟΡΠΙΣΑΣ.....

Μεταναστεύσας τὴν πολλήν, ὕπαρξιν διεσκόρπισας, τοὺς πλάνη δὲ σκορπισθέντας, θαύμασιν ἀποστολικοίς, συνήγαγες Πορφύριε, ἀλλὰ πρέσβευε Πάτερ, σωθῆναι τούς δούλους σου.

ΕΞΕΛΑΜΨΑΝ ΕΝ ΤΩ ΚΟΣΜΩ, ΑΚΤΙΝΑ ΘΕΟΓΝΩΣΙΑΣ....

Ἐξέλαμψαν ἐν τῷ κόσμω, ἀκτῖνα θεογνωσίας, οἱ Μαθηταί σου, καὶ τὴν πλάνην ἀπημαύρωσαν, τῆς ἀπάτης λύσαντες τὴν ζόφωσιν, αὐτῶν προσευχαίς, σῶσον τοὺς ὑμνούντάς σε. Τὰ πρόθυρα τῆς νηστείας, ἀγώνων στεφανωθέντα, ταὶς εὐκαρπίαις, δεξιοῦνται τοὺς προσωδαὶς μυστικαίς, τρέχοντας, νηφαλέως ὕμνοις καὶ σπουδαίως πιστοί, ἅπαντες συνδράμωμεν. Νεκρώσεως τοὺς χιτῶνας, δεξάμενος προπετεία τῆς ἀκρασίας, ἐνεδύθην ὁ ταλαίπωρος, ἀλλὰ σὺ μὲ ἔνδυσον Υἱὲ τοῦ Θεοῦ, στολὴν φωτεινήν, τῆς ἀναγεννήσεως. Ὁ βίος μου πονηρία, καὶ πάση ἀκαθαρσία συνετελέσθη, ἀλλὰ σοὶ τῶ πανοικτίρμονι, καταφεύγω, πρόφθασον οὖν σώσόν με, Χριστὲ ὁ Θεός, τὴ σὴ ἀγαθότητι.

ΝΕΚΡΩΘΕΝΤΑ ΜΕ ΠΑΝΑΓΝΕ, ΠΑΛΙΝ ΑΝΕΖΩΩΣΑΣ.....

Νεκρωθέντα μὲ Πάναγνε, πάλιν ἀνεζώωσας ὡς κυήσασα, τὴν ζωὴν τὴν ἐνυπόστατον, τὸν Υἱὸν καὶ Λόγον τοῦ Γεννήτορος.

ΦΕΙΣΑΙ ΜΟΥ ΣΩΤΕΡ Ο ΤΕΧΘΕΙΣ, ΚΑΙ ΦΥΛΑΞΑΣ ΤΗΝ ΤΕΚΟΥΣΑ ΣΕ ΑΦΘΟΡΟΝ.....

Φείσαί μου Σῶτερ ὁ τεχθείς, καὶ φυλάξας τὴν τεκούσάν σε ἄφθορον, μετὰ τὴν κύησιν, ὅταν καθίσης Κρίναι τὰ ἔργα μου, τὰς ἀνομίας παρορῶν, καὶ τὰς ἁμαρτίας μου, ὡς ἀναμάρτητος, ἐλεήμων, ὡς Θεὸς καὶ φιλάνθρωπος.

ΕΙΣΑΚΗΚΟΑ ΚΥΡΙΕ, ΤΗΣ ΟΙΚΟΝΟΜΙΑΣ ΣΟΥ ΤΟ ΜΥΣΤΗΡΙΟΝ.....

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Ἰσουργὸν τῶ Γεννήτορι, Λόγον διαγγέλλων τοὶς ματαιόφροσι, πρὸς εὐσέβειαν ἐζώγρησας, καὶ Θεῷ τῶν ὅλων καθιέρωσας. Ζωτικαὶς ἐπιπνεύσεσι, τὴν πρὸς τελευταίαν ὥραν ἐγγίζουσαν, ἱερώτατε ἐζώωσας, εἰς πολλῶν καὶ ταύτης ἀναγέννησιν. Ὁλονύκτοις δεήσεσι, καὶ ταὶς πανημέροις Ἴσιε στάσεσι, τὴν καρδίαν ἀπετέλεσας, τοῦ Θεοῦ τῶν ὅλων καταγώγιον.

ΕΚΑΙΝΙΣΑΣ ΑΧΡΑΝΤΕ, ΤΩ ΘΕΙΩ ΤΟΚΩ ΣΟΥ ΦΘΑΡΕΙΣΑΝ.....

Ἐκαίνισας Ἄχραντε, τῶ θείω τόκω σου, φθαρεῖσαν τοὶς πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἥγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας, ὅθεν σὲ κατὰ χρέος, μακαρίζομεν πίστει, Παρθένε δεδοξασμένη, ὡς Προεφήτευσας.

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ , ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ.... ΗΛΙΟΝ ΕΓΝΩΣ ΤΟΝ ΧΡΙΣΤΟΝ....ΠΑΤΕΡ ΟΣΙΕ...

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον Θεοτόκον, οἱ Πιστοὶ μεγαλύνομεν. Ἱστίω Πάτερ νοητῶ, ἐκπεράσας τὸ τοῦ βίου κλυδώνιον, οἰακιζόμενος, παλάμη θεία τοῦ Παντοκράτορος, πρὸς τοὺς λιμένας τῆς ζωῆς, σοφῶς κατέπλευσας, χαρὰς λαβόμενος αἰωνίου, καὶ τερπνῆς ἀπολαύσεως. Ὥριμος πλήρης ἡμερῶν, τῶν τοῦ Πνεύματος γενόμενος Ὅσιε, καὶ τὴν ἀπάθειαν, ὡς διπλοϊδα περιβαλλόμενος, ἱερωσύνης στολισμῶ, λάμπων μεταβέβηκας, εἰς φῶς ἀνέσπερον, τοῦ Κυρίου καθορᾶν τὴν τερπνότητα. Στόματι θεῖον γλυκασμόν, ἀρυσάμενος, ἠρεύξω Μακάριε, λόγον σωτήριον, παθῶν πικρίαν ἀποδιώκοντα, καὶ γλυκασμῶ πνευματικῶ, πάντας ἐνηδύνοντα, τοὺς τὴν ἐτήσιον ἐκτελούντάς σου θεόφρον πανήγυριν. Ἥλιον ἔγνως τὸν Χριστόν, ὁμιλήσαντα ἡμῖν μετὰ σώματος, καὶ ταὶς λαμπρότησι ταὶς τούτου Πάτερ, ψυχῆς τὰ ὄμματα, καταυγασθεὶς ὁλολαμπής, ἀστὴρ ἐχρημάτισας, θέσει θεούμενος, ἱερὲ θαυματουργὲ Πάτερ Ὅσιε.

ΤΗΝ ΤΕΣΣΑΡΑΚΟΝΘΗΜΕΡΟΝ, ΚΑΙ ΠΡΟΚΑΘΑΡΣΙΜΟΝ, ΟΙ ΑΠΟΣΤΟΛΟΙ ΠΑΝΤΕΣ,,,,

Τὴν τεσσαρακονθήμερον, καὶ προκαθάρσιμον, οἱ Ἀπόστολοι πάντες, σήμερον στέφουσι, καὶ τῆς νηστείας τὸν καιρὸν ἁγιάζουσι, παρὰ Χριστοῦ τοῦ Λυτρωτοῦ, καὶ τήν Ἀνάστασιν αὐτοῦ προκαταγγέλλουσι πᾶσι, καὶ πρεσβεύουσι τῶ Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΝ ΠΕΤΡΑ ΤΗΣ ΠΙΣΤΕΩΣ....ΠΟΡΦΥΡΙΕ...

Ἐν πέτρᾳ τῆς πίστεως, ἐρηρεισμένος σοφέ, τὴν πέτραν ἐπόθησας, ἣν εἶδε πρὶν Δανιήλ, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὕψωσας τὴν φωνήν σου, καὶ τὸν νοῦν πρὸς τὸν Κτίστην, ἔβαλες τοὺς ὀχλοῦντας, τὴ σαρκὶ πολεμίους, τὴ σὴ σφενδόνη Γάζης ὁ σεπτός, πρόβολος Πάτερ Πορφύριε.

ΤΩΝ ΕΝ ΣΟΙ ΤΑΣ ΕΛΠΙΔΑΣ, ΠΑΡΘΕΝΕ ΑΧΡΑΝΤΕ... ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΝΥΜΝΟΥΝΤΑΣ ΣΕ....

Τῶν ἐν σοὶ τὰς ἐλπίδας, Παρθένε ἄχραντε, ἀνενδότως ἐχόντων σκέπη ὑπάρχουσα, ἐκ ποικίλων πειρασμῶν, καὶ περιστάσεων, καὶ κινδύνων χαλεπῶν, ἐλευθέρωσον αὐτούς, πρεσβεύουσα τῶ Υἵώ σου, σὺν τοὶς αὐτοῦ Ἀποστόλοις, καὶ σῶσον πάντας τοὺς ἀνυμνούντάς σε.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ...ΤΗΝ ΑΓΑΠΗ ΤΟΥ ΣΤΑΥΡΟΥ....

Οἱ Μάρτυρές σου Κύριε, πίστει στηριχθέντες, ἐλπίδι βεβαιωθέντες, τὴ ἀγάπη τοῦ Σταυροῦ σου ψυχικῶς ἑνωθέντες, τοῦ ἐχθροῦ τὴν τυραννίδα ἔλυσαν, καὶ τυχόντες τῶν στεφάνων, μετὰ τῶν Ἀσωμάτων πρεσβεύουσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΣΥ ΕΙ ΤΟ ΣΤΕΡΕΩΜΑ.....ΚΑΤΑΥΓΑΖΟΝΤΑ

Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοὶ Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σὲ τὸ πνεύμά μου. Ῥάβδω τῶν δογμάτων σου, ἐπὶ νομὰς ζωῆς Ὅσιε, τὴν ἱεράν, Ποίμνην σου ποιμάνας, τῶ Θεῷ εὐηρέστησας. Φέγγει θείας γνώσεως, τοὺς ἐν νυκτὶ δεινῶν Ὅσιε, φωταγωγῶν, ἔδειξας ἡμέρας, κοινωνοὺς διὰ πίστεως. Ὕψει διαπρέποντα, τῶν ἀρετῶν Θεὸς τέθεικεν, ἐν ὑψηλῇ, Πάνσοφε λυχνία, τοὺς Πιστοὺς καταυγάζοντα.

ΑΝΕΤΕΙΛΕ ΤΟ ΕΑΡ ΤΗΣ ΝΗΣΤΕΙΑΣ, ΚΑΙ ΤΟ ΑΝΘΟΣ ΤΗΣ ΜΕΤΑΝΟΙΑΣ...

Ἀνέτειλε τὸ ἔαρ τῆς νηστείας, καὶ τὸ ἄνθος τῆς μετανοίας, ἁγνίσωμεν οὖν ἑαυτοὺς ἀδελφοί, ἀπὸ παντὸς μολυσμοῦ, τῶ φωτοδότη ψάλλοντες, εἴπωμεν, Δόξα σοί, μόνε φιλάνθρωπε.

ΑΣΩΜΕΝ ΤΩ ΚΥΡΙΩ....ΠΑΘΗ ΠΡΟΘΑΝΑΤΩΣΑΣ...ΔΕΣΠΟΖΟΝΤΟΣ

Ἄσωμεν τῶ Κυρίω, τῶ διαγαγόντι τὸν λαὸν αὐτοῦ, ἐν Ἐρυθρᾷ θαλάσση, ὅτι μόνος ἐνδόξως δεδόξασται Ταύτην τὴν φωτοφόρον, μνήμην σου γεραίροντι Πορφύριε, φωτοφόρον μοὶ αἴγλην, οὐρανόθεν δοθῆναι ἱκέτευε. Ὅλον ἀπὸ σπαργάνων, σεαυτὸν Κυρίω προσανέθηκας, καὶ αὐτῷ ἐκολλήθης, καὶ ψυχὴ καὶ καρδία Πορφύριε. Πάθη προθανατώσας, πάντα δι' σκήσεως Πορφύριε, Ἱερεὺς ἀνεδείχθης, τοῦ ζωῆς καὶ θανάτου δεσπόζοντος.

ΤΟΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ....

Τοὶς τῶν δακρύων σου ῥείθροις, Μάκαρ Πορφύριε, τὸν τῆς ψυχῆς καθάρας, ῥύπον ἔσβεσας φλόγα, παθῶν τῆς ἁμαρτίας, καὶ τὴν στολήν, ἐν πορφύρᾳ χρωννύμενος, ἐν οὐρανίοις πολεύη διὰ παντός, εἰς αἰῶνας ἀγαλλόμενος. Ὀρθοδοξίας ἐμπρέπων, θείοις ὑψώμασιν, Ἀρχιερέων κλέος, τὴ λυχνία ἐτέθης, ἄξιος ἐργάτης, μισθὸν ἀληθῶς, τῶν σῶν πόνων δρεπόμενος, καὶ διὰ τοῦτο χαρίσματα ἐκ Θεοῦ, ἐκομίσω Παμμακάριστε. Ὁ μυστιπόλος τῆς κάτω, φρικτῆς τραπέζης ἐκεῖ, ἐν οὐρανοῖς Κυρίω, τὴν θυσίαν προσφέρει, τὴν ἄϋλον καὶ θείαν, ἀϋλως ἀεί, ἐποπτεύων ἡμᾶς ταὶς αὐτοῦ, πρὸς τήν ἁγίαν Τριάδα πρεσβυτικαίς, ἱκεσίαις ὁ Πορφύριος.

ΑΓΙΑΣ ΦΩΤΕΙΝΗΣ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

Εικόνα
ΤΗ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Πορφυρίου, Ἐπισκόπου Γάζης. Συναξάριον Τὴ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πορφυρίου, Ἐπισκόπου Γάζης. Στίχοι · Ὧ τὶς παρέλθη, τὶς δὲ καὶ παραδράμη · Τὸν Πορφύριον, κὰν παρῆλθεν ἐκ βίου; · Πορφυρίοιο νέκυν κρύψε χθὼν εἰκάδι ἕκτη. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φωτεινῆς τῆς Σαμαρείτιδος, ἢ ὡμίλησεν ὁ Χριστὸς ἐν τῷ φρέατι, καὶ τῶν σὺν αὐτή. Στίχοι · Ῥίπτουσι τὴν σὴν Σαμαρείτιν εἰς φρέαρ, · Τὴν εἰς φρέαρ σοὶ συλλαλήσασαν Λόγε. Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Φωτῶ, ἡ ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Στίχοι · Φερνὴν ταλάντων μυρίων ἀνταξίαν, · Φωτῶ φέρει σοὶ τὴν κάραν φώτων Πάτερ. Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Φωτίς, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, εἰς δύο προσδεθεῖσα δένδρα, καὶ διαμερισθεῖσα, τελειοῦται. Στίχοι · Δώσεις ἔπαθλον δενδροάθλω Φωτίδι, · Δενδρῶνα τερπνὸν τῆς Ἐδὲμ Θεοῦ Λόγε. Τὴ αὐτὴ ἡμέρα, ἡ ἁγία Παρασκευή, ἡ ἑτέρα ἀδελφὴ αὐτῆς, ξίφει τελειοῦται. Στίχοι · ...

...ΕΜΠΝΟΥΣ ΩΣ ΕΙΚΩΝ, ΚΑΙ ΣΤΗΛΗ ΤΑΡΑΣΙΕ....ΟΡΘΟΔΟΞΙΑΣ ΕΙΣ ΓΗΝ ΔΙΕΒΙΒΑΣΑΣ.

Ἅπας γηγενής, σκιρτάτω τῶ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀϋλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν τῆς Θεομήτορος, καὶ βοάτω, Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε. Ἔμπνους ὡς εἰκών, καὶ στήλη Ταράσιε ζώσα προκείμενος, ἀρετῶν καὶ πίστεως, βοᾷς ἀπαύστως ἔργοις καὶ λόγοις σοφέ, καὶ πρὸς οἰκείαν μίμησιν, πάντας προτρέπεις πιστούς, διὰ τοῦτο, μνήμη ἀθανάτω σε, οἱ πρὸς σὲ ἀφορῶντες γεραίρουσι. Γνῶσιν ἀληθῆ, πλουτίσας τὴν ποίμνην σου, Πάτερ Ταράσιε, ἀπειθεῖς ἐγύμνωσας, τῆς ψευδωνύμου γνώσεως Ὅσιε, καὶ ἀποροῦντας ἔδειξας, καὶ πενομένους αὐτούς, διὰ τοῦτο, ἀληθείας κήρυκα, οἱ Πιστοὶ σὲ ἀξίως δοξάζομεν. Ἄρας πρὸς Θεόν, τὰς χείρας καὶ ὄμματα, Πάτερ Ταράσιε, νοητοὺς κατέβαλες, καὶ ἀοράτους καὶ πολεμίους ἐχθρούς, καὶ ἐτρωπώσω φάλαγγας, τὰς τῶν αἱρέσεων, καὶ τὴν ποίμνην, τοῦ Χριστοῦ ἀλώβητον, ὀρθοδοξίας εἰς γὴν διεβίβασας.

ΙΔΕΙΝ ΟΦΘΑΛΜΟΙΣ ΤΗΣ ΔΙΑΝΟΙΑΣ...

Ἰδεῖν ὀφθαλμοὶς τῆς διανοίας, τὴν νοητήν σου δόξαν, καταξίωσον Θεογεννῆτορ, τοὺς τὰ σεπτά, προσκυνοῦντας σύμβολα, τῆς ἀφθόρου σου κυήσεως.

ΥΠΟ ΤΗΣ ΑΥΤΟΥ ΦΙΛΑΝΘΡΩΠΙΑΣ... ΕΥΕΡΓΕΤΗΣ

Ὑπὸ τῆς αὐτοῦ φιλανθρωπίας, καὶ μόνης εὐσπλαγχνίας τε καὶ ἀγαθότητος, τοῦ Πατρὸς ὁ σύνθρονος, Λόγος δυσωπούμενος, ἐκ σοῦ σαρκὶ γεγέννηται, θεοχαρίτωτε, ἵνα τὴν γεωθεῖσαν ἀνθρώπων, φύσιν οὐρανώση, ὡς μόνος Εὐεργέτης.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ, Ο ΤΟΚΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ.....ΜΥΡΩ ΝΟΗΤΩ ΤΟΥ ΠΑΡΑΚΛΗΤΟΥ.....

Παίδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νὺν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὅλον τῆς σαρκός σου τὸ γεῶδες, ἄπέθου ἐγκρατείας πόνοις Ταράσιε, καὶ βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, διὸ τῶν Ἀσωμάτων σε, χοροὶ ἐδέξαντο, ἀπαύστως ἐκβοῶντα τῶ Κτίστη, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Νάμασι Χριστοῦ τὴν Ἐκκλησίαν, δογμάτων Ἱεράρχα ὅλην κατήρδευσας, καὶ τὰ θεία σπέρματα, τοῦ Ἁγίου Πνεύματος, ἓν ταύτη ἐγεώργησας, καὶ ἐπλεόνασας, διὸ καρποφοροῦσα κραυγάζει, Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας. Μύρω νοητῶ τοῦ Παρακλήτου, χρισθεὶς ὡς Ἱερεὺς Πάτερ Ταράσιε, τῆς ἱερουργίας σου, τὴν στολὴν ἐποίκιλας, τῶν ἀρετῶν τοὶς χρώμασι, καὶ ταὶς λαμπρότησι, διὸ καὶ ἱερούργεις Κραυγάζων, σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ΤΗ ΚΤΙΣΕΙ ΟΙ ΘΕΟΦΡΟΝΕΣ... ΟΙ ΠΙΣΤΟΙ ΑΝΕΥΦΗΜΟΥΜΕΝ

Οὐκ ἐλάτρευσαν τὴ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον, ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Οἱ κρατῆρες τῶν δογμάτων σου πληρούμενοι, οἴνου τῆς χάριτος, πόμα ἡμῖν νοητόν, Πάτερ τὸ τῆς γνώσεως, πασιν ἐκέρασαν, τοὶς κραυγάζουσιν, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Νέφη ἤλαισας τὴ πνεύσει τῶν δογμάτων σου, τὰ τῶν αἱρέσεων, τῆς Ἐκκλησίας Χριστοῦ, καὶ αἴγλη Ταράσιε, ὀρθοδοξίας αὐτήν, κατεφαίδρυνας, τῶ Φωτοδότη κράζουσαν, ὁ Θεὸς εὐλογητὸς εἶ. Τὴν ἀκένωτον θεόθεν εἰσδεξάμενος, χάριν Ταράσιε, τροφὴν ψυχῶν δαψιλῶς, καὶ σωμάτων ἔβλυσας, τοὶς ἐνδεέσι σοφέ, διὰ τούτό σε, ὡς σιτοδότην ἄφθονον, οἱ πιστοὶ ἀνευφημοῦμεν.

ΗΛΘΟΝ ΕΙΣ ΤΑ ΒΑΘΗ ΤΗΣ ΘΑΛΑΣΣΗΣ....

Ἤλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ βυθοῦ ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε. Ἀπάρας τὸ κάλυμμα θεόγρον, αἱρετικῶν καρδίαις, τὸ ἐγκείμενον τῆς ἀγνωσίας, τὴν ἀληθῆ, τῶν δογμάτων Ὅσιε, πᾶσι γνῶσιν ἐφανέρωσας. Σὺ πυρφόροις λόγοις Ἱεράρχα, τὰς ἀκανθώδεις φλέξας δυσφημίας τῶν αἱρετιζόντων, τὸν φωτισμόν, τῶν ὀρθῶν δογμάτων σου, ἐν τοῖς πέρασιν ἐφήπλωσας, Ἰσχὺν ἐκ Θεοῦ διεζωσμένος, τὴ νοητὴ μαχαίρα, τῶν δογμάτων σου Ἱερομύστα, τὰς κεφαλάς, τὰς τοῦ ψεύδους ἔτεμες, διαγγέλλων τὴν ἀλήθειαν.

ΓΕΝΟΣ ΤΟ ΑΝΘΡΩΠΙΝΟΝ...ΤΗ ΣΗΣ ΘΕΟΕΙΔΕΣΤΕΡΑ.

Γένος τὸ ἀνθρώπινον, τὴν πρώην ὡραιότητα, καὶ τὸ εὐπρεπὲς καὶ κατ' εἰκόνα, δι' ἁμαρτίαν ἀπεκδυσάμενον, ταῦτα περιβάλλεται Ἁγνή, διὰ τῆς κυήσεως, τῆς σῆς θεοειδέστερα.

ΕΞΕΣΤΗ ΤΑ ΣΥΜΠΑΝΤΑ...ΥΔΩΡ ΑΕΙΖΩΟΝ, ΚΑΙ ΤΡΥΦΗΝ ΚΑΤΕΣΚΗΝΩΣΕ.

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τὴ θεία δόξη σου, σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοὶς ὑμνούσί σε, τὴν εἰρήνην βραβεύουσα. Τοῦ λόγου τὴ σύριγγι, τὴν ποίμνην σου Ταράσιε, ἐπὶ τὰς νομὰς τῆς εὐσεβείας, καὶ ἐπὶ ὕδωρ τῆς θείας γνώσεως, καὶ εἷς τὰς ἐπαύλεις τοῦ Χριστοῦ, ἴθυνας ἄλώβητον, ταύτην τηρῶν πρεσβείαις σου. Ἄρματι χρησάμενος, τῶν ἀρετῶν Ταράσιε, δι' αὐτῶν πρὸς ὕψος θεωρίας, ἀνεβιβάσθης καὶ τὰ ἀθέατα, εἶδες διανοίας ὀφθαλμοίς, κάλλη τοῦ Δεσπότου σου, ὧν νοϊ κατετρύφησας. Ῥεῖθρον τὴν προαίρεσιν, ἐλέου ἀνεξάντλητον, ἔχων Ἱεράρχα δεομένοις, τῆς εὐποιϊας τοὺς ἀενάους κρουνούς, ἔβλυσας, διὸ σὲ ὁ Χριστός, πρὸς ὕδωρ ἀείζωον, καὶ τρυφὴν κατεσκήνωσε.

ΡΩΜΗΝ ΠΕΡΙΒΕΒΛΗΤΑΙ Η ΤΩΝ ΒΡΟΤΩΝ....

Ῥώμην περιβέβληται ἡ τῶν βροτῶν, φύσις ἀσθενήσασα πρότερον, τὴ παραβάσει, ἐν τῷ τόκω σου Ἁγνή, καὶ τοῦ ἐχθροῦ ἡ τύραννος, δύναμις εἰς τέλος ἠσθένησεν.

ΤΗΝ ΑΝΕΞΙΧΝΙΑΣΤΟΝ ΘΕΙΑΝ ΒΟΥΛΗΝ... ΑΣΑΛΕΥΤΩΣ ΙΔΡΥΝΤΑΙ....

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ προφήτης Ἀββακούμ, κατανοῶν ἐκραύγαζε, Δόξα τῇ δυνάμει σου Κύριε. Ἄρτον προβαλλόμενος τὸν ψυχικόν, ἔθρεψας πεινῶντας Ταράσιε, λόγοις ἐνθέοις καὶ προτέθεικας σαυτόν, τοὶς δεομένοις τράπεζαν, ἄφθονον τροφὴν ἐπιφέρουσαν. Ἰλὺν ἀποθέμενος Πάτερ σοφέ, τὴν ἐπιπροσθοῦσαν τοὶς ὄμμασι, τῆς διανοίας, ταὶς ἀγρύπνοις προσευχαίς, τῆς νοητῆς ἐπέτυχες, Θεοῦ θεωρίας Ταράσιε. Ῥώμη τῶν δογμάτων σου Πάτερ σοφέ, ὄρη ἐσαλεύθη αἱρέσεων, καὶ ἀσεβείας, κατεβλήθησαν βουνοί, καὶ ἀσαλεύτως ἵδρυνται, οἱ τῆς Ἐκκλησίας θεμέλιοι.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, Η ΑΜΝΑΣ... ΠΙΣΤΕΙ, ΤΑ ΘΕΙΑ ΠΑΘΗΜΑΤΑ.

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῶ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν πὲρ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοὶς δούλοις σου, τοὶς ἀνυμνούσί σου πίστει, τὰ θεία παθήματα.

ΩΣ ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΜΟΝΗΝ ΕΝ ΓΥΝΑΙΞΙ...

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων, τὸ γὰρ πὺρ ἐσκήνωσεν, ἐν σοὶ τῆς θεότητος, καὶ ὦς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον, ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν Πανάγιον Τόκον σου, καὶ συμφώνως βοώμέν σοί, Πρέσβευε τῶ σω Υἱῶ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.

ΚΑΤΑ ΠΑΘΩΝ ΒΑΣΙΛΕΥΣΑΣ ΤΩΝ ΤΗΣ ΣΑΡΚΟΣ...ΜΝΗΜΗΝ ΣΟΥ.

Κατὰ παθῶν βασιλεύσας τῶν τῆς σαρκός, Ἱεράρχης ἐχρίσθης θεοπρεπῶς, καὶ τὴν βασιλεύουσαν, ὀρθοδόξως ἐποίμανας, ἀπελάσας θήρας, αἱρέσεων θεόπνευστε, τὴν τῶν σεπτῶν εἰκόνων, τρανώσας προσκύνησιν, ὅθεν μετὰ τέλος, ἀτελεύτητον χάριν, ἀξίως κεκλήρωσαι, Ἱεράρχα Ταράσιε, Διὰ τοῦτο βοώμέν σοί, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ΕΠΕΦΑΝΗΣ ΣΗΜΕΡΟΝ ΩΣΠΕΡ.... ΤΑΡΑΣΙΕ

Ἐπεφάνης σήμερον ὥσπερ μέγας ἥλιος, ταὶς τῶν δογμάτων, καὶ θαυμά, των λάμψεσι, φωταγωγεῖς διαπαντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΩΣ ΚΛΙΜΑΚΑ ....ΥΜΝΟΥΝΤΑΣ ΣΕ.

Ὡς κλίμακα γήθέν σε Παρθένε, ὁ Κτίστης προθέμενος βροτοίς, καὶ κατωτάτων θλίψεων, καὶ ἐκ φθορᾶς πρὸς ἄφθαρτον, ζωὴν ταὶς ἱκεσίαις σου, ἀναβιβάζει τοὺς ὑμνούντάς σε.

ΤΗΝ ΣΚΟΤΙΣΘΕΙΣΑΝ ΜΟΥ ΨΥΧΗΝ... ΠΑΜΜΑΚΑΡ ΤΑΡΑΣΙΕ.

Τὴν σκοτισθείσάν μου ψυχὴν τῶ σκότει τῶν πταισμάτων, φωτὶ τοῦ σοῦ ἐλέους καταύγασον Σωτήρ μου, καὶ λογισμὸν ἐπ' ἄγαθοίς δώρησαί μοὶ Χριστέ μου, ἐκκαθάρας τὴν ἀχλὺν τῶν φαύλων ἐνθυμήσεων, ἵν' ὅπως κατ' ἀξίαν ἰσχύσω τὸν σὸν Ἱεράρχην ἀνυμνῆσαι, καὶ φθᾶσαι τὸν βίον, καὶ τὰς πράξεις τὰς λαμπράς, καὶ τὴν ἔνθεον πίστιν, καὶ τὸν ζῆλον, ὃν ὑπὲρ τῆς σῆς ἐκτήσατο, Ἐκκλησίας, ἥτις κατὰ χρέος αὐτὸν εὐφημοῦσα κραυγάζει, Οὐρανομύστα, παμμάκαρ Ταράσιε.

ΘΕΟΥΡΓΙΚΑΙΣ ΕΛΛΑΜΨΕΣΙ, ΤΩΝ ΕΝ ΣΟΙ ΧΑΡΙΣΜΑΤΩΝ...

Θεουργικαὶς ἑλλάμψεσι, τῶν ἐν σοὶ χαρισμάτων, καταφαιδρύνεις πάνσοφε, τὴν Χριστοῦ Ἐκκλησίαν, Ταράσιε Θεοκῆρυξ, τῶ γὰρ κρείττονι Πάτερ, τὸ χεῖρον δουλωσάμενος, θεῖον ἔσοπτρον ὤφθης, τῆς τριφεγγούς, καὶ σεπτῆς θεότητος Ἱεράρχα, ὑφ' ἦς καταλαμπόμενος, φρυκτωρείς, κόσμον ὅλον.

...ΔΙΑΤΗΡΩΝ ΤΑΡΑΣΙΕ, ΤΟΝ ΑΡΧΙΠΟΙΜΕΝΑ ΔΟΞΑΖΟΥΣΑΝ.

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζώσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θεία δόξη σου, στεφάνων δόξης ἀξίωσον. Γραφῆς εἰς βυθὸν τῆς θεοπνεύστου, εἰσδύσας Ταράσιε σοφέ, ἐντεῦθεν τὸν πολύτιμον, μαργαρίτην ἀνείλκυσας, ὃν μεταδοῦς τὴ ποίμνη σου, ταύτην ἐνθέως κατεπλούτισας. Ἔσβεσας τοὶς ὄμβροις τῶν δακρύων, τὸ πὺρ ἡδονῶν τῶν σαρκικῶν, καὶ διανήψας Ὅσιε, τὴν ψυχικὴν λαμπάδα σου, ἐλαίω καθαρότητος, καὶ εὐποιϊας κοσμησθεῖσαν φαιδρώς. Ῥάβδω τῶν ἐνθέων σου δογμάτων, τοὺς θήρας σοφὲ τῆς τοῦ Χριστοῦ, ἀπήλασας Μακάριε, ποίμνης ταύτην ἀλώβητον, διατηρῶν Ταράσιε, τὸν Ἀρχιποίμενα δοξάζουσαν.

ΝΕΦΗ ΤΩΝ ΠΑΘΩΝ, ΑΓΝΗ ΚΑΙ ΤΩΝ ΘΛΙΨΕΩΝ...ΠΕΡΙΣΩΖΕ.

Νέφη τῶν παθῶν, Ἁγνὴ καὶ τῶν θλίψεων διασκεδάσασα, αἴγλη εὐφροσύνης σου, καὶ θυμηδίας ἡμᾶς κατάλαμψον, καὶ τῆς εἰρήνης αἴτησαι, τὸν φωτοδότην Χριστόν, ἐναυγᾶσαι, πάντας τοὺς ὑμνούντάς σε, καὶ τὴ θεία σου σκέπη περίσωζε.

ΓΑΛΗΝΗΣ ΕΠΛΗΡΩΣΕ.....

Γαλήνης ἐπλήρωσε, τῆς νοητῆς Θεονύμφευτε, τὴν κτίσιν ὁ ἀρρήτως, ἐκ σοῦ τεχθεὶς ἐν σαρκί, καὶ κατηύγασε, τὸν κλύδωνα τῆς πλάνης, καὶ εἰς ὅρμον ἴθυνεν ἤμας οὐράνιον.

...ΑΝΩΘΕΝ ΔΕΞΑΜΕΝΟΣ, ΙΕΡΩΣΥΝΗΣ.....

Ανοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τὴ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρὼς πανηγυρίζων, καὶ ἄσω γηθόμενος, ταύτης τὰ θαύματα». Χαρίτων τοῦ Πνεύματος, οἱ ποταμοὶ προχεόμενοι, ἐν τῇ μνήμη σήμερον, τοῦ Ἱεράρχου Χριστοῦ, Καταρδεύουσι, Πιστῶν τὰς διανοίας, καὶ πάθη ἐκπλύνουσι, καὶ μολυσμοῦς τῶν ψυχῶν. Ἄνωθεν δεξάμενος, ἱερωσύνης τὸ ἔνδυμα, ἀρεταὶς ἐφαίδρυνας, τοῦτο Ταράσιε, καὶ ὑπέρλαμπρος, φωστὴρ ἐν Ἱερεύσιν, ἐδείχθης ἐν Πνεύματι, ἱερουργῶν τῶ Χριστῷ. Ἵδρυσας Ταράσιε, ὀρθοδοξίας εἰς ἄσειστον, πέτραν τὴν διάνοιαν, σαλευομένην βροτῶν, καὶ ἐδόνησας, θεμέλια τῆς πλάνης, καὶ τὰς τῶν αἱρέσεων, βάσεις κα τέβαλες.

ΕΙΡΗΝΙΚΗ ΚΑΤΑΣΤΑΣΕΙ, ΕΙΛΙΚΡΙΝΕΙ ΔΙΑΘΕΣΕΙ, ΤΟΝ ΙΕΡΩΤΑΤΟΝ........ΤΗΣ ΑΓΙΑΣ ΝΗΣΤΕΙΑΣ.....

Εἰρηνικὴ καταστάσει, εἰλικρινεῖ διαθέσει, τὸν ἱερώτατον καιρόν, τῆς ἁγίας Νηστείας, ὑποδεξώμεθα πιστοί, αἰτοῦντες τὴν ἄφεσιν, ὧν ἕκαστος ἐπλημμέλησεν, ὅπως τῆς ἐκεῖθεν, ἐπὶ τύχωμεν χαράς. Ἰδοὺ καιρὸς μετανοίας, ἡ προεόρτιος αὕτη, τῶν Νηστειῶν εἰσαγωγή, Διανάστα ψυχή μου, τῶ εὐεργέτη καὶ Θεῷ, θερμῶς διαλλάγηθι, τῆς κρίσεως, ὅπως φύγης ἐκείνης τῆς δικαίας, καὶ φρικτῆς ὡς ἀληθῶς. Τῶν Νηστειῶν τὰς εἰσόδους, καὶ τὰ προπύλαια πάντες, μὴ καθαρίσωμεν κακῶς, ἀκρασία, καὶ μέθη, ἀλλ' ἐν ἁγνείᾳ λογισμῶν, προθύμως εἰσέλθωμεν, ληψόμιενοι ἀφθαρσίας στεφάνους, καὶ τῶν πόνων, ἐπαξίως τοὺς καρπούς.

ΟΥΤΟΣ Ο ΚΑΙΡΟΣ ΕΣΤΙ...ΕΥΛΟΓΕΙΤΕ ΤΑ ΕΡΓΑ ΚΥΡΙΟΥ ΤΟΝ ΚΥΡΙΟΝ....

Οὗτος ὁ καιρὸς ἐστι, τῆς μετανοίας, διὸ εὐφρόνως ἐναρξώμεθα, ἀδελφοὶ ἐκβοῶντες, Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον. Σήμερον τοὶς βρώμασιν, ἀποταχθέντες, σπευσωμεν ἔργω, καὶ τῶν πταισμάτων, τοὶς ἐπαξίως μετανοοῦσιν. Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον, Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα. Δόξα σοὶ ἀόρατε Τριὰς ἁγία, ἡ ἐν Μονάδι προσκυνουμένη, ἣν πιστῶς δοξάζομεν, σῶζε τοὺς δούλους σου, ἐκ πάσης βλάβης.

ΗΝΕΩΚΤΑΙ ΤΗΣ ΘΕΙΑΣ, ΜΕΤΑΝΟΙΑΣ ΤΑ ΠΡΟΘΥΡΑ...ΚΑΤΙΔΩΜΕΝ..

Ἠνέωκται τῆς θείας, μετανοίας τὰ πρόθυρα, προσέλθωμεν προθύμως, ἁγνισθέντες τὰ σώματα, βρωμάτων, καὶ παθῶν τὴν ἀποχήν, ποιοῦντες ὡς ὑπήκοοι Χριστοῦ, τοῦ καλέσαντος τὸν κόσμον, εἰς βασιλείαν τὴν ἐπουράνιον, δεκάτας τοῦ παντὸς ἐνιαυτοῦ, προσφέροντες τῶ πάντων Βασιλεῖ, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, πόθω κατίδωμεν.

ΜΕΤΑΜΕΛΕΙΑΣ Ο ΚΑΙΡΟΣ...

Μεταμελείας ὁ καιρός, μετανοίας ἐπιδείξασθαι, καρποὺς ἀξίους, τῶ Θεῷ ψυχή μου, σπεῦσον διανάστηθι, καὶ βόησον ἐκτενῶς, ἐν νηστείαις καὶ εὐχαίς, Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Προκαθαρθῶμεν ἀδελφοί, τῆς ψυχῆς τὰ αἰσθητήρια, καὶ τῶ Κυρίω νὺν προσκολληθῶμεν, τρόποις κατανύξεως, βοῶντες εἰλικρινῶς, μετανοία καθαρά, Ὑμνεῖτε, εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τὸν ἐνεδρεύοντα ἐχθρόν, λιχνοτέραις ἐνθυμήσεσι, καὶ ἀκρασία ἡδονῆς βραχείας, θέλγοντα τὴν αἴσθησιν, νεκρῶσαι σπουδάσωμεν ἐπιμόνω προσευχή, ὑμνοῦντες εὐλογοῦντες, καὶ ὑπερυψοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΥΠΕΡΑΓΑΘΕ ΛΟΓΕ...ΠΥΡΟΣ ΜΕ ΕΞΑΡΠΑΣΟΝ....

Ὑπεράγαθε Λόγε σὺν τῶ Πατρί, καὶ τῶ Πνεύματι κτίσας τὰ ὁρατά, ὁμοῦ καὶ ἀόρατα, ἐν ἀρρήτῳ, σοφία σου, τῆς φαιδρᾶς Νηστείας, καιρὸν διανύσασθαι, ἐν εἰρήνῃ βαθεῖα, εὐδόκησον ἐϋσπλαγχνε, λύων τὴν ἀπάτην, τῆς πικρᾶς ἁμαρτίας, παρέχων κατάνυξιν, καὶ ἰάσεων δάκρυα, καὶ πταισμάτων συγχώρησιν, ἵνα ἀδιστάκτω ψυχή, ἐν προθύμῳ τῶ πνεύματι νηστεύοντες, σὺν ἀγγέλοις ὑμνοῦμεν τὸ κράτος σου. Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῶ κόσμω ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις, ἔσχες τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην καὶ Κύριον, ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, καὶ πίστει δοξάζω σε, τοῦ ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοὶ δώρησαι, καὶ γὰρ δύνασαι, ὅσα θέλεις Πανάμωμε. Ὡς ὄρθρος ἐξέλαμψεν, ἡμῖν τῆς μετανοίας, ἀκτῖνας τὰ προπύλαια, λαμπρῶς τῆς ἐγκρατείας. Τοῦ σκότους μὲ λύτρωσαι, Χριστὲ τοῦ ἐξωτέρου τῶ πλήθει τοῦ ἐλέους σου, ὡς μόνος ἐλεήμων. Πυρὸς μὲ ...

ΓΝΩΜΗΝ ΒΟΥΛΗΝ ΚΑΙ ΣΥΝΕΣΙΝ....ΘΕΛΕΙΣ ΑΝΥΕΙΣ.

Γνώμην βουλὴν καὶ σύνεσιν, νοῦν καρδίαν καὶ σῶμα, ψυχὴν καὶ ἄπαν κίνημα, ἐνεργείας ἐνθέου, εἰς σὲ ἐθέμην Παρθένε, σὺ μὲ φρούρει καὶ σκέπε, ἐξ ἀοράτων Δέσποινα, καὶ ἐχθρῶν ὀρωμένων, τὸ πονηρόν, τῶν ἁμαρτιῶν μου λύουσα χρέος, ὡς Θεομήτωρ πάντα γάρ, ὅσα θέλεις ἀνύεις.

ΑΝΑΡΤΗΘΕΝΤΑ ΩΣ ΕΙΔΕΝ, ΕΠΙ ΣΤΑΥΡΟΥ ΤΟΝ ΑΜΝΟΝ

Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Ἀμνόν, ἡ ἄμωμος Παρθένος, θρηνωδοῦσα ἐβόα, Γλυκύτατόν μου Τέκνον, τὶ τὸ καινὸν καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ χειρί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

ΕΞΕΤΕΙ ΤΑΣ ΠΑΛΑΜΑΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ...

Ἐξέτει τας παλάμας ἐν τῷ Σταυρῶ σου, ἐνέκρωσας νεκρώσει σου τὴν κατάραν, ἐζώωσας τῶ πάθει σου τοὺς ἀνθρώπους, διὸ ὑμνούμέν σου, τὴν θείαν Σταύρωσιν, Ἰησοῦ φιλάνθρωπε ὁ Θεὸς ἡμῶν. Τὴ βρώσει τὴ τοῦ ξύλου θανατωθέντες, τῶ ξύλω ἐζωώθημεν τοῦ Σταυροῦ σου, Αὐτὸν οὖν σοὶ προσάγομεν εἰς πρεσβείαν, χάριν καὶ ἔλεος, ἡμῖν κατάπεμψον, εὐεργέτα Δέσποτα πολυέλεε. Τὰ πρόθυρα ἠνέωκται τῆς νηστείας, τὸ στάδιον ἐγγίζει τῆς ἐγκρατείας, ζεούσή προθυμία διανιστῶμεν, ὑποδεξόμενοι, δῶρον θεόσδοτον, ἀναστέλλον καύσωνα παραπτώσεων. Ὁ χρόνος ὁ μακάριος τῆς νηστείας, ἀκτῖνας ἀποστίλβων τῆς μετανοίας, ἀνέτειλε, προσέλθωμεν φιλοτίμως, ἐκτιναξάμενοι, σκότος βαθύτατον, ῥαθυμίας ἅπαντες ἀγαλλόμενοι. Νηστείαν ἁγιάσωμεν φιλοφρόνως, κηρύξωμεν ἐγκράτειαν παθημάτων, βοήσωμεν ἐν δάκρυσι, τῶ Δεσπότη, Δὸς ἡμῖν Κύριε, χάριν συμπράττουσαν, εἰς τὰ σὰ θελήματα πολυέλεε. Δεξάμενοι τὸ δώρημα τῆς νηστείας, δοξάσωμεν τὸν δόντα εἰς σωτηρίαν, καὶ τοῦτο ἐργασώμεθα ἐπιπόνως, ἵνα τὴν ἄφεσιν, τῶν ἑπται σμένων ἡμῖν, ἐκ χειρὸς δεξώμεθα τοῦ ...

...ΕΝ ΚΥΡΙΩ....ΕΤΟΙΜΑΖΟΥ Ω...ΑΥΤΩ...

Ἀσομαὶ σοὶ Κύριε ὁ Θεός μου, ὅτι ἐξήγαγες λαὸν δουλείας Αἰγύπτου, ἐκάλυψας δὲ ἅρματα, Φαραὼ καὶ τὴν δύναμιν. Νηστεύων ὁ Κύριος ἀνθρωπίνως, πρὸς ὑποτύπωσιν ἡμῶν, νικᾷ τὸν πειράζοντα, δεικνὺς τὸ ἡμέτερον, καὶ ὅρους ὑπογράφων ἡμῖν. Μωσὴς ὁ θειότατος ἐν Σιναίῳ, δι' ἐγκρατείας τῶ Θεῷ, πρόσωπον πρὸς πρόσωπον, λαλεῖν κατηξίωται, Αὐτὸν πιστοὶ ζηλώσωμεν. Ἱλάσθητι Κύριε τῶ λαῶ σου, καὶ ἐπιβλέψας ὡς Θεός, ἰλέω σου ὄμματι, ἐπίσκεψαι ἅπαντας, τῶ πλήθει τοῦ ἐλέους σου. Σοὶ πάντες προστρέχομεν Θεοτόκε, ὡς ὑπερμάχω ἀσφαλεῖ, εἰς πρεσβείαν κινούντές σε, λυτρώσασθαι τὴν ποίμνην σου ἐκ πάσης περιστάσεως. Ἐν Κυρίῳ Θεῷ μου, ἐστερεώθη ἡ καρδία μου, διὸ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν. Ὁ θαυμάσιος Ἐνώχ, δι' ἐγκρατείας μετετέθη ἐκ γῆς, αὐτὸν ζηλοτυποῦντες, μετατεθῶμεν ἐκ φθορᾶς πρὸς ζωήν. Προσευχαὶς καὶ νηστείαις, τὸν Λυτρωτὴν ἰλεωσώμεθα, συγχαίρει γὰρ ὁ Κτίστης, τὴ μετανοία τῶν κτισμάτων αὐτοῦ. Ἑτοιμάζου ὧ ψυχή, καὶ προκαθαίρου, πρὸ τοῦ πάθους Χριστοῦ, ἵνα τῄ ἀναστάσει, πνευματικῶς συνεορτάσης αὐτ...

ΠΕΡΙΧΑΡΩΣ ΔΕΞΩΜΕΘΑ ΠΙΣΤΟΙ...ΦΙΛΑΝΘΡΩΠΕ

Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρώην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν, Μὴ καταισχύνης ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!

ΕΠΙ ΤΗΝ ΣΗΝ ΕΥΣΠΛΑΓΧΝΙΑΝ....ΘΕΟΝΥΜΦΕ.

Ἐπὶ τὴν σὴν εὐσπλαγχνίαν, προστρέχω πάντοτε, ἐπὶ τοὺς σοὺς προσφεύγω, οἰκτιρμοὺς καθ' ἑκάστην, ὑμνῶν καὶ εὐλογῶν σε, καὶ τὴν πολλήν, ἀνοχὴν ἐκπληττόμενος, τοῦ σοῦ Υἱοῦ ἐπὶ πάσί μου τοὶς κακοίς, ἣν ἐνδείκνυται Θεόνυμφε.

ΤΟΝ ΑΛΗΘΗ ΙΕΡΑΡΧΗΝ, ΚΑΙ ΛΕΙΤΟΥΡΓΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ....

Τὸν ἀληθῆ Ἱεράρχην, καὶ λειτουργὸν τοῦ Χριστοῦ, ὡς παρ αὐτοῦ λαβόντα, τὴν τοῦ Πνεύματος χάριν, τιμήσωμεν ἀξίως Ταράσιον νύν, τὸν σοφὸν ἀρχιποίμενα, ὡς παρρησίαν γὰρ ἔχων πρὸς τὸν Θεόν, ἱκετεύει τοῦ σωθῆναι ἡμᾶς.

ΥΠΕΡ ΤΟ ΖΗΣΑΙ ΠΑΜΜΑΚΑΡ ΘΑΝΕΙΝ ΠΡΟΘΕΜΕΝΟΣ...

Ὑπὲρ τὸ ζῆσαι Παμμάκαρ θανεῖν προθέμενος, τὴν τοῦ Χριστοῦ εἰκόνα, προσκυνεισθαι προστάττεις, καὶ πάντων τῶν Ἁγίων, ὅθεν λοιπὸν αἱρετιζόντων τὰ στόματα, Δαυϊτικῶς ἐνεφράγη, κατὰ Θεοῦ, τῶν λαλούντων ἀδικίαν πολλήν. Φιλαργυρίας τὴν νόσον ἀποσεισάμενος, τὸν θησαυρὸν τῆς ἄνω, βασιλείας ἐκτήσω, Ὅσιε θεόφρον, ὅθεν πιστῶς, ἡ σορὸς τῶν λειψάνων σου, τοὶς προσιοῦσι παρέχει θεοπρεπῶς, τὰ ἰάματα ἀοίδιμε. Ταὶς ἐντολαὶς τοῦ Κυρίου πολιτευόμενος, ὑπογραμμὸς ἐδείχθης, τῶ ποιμνίω σου Πάτερ, Ταράσιε τρισμάκαρ, ὅθεν καὶ νύν, ταὶς διδαχαίς σου φρουρούμεθα, ἀλλὰ μὴ παύση πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν τὴν μνήμην σου τελούντων φαιδρώς.

ΤΗΣ ΣΩΤΗΡΙΑΣ ΕΥΘΥΝΟΝ ΜΟΙ...ΠΑΣΗΣ ΑΚΑΘΑΡΣΙΑΣ..

Τῆς σωτηρίας εὔθυνόν μοὶ τρίβους Θεοτόκε, αἰσχραῖς γὰρ κατερρύπωσα, τὴν ψυχὴν ἁμαρτίαις, ὡς ῥαθύμως τὸν βίον μου, ὅλον ἐκδαπανήσας, ταὶς σαὶς πρεσβείαις ῥύσαί με, πάσης ἀκαθαρσίας.

ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΤΑΡΑΣΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Εικόνα
ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ταρασίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι · Ἄκλειστος ὅρμος Ταράσιον λαμβάνει, · Κόσμου ταραχῆς, καὶ ζάλης σεσωσμένον. · Εἰκάδι ἐκ ταράχοιο Ταράσιος ἔπτατο πέμπτη. Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Ἀλέξανδρος ξίφει τελειοῦται. Στίχοι · Τὸν Ἀλέξανδρον δίσκος εἶδεν ἠλίου, · Ὑπὲρ Χριστοῦ τμηθέντα, δόξης Ἠλίου. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ῥηγίνου, ἐπισκόπου Σκοπέλου. Στίχοι · Ἀσειτος εἶ Ῥηγίνε τὴν προθυμίαν, · Κὰν δεινὸν ἐνσείσωσι πυκνὰ σοὶ ξίφη. Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Ἀντώνιος πυρὶ τελειοῦται. Στίχοι · Ἐνθέντες Ἀντώνιον εἰς πὺρ οἱ πλάνοι, · Ἔψουσιν ὄψον νόστιμον τῶ Κυρίω. Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Θεόδωρος, ὁ διὰ Χριστὸν σαλός, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι · Ἑκων ἀμείψας, ὦς ὁ Δαυϊδ, τὰς φρένας, · Βίον διέδρας, ...

ΤΟ ΠΡΟΣΤΑΧΘΕΝ ΜΥΣΤΙΚΩΣ ΛΑΒΩΝ ΕΝ ΓΝΩΣΕΙ...

Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνὴ τοῦ Ἰωσὴφ σπουδὴ ἐπέστη, ὁ Ἀσώματος λέγων τὴ ἀπειρογάμω ὁ κλῖνας τὴ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλως ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοί, Χαῖρε Νύμφη ἀνύμφευτε.

ΩΣ ΕΝ ΤΑΜΕΙΩ ΘΗΣΑΥΡΟΣ ΕΝΑΠΟΘΕΤΟΣ, Η ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ...

Ὡς ἐν ταμείῳ θησαυρὸς ἐναπόθετος, ἡ τοῦ Προδρόμου κεφαλὴ ἐφυλάττετο, ἐν ὑδρίᾳ κρυβεῖσα, ἡ φωνὴ τοῦ Λόγου, ὡς σῖτος καταχωσθεῖσα εἰς βάθος γής, ἀνῆκε καρποφοροῦσα θείαν ζωήν, Ταύτης πάντες τιμήσωμεν, τὴν εὕρεσιν, τὸν Χριστόν, δοξάζοντες τὸν δόντα αὐτή, χάριν βρύειν ἰάματα.

ΤΟΥ ΘΕΙΟΥ ΤΟΚΟΥ ΣΟΥ ΑΓΝΗ....

Τοῦ θείου τόκου σου Ἁγνή, πᾶσαν φύσεως τάξιν, ὑπερβαίνει τὸ θαῦμα, Θεὸν γὰρ ὑπερφυῶς, συνέλαβες ἐν γαστρί, καὶ τεκοῦσα, μένεις ἀειπάρθενος.

ΟΥΚ ΕΣΤΙΝ ΑΓΙΟΣ ΩΣ ΣΥ... ΠΡΟΔΡΟΜΕ ΤΗΝ ΚΑΡΑΝ ΣΟΥ.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρα, τῆς ὁμολογίας σου. Γαστὴρ στειρεύουσα βλαστόν, σὲ προσήνεγκε θεῖον, τῆς ἐθνῶν Ἐκκλησίας, εὐκλεῆ Νυμφαγωγόν, Χριστῷ τῶ ὄντως Θεῷ, καὶ Νυμφίω, ταύτην μνηστευόμενον. Τὴν σὴν θεόφθογγον φωνήν, Πρόδρομε Ἰωάννη, οὐδὲ ξίφει ἐπέσχεν, ἡ ἀθλία μοιχαλίς, τὴν θείαν γάρ σου ἡμῖν, ἐμφανίζεις, κάραν τὴν ὑπόγαιον. Πανηγυρίζουσα φαιδρώς, ἡ ποθούσά σε πόλις, εὐωχεῖται ὦς ὄλβον, εὐραμένη μυστικόν, καὶ κρήνην ἀνελλιπῆ, ἰαμάτων Πρόδρομε τὴν κάραν σου.

ΤΟΝ ΣΕΑΥΤΗΣ ΔΕΞΑΜΕΝΗ ΔΗΜΙΟΥΡΓΟΝ, ΩΣ ΑΥΤΟΣ ΗΘΕΛΗΣΕΝ

Τὸν σεαυτῆς δεξαμένη Δημιουργόν, ὡς αὐτὸς ἠθέλησεν, ἐξ ἀσπόρου σου γαστρός, ὑπὲρ νοῦν σαρκούμενον Ἁγνή, τῶν κτισμάτων ἀληθῶς, ἐδείχθης Δέσποινα.

ΔΙΑ ΣΟΥ ΜΗΤΕΡ ΠΑΡΘΕΝΕ ΦΩΣ ΑΝΕΤΕΙΛΕ, ΠΑΣΗ ΤΗ ΟΙΚΟΥΜΕΝΗ ΦΑΙΔΡΟΝ, ΤΟΝ ΓΑΡ ΚΤΙΣΤΗΝ, ΣΥ ΤΩΝ ΑΠΑΝΤΩΝ ΤΕΤΟΚΑΣ ΘΕΟΝ...

Διὰ σοῦ Μῆτερ Παρθένε φῶς ἀνέτειλε, πάση τὴ οἰκουμένη φαιδρόν, τὸν γὰρ Κτίστην, σὺ τῶν ἁπάντων τέτοκας Θεόν, ὃν αἴτησαι Πάναγνε ἡμῖν, καταπεμφθῆναι τοίς Πιστοὶς τὸ μέγα ἔλεος.

ΩΣ ΕΝ ΗΠΕΙΡΩ ΠΕΖΕΥΣΑΣ Ο ΙΣΡΑΗΛ

Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ ἴχνεσι, τὸν διώκτην Φαραώ, καθορῶν ποντούμενον Θεῷ, ἐπινίκιον ὠδήν, ἐβόα ἄσωμεν. Δεῦτε εὐφήμω τὴ γλώττη καὶ πανσθενεῖ, κροτουμένη Πνεύματι, ἐκ χειλέων εὐαγῶν, τὴν τοῦ Λόγου Πρόδρομον φωνήν, ἐν ὠδαῖς πνευματικαίς, πιστοὶ δοξάσωμεν. Εἰρηνικὴ καταστάσει γαληνιᾷ, καὶ ἀπείροις πλήθεσιν, Ἐκκλησία ἡ Χριστοῦ, εὐσταθῶς ποιμαίνεται τῶν σοί, τὴν ἐτήσιον ὠδήν, βοώντων Πρόδρομε. Τὴν πρὸς Θεοῦ δεδομένην ὡς θησαυρον, ἡμῖν ἀναφαίρετον, θεοφόρον κορυφήν, τοῦ Προδρόμου ἅπαντες ὠδαίς, ἐπαξίως πανδημεί, πιστοὶ τιμήσωμεν.

ΕΚ ΦΛΟΓΟΣ ΤΟΙΣ ΟΣΙΟΙΣ ΔΡΟΣΟΝ....ΘΕΟΦΟΡΕΙΤΑΙ

Ἐκ φλογὸς τοὶς Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας, ἅπαντα γὰρ δρὰς Χριστέ, μόνω τῶ βούλεσθαι, Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. Ἀπεστάλη βοῶντος φωνὴ ὁ Πρόδρομος, ταὶς ἐρήμοις καρδίαις, τὴν τοῦ Υἱοῦ τοῦ Θεοῦ, πίστιν εὐσεβῆ, ἐγκεντρίζων τοῦ ὄντως Θεοῦ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας. Ἑτοιμάσατε φάσκει καὶ νὺν ὁ Πρόδρομος, τοῦ Κυρίου τὴν τρίβον, δι' ἁγιότητος, οὗτος γὰρ ἐλθών, σὺν Πατρὶ καὶ τῶ Πνεύματι, ταὶς ἡμῶν καρδίαις, οἰκήσει εἰς αἰῶνας. Τὴ φωνὴ ἀκοὴν μὲν τὴ τοῦ Γεννήτορος, ὀφθαλμοὺς δὲ τὴ θέα, τοῦ θείου Πνεύματος, ὅλος δὲ ἁφή, Ἰωάννης ὁ Πρόδρομος, σὲ χειροθετήσας, Χριστὲ θεοφορεῖται.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ ΕΙΡΓΑΣΑΤΟ...

Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοὶς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τῆς Παρθένου ὁ βλαστὸς σὲ ὑπὲρ ἅπαντας, ἔφη ἐν γεννητοῖς γυναικῶν, ὡς γὰρ ἄσαρκος καὶ ἰσάγγελος ἐπὶ τῆς γῆς, αὐτῷ πεπολίτευσαι βοῶν, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐν νηδὺϊ τῆς Παρθένου τὸν σκηνώσαντα, ἔγνως στειρωτικῆς ἐκ γαστρός, καὶ χρησάμενος, τὴ μητρῷα Πρόδρομε φωνή, σκιρτῶν ἀνεκραύγαζες αὐτῷ, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μεμακάρισται τῶ ὄντι ἐν ταῖς πόλεσιν, αὕτη νὺν παναοίδιμε, κτησαμένη σε, πολιοῦχον, Πρόδρομε Χριστοῦ, διὸ ἑορτάζουσα βοᾷ, Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Η ΤΩΝ ΘΕΙΩΝ ΕΝΝΟΙΩΝ ΠΑΝΣΕΒΑΣΜΙΟΣ ΘΗΚΗ

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῶ Σωτήρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΚ ΝΕΟΤΗΤΟΣ ΜΟΥ ΠΟΛΛΑ ΠΟΛΕΜΕΙ

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. · Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. Δόξα... Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως. Καὶ νύν... Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν. Προκείμενον Ἦχος δ' Ἐκεῖ ἐξανατελῶ κέρας τῶ Δαυίδ, ἡτοίμασα λύχνον τῶ Χριστῷ μου. Στίχ. Μνήσθητι, Κύριε τοῦ Δαυϊδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.

ΧΡΙΣΤΟΣ ΜΟΥ ΔΥΝΑΜΙΣ, ΘΕΟΣ ΚΑΙ ΚΥΡΙΟΣ, Η ΣΕΠΤΗ ΕΚΚΛΗΣΙΑ ΘΕΟΠΡΕΠΩΣ...

Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαράς, ἐν Κυρίῳ ἑορτάζουσα. Της πάλαι γέγονας, σφραγὶς πανόλβιε, ἐμφανῶς Διαθήκης καὶ Προφητῶν, πέρας ἐχρημάτισας, καὶ νυμφοστόλος δὲ σεπτός, τῆς καινῆς ἐδείχθης Πρόδρομε. Τριχίνοις ῥάκεσι, συνήθως Πρόδρομε, τὴν τιμίαν ἠνέσχου καὶ εὐκλεῆ, Κάραν σου καλύπτεσθαι, βασιλικῆς ἁλουργίδος, ὡς ἐσθήτι ἀγαλλόμενος. Τὴ αἴγλη Πρόδρομε, τοῦ θείου Πνεύματος, τὴν τιμώσάν σε πόλιν διηνεκῶς, πρέσβευε φαιδρύνεσθαι, καὶ ἐν τῇ σὴ σοφὲ μνήμη, σὺν Ἀγγέλοις ἐπαγάλλεσθαι.

Ο ΜΕΓΑΣ ΠΡΟΕΓΡΑΨΕΝ, ΕΝ ΠΡΟΦΗΤΑΙΣ ΜΩΥΣΗΣ, ΣΕ ΚΙΒΩΤΟΝ....

Ὁ μέγας προέγραψεν, ἐν Προφήταις Μωϋσῆς, σὲ κιβωτὸν καὶ τράπεζαν, καὶ λυχνίαν καὶ στάμνον συμβολικῶς, σημαίνων τὴν σάρκωσιν τὴν ἐκ σοῦ τοῦ Ὑψίστου Μητροπάρθενε.

ΧΡΥΣΑΥΓΗΣ ΣΕ ΛΥΧΝΙΑ ΠΡΟΔΙΕΤΥΠΩΣΕ....

Χρυσαυγὴς σὲ λυχνία προδιετύπωσε, δεξαμένην ἀφράστως, φῶς τὸ ἀπρόσιτον, γνώσει τὴ αὐτοῦ, καταυγάζον τὰ σύμπαντα, ὅθεν σὲ ὑμνοῦμεν, Ἁγνὴ εἰς τοὺς αἴωνας.

ΜΩΥΣΗΣ ΕΩΡΑΚΕ, ΠΥΡΦΟΡΟΝ ΒΑΤΟΝ....

Μωϋσῆς ἑώρακε, πυρφόρον βᾶτον, σὲ τὸ πὺρ βαστάσασαν, τὸ τὰς ψυχὰς φωταγωγοῦν, καὶ μὴ φλεχθεῖσαν Πανάμωμε, δρόσου δὲ μᾶλλον, πλησθεῖσαν τῆς χάριτος.

ΚΑΡΑ Η ΤΟΝ ΑΜΝΟΝ ΤΟΥ ΘΕΟΥ...

Κάρα ἡ τὸν ἀμνὸν τοῦ Θεοῦ, ἀνακηρύξασα σαρκὶ φανερούμενον, καὶ πᾶσι τῆς μετανοίας, τὰς σωτηρίους ὁδούς, θείαις ὑποθήκαις βεβαιώσασα, ἡ πρὶν τοῦ Ἡρῴδου, παρανομίαν ἐλέγξασα, καὶ διὰ τοῦτο, ἐκτμηθεῖσα τοῦ σώματος, τὴν χρόνιον, ὑποστάσα κατάκρυψιν, ὥσπερ φωτοφανῆς ἡμῖν, ἀνέτειλεν ἥλιος, Μετανοεῖτε βοῶσα, καὶ τῶ Κυρίω προστίθεσθε, ψυχῆς κατανύξει, τῶ παρέχοντι τῶ κόσμω τὸ μέγα ἔλεος.

ΕΚ ΤΟΥ ΚΥΡΙΟΥ ΤΗΝ ΜΑΡΤΥΡΙΑΝ ΕΙΛΗΦΩΣ ΙΩΑΝΝΗ....

Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφῶς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας, ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοὶ δέδοικα, ἀλλὰ πόθω ἐκβιασθείς, τὴ ὠδὴ ἐγχειρῆσαι τετόλμηκα, διὸ μὴ ἀπαξιώσης συνεργὸς μοὶ γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανώσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε, καὶ γὰρ σὺ ἓν κόσμω κηρύττεις τὴν μετάνοιαν.

Ο ΗΡΩΔΗΣ ΠΡΟΔΡΟΜΕ, ΠΑΡΑΝΟΜΗΣΑΣ, ΤΗΝ ΤΙΜΙΑΝ ΚΑΡΑΝ ΣΟΥ

Ὁ Ἡρῴδης Πρόδρομε, παρανομήσας, τὴν τιμίαν κάραν σου, ξίφει ἀπέτεμε δεινῶς, ὡς ἔκφρων οἴστρω ὁ δείλαιος, ἣν πὲρ ἐκ πόθου, Πιστοὶ ἀσπαζόμεθα.

ΠΡΟΦΗΤΑ ΘΕΟΥ, ΚΑΙ ΠΡΟΔΡΟΜΕ ΤΗΣ ΧΑΡΙΤΟΣ...

Προφήτα Θεου, καὶ Πρόδρομε τῆς χάριτος, τὴν Κάραν τὴν σήν, ὡς ῥόδον Ἱερώτατον, ἐκ τῆς γῆς εὐράμενοι, τὰς ἰάσεις πάντοτε λαμβάνομεν, καὶ γὰρ πάλιν ὡς πρότερον, ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

ΤΟΥ ΒΑΠΤΙΣΤΟΥ Η ΚΕΦΑΛΗ ΚΑΤΕΚΡΥΠΤΕΤΟ, ΩΣ ΜΑΡΓΑΡΙΤΗΣ...

Τοῦ βαπτιστοῦ ἡ κεφαλὴ κατεκρύπτετο, ὡς μαργαρίτης ὑπὸ γὴν ἐν τῇ ὑδρία, καὶ ὡς λύχνος θεόφωτος ἀγλαϊζομένη, ἐκλάμπει θαυματουργοῦσα κόσμω παντί, ὡς ὄρθρος ἐξανατέλλων πανευπρεπής, τοῦ Ἠλίου ὁ Πρόδρομος, καὶ ἀνεσπέρω φωτί, μηνύων πάλιν ἡμῖν, ἴδε κραυγάζει ὁ Ἀμνὸς τοῦ Θεοῦ.

ΟΥ ΣΙΩΠΗΣΟΜΕΝ ΠΟΤΕ ΘΕΟΤΟΚΕ....

Οὗ σιωπήσομεν ποτὲ Θεοτόκε, τοῦ εὐχαρίστως ἀνυμνεῖν ἐκ καρδίας, τὰ σὰ ἐλέη Δέσποινα οἱ δούλοί σου, κράζοντες καὶ λέγοντες, Παναγία Παρθένε, πρόφθασον καὶ λύτρωσαι, ἐξ ἐχθρῶν ἀοράτων, καὶ ἀναγκὼν καὶ πάσης ἀπειλῆς, σὺ γὰρ ὑπάρχεις, ἡμῶν ἡ ἀντίληψις.

ΩΣ ΘΕΙΟΝ ΘΗΣΑΥΡΙΣΜΑ, .... ΕΚ ΦΘΟΡΑΣ ΤΑΙΣ ΙΚΕΣΙΑΙΣ ΣΟΥ..

Ὡς θεῖον θησαύρισμα, ἐγκεκρυμμένον τὴ γῆ, Χριστὸς ἀπεκάλυψε τὴν κεφαλήν σου ἡμῖν, Προφήτα καὶ Πρόδρομε, Πάντες οὖν συνελθόντες, ἐν τῇ ταύτης εὑρέσει, ἄσμασι θεηγόροις, τὸν Σωτήρα ὑμνοῦμεν, τὸν σώζοντα ἡμᾶς ἐκ φθορᾶς ταὶς ἱκεσίαις σου.

ΕΚ ΓΗΣ ΑΝΑΤΕΙΛΑΣΑ Η ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΚΕΦΑΛΗ...

Ἐκ γῆς ἀνατείλασα ἡ τοῦ Προδρόμου κεφαλή, ἀκτῖνας ἀφίησι τῆς ἀφθαρσίας, πιστοὶς τῶν ἰάσεων, ἄνωθεν συναθροίζει, τὴν πληθὺν τῶν Ἀγγέλων, κάτωθεν συγκαλεῖται, τῶν ἀνθρώπων τὸ γένος, ὁμόφωνον ἀναπέμψαι, δόξαν Χριστῷ τῶ Θεῷ.

ΒΟΤΡΥΝ ΤΟΝ ΠΑΜΠΕΠΕΙΡΟΝ ΑΓΝΗ....

Βοτρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλω ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνωδοῦσα ὠλόλυζες, καὶ ἔκραζες, Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῆ, πᾶσα τῶν παθῶν εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

ΧΑΙΡΕ Η ΕΛΠΙΣ ΗΜΩΝ, ΘΕΟΤΟΚΕ ΑΧΡΑΝΤΕ...ΜΗΤΕΡΑ ΤΟΥ ΦΩΤΟΣ.

Χαῖρε ἡ ἐλπὶς ἡμῶν, Θεοτόκε ἄχραντε, χαῖρε ἡ δι' Ἀγγέλου δεξαμένη τὸ χαῖρε, χαῖρε ἡ τεκοῦσα Πατρὸς τὸ ἀπαύγασμα, εὐλογημένη χαῖρε σεμνή, Παναγία Παρθένε μόνη πανύμνητε, σὲ δοξάζει πᾶσα κτίσις τὴν Μητέρα τοῦ φωτός.

Η ΤΩΝ ΘΕΙΩΝ ΕΝΝΟΙΩΝ ΠΑΝΣΕΒΑΣΜΙΟΣ ΘΗΚΗ....

Ἡ τῶν θείων ἐννοιῶν πανσεβάσμιος θήκη, καὶ τῆς ἀρρήτου οὐσίας τρανῶς ἡ προβλέψασα, τὸ μυστήριον Κάρα σου, ὡς ἐκ λαγόνων μητρικῶν, ἐκ τῶν ταμείων τῆς γῆς, σήμερον ἀνατέταλκεν, Ἰωάννη πανεύφημε, καὶ εὐωδίασε πᾶσαν τὴν ὑφήλιον, ἁγιασμοῦ προχέουσα μύρον, καὶ νοητῶς κηρύττουσα μετανοίας ὁδόν, καὶ τῶ Σωτήρι τῶν ὅλων πρεσβεύουσα, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΝ ΞΥΛΩ ΤΗΝ ΖΩΗΝ ΗΜΩΝ, ΟΡΩΣΑ Η ΠΑΝΑΜΩΜΟΣ...

Ἐν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα, Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθω ἀνυμνούντάς σε.

ΜΕΤΑΒΟΛΗ ΤΩΝ ΘΛΙΒΟΜΕΝΩΝ, ΑΠΑΛΛΑΓΗ ΤΩΝ ΑΣΘΕΝΟΥΝΤΩΝ, ΥΠΑΡΧΟΥΣΑ ΘΕΟΤΟΚΕ ....

Μεταβολὴ τῶν θλιβομένων, ἀπαλλαγὴ τῶν ἀσθενούντων, ὑπάρχουσα Θεοτόκε Παρθένε, σῶζε πόλιν καὶ λαόν, τῶν πολεμουμένων ἡ εἰρήνη, τῶν χειμαζομένων ἡ γαλήνη, ἡ μόνη προστασία τῶν πιστῶν.

ΘΗΣΑΥΡΟΣ ΕΝΘΕΩΝ ΔΩΡΕΩΝ...

Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυσάμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.

ΣΤΑΜΝΩ ΕΓΚΕΚΡΥΜΜΕΝΗ ΠΟΤΕ...

Στάμνω ἐγκεκρυμμένη ποτέ, ἡ τοῦ Προδρόμου κεφαλὴ πεφανέρωται, λαγόνων ἀναδοθεῖσα, ἐκ τῶν τῆς γῆς ἐμφανῶς, καὶ θαυμάτων ῥεῖθρα ἀναβλύζουσα, καὶ γὰρ ἐν τοῖς ὕδασι, κεφαλὴν ἐναπέλουσε, τοῦ ὑπερῷα, νὺν στεγάζοντος ὕδασι, καὶ ὀμβρίζοντος τοὶς βροτοὶς θείαν ἄφεσιν, Ταύτην οὖν μακαρίσωμεν, τὴν ὄντως ἀοίδιμον, καὶ ἐν τῇ ταύτης εὑρέσει, περιχαρῶς ἑορτάσωμεν, Χριστὸν δυσωπούσης, τοῦ δωρήσασθαι τῶ κόσμω τὸ μέγα ἔλεος.

ΧΑΙΡΟΙΣ Η ΙΕΡΑ ΚΕΦΑΛΗ....

Χαίροις ἡ Ἱερὰ Κεφαλή, καὶ φωτοφόρος καὶ Ἀγγέλοις αἰδέσιμος, ἡ ξίφει τμηθεῖσα πάλαι, καὶ τμητικοὶς ἐλεγμοίς, ἀσελγείας αἶσχος διακόψασα, πηγὴ ἡ τοὶς θαύμασι, τοὺς πιστοὺς καταρδεύουσα, ἡ τοῦ Σωτῆρος, τὴν σωτήριον ἔλευσιν, καταγγείλασα, καὶ τὴν πτήσιν τοῦ Πνεύματος, πάλαι κατανοήσασα, πρὸς τοῦτον σκηνώσασαν, τῆς Παλαιᾶς τε καὶ Νέας, ἡ μεσιτεύσασα χάριτος, Χριστὸν ἐκδυσώπει, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Εικόνα
ΤΗ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῆς τιμίας κεφαλῆς τοῦ Ἁγίου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι · Ἐκ γῆς προφαίνει Πρόδρομος σεπτὴν Κάραν, · Καρποὺς παραινῶν ἀξίους ποιεῖν πάλιν. · Ὁ Βαπτίσας πρὶν ὑδάτων πηγαὶς ὄχλους, · Γῆθεν φανεῖς βάπτιζε πηγαὶς θαυμάτων. · Εἰκοστὴν Προδρόμοιο φάνη Κάρη ἀμφὶ τετάρτην. Ταὶς τοῦ σοῦ Προδρόμου πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΤΗΣ ΣΟΦΙΑΣ ΧΡΗΣΤΟΤΗΤΑΣ ΑΡΥΣΑΜΕΝΟΣ...

Τὴν τῆς σοφίας χρηστότητα ἀρυσάμενος, ἐξ αὐτῆς Πάτερ ἔπλησας θεογνωσία τὴν ποίμνην σου, καὶ τῆς παναγίας καὶ ἀρρήτου θεότητος τὸ τρισήλιον ἤστραψας, τοῦ Πατρος τὸ ἀγέννητον, Υἱοῦ δὲ τὴν γέννησιν καὶ ἐκπόρευσιν Πνεύματος, μίαν θεότητα, μίαν δόξαν τρανῶς ἐκδιδάξας, καὶ εἰδώλων ἀθεϊαν ἐκ ποδῶν ἀποποιήσας, καρπούς 6ὲ ὡρίμους, ψυχὰς πιστευόντων προσάγων τούτω ἔνδοξε, ἐν ὧ βεβαπτίσμεθᾳ, εἰς ὃν καὶ Πιστεύομεν, δοξάζοντες Κύριον.

ΣΤΕΡΕΩΣΟΝ ΗΜΑΣ ΕΝ ΣΟΙ ΚΥΡΙΕ....ΠΑΜΜΑΚΑΡ ΔΙ΄ ΑΣΚΗΣΕΩΣ.

Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὃ ξύλω νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σέ. Ἐλαία ψαλμικῶς εἰπεῖν κατάκαρπος, ἐγένου Πολύκαρπε θεοφάντορ, ἐν τῷ οἴκω τοῦ Κυρίου σου, ἱλαρότητα φέρων τοῦ κηρύγματος. Ἰθύνας ἐμμελῶς θεομακάριστε, τὸν νοῦν σου προστάγμασι τοῦ Σωτῆρος, ἐπαξίως ἐχρημάτισας, τῆς αὐτοῦ Ἐκκλησίας ποιμὴν ἄριστος. Ὁλόκληρον σαυτὸν Χριστῷ προσήγαγες, ὡς ζώσαν θυσίαν τῶ μαρτυρίω, συνειδήσεως μαρτύριον, προαθλήσας Παμμάκαρ δι' ἀσκήσεως.

ΘΕΟΝ ΕΚ ΣΟΥ, ΣΩΜΑΤΩΘΕΝΤΑ ΓΙΝΩΣΚΟΝΤΕΣ....

Θεὸν ἐκ σοῦ, σωματωθέντα γινώσκοντες, ἄνευ σαρκὸς θελήματος, τὸν πρὸ τῆς κτίσεως, καὶ πρὸ πάντων αἰώνων, κυρίως Θεοτόκον, ὁμολογούμέν σε.

ΑΜΑΡΤΙΑΝ ΤΟΥ ΚΟΣΜΟΥ ΤΟΝ ΑΙΡΟΝΤΑ....

Ἁμαρτίαν τοῦ κόσμου τὸν αἴροντα, ἄχραντον Ἀμνὸν συλλαβοῦσα Πανάμωμε, ἁμαρτιῶν συγχώρησιν, ἐκδυσώπει δοθῆναι τοὶς δούλοις σου.

Ο ΠΑΛΑΙΟΣ ΗΜΕΡΩΝ.....ΝΕΟΣ ΕΦΑΝΗ, ΑΔΑΜ Ο ....

Ὁ παλαιὸς ἡμερῶν, ὡς ἐπὶ πόκον ὑετὸς Πάναγνε, ἐπὶ τὴν σήν, γαστέρα κατῆλθε, τὴν ἡγιασμένην, καὶ νέος ἐφάνη, Ἀδὰμ ὁ φιλάνθρωπος.

Ο ΤΟΥ ΦΩΤΟΣ ΑΡΧΗΓΟΣ, ΚΑΙ ΤΩΝ ΑΙΩΝΩΝ ΠΟΙΗΤΗΣ ΚΥΡΙΟΣ....

Ὁ τοῦ φωτὸς ἀρχηγός, καὶ τῶν αἰώνων Ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς, ἐκτός σου γὰρ ἄλλον, Θεὸν οὐ γινώσκομεν. Αἴγλη τοῦ Πνεύματος σύ, καταλαμπόμενος τὸν νοῦν Ὅσιε, συμβολικῶς, πυρὶ φλεγομένω, σαφῶς ἐμυήθης, τὴν διὰ πυρός σου, θεόφρον τελείωσιν. Ῥεῖθρον ἐδέξω ζωῆς, ὡς ἐκ χειμάρρου τῆς τρυφῆς Ὅσιε, τῶ μαθητὴ τῶ ἠγαπημένω, μεμαθητευμένος, τῶ ἀρυσαμένω, σοφίας τὴν ἄβυσσον. Πλοῦτον καὶ δόξαν, λαμπρὰν καὶ μῆκος βίου, καὶ ζωὴν ἄφθαρτον, ἡ ἀληθὴς σοφία Χριστὸς σοί, δεδώρηται Πάτερ, ὡς διαφερόντως αὐτὸν ἀγαπήσαντι.

ΕΡΡΑΓΗ ΜΗΤΡΟΠΑΡΘΕΝΕ, ΤΟ ΤΟΥ ΦΡΑΓΜΟΥ...

Ἐρράγη Μητροπάρθενε, τὸ τοῦ φραγμοῦ μεσότοιχον, καὶ οἱ θνητοὶ τοὶς Ἀγγέλοις, τῶ σῶ συνήφθημεν τόκω, καὶ νὺν Θεογεννήτρια, νηστεύειν ἡμᾶς κράτυνον, καὶ φθᾶσαι τὴν τριήμερον, ἀνάστασιν τοῦ Υἱοῦ σου, εἰλικρινῶς προσκυνὴ σαι.

ΤΟΝ ΕΚ ΘΕΟΥ ΘΕΟΝ ΛΟΓΟΝ, ΤΟΝ ΑΡΡΗΤΩ ΣΟΦΙΑ....

Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτω σοφία, ἤκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορὰ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως μεγαλύνομεν. Ἡ φωτοφόρος σου μνήμη, ἀνατείλασα Πάτερ, φωτίζει τὰς ψυχὰς τῶν εὐσεβῶς, ταύτην τελούντων θεσπέσιε, καὶ μετόχους τῆς θείας, φωτοφανείας πάντας ἐκτελεῖ, ἥν ἀξίως θεόφρον, ἐν ὕμνοις μεγαλύνομεν. Μετὰ τῆς ἄνω χορείας, τῶν ἁγίων Ἀγγέλων, τῶ θρόνω τοῦ Δεσπότου παρεστώς, τοῦτον δυσώπει τοῦ φθᾶσαι ἡμᾶς, τὸ σωτήριον πάθος, καὶ τὴν αὐτοῦ ἀνάστασιν φαιδρώς, ἀρετῆς πολυτρόπους, ἰδέας ἐκτελέσαντας. Ἡ τῆς ἄγίας Τριάδος, κατανόησις Πάτερ, τρανῶς οὐκ ἐν αἰνίγμασιν ὡς πρίν, ὡς καθαρῶ τὴν καρδίαν σοί, διασχόντι τὴν ὕλην, καὶ τῶν δεσμῶν λυθέντι τῆς φθορᾶς, κατοπτεύεται μάκαρ, Πολύκαρπε πανόλβιε. Στεφηφορούντά σε Πάτερ, καὶ βραβεῖον τῆς νίκης, δεξάμενον ἐκ θείας δεξιάς, καὶ τοὺς ἀγῶνας τελέσαντα, καὶ φωτὸς πληρωθέντα, Πιστεύοντες Πολύκαρπε σοφέ, πρεσβευτὴν τῶ Χριστῷ σε, προθύμως προβαλλόμεθα.

ΚΑΤΑΛΑΜΠΡΥΝΟΝ ΑΧΡΑΝΤΕ, ΤΗΝ ΖΟΦΕΡΑΝ ΨΥΧΗΝ

Καταλάμπρυνον Ἄχραντε, τὴν ζοφερὰν ψυχήν μου τῶ φωτί σου, ἡ τὸ φῶς τεκοῦσα τὸ ἐνυπόστατον.

ΕΙΣΑΚΗΚΟΑ ΚΥΡΙΕ....ΤΩΝ ΣΩΝ ΑΓΩΝΩΝ ΤΟ ΑΚΑΘΑΙΡΕΤΟΝ.

Εἰσακήκοα Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας, καὶ ἐδόξασά σε, μόνε φιλάνθρωπε. Πολυκαρπίαν φέρουσα, τῶν ἀρετῶν πολύκαρπος φυτεία, τῶ Δεσπότη ὤφθης, Πάτερ Πολύκαρπε. Ὁλοκαύτωμα τέλειον, καὶ καθαρὰ θυσία προσηνέχθης, τῶ Σωτήρι πάντων, Πάτερ Πολύκαρπε. Λαὸν εὐσεβῶς Ὅσιε, καθοδηγῶν πρὸς φῶς θεογνωσίας, τὸν τῆς ἄθεϊας ζόφον ἀπήλασας. Ὑμνολογοῦμεν Ἔνδοξε, τὴν τῆς ψυχῆς στερράν σου καρτερίαν, καὶ τῶν σῶν ἄγωνων τὸ ἀκαθαίρετον.

ΚΑΡΠΟΥΣ ΤΟΥΣ ΛΟΓΙΚΟΥΣ, ΤΩ ΚΥΡΙΩ....ΠΟΛΥΚΑΡΠΕ...

Καρποὺς τοὺς λογικούς, τῶ Κυρίω προσφέρων, Πολύκαρπε σοφέ, ἀρετῶν δι' ἐνθέων, ἐδείχθης ἀξιόθεος, Ἱεράρχα μακάριε, ὅθεν σήμερον, οἱ φωτισθέντες σοὶς λόγοις, ἀνυμνούμέν σου, τὴν ἀξιέπαινον μνήμην, δοξάζοντες Κύριον.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ..... ΘΕΙΑ ΠΑΘΗΜΑΤΑ..

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῶ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, Ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν πὲρ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀνεξάντλητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοὶς δούλοις σου, τοὶς ἀνυμνούσί σου πίστει, τὰ θεία παθήματα.

ΤΟΥ ΗΛΙΟΥ ΝΕΦΕΛΗ ΤΟΥ ΝΟΗΤΟΥ....

Τοῦ Ἠλίου νεφέλη τοῦ νοητοῦ, θείου φέγγους λυχνία χρυσοφαής, ἄσπιλε ἀμόλυντε, ὑπεράμωμε Δέσποινα, τὴν σκοτεινὴν ψυχήν μου, τυφλώττουσαν πάθεσι, τῆς ἀπαθείας αἴγλη, καταύγασον δέομαι, καὶ μεμολυσμένην τὴν καρδίαν μου πλῦνον, ῥοαὶς κατανύξεως, μετανοίας τε δάκρυσι, ἵνα πόθω κραυγάζω σοί, πρέσβευε τῶ σῶ Υἱῶ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθήναί μοί, σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δούλός σου.

ΤΟΝ ΤΗΣ ΧΑΡΙΤΟΣ ΒΟΤΡΥΝ...

Τὸν τῆς χάριτος βότρυν ἐν τῇ ψυχή, ἀληθῶς γεωργήσας Πάτερ σοφέ, ὡς οἶνον ἐξέβλυσας, τὸν τῆς πίστεως λόγον, τὸν εὐφραίνοντα πάντων, Πιστῶν τὴν διάνοιαν, καὶ θαυμάτων ὤφθης ἀπέραντον πέλαγος, ὅθεν καὶ Μαρτύρων, καλλονὴ ἀνεδείχθης, πυρὶ τελειούμενος, καὶ φωτὸς ἀξιούμενος, ἀϊδίου Πολύκαρπε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν Μνήμην σου.

ΝΕΚΡΩΣΕΩΣ ΗΜΩΝ ΤΟΝ ΧΟΥΝ ΕΤΙΝΑΞΑΣ....

Νεκρώσεως ἡμῶν τὸν χοῦν ἐτίναξας, τεκοῦσα τὴν ὄντως ἀθανασίαν, καὶ στολὰς ἡμῖν ἐξύφανας, ἀφθαρσίας Παρθένε τὴ γεννήσει σου.

ΥΒΡΕΙΣ ΥΠΟΜΕΙΝΑΝΤΑ ΠΟΛΛΑΣ ....ΦΙΛΑΝΘΡΩΠΕ.

Ὕβρεις ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα, Ὑπερύμνητε Κύριε, γιὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ πολλὴ εὐσπλαγατιμίαν, Δόξα τῇ χνία, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

ΔΕΥΤΕ ΛΑΟΙ, ...., ΟΥ ΜΕΛΑΝΙ, ΑΛΛΑ ΠΝΕΥΜΑΤΙ ΘΕΙΩ...

Δεῦτε λαοί, ἃ σωμενάσμα Χριστῷ τῶ Θεῷ, τῶ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν Λαόν, ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. Τὴ τοῦ Χριστοῦ, φωτοχυσία λαμπόμενος, καὶ τῆς αὐτου ἑλλάμψεως, Πάτερ πληρούμενος, τὴν ζοφώδη ψυχήν μου, καταύγασον θεόφρον, ταὶς ἱκεσίαις σου. Ὁ φωτισμός, τοῦ σωτηρίου κηρύγματος, τὴν καθαρὰν καρδίαν σου, καθάπερ ἔσοπτρον, ἀκηλίδωτον Πάτερ, ἀστράψας τὰς ἀκτῖνας, πάσιν ἐξέλαμψε. Νόμου καινοῦ, στηλογραφία σὺ γέγονας, ἐγγεγραμμένον ἔχουσα, Πάτερ οὗ μέλανι, ἀλλὰ Πνεύματι θείω, τῆς χάριτος τῆς θείας, τὸ Εὐαγγέλιον.

...ΤΗ ΔΡΕΠΑΝΗ ΤΕΜΝΟΜΕΝΟΝ....ΔΟΞΑΖΟΜΕΝ

Ὅτε ἐπὶ ξύλου τοῦ Σταυροῦ, ἡ ἀληθινὴ κρεμασθεῖσα, ὑψώθη ἄμπελος, τότε σὲ κατάκαρπον, κλῆμα ἐξέτεινε, τὴ δρεπάνη τεμνόμενον, σεπτοῦ μαρτυρίου, καὶ τοίς τῶν κολάσεων, ληνοὶς πατούμενον, οὗπερ εὐφροσύνης κρατήρα, πίστει συγκεράσαντες, Πάτερ, τοὺς σεπτοὺς ἀγώνάς σου δοξάζομεν.

ΕΔΥΣ ΕΚ ΤΟΥ ΚΟΣΜΟΥ ΠΡΟΣ ΘΕΟΝ, ΤΑΙΣ ΜΑΡΜΑΡΥΓΑΙΣ....

Ἔδυς ἐκ τοῦ κόσμου πρὸς Θεόν, ταὶς μαρμαρυγαὶς ἀποστίλβων, τοῦ μαρτυρίου σου, ἔστης τῆς ἐφέσεως ὡς τὸ ἀκρότατον, ὀρεκτῶν φθάσας Ὅσιε, καὶ τῆς μακαρίας, αἴγλης ἐμφορούμενος, ἢς νὺν ἱκέτευε, πάντας ἐν μεθέξει γενέσθαι, τοὺς τὴν σὴν πανίερον μνήμην, Μάκαρ ἑορτάζοντας Πολύκαρπε.

ΟΤΕ ΤΗΣ ΠΑΡΘΕΝΟΥ Ο ΚΑΡΠΟΣ, ΚΑΙ ΖΩΑΡΧΙΚΩΤΑΤΟΣ ΣΠΟΡΟΣ....

Ὅτε τῆς Παρθένου ὁ καρπός, καὶ ζωαρχικώτατος σπόρος, εἰς γὴν ἐνέπεσε, τότε σὲ πολύκαρπον, στάχυν ἐβλάστησε, τοὺς πιστοὺς διατρέφοντα, τοὶς τῆς εὐσεβείας, λόγοις τε καὶ δόγμασι, καὶ τῆς ἀθλήσεως, τούτους ἁγιάζοντα θείω, αἵματι καὶ Ἱερωσύνης, μύρω καθαγνίζοντα Πολύκαρπε.

ΠΟΛΛΟΥΣ ΚΑΡΠΟΥΣ ΠΡΟΣΗΝΕΓΚΑΣ....

Πολλοὺς καρποὺς προσήνεγκας, Χριστῷ σοφὲ Πολύκαρπε, τοὺς διὰ σοῦ σεσωσμένους, βροτοὺς ἐκ πλάνης δαιμόνων, Ἱερομάρτυς ἔνδοξε, Ἀγγέλων ἰσοστάσιε, καὶ Ἀποστόλων σύσκηνε, μεθ' ὧν μνημόνευε Πάτερ, τῶν σὲ τιμώντων ἐκ πόθου.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΟΛΥΚΑΡΠΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ.

Εικόνα
ΤΗ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Συναξάριον Τὴ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πολυκάρπου, Ἐπισκόπου Σμύρνης. Στίχοι · Σοὶ Πολύκαρπος ὠλοκαυτώθη Λόγε, · Καρπὸν πολὺν δοὺς ἐκ πυρὸς ξενοτρόπως. · Εἰκάδι ἐν τριτάτῃ κατὰ φλὸξ Πολύκαρπον ἔκαυσεν. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ὁσίων πατέρων ἡμῶν, Ἰωάννου, Μωϋσέως, Ἀντιόχου, καὶ Ἀντωνίνου. Στίχοι · Σύνταγμα τετράριθμον ἀνδρῶν τιμίων, · Συντάσσεταί σοί, καὶ μεθίσταται βίου. Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Γοργονία, ἡ ἀδελφὴ τοῦ Ἁγίου Γρηγορίου τοῦ Θεολόγου, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι · Τιμῶ τελευτὴν σὴν σιγή, Γοργονία, · Γρηγορίου μέλψαντος αὐτὴν ἐκ λόγων. Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Κλήμης ξίφει τελειοῦται. Στίχοι · Κλήμης, τὸ κλῆμα τῆς νοητῆς ἀμπέλου, · Καινόν τι γλεῦκος, αἷμα τμηθεὶς ἐκχέει. Τὴ αὐτὴ ἡ μέρα, ἡ Ἁγία Μάρτυς Θεὴ ξίφει τελειοῦται. Στίχοι · Θεὴν ἀποσκώπτουσαν εἰς Θεοὺς πλάνους, · ...

ΕΞΑΓΟΡΕΥΣΩ ΑΓΝΗ ΣΟΙ ΘΕΟΤΟΚΕ...

Ἐξαγορεύσω Ἁγνὴ σοὶ Θεοτόκε, τὰ δεινά μου πταίσματα, εἶ γὰρ καὶ κρύψω αὐτά, ἐν τῇ ἡμέρα τῆς κρίσεως, ἀνοιγομένων, πασῶν τῶν βίβλων φανερωθήσονται, Ὄμματα ἐρρύπωσα, βλέπων τὰ ἄτοπα, χείρας ἀθέσμως ἐμόλυνα, ταὶς αἰσχρουργίαις, σῶμα ἠχρείωσα ὁ ταλαίπωρος, καὶ τὴν ψυχήν μου ἐτραυμάτισα, ἁμαρτίαις, ἐλέησον οἴκτειρον, καὶ μερίδος μὲ δεῖξον, σωζομένων ταὶς πρεσβείαις σου.

ΤΟ ΒΗΜΑ ΣΟΥ ΦΡΙΚΤΟΝ, ΚΑΙ Η ΚΡΙΣΙΣ ΔΙΚΑΙΑ...

Τὸ Βήμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά, ἀλλ' αὐτός, Ἐλεῆμον, προφθάσας μὲ διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥύσαι, Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου μὲ στῆναι, Κριτὰ δικαιότατε.

ΕΝΝΟΩ ΤΗΝ ΗΜΕΡΑΝ ΤΗΝ ΦΟΒΕΡΑΝ....

Ἐννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι τῶ ἀθανάτω Βασιλεῖ; ποία δὲ παρρησία ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ Ἅγιον ἐλέησόν με.

ΩΣ ΡΟΔΑ ΜΕΣΟΝ ΑΚΑΝΘΩΝ...

Ὡς ῥόδα μέσον ἀκανθὼν τὰ λείψανα, ἀνθοῦντα ὄσμήν ὀρθοδοξίας πηγάζετε ἐν κόσμῳ, Μάρτυρες ἔνδοξοι σεπτοί, κόσμου τὰ ὡραία ἀρνησάμενοι καλῶς, βασάνους ὑπεμείνατε, Βασιλεῖς ἀνομοῦντας ἠλέγξατε, τὸν Βασιλέα καὶ Δεσπότην τῶν ἁπάντων κηρύξαντες μετὰ παρρησίας, διὰ τοῦτο οὐρανοῦ τὰ κάλλη ὄρώντες, ἐκτενῶς ὑπὲρ ἡμῶν τήν ἱκεσίαν τῶ Βασιλεῖ τῶν αἰώνων προσάγετε, τῶν τελούντων ὑμῶν τὰ μνημόσυνα, Μάρτυρες θεῖοι, Τριάδος ὑπέρμαχοι.

ΚΛΑΙΩ ΚΑΙ ΟΔΥΡΟΜΑΙ....ΕΥΣΠΛΑΓΧΝΟΣ.

Κλαίω καὶ ὀδύρομαι, ὅταν εἰς αἴσθησιν ἔλθω, τὸ πὺρ τὸ αἰώνιον, σκότος τὸ ἐξώτερον, καὶ τὸν τάρταρον, τὸν δεινὸν σκώληκα, τὸν βρυγμὸν αὖθις τε, τῶν ὀδόντων, καὶ τὴν ἄπαυστον, ὀδύνην μέλλουσαν, ἔσεσθαι τοὶς ἄμετρα πταίσασι, καὶ σὲ τὸν Ὑπεράγαθον, γνώμη πονηρὰ παροργίσασιν ὧν εἰς τε καὶ πρῶτος, ὑπάρχω ὁ ταλαίπωρος ἐγώ, ἀλλὰ Κριτὰ τῶ ἐλέει σου, σώσόν με ὡς εὔσπλαγχνος.

ΟΙ ΕΠΙ ΧΡΟΝΟΥΣ ΜΑΚΡΟΥΣ ΕΓΚΕΚΡΥΜΜΕΝΟΙ, ΚΑΛΛΙΝΙΚΟΙ ΜΑΡΤΥΡΕΣ.... ΘΕΟΥ ΘΕΡΑΠΟΝΤΑΣ..

Οἱ ἐπὶ χρόνους μακροὺς ἐγκεκρυμμένοι, καλλίνικοι Μάρτυρες νὺν πεφανέρωνται, καθάπερ ὄλβος πολύτιμος, τὴν Βασιλίδα, καταπλουτίζοντες πασῶν πόλεων, παλάμαις φερόμενοι, ἀρχιερέως σοφοῦ, καὶ εἰς ναὸν κομιζόμενοι, σεπτῶς τόν, θεῖον, καὶ τοὶς αἰτοῦσι διανεμόμενοι, εἰς πᾶσαν ῥῶσιν, εἰς ὠφέλειαν, εἰς φωτισμόν, εἰς ἀντίληψιν, τῶν αὐτοὺς δεχομένων, ὡς πιστοὺς Θεοῦ θεράποντας.

ΕΝ ΤΗ ΦΡΙΚΤΗ, ΧΡΙΣΤΕ, ΠΑΡΟΥΣΙΑ ΣΟΥ, ΟΤΑΝ ΦΑΝΗΣ ΕΞ ΟΥΡΑΝΟΥ, ΚΑΙ ΤΕΘΩΣΙ

Ἐν τῇ φρικτή, Χριστέ, παρουσία σου, ὅταν φανῆς ἐξ οὐρανοῦ, καὶ τεθῶσι θρόνοι, καὶ βίβλοι ἀνοιγῶσι, φεῖσαι, φεῖσαι τότε, Σωτὴρ τοῦ πλάσματός σου. Ἐκεῖ οὐδὲν βοηθῆσαι δύναται, Θεοῦ ὑπάρχοντος κριτοῦ, οὐ σπουδή, οὐ τέχνη, οὐ δόξα, οὐ φιλία, εἶ μὴ ἡ ἐξ ἔργων, ἰσχύς σου ὧ ψυχή μου. Ἐκεῖ ὁμοῦ ἄρχων καὶ ἡγούμενος, πένης καὶ πλούσιος ψυχή, οὐ πατὴρ ἰσχύει, οὐ μήτηρ βοηθοῦσα, οὐ λυτρούμενος ἀδελφὸς τῆς καταδίκης. Τὸ φοβερὸν ψυχὴ λογοθέσιον, ἐννοουμένη τοῦ Κριτοῦ, φρίξον ἀπ' ἐντεῦθεν, ἑτοίμασον τὸν λόγον, μὴ κατακριθήση, δεσμοὶς τοὶς αἰωνίοις. Ἆρον τὸ σόν, μὴ ἀκούσω Κύριε, ἀποπεμπόμενος ἐκ σοῦ, μηδὲ τό, Πορεύου, εἰς πὺρ κατη ῥαμένον, ἀλλὰ τῆς εὐκταίας φωνῆς τῆς τῶν Δικαίων. Ἄδου πυλῶν λύτρωσαί με, Κύριε, χάους καὶ ζόφου ἀφεγγούς, ἐκ καταχθονίων, καὶ πυρὸς τοῦ ἀσβέστου, ἐξ ἀπάσης ἄλλης, ποινῆς τῆς αἰωνίου.

ΤΑΙΣ ΠΟΛΥΤΡΟΠΟΙΣ ΙΔΕΑΙΣ ΤΩΝ ΒΑΣΑΝΩΝ

Ταὶς πολυτρόποις ἰδέαις τῶν βασάνων, ἐναπεκδυσάμενοι τοὺς τῆς νεκρώσεως, χιτῶνας Μάρτυρες ἔνδοξοι, τῆς ἀφθαρσίας, θεῖον ἱμάτιον ἐνεδύσασθε, καὶ νὺν τὰ οὐράνια περιπολεύετε, τῶ θεϊκῶ θρόνω πάντοτε, παρεστηκότες, λελαμπρυσμένοι θεομακάριστοι, ὅθεν ἐν πίστει τὴν ὑπέρλαμπρον, μνήμην ὑμῶν ἑορτάζομεν, καὶ λειψάνων τήν θήκην, Ἱερῶς περιπτυσσόμεθα. Ἐξ ἀσθενείας βροτῶν δύναμις θεία, ἰάσεων πρόεισι τοὶς προσπέλάζουσι, κόνις βραχεῖα τοῦ σώματος, τῶν Ἀθλοφόρων, πηγὰς θαυμάτων βρύει ἐν χάριτι, προσέλθωμεν ἄνθρωποι καὶ ἀρυσώμεθα, ῥῶσιν ψυχῆς, ῥῶσιν σώματος, ἀναβοῶντες, χαριστηρίους φωνὰς καὶ λέγοντες, Σῶτερ τοῦ κόσμου, δι' ὃν ἤθλησαν, οἱ σεπτοὶ Ἀθληταὶ καρτερώτατα, ταὶς αὐτῶν ἱκεσίαις, πάσης βλάβης ἐλευθέρωσον.

ΤΗΝ ΗΜΕΡΑΝ ΤΗΝ ΦΡΙΚΤΗΝ, ΤΗΣ ΠΑΝΑΡΡΗΤΟΥ....ΠΑΝΤΟΔΥΝΑΜΕ.

Τὴν ἡμέραν τὴν φρικτήν, τῆς παναρρήτου σου παρουσίας φρίττω ἐννοῶν, δεδοικως προορῶ, ἐν ἢ προκαθίσεις κρίναι ζῶντας καὶ νεκρούς, Θεέ μου Παντοδύναμε. Ὅτε ἤξεις ὁ Θεὸς ἐν μυριάσι καὶ χιλιάσι, τῶν Ἀγγελικῶν, οὐρανίων ἀρχῶν, κα μὲ ἐν νεφέλαις, ὑπαντήσαί σοὶ Χριστέ, τὸν ἄθλιον ἀξίωσον. Δεῦρο λάβε μοὶ ψυχή, αὐτὴν τὴν ὥραν καὶ τὴν ἡμέραν, ὅταν ὁ Θεὸς ἐμφανῶς ἐπιστὴ καὶ θρήνησον, κλαῦσον, εὑρεθῆναι καθαρά, ἐν ὥρα τῆς ἐτάσεως. Ἐξιστὰ με καὶ φοβεῖ, τὸ πὺρ τὸ ἄσβεστον της γεέννης, σκώληξ ὁ πικρός, τῶν ὀδόντων βρυγμός, ἀλλ' ἄνες μοὶ ἄφες, καὶ τὴ στάσει μὲ Χριστέ, τῶν ἐκλεκτῶν σου σύνταξον. Της εὐκταίας σου φωνῆς, τῆς τοὺς Ἁγίους σου προσκαλούσης, ἐπὶ τὴν χαράν, ἢς ἀκούσω καγῶ, ὁ τάλας καὶ εὔρω, βασιλείας οὐρανῶν, τὴν ἄρρητον ἀπόλαυσιν. Μὴ εἰσέλθης μέτ' ἐμοῦ, ἐν κρίσει φέρων μου τὰ πρακτέα, λόγους ἐκζητῶν, καὶ εὐθύνων Ὁρμᾷς, ἀλλ' ἐν οἰκτιρμοῖς σου, παρορῶν μου τὰ δεινά, σώσόν με Παντοδύναμε.

ΟΤΑΝ ΜΕΛΛΗΣ ΕΡΧΕΣΘΑΙ...ΒΙΒΛΟΙ ΑΝΟΙΓΗΣΟΝΤΑΙ...

Ὅταν μέλλης ἔρχεσθαι, κρίσιν δικαίαν ποιῆσαι, Κριτὰ δικαιότατε, ἐπὶ θρόνου δόξης σου καθεζόμενος ποταμὸς πύρινος, πρὸ τοῦ σοῦ Βήματος καταπλήττων ἕλκει ἅπαντας, παρισταμένων σοί, τῶν ἐπουρανίων Δυνάμεων, ἀνθρώπων κρινομένων τε, φόβω καθ' ἃ ἕκαστος ἔπραξε, τότε ἡμῶν φεῖσαι, καὶ μοίρας καταξίωσον Χριστέ, τῶν σωζομένων ὡς εὔσπλαγχνος, πίστει δυσωπούμέν σε. Βίβλοι ἀνοιγήσονται, φανερωθήσονται πράξεις, ἀνθρώπων ἐπίπροσθεν, τοῦ ἀστέκτου Βήματος, διηχήσει δέ, ἡ κοιλὰς ἅπασα, φοβερῶ βρύγματι, τοῦ κλαυθμῶνος, πάντας βλέπουσα τοὺς ἁμαρτήσαντας, ταὶς αἰωνιζούσαις κολάσεσι, τὴ κρίσει τὴ δικαία σου, παραπεμπομένους, καὶ ἄπρακτα, κλαίοντας Οἰκτίρμον, διὸ σὲ δυσωποῦμεν ἀγαθέ, Φεῖσαι ἡμῶν τῶν ὑμνούντων σε, μόνε Πολυέλεε. Ἠχήσουσι σάλπιγγες, καὶ κενωθήσονται τάφοι, καὶ ἐξαναστήσεται, τῶν ἀνθρώπων τρέμουσα, φύσις ἅπασα, οἱ καλὰ πράξαντες ἐν χαρᾷ χαίρουσι, προσδοκῶντες μισθόν λήψεσθαι, οἱ ἁμαρτήσαντες, τρέμουσι δεινῶς ὁλολύζοντες, εἰς κόλασιν πεμπόμενοι, καὶ τῶν ἐκλεκτῶν χωριζόμενοι, Κύριε τῆς δόξης,...

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΒΑΡΔΑΤΟΥ

Εικόνα
ΤΗ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως. Στίχοι · Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι, · Αἴρουσι πᾶσαν ἐκ προσώπου γὴς βλάβην. · Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς Ὀστά. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίω. Στίχοι · Ἀθανάσιος, θρέμμα Παυλοπετρίου, · Ἀποστόλοις σύνεστι, Παύλω καὶ Πέτρω. Τὴ αὐτὴ ἡμέρα, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται. Στίχοι · Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας, · Ξίφει θανούση, συνθανόντας σοὶ ξίφει. Τὴ αὐτὴ ἡμέρα, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται. Στίχοι · Ψάλλει Συνετὸς καὶ πὲρ ἐκθνήσκων ξίφει, · «Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην». Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν...

ΤΑΧΥ ΠΡΟΚΑΤΑΛΑΒΕ...ΜΟΝΕ ΦΙΛΑΝΘΡΩΠΕ.

Ταχὺ προκατάλαβε, πρὶν δουλωθῆναι ἡμᾶς, ἐχθροῖς βλασφημούσί σε, καὶ ἀπειλοῦσιν ἡμῖν, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἄνελε τῶ Σταυρῶ σου, τοὺς ἡμῶν πολεμοῦντας, γνώτωσαν πῶς ἰσχύει, Ὀρθοδόξων ἡ πίστις, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.

ΤΩΝ ΑΠ' ΑΙΩΝΟΣ ΣΗΜΕΡΟΝ ΝΕΚΡΩΝ...

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτήρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρα τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῶ Θεῷ ἡμῶν, τῶ πᾶσαν κρίνοντι τὴν γήν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρω φωτεινῶ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ. Ὁ τῶ οἰκείω αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτω σου, θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχῶν τὴ ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῆ, ἢ ἐν παντὶ τόπω, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστὰς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάση παγγενεῖ, καὶ ἀξίωσον αὐτούς, τῆς οὐρανίου βασιλείας σου. Τὴ ἐκ νεκρῶν ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς, διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις Ἀβραάμ, τοὺς ἐξ, Ἀδὰ...

ΩΣ ΑΣΤΗΡ ΠΟΛΥΦΩΤΟΣ....

Ὡς ἀστὴρ πολύφωτος ἐκ τῆς Ἑῴας, ἀναλάμψας ηὔγασας, ἐν ταῖς καρδίαις τῶν πιστῶν, τὰς ἀρετὰς τῶν θαυμάτων σου, θαυματοφόρε θεόφρον Τιμόθεε.

ΟΛΟΣ Ο ΒΙΟΣ ΜΟΥ ΑΣΩΤΟΣ.....

Ὅλος ὁ βίος μου ἄσωτος, ἡ δὲ ψυχὴ ἀσελγής, καὶ τὸ σῶμα παμμίαρον, καὶ ὁ νοὺς ἀκάθαρτος, καὶ τὰ ἔργα παμβέβηλα, καὶ ὅλος ὄντως εἰμὶ ὑπεύθυνος, τῆς καταδίκης καὶ κατακρίσεως, ποῦ νὺν πορεύσομαι, καὶ πρὸς τῖνα φεύξομαι, εἰμὴ πρὸς σὲ; Δέσποινα σπλαγχνίσθητι καὶ δεῦρο σώσόν με.

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΤΙΜΟΘΕΕ....

Πάτερ θεόφρον Τιμόθεε, δι' ἐγκρατείας πολλῆς, καὶ συντόνου δεήσεως, τῶν παθῶν σκιρτήματα, παντελῶς ἐξηφάνισας, καὶ ἀπαθείας χάριν δεξάμενος, δοχεῖον ὤφθης τοῦ θείου Πνεύματος, ὅθεν τὰ πνεύματα, ἀπελαύνεις πάντοτε τὰ πονηρά, ζῶν καὶ μετὰ θάνατον, θεομακάριστε.

ΑΣΜΑ ΑΝΑΠΕΜΨΩΜΕΝ ΛΑΟΙ .... ΚΤΙΣΤΗ, ΑΠΟΛΟΓΟΥΜΕΝΟΣ.

Ἄσμα ἀναπέμψωμεν λαοί, τῶ θαυμαστῶ Θεῷ τῶ ἡμῶν, ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἒκ δουλείας, ὠδὴν ἐπινίκιον ἄδοντες καὶ βοῶντες, Ἀσωμὲν σοί, τῶ μόνω Δεσπότη. Πάντες δυσωπήσωμεν Χριστόν, τελοῦντες μνήμην σήμερον, τῶν ἀπ' αἰῶνος νεκρῶν, ἵνα τοῦ αἰωνίου πυρὸς αὐτοὺς ῥύσηται, πίστει κεκοιμημένους, καὶ ἐλπίδι ζωῆς αἰωνίου. Βάθει τῶν κριμάτων σου Χριστέ, πανσόφως σὺ προώρισας, ἑκάστου τέλος ζωῆς, τὸν ὅρον καὶ τὸν τρόπον, διὸ οὓς ἐκάλυψε τάφος, ἐν πάσῃ χώρα, ἐν τῇ κρίσει, σῶσον Πανοικτίρμον. Ὅρους τῆς ζωῆς ἡμῶν ὁ δούς, διὸ τοὺς ἀφυπνώσαντας ἐκ τῆς τοῦ βίου νυκτός, ἡμέρας ἀνεσπέρου, υἱοὺς δεῖξον, Κύριε, Ἱερεῖς ὀρθοδόξους, Βασιλεῖς τε, καὶ πάντα λαόν σου. Οὓς πὲρ κατεκάλυψεν ὑγρά, καὶ πόλεμος ἐθέρισε, σεισμος δὲ οὓς συνέσχε, καὶ ἔκτειναν φονῶντες, καὶ πὺρ οὓς ἐτέφρωσε, τῶν πιστῶν Ἐλεῆμον, ἐν μερίδι, τάξον τῶν Δικαίων. Πάντα παρορῶν τὰ τῆς σαρκός, ὀφλήματα Σωτὴρ ἡμῶν ἐν πάσῃ ἡλικία, παντὸς γένους ἀνθρώπων, πρὸ τοῦ κριτηρίου σου, στῆσον ἀκατακρίτους, σοὶ τῶ Κτίστη, ἀπολογουμένους.

... ΤΟΥ ΑΒΡΑΑΜ ΜΙΜΗΤΗΣ....

Πάτερ θεόφρον Τιμόθεε, τοῦ Ἀβραὰμ μιμητής, ἀψευδὴς ἐχρημάτισας, θεραπεύων πάντοτε, τοὺς πρὸς σὲ καταφεύγοντας, Ἰὼβ ἐκτήσω τὸ ἐν τοῖς πόνοις στερρόν, Δαυίδ τὸ πρᾶον ἀνατεινόμενος, βίον ἰσάγγελον, ἐπὶ γῆς διήνυσας, τῶν ὀρεκτῶν, ἔφθασας τὸ ἔσχατον, ὑπὲρ ἡμῶν δυσωπῶν.

ΙΕΡΕ ΤΙΜΟΘΕΕ, ΤΗΣ ΣΩΦΡΟΣΥΝΗΣ....ΣΕΒΑΣΜΙΩΤΑΤΕ

Πάτερ Ἱερὲ Τιμόθεε, τῆς σωφροσύνης εἰκών, ἐγκρατείας ὑπλοδειγμα, εὐσεβείας, ἴνδαλμα, καὶ πηγὴ κατανύξεως, ὀρθοδοξίας ἔρεισμα ἄσειστον, τῶν ἰαμάτων ῥεῖθρον ἀέναον, ἥλιος ἄδυτος, τέκνον θείας χάριτος, καὶ Μοναστῶν, ὤφθης ἐγκαλλώπισμα, σεβασμιώτατε.

ΤΙΜΟΘΕΟΥ ΤΟΥ ΕΝ ΣΥΜΒΟΛΟΙΣ

Εικόνα
ΤΗ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Σ υ ν α ξ ά ρ ι ο ν Τὴ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Τιμοθέου τοῦ ἐν Συμβόλοις. Στίχοι · Καὶ ζώντα Τιμόθεε καὶ τεθνηκότα, · Τιμᾷ Θεὸς ζώντων σὲ καὶ τεθνηκότων. · Εἰκάδι Τιμόθεον πρώτη κατὰ σῆμα κάλυψεν. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Εὐσταθίου, Πατριάρχου Ἀντιοχείας τῆς μεγάλης. Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Ἀμάστριδος. Στίχοι · Ὁ Γεώργιος, καὶ λιπων τὸ σαρκίον, · Πολλοὶς γεωργεῖ ψυχικὴν σωτηρίαν. Τὴ αὐτὴ ἡμέρα, ὁ ἐν ἁγίοις Πατὴρ ἡμῶν Ἰωάννης, Πατριάρχης Κωνσταντινουπόλεως, ὁ ἀπὸ Σχολαστικών, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι · Χριστοῦ τέθνηκας ὁ Σχολαστικὸς θύτης, · Καὶ τῶν μακρῶν σου νὺν σχολὴν ἄγεις πόνων. Τὴ αὐτὴ ἡμέρα, ὁ ἅγιος Ζαχαρίας, Πατριάρχης Ἱεροσολύμων, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι · Μακάριος εἶ καὶ θανῶν Ζαχαρία, · Ζαχαρία πρόεδρε γὴς μακαρίας. Ταὶς αὐτῶ...

ΘΕΩΡΗΣΑΝΤΕΣ ΠΑΛΑΙ, ΕΝΘΕΑΣΤΙΚΩΤΑΤΑ ΘΕΟΧΑΡΙΤΩΤΕ...

Θεωρήσαντες πάλαι, ἐνθεαστικώτατα θεοχαρίτωτε, οἱ σεπτοὶ Προφῆται, μυστηρίου τὸ βάθος τὸ ἄφραστον, τῆς σεπτῆς λοχείας, σοῦ τῆς ἁγνῆς ποικιλοτρόπως, ὡς ἐχώρησαν τοῦτο προήγγειλαν.

ΕΛΑΙΟΝ ΘΕΙΟΝ ΑΡΥΣΑΣΘΕ...ΤΗΝ ΘΕΙΑΝ ΜΝΗΜΗΝ ΑΥΤΟΥ.

Ἔλαιον θεῖον ἀρύσασθε, ὡς ἐκ πηγῆς προϊόν, βλαστανούσης ἀέναον, τῆς τιμίας λάρνακος, τοῦ σοφοῦ Ἀρχιποίμενος, καὶ τῶ τῶν ὅλων, Θεῷ βοήσατεú ὁ ἐν Ἁγίοις σου θαυμαζόμενος, τούτου δεήσεσι, σῶσον ἡμᾶς οἴκτειρον, ὡς ἀγαθός, πίστει ἑορτάζοντας, τὴν θείαν μνήμην αὐτοῦ.

ΛΕΟΝ ΤΩ ΟΝΤΙ ΜΑΚΑΡΙΟΣ, ΑΡΧΙΕΡΕΥΣ ΓΕΓΟΝΩΣ....

Λέον τῶ ὄντι μακάριος, Ἀρχιερεὺς γεγονῶς, ἐπὶ χλόην ἐξέθρεψας, ῥάβδω θείας πίστεως, ὡς ποιμὴν ἀληθέστατος, ὀρθοδοξίας καὶ τελειότητος, τὴν σὴν ἀγέλην σθένει τοῦ Πνεύματος, ἢς κατενώπιον, ἐκτελῶν τεράστια, θεοπρεπῶς, κλέος ἀναφαίρετον, ἐκληρονόμησας.

ΙΝΑ ΤΙ ΜΕ ΑΠΩΣΩ

Ἴνα τὶ μὲ ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιονú ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. Νοὶ καθαρωτάτω, νοῦν τὸν πάντων αἴτιον ἑνοπτριζόμενος, παρ' αὐτοῦ ἐδέξω, χαρισμάτων τὴν αἴγλην θεόπνευστε, καὶ τῶν ἰαμάτων, τὰς ἱερὰς φωτοχυσίαςú δι' ὧν λύεις παθῶν τὴν σκοτόμαιναν. Τὸν ἀπάταις δαιμόνων, πάντας τοὺς πιστεύοντας Χριστῷ μωραίνοντα, τῶ πυρὶ δικαία, παραδέδωκας ψήφω Μακάριε, καὶ ψυχὰς ἐρρύσω, τῆς ὀλεθρίου τουτου βλάβης, ὡς Ποιμὴν ἀληθὴς καὶ σωτήριος. Ἀναφθείσης ἐν μέσῳ, ἔστης ἀκατάφλεκτος πυρὰς Ἀοίδιμεú ἡ γὰρ θεία δρόσος, τοῦ Ἁγίου ἐκύκλου σὲ Πνεύματος, ὡς Ἱερομύστην, ὡς λειτουργὸν τῆς θείας δόξης, ὡς τῆς ἄνω λαμπρότητος μέτοχον.

Ο ΤΟΙΣ ΠΑΣΙΝ ΑΧΩΡΗΤΟΣ, ΠΑΝΑΓΝΕ....

Ὁ τοὶς πάσιν ἀχώρητος, Πάναγνε χορεῖται ἐν τῇ νηδύϊ σου, διασώζων μὲ χρηστότητι, τὸν βεβυθισμένον ἁμαρτήμασιν.

ΕΙΣΑΚΗΚΟΑ ΚΥΡΙΕ.... ΤΗΣ ΔΙΑΝΟΙΑΣ.... ΑΝΘΡΩΠΩΝ ΚΑΤΑΦΥΓΙΟΝ.

Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν θεότητα. Γηπονήσας τὴν ἄρουραν, σοῦ τῆς διανοίας ἑκατοστεύοντα, στάχυν ἤνεγκας Πανόλβιε, ἀρετῶν ἐνθέων καὶ ἰάσεων. Ἡ ἁγία σου Ἅγιε, θήκη ἀενάως ἔλαιον ἅγιον, ἀναβλύζει ἁγιάζουσα, τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοί. Νοσημάτων καθάρσιον, πονηρῶν, δαιμόνων φυγαδευτήριον, Ἱεράρχα, ἐχρημάτισας, καὶ πιστῶν ἀνθρώπων καταφύγιον.

.... ΤΩ ΣΤΑΥΡΩ ΘΕΑΣΑΜΕΝΗ... ΤΟΝ ΑΝΘΡΩΠΟΝ.

Ἡ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῶ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνωδοῦσα ἐκραύγαζεν, Οἴμοι τέκνον! πῶς πάσχεις θέλωνú ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.

ΘΕΙΑΣ ΦΥΣΕΩΣ ΟΥΚ ΕΧΩΡΙΣΘΗ....ΜΕΓΑ ΕΛΕΟΣ

Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Μητέρα Παρθένον σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριοςú Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΜΕΓΑΣ ΗΛΙΟΣ ΤΗ ΟΙΚΟΥΜΕΝΗ

Μέγας ἥλιος τὴ οἰκουμένη, ἀνατέταλκας τῶν ἀρετῶν σου, ἀναλάμψει καὶ θαυμάτων λαμπρότητι, φωταγωγήσας Πιστῶν τὰ συστήματα, καὶ ἀφανίσας παθῶν ἀμαυρότηταú Λέον Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τὸ μέγα ἔλεος.

Η ΛΑΒΙΣ Η ΤΟΥ ΘΕΙΟΥ, ΚΑΙ ΦΩΤΑΥΓΟΥΣ...

Ἡ λαβὶς ἡ τοῦ θείου, καὶ φωταυγοῦς ἄνθρακος, βᾶτος ἡ πυρὶ μὴ φλεχθεῖσα, τῶ τῆς θεότητος, τὰ φρυγανώδη μου, πάντα κατάφλεξον πάθη, τοῦ πυρὸς ἐξάρπασον, διαιωνίζοντος.

ΟΥΡΑΝΙΑΣ ΑΨΙΔΟΣ...

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ μὲ στερέωσον, ἐν τῇ ἀγάπη τὴ σή, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Τὰ σωτήρια Πάτερ, καὶ εὐσεβῆ δόγματα, τῆς ὀρθοδοξίας φυλάττων ἀδιαλώβητα, ποίμνην ἐξέθρεψας, ἐπὶ νομὰς ζωηφόρους, καὶ πρὸς ἐπουράνιον, μάνδραν εἰσήλασας. Ἀνελθων ἐν τῷ ὕψει, τῶν ἀρετῶν Ὅσιε, χρίσμα ἱερὸν ὑπεδέξω, καὶ τὸν Πανύψιστον, πανσόφως ἤνεσας, ὑψηλοτάτη καθέδρα, λειτουργήσας χάριτι, τούτω ὡς Ἄγγελος. Πειρασμοὺς ὑπομεῖνας, διὰ Χριστὸν Ὅσιε, τῆς ἀθανασίας μετέσχες καὶ τῆς θεώσεως, μύρον εὐῶδες δέ, διηνεκῶς ἀναβλύζον, ἁγιάζεις πίστει σοί, τοὺς προσπελάζοντας.

ΝΑΟΣ ΕΧΡΗΜΑΤΙΣΑΣ ΤΟΥ ΘΕΟΥ, ΑΜΟΛΥΝΤΕ

Ναὸς ἐχρημάτισας τοῦ Θεοῦ, ἀμόλυντε Κόρη, τοῦ οἰκήσαντος ὑπὲρ νοῦν, ἐν σοὶ Θεοτόκε κα τὴν πλάνην, ἐκ τῶν ψυχῶν τῶν βροτῶν ἐξοικίσαντος.

...ΛΑΜΠΤΗΡΑ ΣΕ ΘΕΙΟΝ Η ΤΟΥ ΧΡΙΣΤΟΥ....

Ὑγρὰν διοδεύσας ὥσεί ξηράνú καὶ τὴν Αἰγυπτίαν μοχθηρίαν διαφυγῶν, ὁ Ἰσραηλίτης ἀνεβόα, Τῶ Λυτρωτὴ καὶ Θεῷ ἡμῶν ἄσωμεν. Λαμπτήρά σε θεῖον ἡ τοῦ Χριστοῦ, φαιδρὰ Ἐκκλησία, κεκτημένη Λέον σοφέ, ταὶς τῶν ἀρετῶν σου φρυκτωρίαις, καὶ τῶν θαυμάτων πλουσίως φωτίζεται. Ἐκ βρέφους ἀνέθηκας σεαυτόν, τῶ πάντων Δεσπότη, καὶ νεκρώσει τῶν ἡδονῶν, ζώσα τούτω γέγονας θυσία, θύων σαυτὸν ἀναιμάκτως Μακάριε. Ὁ βίος σου φέγγει τῶν ἀρετῶν, κατηγλα ϊσμένος, καὶ θαυμάτων ταὶς ἀστραπαίς, καθωραϊσμένος θεοφόρε, περιφανῆ σὲ τοὶς πάσιν εἰργάσατο.

ΗΛΙΟΣ ΤΕΚΝΟΝ ΗΜΑΥΡΩΤΑΙ...

Ἥλιος Τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, γνοφερῶς μετέβαλεú γῆ κλονεῖται, καὶ ῥήγνυται, τὸ τοῦ ναοῦ σου δὲ καταπέτασμαú καγῶ πῶς Τέκνον, οὐ διαρρήξομαι, σπλάγχνα καὶ ὄμματα; παρειὰς γλυκύτατε καταξανῶ, ἀδίκως σὲ θνήσκοντα, βλέπουσα Σώτέρ μου.

ΔΕΥΡΟ ΨΥΧΗ ΜΟΥ ΣΤΕΝΑΖΟΥΣΑ....

Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τὴ Παρθένω βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με, ῥύσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.