Αναρτήσεις

Προβολή αναρτήσεων από Σεπτέμβριος, 2010

ΜΑΡΤΥΡΩΝ ΕΝ ΑΙΜΑΤΙ, ΤΗΝ ΙΕΡΑΝ ΔΙΠΛΟΪΔΑ....

Μαρτύρων ἐν αἵματι, τὴν ἱερὰν διπλοΐδα, φοινίξας εἰσέδραμες, εἰς Ἁγίων Ἅγια, ἀξιάγαστε, ἔνθα φῶς ἄρρητον, ἔνθα θεία δόξα, ὅπου ἦχος ἐορτάζοντος, ἐν ᾧ τῶν πόνων σου, Μάρτυς ἀποδέχῃ τὰ ἔπαθλα, καὶ στέφος τὸ ἀμάραντον, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν, καὶ τοῦ Παραδείσου, τὴν οἴκησιν Γρηγόριε σοφέ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν. Βασάνων οὐκ ἔσεισε, σοῦ τὴν ψυχὴν τρικυμία, οὐ κάθειρξις χρόνιος, ἐν ζοφώδει λάκκῳ σε κατακρύπτουσα, Ἀθλητὰ ἔνδοξε, ἀλλ' ὡς φῶς ἤστραψας, τοῖς ἐν σκότει κινδυνεύουσι, τῆς ματαιότητος, οὓς υἱοὺς ἡμέρας ἀνέδειξας, λουτροῦ διὰ Βαπτίσματος, καὶ ἀναγεννήσεως κρείττονος, καὶ σωτηριώδους, καὶ θείας ἀληθῶς διαγωγῆς, ὡς ἱεράρχης θεόληπτος, πάνσοφε Γρηγόριε. Νυμφίον ἀθάνατον, σὲ τὸν ἁπάντων Δεσπότην, Ῥιψιμία στέργουσα, τὴν δορὰν ἀφήρηται, τὴν τοῦ σώματος, τῶν παθῶν πρότερον, τὸν ζοφώδη σάκκον, ἐγκρατείᾳ διαρρήξασα· μεθ' ἧς ἠγώνισται, καὶ Γαϊανὴ ἡ ἀοίδιμος, παρθένων ἐπιφέρουσα, ὅμιλον στερρῶς ἐναθλήσαντα, καὶ καταβαλόντα, τῆς Εὕας τὸν ἀρχαῖον πτερνιστήν...

ΤΟΥΤΟΝ ΤΟΝ ΜΕΓΑΝ ΕΝ ΑΘΛΟΦΟΡΟΙΣ, ΤΟΝ ΦΩΣΤΗΡΑ ΤΟΝ ΘΕΙΟΝ, ΑΡΜΕΝΙΑΣ ΠΙΣΤΟΙ

Τοῦτον τὸν μέγαν ἐν ἀθλοφόροις, τὸν φωστῆρα τὸν θεῖον, Ἀρμενίας πιστοὶ ποιμένα τε καὶ πρόμαχον, ἐν ὑμνῳδίαις εὐφημοῦμεν, καὶ ᾄσμασιν ἐνθέοις αὐτοῦ τὴν μνήμην· τὴν γὰρ ἀχλὺν τῶν ματαίων εἰδώλων ἠφάνισε, σὺν αὐτοῖς καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν ἐνέκρωσε· διὸ τοὺς πόνους ὑπήνεγκε, σταθερᾷ διανοίᾳ καὶ χάριτι, καὶ πρεσβεύει Χριστῷ τοῦ σωθῆναι ἡμάς.

ΙΣΧΥΪ ΝΕΥΡΟΥΜΕΝΟΣ ΧΡΙΣΤΟΥ ΥΠΗΝΕΓΚΑΣ, ΤΩΝ ΒΑΣΑΝΩΝ ΤΟ ΕΠΙΠΟΝΟΝ, ΣΤΗΛΑΣ ΚΑΤΕΑΞΑΣ ΔΑΙΜΟΝΩΝ, ΝΑΟΥΣ ....

Ἰσχύϊ νευρούμενος Χριστοῦ ὑπήνεγκας, τῶν βασάνων τὸ ἐπίπονον, στήλας κατέαξας δαιμόνων, ναοὺς εἰδωλικοὺς κατηδάφισας, λαούς τε τοὺς ἐν ἀγνοίᾳ ἐφώτισας, Ἱερομάρτυς πανσεβάσμιε. Ὡς ὄρθρος ἀνέτειλεν ἡμῖν ἡ μνήμη σου, χαρισμάτων αἴγλην φέρουσα· σὺ γὰρ φωτὸς ὤφθης δοχεῖον, τοῦ θείου καὶ πρὸς φῶς ἐξεδήμησας, ἀνέσπερον πλουσίως λαμπόμενος, φωτοχυσίαις θείαις Ὅσιε. Συνόμιλος ὤφθης Προφητῶν, Μαρτύρων τε, Ἀποστόλων ὁμοδίαιτος, Ἀρχιερέων καὶ Ὁσιῶν, Ἀγγέλων Ἀρχαγγέλων ἰσόρροπος· μεθ' ὧν ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, Πάτερ δυσώπει τὸν φιλάνθρωπον. Ἠρίστευσαν γύναια σεμνὰ τὴν ἔκπτωσιν, τὴν τῆς Εὕας ἀνορθούμενα, ἤνεγκαν πόνων τρικυμίαν, μεγάλα τὸν εἰς ὕψος καυχώμενον, ποσὶν ὡραιοτάτοις συνέτριψαν· ἃς ἐπαξίως μακαρίζομεν.

ΕΝΑΘΛΗΣΑΣ ΝΟΜΙΜΩΣ ΚΑΤΗΣΧΥΝΑΣ, ΤΟΥΣ ΑΝΟΜΟΥΣ ΕΧΘΡΟΥΣ ΚΡΑΤΑΙΟΤΑΤΑ, ΙΕΡΟΥΡΓΕ ΓΡΗΓΟΡΙΕ...

Ἐναθλήσας νομίμως κατῄσχυνας, τοὺς ἀνόμους ἐχθροὺς κραταιότατα, ἱερουργὲ Γρηγόριε, καὶ Θεῷ προσηγάγω μέλποντα δῆμον· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Νεουργήσας τὴν ἄκαρπον ἄρουραν, κατεβάλου τοῦ λόγου τὰ σπέρματα, εἰς ἑκατὸν δρεψάμενος, λογικῶν ἀσταχύων τὴν εὐκαρπίαν, γεωργῷ τῶν ψυχῶν εὐφορήσασαν. Ἀστραπαῖς σου τῶν λόγων ἐφώτισας, καὶ πολλὰς μυριάδας προσήγαγες, τῷ δι' ἡμᾶς ἑκούσια, ὑπομείναντι πάθη, ᾧ μελωδοῦμεν· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΓΡΗΓΟΡΙΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΑΡΜΕΝΙΑΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας. Στίχοι Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου, Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ, Ἀρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων. Στίχοι Ἤλγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία, Ἄπειρα τούτοις ἀνταριθμοῦσα στέφη. Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι. Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει. Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων, Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν. Στίχοι Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει, Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις. Δυὰς γυναικῶν, ἀρεταῖς τεθραμμένων, Ἀθλητικῷ τμηθεῖσα κοσμεῖται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ...

ΤΩΝ ΜΟΝΑΣΤΩΝ ΤΑ ΠΛΗΘΗ, ΤΟΝ ΚΑΘΗΓΗΤΗΝ ΣΕ ΤΙΜΩΜΕΝ ΚΥΡΙΑΚΕ ΠΑΤΗΡ ΗΜΩΝ

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Κυριακὲ Πατὴρ ἡμῶν· διὰ σου γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συμμέτοχε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ' ὧν πρὲσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.

ΤΗΣ ΕΡΗΜΟΥ ΠΟΛΙΤΗΣ, ΚΑΙ ΕΝ ΣΩΜΑΤΙ ΑΓΓΕΛΟΣ, ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΟΣ ΑΝΕΔΕΙΧΘΗΣ....

Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Κυριακέ· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τάς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σου πᾶσιν ἰάματα.

ΤΗΣ ΑΝΩ ΕΦΙΕΜΕΝΟΣ, ΥΠΕΡΚΟΣΜΙΟΥ ΖΩΗΣ, ΤΟΥ ΚΟΣΜΟΥ ΤΗΝ ΤΕΡΠΝΟΤΗΤΑ, ΩΣ ΔΙΑΠΙΠΤΟΥΣΑΝ....

Τῆς ἄνω ἐφιέμενος, ὑπερκοσμίου ζωῆς, τοῦ κόσμου τὴν τερπνότητα, ὡς διαπίπτουσαν, κατέλιπες Ὅσιε· ὅθεν ἐν ταῖς ἐρήμοις, καὶ σπηλαίοις οἰκήσας, πόλεως οὐρανίου, ἀνεδείχθης πολίτης, ἐν ᾗ τῶν ἐκτελούντων τὴν σήν, μνήμην μνημόνευε.

ΠΑΡΘΕΝΕ ΠΑΝΑΜΩΜΕ, ΜΗΤΗΡ ΧΡΙΣΤΟΥ ΤΟΥ ΘΕΟΥ, ΡΟΜΦΑΙΑ ΔΙΗΛΘΕ ΣΟΥ, ΤΗΝ ΠΑΝΑΓΙΑΝ ΨΥΧΗΝ

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθε σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου· ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

ΕΦΡΙΞΕ ΣΟΥ ΗΛΙΟΣ, ΤΟ ΕΓΚΡΑΤΕΣ ΚΑΙ ΣΤΕΡΡΟΝ, ΔΙ ΕΤΩΝ

Ἔφριξέ σου ἥλιος, τὸ ἐγκρατὲς καὶ στερρόν, δι' ἐτῶν σε, πλείστων ὀργιζόμενον, μὴ δυνηθείς, ὅλως κατιδεῖν, μήτε ἐν ἡμέρᾳ, τροφῆς μετέχοντα Ὅσιε, εὐτόνως μελῳδοῦντα, ἀγρυπνίαις ἀπαύστοις· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Νόμοις Καινῆς, καὶ Παλαιὰς Διαθήκης σοφέ, ἐν συνέσει, Μάκαρ τῶν Ἁγίων ἀνδρῶν, ἐμμελετῶν ἅπαν ἀρετῆς, εἶδος ἀπεμάξω, σοφῆς μελίσσης τὸν τρόπον ζηλῶν, καὶ σκεῦος χρηματίσας, ἐκλογῆς ἀνεβόας· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Ὄλβος τρυφῆς, καύχημα καὶ ἀγαλλίαμα, τῶν Ὁσίων, πέφυκας Χριστὲ ὁ Θεός· ὅθεν ποθῶν, σὲ Κυριακός, πάντα τὰ ἐν κόσμῳ, τερπνὰ λελόγισται σκύβαλα· διὸ καὶ ἐν ἐρήμοις, ἐρωτικῶς ἀβάτοις, κατετρύφα τῆς σῆς ὡραιότητος. Ἴσμεν ποτέ, Μερρᾶς γλυκάναντα νάματα, τὸν Προφήτην, σκίλλης δὲ πικρὰν ἐδωδήν, μεταβαλών, σὺ Κυριακέ, εἰς γλυκεῖαν γεῦσιν, τὴν παρρησίαν δεικνύεις σαφῶς, πρὸς Κύριον τὸν ὄντως, τοὺς αὐτοῦ ὑπηρέτας, θεϊκῇ δυναστείᾳ δοξάζοντα. Ὁ φοιτητής, καὶ μιμητὴς τοῦ Δεσπότου Χριστοῦ, τοῦ ἱκέτου σεληνιαζόμενον, σὺ τὸν υἱόν, διὰ προσευχῆς, οἴκτῳ θερα...

ΤΙΣ Ο ΠΡΟΣΦΥΓΩΝ ΕΝ ΤΗ ΣΚΕΠΗ ΣΟΥ, ΘΕΟΤΟΚΕ ΑΕΙΠΑΡΘΕΝΕ....

Τὶς ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου, Θεοτόκε ἀειπάρθενε, ἀνύμφευτε Ἁγνή, οὐ λαμβάνει τὴν ταχεῖαν, τῶν δεινῶν ἀπαλλαγήν, εὑρίσκει, βοηθὸν σε ἀκαταίσχυντον, προστάτιν τε, καὶ πύργον ἀρραγέστατον, Θεογεννῆτορ πανάμωμε, Χριστιανῶν ἡ ἀντίληψις, μεσίτευσον, τοῦ σωθῆναι τοὺς τιμῶντας σε.

ΘΕΟΣ ΘΕΤΟΣ ΓΕΓΟΝΩΣ, ΧΡΙΣΤΟΥ ΘΕΩΣΕΙ ΤΟΥ ΦΥΣΕΙ ΘΕΟΥ

Θεὸς θετὸς γεγονώς, Χριστοῦ θεώσει τοῦ φύσει Θεοῦ, τῆς φύσεως ἀλγεινάς, πηρώσεις ἀνώρθωσας, νοσοῦντας ἰώμενος, δαιμονῶντας αὖθις, θεραπεύων θείᾳ χάριτι. Ἐξέφυγες τοῦ πρὸς σὲ, φοιτῶντος πλήθους τὴν ὄχλησιν, καὶ πάλιν τοὺς φοβερούς, χειμάρρους κατέλαβες, ἐκκλίνων, ἀοίδιμε, τῶν κενῶν ἐπαίνων, ἀνθρώπων τὸ δοξάριον. Ὀνείρου δίκην φθαρτοῦ, τοῦ κόσμου πᾶσαν τὴν δόξαν ὁρῶν, τοῦ νόμου ζῶντος Θεοῦ, τῆς δόξης τῆς κρείττονος, ἐπόθησας μέτοχος, σοφὲ χρηματίσαι, ἧς ἐνδίκως κατηξίωσαι.

ΚΛΕΟΣ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ ΧΡΙΣΤΕ, ΠΑΡΑΣΧΟΥ ΜΟΙ ΚΑΙ ΧΑΡΙΤΟΣ, ΤΟΝ ΟΣΙΟΝ ΑΞΙΩΣ

Κλέος θείας γνώσεως Χριστέ, παράσχου μοι καὶ χάριτος, τὸν ὅσιον ἀξίως, Κυριακὸν ὑμνῆσαι, ταῖς τούτου ἐντεύξεσι· σὺ γὰρ τῶν ὑπὲρ λόγον, ὁ ταμίας σοφῶν διδαγμάτων. Ὕμνον προσκομίζοντά σοι νῦν, Κυριακὲ μακάριε, εὐμενῶς δεδεγμένος, τῆς θείας μετασχεῖν με, Χριστὸν καθικέτευε, αἴγλης καὶ φωταυγίας, καὶ τῆς ὄντως τυχεῖν σωτηρίας. Ῥώμῃ τοῦ Δεσπότου κραταιᾷ, ῥωννύμενος τοὺς ἄρχοντας, Κυριακὲ παμμάκαρ, τοῦ σκότους ἐτροπώσω· τοῖς τούτου δὲ ἴχνεσι, Πάτερ ἀκολουθήσας, πρὸς τὴν ἄνω κατήντησας λῆξιν. Ἴσην ἐδείξω ἐπὶ γῆς, πρὸς Ἀσωμάτους ἅμιλλαν, ὅλον καθυποτάξας, σαρκὸς τῷ ζωηφόρῳ, τὸ φρόνημα Πνεύματι· ὅθεν ἐν οὐρανοῖς νῦν, συγχορεύεις αὐτοῖς θεοφόρε.

ΑΟΚΝΩΣ ΔΙΗΝΥΣΑΣ, ΤΗΝ ΤΡΙΒΟΝ ΤΗΣ ΖΩΗΣ....

Ἀόκνως διήνυσας, τὴν τρίβον τῆς ζωῆς· ἐκ γὰρ βρέφους ἐπόθησας, τὸν Κτίστην σου Ὅσιε, ὃν διψῶν ἐξεζήτεις, ἐλάφου μιμούμενος, τὸν δρόμον ἐφ' ὑδάτων πηγάς. Καρδίας τοῖς πίναξιν, ἐγγραφείσας τῆς σῆς, δεδεγμένος Θεσπέσιε, δακτύλῳ τοῦ Πνεύματος, ὥσπερ ἔμψυχος βίβλος, ἐμπράκτως ἐτήρησας, Χριστοῦ τάς ζωτικὰς ἐντολάς. Ἐκράτησας Ὅσιε, ἐν νηστείαις γαστρός, τῆς λιχνώδους ὀρέξεως, καὶ τὴν ὑπόγαστρον ἡδονὴν συννεκρώσας, ἁγνείᾳ συνέζησας, Πάτερ διὰ βίου παντός. Γηθόμενος ἔμφρονα, τῇ Τριάδι ναόν, σαυτὸν κατεσκεύασας, τὸν νοῦν καθηράμενος, καὶ σῶμα καὶ Πνεῦμα, Τρισμάκαρ καὶ γέγονας, δοχεῖον τρισηλίου φωτός.

ΩΣ ΥΠΕΡΜΑΧΩ ΚΡΑΤΑΙΩ ΚΑΙ ΑΝΤΙΛΗΠΤΟΡΙ

Ὡς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμῶσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως. Ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζωμεν· Χαίροις Πάτερ τρισόλβιε.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΑΚΟΥ ΤΟΥ ΑΝΑΧΩΡΗΤΟΥ

Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ. Στίχοι Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ, Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης. Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν πεντήκοντα Μαρτύρων τῶν ἐν Παλαιστίνῃ, καὶ τῶν Ἁγίων Μαρτύρων Τρύφωνος, Τροφίμου καὶ Δορυμέδοντος, καὶ τῆς Ἁγίας Μάρτυρος Πετρωνίας. Στίχοι Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία, Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γουδελίας. Στίχοι Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων, Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κασδόου καὶ Κασδόας. Στίχοι Ἀθλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα, Ὁ μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δάδα, Γοβδελαᾶ, υἱοῦ Σαβωρίου βασιλέως Περσῶν. Στίχοι Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος, Τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου Δάδα. Ὁ Γοβδελαᾶς πείρεται τοῖς καλάμοις, Τὸν καλάμῳ τυφθέντα Χριστ...

ΠΑΘΩΝ ΚΥΡΙΕΥΣΑΣ ΤΟΥ ΣΩΜΑΤΟΣ

Παθῶν κυριεύσας τοῦ σώματος, ἐγκρατείας χαλινῷ, θαυματουργὲ Κυριακέ, ἀπαθείας τὴν λαμπράν, Πάτερ ἐνδέδυσαι στολήν, καὶ πᾶσαν, τὴν κακίαν ἀπεγύμνωσας, τοῦ πάλαι, τοὺς Προπάτορας γυμνώσαντος, καὶ νῦν οἰκεῖς τὸν Παράδεισον, διὰ παντὸς εὐφραινόμενος, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν. Φέρων τὸν σταυρὸν ἐπὶ ὤμων σου, ἠκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ, τῶν ἐν βίῳ ἡδονῶν, καταφρονῶν Κυριακέ, καὶ πάθη, θανατώσας τὰ τοῦ σώματος, συντόνοις, ἀγρυπνίαις καὶ δεήσεσι, χάριν ἀπείληφας Ὅσιε, τοῦ θεραπεύειν νοσήματα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν. Ἔρημον κατῴκησας ὅσιε, ἐδωδὴν Κυριακέ, σκίλλαν ποιούμενος πικράν· καὶ τὴν αἴσθησιν πικραίνων, τῆς ψυχῆς τάς ἡδονάς, προρρίζους, ἐναπέτεμες μακάριε· διὸ σε ἡ οὐράνιος ἀπόλαυσις, μετὰ τὸ τέλος ἐδέξατο, ἀγγελικῶς βιοτεύσαντα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ....

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Χαρίτων Πατὴρ ἡμῶν Ὅσιε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΠΑΘΗ ΤΑ ΤΟΥ ΣΩΜΑΤΟΣ, ΔΙ ΕΓΚΡΑΤΕΙΑΣ ΕΜΑΡΑΝΑΣ

Πάθη τὰ τοῦ σώματος, δι' ἐγκρατείας ἐμάρανας, καὶ συντόνου δεήσεως, καὶ ὄφιν τὸν δόλιον, τῶν δακρύων ὄμβροις, ἀπέπνιξας Πάτερ, καὶ εὐηρέστησας Θεῷ, ὑπερβαλλόντως Χαρίτων Ὅσιε· διὸ σε κατεκόσμησεν, ἐπουρανίοις χαρίσμασιν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἱδρῶσιν ἀσκήσεως, ἐναποσβέσας τοὺς ἄνθρακας, τῶν παθῶν ἀξιάγαστε, πυρὶ προσωμίλησας, αἰκισμῶν καὶ πόνων, καθομολογήσας, πρὸ τῶν ἀνόμων δικαστῶν, τοῦ σαρκωθέντος Λόγου τὴν κένωσιν, καὶ Μάρτυς ἐχρημάτισας, πεποικιλμένος, τοῖς στίγμασι, πολυτρόπων κολάσεων, θεοφόρε πανόλβιε. Ἐρήμοις καὶ ὄρεσι, σὺ φυγαδεύων ἐμάκρυνας, τὴν ψυχὴν ἀκηλίδωτον, τηρῶν ἱερώτατε, καὶ Τριάδος οἶκος, Χαρίτων ἐδείχθης, ἧς τῇ δυνάμει ἱερούς, ἀνεδομήσω οἴκους μακάριε, καὶ μάνδρας εἰς σωτήριον, τῶν μοναστῶν περιποίησιν, τῶν τιμώντων τὴν μνήμην σου, τὴν ἁγίαν ἀοίδιμε.

ΤΟΥΤΟΝ ΤΟΝ ΜΕΓΑΝ ΕΝ ΤΟΙΣ ΟΣΙΟΙΣ, ΤΟΝ ΦΩΣΤΗΡΑ ΤΟΝ ΘΕΙΟΝ ΙΚΟΝΙΟΥ

Τοῦτον τὸν μέγαν ἐν τοῖς Ὁσίοις, τὸν φωστῆρα τὸν θεῖον Ἰκονίου πιστοί, Χαρίτωνα τὸν μακάριον, ἐν ὑμνῳδίαις ἀνευφημήσωμεν, καὶ ἐν ᾄσμασι θείοις, αὐτοῦ τὴν κάραν στέψωμεν· τὴν γὰρ ὀφρὺν τῶν ματαίων εἰδώλων ἠδάφισε, σὺν τούτοις καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν πᾶσαν ἐνέκρωσε· διὸ τοὺς πόνους μὲν ἤνεγκε, τῶν βραβείων δὲ ἔτυχεν ἀληθῶς· Αὐτὸν οὖν ἐπαινοῦντες γεραίρομεν, τοῦ κόσμου φωστῆρα τὸν παγκόσμιον.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΧΑΡΙΤΩΝΟΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Χαρίτωνος. Στίχοι Τῆς γῆς πατήσας τάς τρυφὰς ὁ Χαρίτων, Κατατρυφᾷ νῦν οὐρανοῦ τῶν χαρίτων. Εἰκάδι ὀγδοάτῃ Χαρίτων θάνε γήραϊ μακρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Βαρούχ. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων, καὶ αὐταδέλφων, Ἀλεξάνδρου, Ἀλφειοῦ, καὶ Ζωσίμου, καὶ τοῦ Ἁγίου Μάρτυρος Μάρκου τοῦ ποιμένος, καὶ τῶν Ἁγίων Μαρτύρων Νίκωνος, Νέωνος, Ἡλιοδώρου, καὶ τῶν λοιπῶν παρθένων καὶ παίδων. Στίχοι Εἰσδύντες εἰς γῆν Μάρτυρες τρεῖς Κυρίου, Ἐκεῖθεν ἐκδύνουσιν εἰς θείαν δρόσον. Ποιμὴν ὁ Μᾶρκος, Μᾶρκος, ὃν κτείνει ξίφος, Ποιμὴν προβάτων, ὡς ὁ τῆς Γραφῆς Ἄβελ. Ἡλιόδωρος, Νίκων, ἀλλὰ καὶ Νέων, Χριστοῦ κατ' ἐχθρῶν ἐκ ξίφους νίκη νέα. Τμηθέντα Παίδων καὶ Γυναικῶν μύρια, Ὦ παῖ γυναικός, καὶ Θεέ, πλήθη δέχου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσταθίου τοῦ Ῥωμαίου...

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ

Οἱ Μάρτυρές σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σου τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τάς ψυχὰς ἡμῶν.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΚΑΛΛΙΣΤΡΑΤΕ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ ΦΩΤΙ...

Μάρτυς ἀθλητὰ Καλλίστρατε τῆς εὐσεβείας φωτί, φωτισθεὶς τὴν διάνοιαν, τὴν ὁδὸν ἐβάδισας, ἀκλινῶς τὴν εἰσάγουσαν, πρὸς τὴν ἐκεῖθεν μακαριότητα, νικήσας πάντα τὰ μηχανήματα, τοῦ πολεμήτορος· ὅθεν εὐφημοῦμεν σε, τὴν ἱεράν, μνήμην σου γεραίροντες, μακαριώτατε. Μάρτυς θέοφρον Καλλίστρατε, λόγον πλουτήσας ζωῆς, πρὸς ζωὴν καθωδήγησας, τοὺς ἀγνοίᾳ πρότερον, ἐν νεκρώσει ὑπάρχοντας· οἳ καὶ θανόντες, προθύμως ἔνδοξε, διὰ τὴν πάντων, ἡμῶν ἀνάστασιν, ζῆν ἀληθέστατα, ἐν Χριστῷ πιστεύονται, μεθ' ὧν ἡμῶν, μέμνησο πρὸς Κύριον, τὸν ὑπεράγαθον. Μάρτυς Ἱερὲ Γυμνάσιε, ξίφει τὴν κάραν τμηθείς, τῇ πλημμύρᾳ τοῦ αἵματος, Φαραὼ τὸν δόλιον, ἀληθῶς κατεπόντισας, καὶ νῦν πηγάζεις, πᾶσιν ἰάματα, τοῖς τῷ ναῷ σου, πίστει προστρέχουσι, καὶ τοὺς ἀγῶνάς σου, ἐν αὐτῷ γεραίρουσι, καὶ τὴν σεπτήν, μνήμην σου μακάριε, πανηγυρίζουσιν.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΣΤΡΑΤΟΥ...

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Μάρτυρος Καλλιστράτου, καὶ τῶν σὺν αὐτῷ ἁγίων μθ' Μαρτύρων. Στίχοι Τμηθεὶς ὁ Καλλίστρατος αὐχένα ξίφει, Στρατῷ συνήφθη καλλινίκων Μαρτύρων. Εἰς τοὺς ἁγίους μθ' Μάρτυρας Δεκὰς τετραπλῆ Μαρτύρων σὺν ἐννάδι, Διὰ ξίφους ἄθλησιν ἀθλεῖ τιμίαν. Εἰκάδι ἑβδομάτῃ Καλλίστρατος ἔνθεν ἀέρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Ἐπιχάρεως. Στίχοι Εὔτολμος Ἐπίχαρις ἦν πρὸς τὸ ξίφος, Συλλήπτορα πλουτοῦσα τὴν θείαν χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰγνατίου, Ἡγουμένου γενομένου τῆς Μονῆς τοῦ Σωτῆρος Χριστοῦ, τοῦ ἐπιλεγομένου Βαθέος Ῥύακος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Μάρκου, Ἀριστάρχου, καὶ Ζήνωνος. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φιλήμονος ἐπισκόπου, καὶ Φουρτουνιανοῦ καὶ τῆς Ἁγίας Μάρτυρος Γαϊανῆς. Στίχοι Γαϊανὴ φλεχθῆναι τὰ νῶτα δίδου, Ὡς ἂν φλογίνης ῥομφαίας ν...

ΣΥ ΥΙΟΣ ΕΠΕΚΛΗΘΗΣ ΘΕΙΑΣ ΒΡΟΝΤΗΣ, ΩΣ ΤΑ ΩΤΑ ΚΩΦΕΥΣΑΣ ΤΩΝ ΔΥΣΣΕΒΩΝ

Σὺ υἱὸς ἐπεκλήθης θείας βροντῆς, ὡς τὰ ὦτα κωφεύσας τῶν δυσσεβῶν, καὶ σάλπιγγος ἡδύτερον, διηχήσας ὦ πάνσοφε, εἰς εὐθείας καρδίας τοῦ Λόγου τὴν σάρκωσιν, καὶ ὡς γνήσιος φίλος, τῷ στήθει ἀνέπεσας· ὅθεν ἑξαντλήσας, τὸ τῆς γνώσεως βάθος, τοῖς πᾶσιν ἐκήρυξας, τοῦ Πατρὸς τὸν συνάναρχον, Ἰωάννη Ἀπόστολε· πρὲσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΕΙΣ ΤΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ

Εἰς τὰ τοῦ Πνεύματος βάθη τὸν λογισμόν, ἐλλαμφθεὶς ἐνέκυψας, καὶ τὴν γέννησιν ἡμῖν, τὴν φρικτὴν ἐτράνωσας βοῶν, Θεολόγε· Ἐν ἀρχῇ, ὁ Λόγος ἦν τοῦ Θεοῦ. Κατακαμπτόμενοι πλήθει τῶν πειρασμῶν, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν ἐπαγωγαῖς, πίστει καταφεύγομεν πρὸς σέ, Θεολόγε, βοηθός, γενοῦ τοῖς δούλοις σου. Τὰ τῶν ψυχῶν ἡμῶν πάθη τὰ χαλεπά, ἰατρὸς ὡς ἄριστος, ἰασάμενος σοφέ, αἰωνίου λύτρωσαι ἡμᾶς, καταδίκης καὶ πυρός, τῇ μεσιτείᾳ σου.

ΑΝΤΙΘΕΟΝ ΠΡΟΣΤΑΓΜΑ, ΠΑΡΑΝΟΜΟΥΝΤΟΣ ΤΥΡΑΝΝΟΥ, ΜΕΤΑΡΣΙΟΝ ΤΗΝ ΦΛΟΓΑ....

Ἀντίθεον πρόσταγμα, παρανομοῦντος τυράννου, μετάρσιον τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος, καὶ ὑπερένδοξος». Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντας με, δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαι με. Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε τὸ ἀνθρώπινον· διὸ με τοῖς πάθεσι καταρρυπούμενον, καὶ καταφθειρόμενον ἐχθροῦ, ταῖς μεθοδείαις ῥῦσαι πρεσβείαις σου. Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδὲ τὴν μήτραν σου τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε, πυρὸς τοῦ αἰωνίου ῥῦσαι τὸν δοῦλον σου.

ΤΗΝ ΣΟΦΙΑΝ ΚΑΙ ΛΟΓΟΝ ΕΝ ΣΗ ΓΑΣΤΡΙ

Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γάστρι, συλλαβοῦσα ἀφράστως Μῆτερ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνέχοντα, τὸν τροφοδότην πάντων, καὶ πλάστην τῆς φύσεως· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου· Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.

ΥΨΗ ΟΥΡΑΝΙΑ ΕΚΜΑΝΘΑΝΕΙΝ, ΚΑΙ ΘΑΛΑΣΣΗΣ ΤΑ ΒΑΘΗ ΕΡΕΥΝΑΝ....

Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Η ΜΕΤΑΣΤΑΣΙΣ ΤΟΥ ΑΓΙΟΥ, ΕΝΔΟΞΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΘΕΟΛΟΓΟΥ, ΙΩΑΝΝΟΥ ΤΟΥ ΕΥΑΓΓΕΛΙΣΤΟΥ....

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ Μετάστασις τοῦ Ἁγίου, ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου καὶ Θεολόγου, Ἰωάννου τοῦ Εὐαγγελιστοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Μετάστασις τοῦ Ἁγίου ἐνδόξου, καὶ Ἀποστόλου, καὶ Εὐαγγελιστοῦ, Φίλου, Ἐπιστηθίου, Παρθένου, Ἠγαπημένου, Ἰωάννου τοῦ Θεολόγου. Στίχοι Πατρὸς παρέστης ἠγαπημένῳ Λόγῳ, Πάντων μαθητῶν Ἠγαπημένε πλέον. Πρός γε Θεὸν μετέβη βροντῆς παῖς εἰκάδι ἕκτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΙ ΤΩ ΠΥΡΓΩ ΠΑΛΑΙ ΜΕΝ....

Ἐπὶ τῷ πύργῳ πάλαι μέν, τῆς Χαλάνης συνέχεας, γλώσσας τῶν κακῶς, ὁμονοούντων Κύριε, καὶ νῦν ἐστηλίτευσας, τάς γλωσσαλγίας τῶν δυσσεβῶν, ἐπὶ βλασφημίᾳ, συμφωνούντων ἀθέσμῳ, ἐν γλώσσῃ ψελλιζούσῃ, αἰθερίου ἀρθέντος, νηπίου παραδόξως, εἰς θάμβος τῶν ὁρώντων. Ἀσκητικοῖς παλαίσμασι, τὸν ἐχθρὸν κατεπάτησας, καὶ ἠγαλλιάσθης, ἀληθῶς τῷ πνεύματι, ἐντεῦθεν ἀΐδιος, σὲ εὐφροσύνη πάνσεμνε, Κόρη ὑπεδέχθη, τὰ βραβεῖα τῆς νίκης, κατέχουσαν καὶ πίστει, τὸν Σωτῆρα βοῶσαν, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μέσον ἀνδρῶν κατῴκησας, τὴν ἁγνείαν φυλάττουσα, καὶ συντηρουμένη, μηχαναῖς τοῦ ὄφεως, ἀπήμων ἀκράδαντος, τοῦ Θεοῦ σε σκεπάζοντος, καὶ διατηροῦντος, τῇ οἰκείᾳ δυνάμει, καὶ πᾶσι προδεικνύντος, τῆς ψυχῆς σου τὴν αἴγλην, καὶ γνώμην καὶ ἀνδρίαν, θέοφρον Εὐφροσύνη.

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΕΥΦΡΟΣΥΝΗΣ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Εὐφροσύνης, θυγατρὸς Παφνουτίου τοῦ Αἰγυπτίου. Στίχοι Τὸ θῆλυ κρύπτεις ἀνδρικῶς Εὐφροσύνη, Καὶ κρυπτὰ τὸν βλέποντα Δεσπότην βλέπεις. Εἰκάδα Εὐφροσύνη κατὰ πέμπτην πότμον ὑπέστη. Εἰς τὸν Ὅσιον Παφνούτιον, τὸν πατέρα αὐτῆς. Στίχοι Μύσας ὁ Παφνούτιος ἐν τῷ σαρκίῳ, Τῷ πνεύματι ζῇ, καὶ θεωρεῖ φῶς μέγα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παφνουτίου. Στίχοι Σταυροῦσι Παφνούτιον οἱ κόσμου φίλοι. Τὸν παντὶ κόσμῳ καὶ πρὶν ἐσταυρωμένον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τοῦ μεγάλου σεισμοῦ, ἐν ᾗ τελεῖται ἡ ἐν ἀέρι ἁρπαγὴ τοῦ παιδός. Στίχοι Ἀρθεὶς ἄνω παῖς τὸ τρισύμνητον μέλος, καθὼς νόες ψάλλουσιν, ἀγγέλλει κάτω. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου, Τάττης, καὶ τέκνων αὐτῶν Σαβινιανοῦ, Μαξίμου, Ῥούφου καὶ Εὐγενίου. Στίχοι Πατὴρ ὁ Παῦλος μαρτυρεῖ σὺν τοῖς τέκνοις, Μεθ' ὧν σεαυτὴν Τάττα τάττεις ἐμφρόνως. Ταῖς αὐτῶν ἁγία...

ΥΛΗΝ ΤΩΝ ΠΑΘΩΝ, ΑΠΕΤΙΝΑΞΩ ΚΟΡΗ

Ὕλην τῶν παθῶν, ἀπετινάξω κόρη, Ἀγγέλων τὸν ἄϋλον, βίον ζηλώσασα, οἷς περ συμμέλπεις· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νέμει σοι ζωήν, ὁ τῆς ζωῆς ταμίας· αὐτοῦ γὰρ τοῖς ἴχνεσιν, ἐξηκολούθησας, τούτου τὸ κάλλος, ποθήσασα τὸ θεῖον, ᾧ καὶ συνεφραίνῃ, εἰς πάντας τοὺς αἰῶνας. Ἤρθης πρὸς μονάς, τάς ἀειζώους ὄντως, ἐφέσεως ἔτυχες, ἧς ἐπεπόθησας, ξύλου Παρθένε, ζωῆς κατατρυφῶσα, καὶ ὑπερυψοῦσα, εἰς πάντας τοὺς αἰῶνας.

ΠΑΝΑΓΙΑΣ ΤΗΣ ΜΥΡΤΙΔΙΩΤΙΣΣΑΣ

Τῇ ΚΔ΄ τοῦ Μηνός Σεπτεμβρίου , ἀνάμνησιν ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας, Ἀχράντου, Ὑπερευλογημένης, Ἔνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἐξ οὖ καὶ Μυρτιδιωτίσσης, τῆς ὑπερφυοῦς ἰάσεως τοῦ Παραλύτου καὶ πάντων τῶν ἀπείρων θαυμάτων, ἅτινα δι' αὐτῆς πᾶσι τοῖς Κυθηραίοις καὶ λοιποῖς μετὰ πίστεως ἐπικαλεσαμένοις τὴν χάριν Αὐτῆς κατὰ καιροὺς ἐτελέσθησαν. Στίχος. Πόθῳ καὶ χαρᾷ ὁ λαὸς Κυθηραίων Τὴν τῆς Νήσου ἄγρυπνον ὑμνεῖ Προστάτιν. Πηγὴν θαυμάτων εἰκάδι ἀοίδῳ ἀμφὶ τετάρτῃ.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ

Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μεν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος· ἰλάσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσιν ἐν πίστει, τὰ ἄχραντα πάθη σου.

ΤΗΣ ΠΑΡΘΕΝΙΑΣ ΤΩ ΚΑΛΛΕΙ ΕΞΕΛΑΜΨΑΣ

Τῆς παρθενίας τῷ κάλλει ἐξέλαμψας, μαρτυρίου στεφάνῳ κεκόσμησαι, ἀποστολὴν πιστεύῃ Παρθένε ὡς ἔνδοξος, καὶ τοῦ πυρὸς μὲν τὴν φλόγα, εἰς δρόσον μετέβαλες, τοῦ ταύρου δὲ τὸν θυμόν, προσευχῇ σου ἡμέρωσας ὡς πρωτόαθλος.

ΕΙΣ ΑΝΔΡΙΑΝ ΤΟ ΘΗΛΥ

Εἰς ἀνδρίαν τὸ θῆλυ δι' ἀρετῶν, μεταθεῖσα τῷ πόθῳ τῷ τοῦ Χριστοῦ, Θεοῦ οἰκητήριον, ἀμφοτέρωθεν γέγονας· τῶν παθῶν γὰρ τὸν γνόφον, ἀσκήσει μειώσασα, μαρτυρικῶς ἐδείχθης, ἀθλήσεως καύχημα· ὅθεν καὶ τῷ κόσμῳ, ὡς φωστὴρ διαλάμπεις, δισσῶς ἑξαστράπτουσα, τάς ἀκτῖνας τοῦ Πνεύματος, Πρωτομάρτυς πανεύφημε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΘΕΚΛΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Ἰσαποστόλου Θέκλης. Στίχοι Αὐτὸς σε σῴζει Θέκλα ῥήξας τὴν πέτραν, Οὗ τῷ πάθει πρὶν ἐρράγησαν αἱ πέτραι. Πέτρη ἀμφὶ τετάρτην εἰκάδα δέξατο Θέκλην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κόπριος. Στίχοι Οὐκ ἦν ὁ Κόπρις κόπρις, ἀλλ' ἄλλος βότρυς, Καλὸν κυπρισμὸν προσφέρων τῷ Κυρίῳ. Μνήμη τοῦ γεγονότος θαύματος παρὰ τῆς Θεομήτορος ἐν τῇ νήσῳ Κυθήρων, ἔνθα ἡ ἐν τοῖς μυρτιδίοις εὑρεθεῖσα εἰκὼν τῆς Θεοτόκου ἤγειρε τὸν παράλυτον. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΟΡΤΗΣ ΣΕΒΑΣΜΙΑΣ Η ΕΛΛΑΜΨΙΣ

Ἑορτῆς σεβασμίας ἡ ἔλλαμψις, ὑπερλάμπει φαιδρῶς ὑπὲρ ἥλιον· μαρμαρυγὰς γὰρ φωτὸς ἀπαστράπτουσα, τοῖς πιστῶν ὀφθαλμοῖς ἐνοπτρίζεται· διὸ Ἀγγέλοις συγχορεύοντες, τῷ Σωτῆρι Θεῷ ἀλαλάξωμεν πάντες, βοῶντες αὐτῷ· Ἐμεγάλυνας Σῶτερ τὰ ἐλέη σου, δωρησάμενος δώρημα τέλειον τῷ λαῷ, τὴν Πρωτόαθλον.

ΤΟ ΙΕΡΟΝ ΕΥΑΓΓΕΛΙΟΝ ΑΝΑΠΤΥΞΩΜΕΝ, Ο ΛΟΥΚΑΣ ΗΜΙΝ ΕΓΡΑΨΕΝ Ο ΙΕΡΟΣ

Τὸ ἱερὸν Εὐαγγέλιον ἀναπτύξωμεν, ὁ Λουκᾶς ἡμῖν ἔγραψεν ὁ Ἱερὸς καὶ θαυμάσιος, καὶ τὴν τοῦ Προδρόμου θεασώμεθα σύλληψιν, τὴν φαιδρὰν καὶ ἐπίσημον· φησὶ γάρ, ὡς εἰσῆλθεν ὁ πρεσβύτης καὶ δίκαιος Ζαχαρίας, εἰς τὰ Ἅγια τῶν Ἁγίων τοῦ θυμιᾶσαι, τῷ τῆς ἐφημερίας καιρῷ, ἐπέστη αὐτῷ Γαβριήλ, εὐαγγελιζόμενος καὶ λέγων· Ἕξεις Ἱεράρχα υἱὸν ἐν τῷ γήρᾳ, Προφήτην τε καὶ Πρόδρομον, φωνήν τε καὶ κήρυκα, καὶ λύχνον ἀείφωτον, τὸν μύστην τῆς χάριτος.

ΧΡΙΣΤΟΥ Ο ΜΕΓΑΣ ΚΑΙ ΘΕΙΟΣ ΠΡΟΔΡΟΜΟΣ, ΣΤΕΙΡΩΤΙΚΑΣ ΝΥΝ ΠΥΛΑΣ

Χριστοῦ ὁ μέγας καὶ θεῖος Πρόδρομος, στειρωτικὰς νῦν πύλας, διανοίξας αὐλίζεται, ὡς ἐν βασιλείοις ἐν νηδύϊ μητρός· ὃς τις ὡς στρατιώτης, προεξελεύσεται, τοῦ Παμβασιλέως τάς ὁδοὺς ἐτοιμαζόμενος. Θεοῦ Προφῆτα πρεσβῦτα χόρευε, ἕξεις υἱόν, οὗ μείζων ἐν βροτοῖς οὐκ ἐγήγερται, Ἰωάννην Κυρίου τὸν Πρόδρομον· Σκίρτησον Ἐλισάβετ· γῆ πᾶσα γήθησον, αἴνεσιν τῷ πάντων Ποιητῇ Θεῷ προσάγουσα. Ἡμῶν τῶν πίστει ἀνευφημούντων σε, μέμνησο νῦν Προφῆτα τοῦ Κυρίου καὶ Πρόδρομε, ψυχικῶν ἐκ παθῶν ἐκλυτρούμενος, σῴζων ἡμᾶς κινδύνων, καὶ πρὸς οὐράνιον τρίβον ὁδηγῶν, θεοπρεπῶς ἀειμακάριστε.

ΛΕΓΕ ΜΟΙ ΤΡΑΝΟΤΑΤΑ, ΚΑΤΑ ΤΙ ΓΝΩΣΟΜΑΙ ΤΟΥΤΟ...

Λέγε μοι τρανότατα, κατὰ τὶ γνώσομαι τοῦτο; Αὖθις πρὸς τὸν Ἄγγελον, ὁ μακαριώτατος πρέσβυς ἔφησεν· ὡς ὁρᾷς πλήρης γάρ, ἡμερῶν ὑπάρχω, Ἐλισάβετ στεῖρα πέφυκε. Πῶς οὖν μοι ῥήματα, φθέγγῃ ὑπὲρ φύσιν, ἐξίσταμαι, οὐδόλως ἀληθεύοντα, νῦν ὑπονοῶ σε ὦ ἄνθρωπε. Ἄπιθι, ἐγὼ γάρ, λαοῦ τὴν σωτηρίαν ἐξαιτῶ, οὐχὶ δὲ παῖδα κομίσασθαι, πρᾶγμα δυσπαράδεκτον.

ΙΕΡΑΤΕΥΩΝ Ο ΘΕΙΟΣ ΖΑΧΑΡΙΑΣ

Ἱερατεύων ὁ θεῖος Ζαχαρίας, καὶ ἔνδον γενόμενος, τοῦ θειοτάτου ναοῦ, καὶ τοῦ λαοῦ τὰ αἰτήματα, προσαναφέρων, τῷ εὐεργέτῃ καὶ πανοικτίρμονι, θειότατον Ἄγγελον, εἶδε βοῶντα αὐτῷ. Ἡ προσευχὴ καὶ ἡ δέησις, σοῦ εἱσηκούσθη, θάρσει πρεσβῦτα, καὶ μὴ ἀπίστει μοι· ἕξεις γὰρ παῖδα θεῖον Πρόδρομον, γεννητοῖς γυναικῶν ὑπερέχοντα, Ἡλίου ἐν δυνάμει, τοῦ Χριστοῦ προπορευσόμενον. Ξένος μοι φαίνῃ τῇ θέᾳ καὶ τῷ τρόπῳ, ξένος καὶ τοῖς ῥήμασι, καὶ τοῖς μηνύμασιν, ὁ Ζαχαρίας ἀντέφησεν· ἐγὼ γὰρ ἦλθον, τὴν σωτηρίαν λαοῦ αἰτήσασθαι, οὐχὶ δὲ κομίσασθαι, παῖδα ὡς προσφωνεῖς, ἀπ' ἐναντίας εὑρίσκω σε, τῶν αἰτημάτων, καὶ ὑποπτεύω μὴ ἀληθεύειν σε· πῶς γὰρ ὃ λέγεις πιστωθήσεται; Ἐλισάβετ τὰ μέλη νενέκρωται, καὶ ἐμοῦ δὲ τὸ γῆρας, δυσπιστίαν νῦν τεκμαίρεται. Τὶ ἀπιστεῖς μου τοῖς λόγοις Ζαχαρία, ψευδῆ εὐαγγέλια, λέγων κομίζειν με; Θεοῦ Ἀρχάγγελος πέφυκα, ἃ προσετάχθην, ταῦτα σοι λέγω σὺν σοὶ ἱστάμενος, ἐπεὶ δὲ ἠπίστησας, καὶ οὐκ ἐπίστευσας, ἔσῃ κωφεύων καὶ ἄλαλος, ἕως ἂν ἴδῃς, ἐμῶν ῥημάτων τὴν θείαν ἔκβασιν. Ἐπὰν δ...

Η ΣΥΛΛΗΨΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ, ΠΡΟΔΡΟΜΟΥ ΚΑΙ ΒΑΠΤΙΣΤΟΥ ΙΩΑΝΝΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ Ἡ Σύλληψις τοῦ τιμίου ἐνδόξου Προφήτου, Προδρόμου, καὶ Βαπτιστοῦ Ἰωάννου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύλληψις τοῦ ἁγίου καὶ ἐνδόξου προφήτου Προδρόμου, καὶ Βαπτιστοῦ, Ἰωάννου. Στίχοι Ἀνδρὶ Προφήτῃ χρησμὸς ἐξ Ἀρχαγγέλου, Τεκεῖν προφήτην, καὶ Προφήτου τι πλέον. Εἰκάδῃ τῇ τριτάτῃ γαστὴρ λαβὲ Πρόδρομον εἴσω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου, Ἰωάννου, Πέτρου καὶ Ἀντωνίου, τῶν ἐν Ἀφρικῇ τελειωθέντων. Στίχοι Ὑπὲρ νυγέντος πρὶν μιᾷ λόγχῃ Λόγου, Λόγχαις νυγείς, ἤνεγκε διτταῖς Ἀνδρέας. Ἔχθραν πλάνῃ θείς, καὶ σφαγείς, Ἰωάννης, Σφάττει τὸν ἐχθρόν, καὶ σὺν αὐτῷ τὴν πλάνην. Ἀντώνιος καὶ Πέτρος, ὡς στερραὶ πέτραι, Πρὸς τάς μεληδὸν ἐκκοπὰς ἐκαρτέρουν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ῥαΐδος τῆς παρθένου. Στίχοι Ποθοῦσα κάλλος ἡ Ῥαῒς Θεοῦ βλέπειν, Σαρκὸς τὸ κάλλος ἐκδίδωσι τῷ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων γυναικὼν Ξανθίππης καὶ Πολυξένης τῶν αὐταδέλφων. Στίχοι Τάς συγγόνους Ξανθίππην καὶ Πολυξένην, Χοροὶ συνοίκους λαμ...

ΤΟΝ ΣΟΦΟΝ ΙΕΡΑΡΧΗΝ ΤΙΜΗΣΩΜΕΝ...

Τὸν σοφὸν Ἱεράρχην τιμήσωμεν, ὡς ποιμένα πιστὸν καὶ διδάσκαλον, ὅτι ἐν τῷ λειμῶνι τῆς ἀθλήσεως, ἐξήνθησε ῥόδον ἱερώτατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισε, βολαῖς θαυμάτων τε, καὶ πράξεων ἐναρέτων, φωτισμοῦ πληρώσας πᾶσαν γῆν, ἰαμάτων ταῖς λάμψεσιν· ἐθαυμάστωσε γὰρ ὁ Θεὸς τοὺς βοῶντας αὐτῷ, Ἀλληλούϊα.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Mνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος. Φωκᾶ, τὸ λουτρὸν σμήγματος παντὸς δέχου. Λουτρὸν γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου. Εἰκάδι δευτερίῃ λουτρὸν πέφνεν ἔνδοθι Φωκᾶν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φωκᾶ τοῦ κηπουροῦ. ᾜδει χάριν σοι, σοῦ χάριν θνῄσκων Λόγε, Φωκᾶς ὁ Μάρτυς τῷ διὰ ξίφους τέλει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσαάκ, καὶ τοῦ Ἁγίου Μαρτίνου. Χριστοῦ τὸ θάρσος ἐμπνέοντος ὑψόθεν, Πρὸς τὴν σπάθην ἔσπευδεν ἐκπνεῖν Μαρτῖνος. Μνήμη τῶν ἁγίων εἴκοσιν ἓξ ὁσιομαρτύρων Ζωγραφιτῶν, τῶν ἐλεγξάντων τοὺς Λατινόφρονας Μιχαὴλ τὸν βασιλέα Παλαιολόγον Η' καὶ τὸν πατριάρχην Ἰωάννην τὸν Βέκκον, ἄνωθεν τοῦ πύργου πυρὶ τελειωθέντων. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΟΣΤΥΓΟΥΣ, ΟΜΩΣ ΤΡΕΙΣ ΠΑΙΔΑΣ ΟΥΚ ΕΔΕΙΜΑΤΩΣΕ...

«Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ». Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον καύχημα...

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΚΑΙ ΑΥΤΑΔΕΛΦΩΝ ΕΥΣΕΒΙΟΥ, ΝΕΣΤΑΒΟΥ ΚΑΙ ΖΗΝΩΝΟΣ...

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἀπόδοσις τῆς ἑορτῆς τῆς Ὑψώσεως, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου, τοῦ ἐν Μαγνησίᾳ. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κοδράτου. Στίχοι Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Τὸν Κοδρᾶτον βάλλουσιν ἄφρονες λίθοις. Εἰκάδι δὲ πρώτῃ Κοδρᾶτος στέφος εὕρατο ἄθλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἰωνᾶ. Στίχοι Ἀπὸ προσώπου τοῦ Θεοῦ φεύγεις πάλαι, Νῦν δὲ πρόσωπον, Ἰωνᾶ τούτου βλέπεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωνᾶ τοῦ Σαββαΐτου. Στίχοι Ἀφεὶς Ἰωνᾶς ἀστάτου βίου τόπον, Ἑστῶτα καὶ βέβαιον εὑρίσκει τόπον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐσεβίου. Στίχοι Εὐσέβιον κτείνουσι δυσσεβεῖς ξίφει, Τὸν εὐσεβῶς βιοῦντα καὶ Χριστοῦ φίλον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων Εὐσεβίου, Νεστάβου, καὶ Ζήνωνος. Στίχοι Εὐσέβιος, Νέσταβος, ἀλλὰ καὶ Ζήνων, Δι' εὐσεβῆ θνῄσκουσι πίστιν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ἐπισκόπων Κύπρου Μελετίου καὶ Ἰσακί...

ΤΗΣ ΑΘΑΝΑΤΟΥ ΔΟΞΗΣ ΤΕ, ΚΑΙ ΖΩΗΣ ΤΗΣ ΑΛΗΚΤΟΥ....

Τῆς ἀθανάτου δόξης τε, καὶ ζωῆς τῆς ἀλήκτου, ἐπέτυχες καταλιπών, τὰ τοῦ κόσμου ἡδέα, σὺν παισὶ θεόφροσι, καὶ γυναικὶ πανολβίῳ· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΥΣΤΑΘΙΟΥ ΚΑΙ ΤΗΣ ΣΥΝΟΔΙΑΣ ΑΥΤΟΥ....

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου. Στίχοι Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει, Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε. Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, Ὑπατίου Ἐπισκόπου, καὶ Ἀνδρέου Πρεσβυτέρου. Στίχοι Ὑπὲρ πανάγνων Ὑπάτιον εἰκόνων, Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων, Μαρτίνου Πάπα Ῥώμης, Μαξίμου, καὶ τῶν σὺν αὐτοῖς. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ. Στίχοι Ἀρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος, Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον. Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν Μελετίου, Ἐπισκόπου Κύπρου. Στίχοι Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ· Ὅθεν τελευτᾶν, πῶς ἂν εἴποις; ἠγάπα. Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτ...

ΓΕΓΥΜΝΩΜΕΝΟΙΣ ΣΩΜΑΣΙΝ, ΑΙΚΙΣΜΟΙΣ ΠΡΟΣΠΑΛΑΙΟΝΤΕΣ, ΤΟΝ ΤΗΣ ΑΦΘΑΡΣΙΑΣ, ΣΤΟΛΙΣΜΟΝ ΕΔΕΞΑΣΘΕ....

Γεγυμνωμένοις σώμασιν, αἰκισμοῖς προσπαλαίοντες, τὸν τῆς ἀφθαρσίας, στολισμὸν ἐδέξασθε, αἰσχύνην ἐνδύσαντες τὸν δυσμενῆ αἰώνιον, καὶ στεφανηφόροι, μεταβάντες πρὸς λῆξιν, τὴν θείαν ἐκβοᾶτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἰχνηλατοῦντες Μάρτυρες, τοῦ Χριστοῦ τὰ παθήματα, ξύλοις προσδεθέντες, πειρασμοὺς ἠνέγκατε, γενναίῳ φρονήματι· καὶ ταῖς ῥοαῖς τοῦ αἵματος, πνίξαντες δαιμόνων, πονηρότατα στίφη, ἐνθέως μελῳδεῖτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Xριστὸν εἰς τοὺς αἰῶνας. Ἀνευφημείσθω Τρόφιμος, δοξαζέσθω Σαββάτιος, καὶ μεγαλυνέσθω, Δορυμέδων σήμερον· οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ φωτοειδεῖς, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ταύτην ταῖς ἀκτῖσι, τῶν μεγίστων ἀγώνων, σεπτῶς φωταγωγοῦντες, εἰς πάντας τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΡΟΦΙΜΟΥ, ΣΑΒΒΑΤΙΟΥ ΚΑΙ ΔΟΡΥΜΕΔΟΝΤΟΣ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου, καὶ Δορυμέδοντος. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος. Στίχοι Πνέοντες ἓν Τρόφιμε καὶ Δορυμέδον, Ἓν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος. Ξεσθεὶς σιδηροῖς Σαββάτιος ὀξέσιν, Εἰς σαββατισμὸν θεῖον ὡς Μάρτυς φθάνει. Ἐννεαδεκάτῃ Τρόφιμον τάμον, ἠδὲ συνάθλους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΦΩΤΙ ΘΕΪΚΩ, ΕΛΛΑΜΦΘΕΙΣ

Φωτὶ θεϊκῷ, ἐλλαμφθεὶς παμμακάριστε, φωτίζεις ἡμᾶς, τοὺς πόθῳ ἀνυμνοῦντάς σου, τὴν σεπτὴν καὶ ἔνδοξον, καὶ ἁγίαν Πάτερ μετάστασιν, Ἱεράρχα Εὐμένιε· πρεσβεύεις γὰρ ἀπαύστως ὑπὲρ ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΜΕΝΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΓΟΡΤΥΝΗΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης, τοῦ θαυματουργοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐμενίου, Ἐπισκόπου Γορτύνης. Στίχοι Τὸ λεῖον Εὐμένιος ὄμμα Γορτύνης, Πανευμενὲς κατεῖδεν ὄμμα Κυρίου. Ὀγδοάτῃ δεκάτῃ θάνεν Εὐμένιος μεγαλήτωρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν, Σοφίας καὶ Εἰρήνης. Στίχοι Εἰρήνη καὶ Σοφία τμηθεῖσαι κάρας, Σὲ τὴν ὑπὲρ νοῦν εἶδον εἰρήνην Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀριάδνης. Στίχοι Σῴζει ῥαγεῖσα τὴν Ἀριάδνην πέτρα. Χριστὸς γὰρ αὐτήν ἔσκεπε ζωῆς πέτρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κάστορος. Στίχοι Οὐ θὴρ ὁ Κάστωρ, ἀλλ᾽ ἀνὴρ τις γεννάδας, Ἤ μᾶλλον εἰπεῖν, ἀνδριὰς πρὸς αἰκίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΤΕ ΕΙΣ ΠΑΝΤΑ ΤΑ ΠΕΡΑΤΑ, ΤΟ ΑΘΕΜΙΤΟΝ ...

Ὅτε εἰς πάντα τὰ πέρατα, τὸ ἀθέμιτον ἐξελήλυθε πρόσταγμα, θύειν εἰδώλοις καὶ σπένδεσθαι, καὶ βωμοὺς δαιμόνων, καὶ ναοὺς εὐτρεπίζεσθαι, πρὸς ἀνθρώπων ἀπώλειαν, τότε αἱ πανεύφημοι καὶ καλλιπάρθενοι, ὡς ἀστέρες ἐξέλαμψαν, ζόφον ἀθεΐας καὶ ἀγνωσίας ἐλαύνουσαι· καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν ὑπανάπτουσαι, τρανῶς ἀνεβόων, Θεὸς μέγιστός ἐστιν ὁ σταυρωθεὶς βουλήματι, καὶ ἀναστὰς τριήμερος, ἐν ᾧ καὶ καυχώμεθα· ὅθεν καὶ ἐπαξίως, στέφος ἄφθαρτον παρὰ Χριστοῦ ἀνεδήσαντο.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΣΟΦΙΑΣ ΚΑΙ ΤΩΝ ΤΡΙΩΝ ΘΥΓΑΤΕΡΩΝ ΠΙΣΤΕΩΣ ΑΓΑΠΗΣ ΕΛΠΙΔΟΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων Πίστεως, Ἐλπίδος, καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας. Στίχοι Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη, Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένας ξίφει. Ἑβδομάτῃ δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας. Στίχοι Ἀγαθόκλεια πῦρ ἐπ᾽ αὐχένος φέρει, Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ Ἀσκληπιοδότης. Στίχοι Μιᾷ γυναικί, καὶ νεανίσκοις δύο, Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος. Στίχοι Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία, Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον. Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων, Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδ...

ΩΦΘΗ Η ΤΟΥ ΞΥΛΟΥ ΠΟΝΗΡΑ, ΓΕΥΣΙΣ ΕΝ ΕΔΕΜ

Ὤφθη, ἡ τοῦ ξύλου πονηρά, γεῦσις ἐν Ἐδὲμ τοῖς γενάρχαις, συμβᾶσα πάλαι δεινῶς, θάνατον εἰσάξασα παντὶ τῷ γένει βροτῶν· ἀλλὰ νῦν πρὸς ἀκήρατον, ζωὴν καὶ ἀμείνω, λῆξιν ἀνεκλήθημεν, διὰ τοῦ θείου Σταυροῦ· ὃν περ ἀνυψοῦντες ὑμνοῦμεν, τὸν ἀνυψωθέντα ἐν τούτῳ, Κύριον καὶ κόσμον, συνυψώσαντα. Ἦρας, τὸ πλανώμενον Σωτήρ, πρόβατον ἐπ᾽ ὤμων καὶ τοῦτο, τῷ σῷ προσῆξας Πατρί, διὰ τοῦ τιμίου σου, καὶ ζωηφόρου Σταυροῦ, καὶ Ἀγγέλοις ἠρίθμησας, ἐν Πνεύματι θείῳ· ξύλον γὰρ ἀντέθηκας, ἀντὶ τοῦ ξύλου Χριστέ· ὃν νῦν ἀνυψοῦντες ἐν πίστει, σὲ τὸν ἐν αὐτῷ ὑψωθέντᾳ, καὶ ἡμᾶς ὑψώσαντα δοξάζομεν. Στῶμεν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, πράξεσι κομῶντες ἐνθέοις, καὶ τὸν Κρανίου πιστοί, χῶρον ἐποπτεύσωμεν, καθαρωτάτῳ νοΐ· καὶ ὑψούμενον βλέψωμεν, βροτοὶ σὺν Ἀγγέλοις, ξύλον τὸ πανάγιον, ἐν ᾧ Χριστὸς ὁ Θεός, χεῖρας ἑκουσίως ἁπλώσας, εἵλκυσεν ἐζώγρησε πάντας, καὶ πρὸς οὐρανοὺς ἡμᾶς ἀνύψωσεν.

ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΕΥΦΗΜΙΑΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου Εὐφημίας. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Στίχοι Ὑπὲρ Θεοῦ κτανθεῖσαν ἄρκτου ταῖς μύλαις, Εὐφημίαις σε χρὴ στέφειν Εὐφημία. Τῇ ἐκκαιδεκάτῃ Εὐφημίαν ἔκτανεν ἄρκτος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτηνῆς. Στίχοι Μελιτηνή, τμηθεῖσα τὴν κάραν ξίφει, Αἷμα προσῆγεν ὡς γλυκὺ Χριστῷ μέλι. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΓΝΩΣΙΝ ΕΝΘΕΙΣ ΤΗ ΨΥΧΗ ΜΟΥ, ΚΑΘΑΡΟΝ ΜΟΥ ΤΗΝ ΦΡΕΝΑ ΚΑΙ ΤΩΝ ΣΩΝ ΕΝΤΟΛΩΝ ΕΡΓΑΤΗΝ ΣΩΤΕΡ ΑΝΑΔΕΙΞΟΝ...

Γνῶσιν ἐνθεὶς τὴ ψυχή μου, κάθαρόν μου τὴν φρένα καὶ τῶν σῶν ἐντολῶν ἐργάτην Σῶτερ ἀνάδειξον, ἵνα ἰσχύσω καταπαλαῖσαι τὰς ποικίλας τῶν παθῶν μου ἐπαναστάσεις, νικητικὸν ἀφθαρσίας βραβεῖόν τε δέξασθαι, πρεσβείαις τοῦ σοῦ γενναίου ἀθλοφόρου Νικήτα, φιλάνθρωπε∙ καὶ γὰρ αὐτὸς ἡμᾶς ἐν τῇ μνήμῃ αὐτοῦ συνεκαλέσατο, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΝΙΚΗΤΑ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Ἄθλησις τοῦ Ἁγίου Μεγαλομάρτυρος Νικήτα. Στίχοι Φλέγῃ, Νικῆτα, καὶ γίνῃ νικηφόρος, Ἤ μᾶλλον εἰπεῖν, πυρφόρος νικηφόρος. Πέμπτῃ καὶ δεκάτῃ καμίνῳ βλήθη Νικήτας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Φιλοθέου Πρεσβυτέρου καὶ θαυματουργοῦ. Στίχοι Ζήσας ὁ Φιλόθεος ὡς Θεῷ φίλος. Ζωὴν ἄληκτον εὗρε σύν Θεῷ φίλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πορφυρίου τοῦ ἀπὸ Μίμων. Στίχοι Βάπτισμα παῖξαι προτραπείς, παίζεις πλάνην, Ῥύπτῃ δὲ Πορφύριε, καὶ τέμνῃ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ εὕρεσις τοῦ λειψάνου τοῦ Ἁγίου Ἀκακίου Ἐπισκόπου Μελιτηνῆς. Στίχοι Τιμῶντες ἡμεῖς εὕρεσιν σοῦ λειψάνου, Εὔροιμεν Ἀκάκιε τῶν κακῶν λύσιν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Μάξιμος ξίφει τελειοῦται. Στίχοι Χριστὸν θεωρῶν σοι προτείνοντα στέφος, Τὴν σὴν προτείνεις Μάξιμε ξίφει κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι δύο Κόραι ξίφει τελειοῦνται. Στίχοι Γνώμην ἔχουσαι...

ΣΤΑΥΡΟΣ, Ο ΦΥΛΑΞ

Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης· Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα· Σταυρός, Πιστῶν τὸ στήριγμα· Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.

ΕΚΝΟΟΝ ΠΡΟΣΤΑΓΜΑ

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον καύχημα, ...

Η ΠΑΓΚΟΣΜΙΟΣ ΥΨΩΣΙΣ ΤΟΥ ΤΙΜΙΟΥ ΚΑΙ ΖΩΟΠΟΙΟΥ ΣΤΑΥΡΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, ἡ παγκόσμιος Ὕψωσις τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ. Στίχοι Τὰς ἐν λάρυγγι Σῶτερ ὑψώσεις φέρει, Ὑψούμενον βλέπουσα τὸν Σταυρὸν κτίσις. Ὑψώθη δεκάτῃ, Σταυροῦ ξύλον, ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ κοίμησις τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου· ἐν ταύτῃ γὰρ ἀνεπαύσατο, ἀλλὰ διὰ τήν Ἑορτὴν τοῦ τιμίου Σταυροῦ μετετέθη ἡ τούτου Ἑορτὴ εἰς τὸν Νοέμβριον μῆνα. Καὶ μνήμη τῆς εὐσεβεστάτης Βασιλίσσης Πλακίλλης, συζύγου γενομένης τοῦ μεγάλου Βασιλέως Θεοδοσίου. Στίχοι Φθαρτὸν λιποῦσα στέμμα γῆς ἡ Πλακίλλα, Ἐν οὐρανοῖς ἄφθαρτον εὕρηκε στέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, τῶν συνελθόντων ἐν τῇ Ἁγίᾳ καὶ Οἰκουμενικῇ Ἕκτῃ Συνόδῳ, ἐπὶ τῆς Βασιλείας Κωνσταντίνου τοῦ Πωγωνάτου, υἱοῦ Ἰουστινιανοῦ τοῦ δευτέρου, τοῦ καλουμένου Ῥινοτμήτου, Σεργίου τὴν Ἐκκλησίαν Κωνσταντιν...

ΥΨΟΥΜΕΝΟΥ ΣΟΥ ΔΕΣΠΟΤΑ, ΕΝ ΣΤΑΥΡΩ ΣΥΝΑΝΥΨΩΣΑΣ

Ὑψουμένου σου Δέσποτα, ἐν Σταυρῷ συνανύψωσας, τοῦ Ἀδὰμ τὴν ἔκπτωτον, φύσιν ἅπασαν· διὸ ὑψοῦντες τὸν ἄχραντον, Σταυρόν σου φιλάνθρωπε, τὴν ἐξ ὕψους σου ἰσχύν, ἐξαιτοῦμεν κραυγάζοντες· Σῶσον Ὑψιστε, ὡς Θεὸς ἐλεήμων τοὺς τιμῶντας, τὴν σεπτήν τε καὶ φωσφόρον, τοῦ σοῦ Σταυροῦ θείαν ὕψωσιν. Ψαλμικῶς νυνὶ βλέπομεν, ὑποπόδιον Δέσποτα, ἔνθα πόδες ἔστησαν, σοῦ οἱ ἄχραντοι, σήμερον πόθῳ ὑψούμενον, Σταυρόν σου τὸν τίμιον, καὶ ὑψοῦντες εὐσεβῶς, δυσωποῦμέν σε κράζοντες· Πάντας Ὕψιστε, τῷ Σταυρῷ σου τῷ θείῳ ἁγιάσας, τῆς ἀφάτου εὐσπλαγχνίας, μετόχους δεῖξον καὶ χάριτος. Ὡς ἀήττητον τρόπαιον, θυρεὸν ἀπροσμάχητον· καὶ ὡς σκῆπτρον ἔνθεον, προσκυνοῦμέν σου, Σταυρὸν Χριστὲ τὸν πανάγιον, δι᾿ οὗ κόσμος σέσωσται, καὶ χορεύει ὁ Ἀδάμ, γηγενῶν τὰ συστήματα, τοῦτον ᾄσμασιν, εὐφημοῦντες τιμῶμεν, καὶ τὴν τούτου, θείαν Ὕψωσιν τελοῦντες, τὸν ἱλασμὸν ἐξαιτούμεθα.

Ω ΤΡΙΣΜΑΚΑΡΙΣΤΕ ΣΤΑΥΡΕ

Ὦ τρισμακάριστε Σταυρὲ καὶ πανσεβάσμιε, Σὲ προσκυνοῦμεν οἱ πιστοὶ καὶ μεγαλύνομεν,Ἀγαλλόμενοι τῇ θείᾳ σου ἀνυψώσει. Ἀλλ᾿ ὡς τρόπαιον καὶ ὅπλον ἀπροσμάχητον,Περιφρούρει τε καὶ σκέπε τῇ σῇ χάριτι. Τοὺς σοὶ κράζοντας· Χαῖρε, Ξύλον μακάριον.

ΔΙ' ΑΓΑΠΗΣΙΝ ΟΙΚΤΙΡΜΟΝ ΤΗΣ ΣΗΣ ΕΙΚΟΝΟΣ, ΕΠΙ ΣΤΑΥΡΟΥ ΣΟΥ ΕΣΤΗΣ...

Δι᾿ ἀγάπησιν Οἰκτίρμον τῆς σῆς εἰκόνος, ἐπὶ Σταυροῦ σου ἔστης, καὶ ἐτάκησαν ἔθνη· σὺ γὰρ εἶ φιλάνθρωπε, ἰσχύς μου καὶ ὕμνησις. Ἡλιόμορφος ὁρώμενος προσκυνεῖται, ὑπὸ πιστῶν ἀνθρώπων, ὁ Σταυρὸς τοῦ Κυρίου, ὃν κατασπαζόμενοι, ψυχὰς φωτιζόμεθα. Θεὸς Κύριος σαρκούμενος ἐπεφάνη, καὶ ὑψωθεὶς ἐν ξύλῳ, τοὺς αὐτὸν προσκυνοῦντας, φωτίζει ἑκάστοτε, δεινῶν ἐξαιρούμενος. Ἱλασμὸν ἡμῖν καὶ ἄφεσιν τῶν πταισμάτων, Λόγε Θεοῦ παράσχου, τοῖς πιστῶς προσκυνοῦσι, σήμερον προκείμενον, Σταυρόν σου τὸν τίμιον.

ΕΠΙΔΗΜΗΣΑΝΤΟΣ ΗΜΙΝ, ΤΟΥ ΛΟΓΟΥ ΚΑΤΑ ΣΑΡΚΑ

Ἐπιδημήσαντος ἡμῖν, τοῦ Λόγου κατὰ σάρκα, ὁ τῆς βροντῆς μὲν γόνος φησὶ καθυπογράφων· Ἐθεασάμεθα φαιδρῶς τὴν δόξαν, ἣν εἶχεν ὁ Υἱὸς παρὰ τοῦ Πατρός, ἐν ἀληθείας χάριτι. Ὅσοι δὲ πίστει τοῦτον ἐλάβομεν, ἔδωκε τοῖς πᾶσιν ἐξουσίαν, τοῦ γενέσθαι τέκνα Θεοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς ἀναγεννηθέντες, ἀλλ᾿ ἐκ Πνεύματος Ἁγίου ἐπαυξηθέντες, οἶκον προσευχῆς ἐπήξαμεν, καὶ βοῶμεν· Τοῦτον τὸν οἶκον στερέωσον Κύριε.

ΜΝΗΜΗ ΤΩΝ ΕΓΚΑΙΝΙΩΝ ΤΗΣ ΑΓΙΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΗΜΩΝ ΑΝΑΣΤΑΣΕΩΣ, ΚΑΙ ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΥΨΩΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῶν ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ ἡμῶν Ἀναστάσεως, καὶ Προεόρτια τῆς Ὑψώσεως τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, καὶ τοῦ Ἁγίου Μάρτυρος Κορνηλίου τοῦ Ἑκατοντάρχου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἐγκαινίων τῆς ἁγίας τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν Ἀναστάσεως. Στίχοι Νόμον παλαιὸν Ἰσραὴλ πληρῶν νέος, Ἐγκαινίοις σοι τὸν τάφον τιμᾷ Λόγε. Τύχθη ἀναστάσεως τρισκαιδεκάτῃ καινισμός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Κορνηλίου τοῦ Ἑκατοντάρχου. Στίχοι Ζωῆς ἀπίστου Κορνήλιον ἐξάγεις, Πιστῶν ἀπαρχὴν τῶν ἐθνῶν Χριστέ μου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κρονίδου, Λεοντίου, Σεραπίωνος, Στράτωνος, Σελεύκου, Μακροβίου, Γορδιανοῦ, Ζωτικοῦ, Ἠλεί, Λουκιανοῦ, καὶ Οὐαλεριανοῦ. Ὁ ὅσιος πατὴρ ἡμῶν Πέτρος ὁ ἐν τῇ Ἀγρέᾳ ἐν εἰρήνῃ τελειοῦται. Ὁ ὅσιος νέος Ἱερόθεος ὁ Ἰβηρίτης, ὁ κατὰ τὸ 1720 ἀκμάσας, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΗΜΕΡΟΝ Ο ΤΟΙΣ ΝΟΕΡΟΙΣ ΘΡΟΝΟΙΣ

Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης, φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

Η ΠΡΟΣΕΥΧΗ ΟΜΟΥ ΚΑΙ ΣΤΕΝΑΓΜΟΣ

Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

ΠΥΛΗΝ ΑΔΙΟΔΕΥΤΟΝ Ο ΠΡΟΦΗΤΗΣ, ΜΟΝΩ ΤΩ ΘΕΩ ΗΜΩΝ ΤΗΡΟΥΜΕΝΗΝ, ΤΗΝ ΑΓΙΑΝ

Πύλην ἀδιόδευτον ὁ Προφήτης, μόνῳ τῷ Θεῷ ἡμῶν τηρουμένην, τὴν Ἁγίαν Παρθένον ἐκάλεσε, δι᾿ αὐτῆς διῆλθεν ὁ Κύριος, ἐξ αὐτῆς προῆλθεν ὁ Ὕψιστος, καὶ πάλιν ἐσφραγισμένην κατέλιπε, λυτρούμενος ἐκ φθορᾶς τὴν ζωὴν ἡμῶν.

ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΑ ΟΝΕΙΔΙΣΜΟΥ ΑΤΕΚΝΙΑΣ...

Ἰωακεὶμ καὶ Ἄννα ὀνειδισμοῦ ἀτεκνίας, καὶ Ἀδὰμ καὶ Εὔα, ἐκ τῆς φθορᾶς τοῦ θανάτου, ἠλευθερώθησαν, Ἄχραντε, ἐν τῇ ἁγίᾳ γεννήσει σου· αὐτὴν ἑορτάζει καὶ ὁ λαός σου, ἐνοχῆς τῶν πταισμάτων, λυτρωθεὶς ἐν τῷ κράζειν σοι· Ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Η ΠΑΡΘΕΝΟΣ ΜΑΡΙΑΜ

Ἡ Παρθένος Μαριάμ, καὶ Θεοτόκος ἀληθῶς, ὡς νεφέλη τοῦ φωτός, σήμερον ἔλαμψεν ἡμῖν, καὶ ἐκ Δικαίων προέρχεται εἰς δόξαν ἡμῶν. Οὐκ ἔτι ὁ Ἀδὰμ κατακρίνεται· ἡ Εὔα τῷν δεσμῶν ἠλευθέρωται, καὶ διὰ τοῦτο κράζομεν βοῶντες, ἐν παρρησίᾳ τῇ μόνῃ Ἁγνῇ· Χαρὰν μηνύει, ἡ γέννησίς σου, πάσῃ τῇ οἰκουμένῃ.

ΑΠΟΔΟΣΙΣ ΓΕΝΕΘΛΙΟΥ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ Ἀπόδοσις τῆς ἑορτῆς. Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου. Τῆ ΙΒ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῶν τιμίων ξύλων, καὶ ἄθλησις τοῦ Ἁγίου Ἱερομάρτυρος Αὐτονόμου. Στίχοι Θῦμα τραπέζῃ προὐτέθη τῇ σῇ Λόγε, Θύτης σὸς Αὐτόνομος, ἐκθανὼν λίθοις. Αὐτόνομος δὲ λίθοις δυωκαιδεκάτῃ κατελεύσθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κουρνούτου, Ἐπισκόπου Ἰκονίου. Στίχοι Κλέους καταγνοὺς τοῦ παρόντος Κουρνοῦτος, Ξίφει τὸ μέλλον ἐμπορεύεται κλέος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Ἀλεξανδρείας. Στίχοι Τμηθεὶς κεφαλὴν Θεόδωρος ἐκ ξίφους, Θεοῦ μετέσχε δωρεῶν φερωνύμως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Γαλατίᾳ. Στίχοι Ἀσκητικοῖς ἱδρῶσι συμμίξας ἄθλους, Ἰουλιανὸς διττὰ τὰ στέφη λάβῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Aγίων Μαρτύρων Μακεδονίου, Τατιανοῦ, καὶ Θεοδούλου, καὶ μνήμη τοῦ Ὁσίου Δανιὴλ τοῦ ἐν τῷ Θασίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ...

ΕΝ ΤΗ ΧΩΝΕΙΑ ΕΜΒΛΗΘΕΙΣ

Ἐν τῇ Χωνείᾳ ἐμβληθεὶς τῶν βασάνων, χρυσίου καθαρώτερος ἀνεδείχθης, ταῖς λαμπηδόσιν Ἅγιε, τῶν θαυμάτων φωτίζων ἡμᾶς. Λιθολευστοῦντές σε τὸν δίκαιον ὄντως, οἱ λίθους προσκυνοῦντες, πρὸς ὃν ἐπόθεις Χριστόν, τὴν πέτραν Ἔνδοξε, τῆς ζωῆς διεβίβαζον. Οἱ διωγμοί σου τῶν δαιμόνων διώξεις, θεόφρον ἀνεδείχθησαν, τῶν αἱμάτων οἱ ποταμοὶ δὲ ἔσβεσαν, ἀθεΐας τὴν κάμινον.

ΕΔΥΣ ΩΣ ΑΣΤΗΡ

Ἔδυς ὡς ἀστήρ, ἐν κόσμῳ Πανεύφημε, καὶ ἐξανέτειλας, πρὸς τὴν ὑπερκόσμιον, ζωὴν λιποῦσα ὥσπερ ἀκτῖνας ἡμῖν, τὰς ἀρετὰς τοῦ βίου σου, καὶ κατορθώματα, τάς καρδίας, πάντων καταυγάζουσα, τῶν πιστῶς ἐκτελούντων τὴν μνήμην σου. Πύλαι οὐρανῶν, φαιδρῶς διηνοίγησαν, ἀπολαβοῦσαί σε, καὶ τῶν πρωτοτόκων νῦν, ἡ Ἐκκλησία ἔχει χορεύουσαν, σὺν ἐκλεκτοῖς ἀοίδιμε, τὴν ἱεράν σου ψυχήν, ἔνθα ἦχος, ἔστιν ἑορτάζοντος, Θεοδώρα καὶ φῶς τὸ ἀνέσπερον. Εὗρες ἀμοιβάς, τῶν πόνων ὡς ἤλπισας, τὰς οὐρανίους τιμάς· ἔστης τῆς ἐφέσεως, αὐτὴν εὑροῦσα τῶν ἀγαθῶν τὴν πηγήν· κατατρυφᾷς τρανότερον καὶ καθαρώτερον, τοῦ νυμφίου, βλέπεις ἅπερ βλέπουσι, Θεοδώρα Ἀγγέλων τὰ τάγματα.

ΜΝΗΜΗ ΤΗΣ ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΘΕΟΔΩΡΑΣ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ. Στίχοι Καὶ σχῆμα καὶ νοῦν ἀρρενοῖ Θεοδώρα, Καὶ τὸν μέγαν νοῦν αἰσχύνει πρὸ τοῦ τέλους. Ἑνδεκάτῃ πύματον Θεοδώρη ὕπνον ἰαύει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐφροσύνου τοῦ μαγείρου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Διοδώρου, Διομήδους καὶ Διδύμου. Στίχοι Διόδωρος μάστιξι σὺν τοῖς συνάθλοις, Τὴν σάρκα δόντες, μαστιγοῦσι τὴν πλάνην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος, Ἴας, πρεσβύτιδος τὴν ἡλικίαν. Στίχοι Ὀσμὴν μύρων ἔπνευσεν ἡ Μάρτυς, Ἴα, Ἐρυθροβαφῶν αἱμάτων ἀτμοπνόων. Ὁ ἅγιος Δημήτριος καὶ Εὐανθία ἡ σύζυγος αὐτοῦ καὶ Δημητριανὸς ὁ υἱὸς αὐτῶν λιμῷ τελειοῦνται. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Θεοδώρας τῆς ἐν Ἀλεξανδρείᾳ.

ΔΙ' ΑΓΓΕΛΟΥ ΠΡΟΡΡΗΣΕΩΣ, ΓΟΝΟΣ ΠΑΝΣΕΠΤΟΣ...

Δι᾿ Ἀγγέλου προρρήσεως, γόνος πάνσεπτος, ἐξ Ἰωακεὶμ καὶ Ἄννης τῶν δικαίων, σήμερον προῆλθες Παρθένε, οὐρανὸς καὶ θρόνος Θεοῦ, καὶ δοχεῖον καθαρότητος, τὴν χαρὰν προμηνύουσα παντὶ τῷ κόσμῳ, τῆς ζωῆς ἡμῶν πρόξενε, κατάρας ἀναίρεσις, εὐλογίας ἡ ἀντίδοσις· διὸ ἐν τῇ γεννήσει σου Κόρη θεόκλητε, τὴν εἰρήνην αἴτησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΤΑΙΣ ΒΑΦΑΙΣ ΤΑΙΣ ΕΞ ΑΙΜΑΤΟΣ...

Ταῖς βαφαῖς ταῖς ἐξ αἵματος, ἑαυτὰς ὡραΐσασαι, τῷ ὡραίῳ κάλλει, κόραι νεάνιδες, ἀδιαφθόρως συνήφθητε, Χριστῷ τῷ Θεῷ ἡμῶν, συντηροῦντι τὴν ὑμῶν, παρθενίαν ἀμόλυντον, εἰς ἀκήρατον, ἀφθαρσίας νυμφῶνα, εἰς θαλάμους, οὐρανίους εἰς παστάδα, ἀχειροποίητον Μάρτυρες. Ατελεῖ ἐν τῷ σώματι, καὶ τελείῳ φρονήματι, παλαμναῖον δράκοντα, τὸν ἀρχέκακον, κατεπαλαίσατε ἔνδοξοι, δυνάμει τοῦ Πνεύματος, καὶ ἀνίσχυρον αὐτοῦ, τὴν ἰσχύν ἀπεδείξατε· ὅθεν ἤρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ὑπέρμαχοι. Καὶ τὰ μέλη στρεβλούμεναι, καὶ πυρὶ δαπανώμεναι, σιδηροῖς τε ὄνυξι σπαραττόμεναι, καὶ ἐπὶ ξύλου κρεμάμεναι, καὶ ξίφει τεμνόμεναι, οὐκ ἠρνήσασθε Χριστόν, ἀθληφόροι πανεύφημοι· ὅθεν εὕρατε, τοὺς στεφάνους τῆς νίκης, Μηνοδώρα, Μητροδώρα, Νυμφοδώρα, αἱ τῆς Τριάδος ἰσάριθμοι.

ΙΕΡΩΤΑΤΗΝ ΣΥΓΚΡΟΤΕΙ....

Ἱερωτάτην συγκροτεῖ, πανήγυριν ἐν πίστει, ἡ Χριστοῦ Ἐκκλησία, αὐταδέλφων Μαρτύρων ἐπιτελοῦσα εὐσεβῶς, μνήμην ὑμῶν τὴν φωσφόρον, καὶ λαμπρὰν καὶ παμφαῆ, πανεύφημοι ὁμότροποι· στερρῶς γὰρ ἐπὶ τῆς γῆς, τὸν ἀντίπαλον νοῦν καταπατήσασαι, ἀνεδήσασθε στεφάνους ἐκ χειρὸς τοῦ παμβασιλέως· παρ᾿ οὗ μοι φωτισμὸν αἰτήσασθε, ὄντως εὐφημῆσαι τὴν ὑμῶν μνήμην ἀξίως, καὶ τὰς θαυμαστὰς καὶ θείας ἀνδραγαθίας· ὑμεῖς γὰρ τῷ παμβασιλεῖ, ἐν εὐφροσύνῃ ἀπαύστως παρίστασθε.

ΑΙ ΤΡΕΙΣ ΠΑΡΘΕΝΟΙ ΤΡΙΑΔΑ...

Αἱ τρεῖς παρθένοι Τριάδα, Θεὸν ἀφράστως ποθοῦσαι, κηρύττουσι τῶν τυράννων, ἐνώπιον διὰ τοῦτο, βασανισθεῖσαι τοῦ στέφους, τυγχάνουσι τοῦ ἀφθάρτου.

ΜΗΝΟΔΩΡΑΣ, ΜΗΤΡΟΔΩΡΑΣ, ΝΥΜΦΟΔΩΡΑΣ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Μηνοδώρας, Μητροδώρας καὶ Νυμφοδώρας. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων γυναικῶν Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας. Στίχοι Ἡγοῦντο Μηνοδώρα καὶ Μητροδώρα, Καὶ Νυμφοδώρα δῶρα σαρκὸς αἰκίας. Θεινόμεναι δεκάτῃ δωρώνυμοι ἔκθανον αἱ τρεῖς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βαρυψαβᾶ. Στίχοι Βαρυψαβᾶς δι᾿ αἷμα θεῖον Δεσπότου, Οἰκεῖον αἷμα συντριβεὶς ξύλοις χέει. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Πουλχερία, ἡ Βασίλισσα, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὄντως παρέστη ψαλμικῶς Πουλχερία, Ἐκ δεξιῶν σου Βασίλισσα Χριστέ μου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀπελλοῦ, Λουκᾶ καὶ Κλήμεντος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἴας, ἥτις ξίφει ἐτελειώθη. Στίχοι Ἐκ γῆς ἐκάρθη κοιλάδων Ἴα ξίφει, Καὶ σοι προσήχθη Σῶτερ ὡς εὔπνουν Ἴον. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΝΕΥΡΟΙΣ ΣΥΓΚΟΠΤΟΜΕΝΟΣ, ΔΙΑ ΧΡΙΣΤΟΝ ΠΑΝΑΟΙΔΙΜΕ...

Νεύροις συγκοπτόμενος, διὰ Χριστὸν Παναοίδιμε, καὶ ἰκρίῳ κρεμάμενος, καὶ σάρκας ξεόμενος, ἀπηνῶς ξυστῆρσι, θύειν τε εἰδώλοις, ἐγκελευόμενος σοφέ, οὐκ ἐξηρνήσω τὸν πάντων Κύριον, ἀλλ᾿ ἤλεγξας τοῖς πόνοις σου, τὸ ἀσθενὲς καὶ ἐξίτηλον, τῶν εἰδώλων καὶ γέγoνας τῶν Ἀγγέλων συνόμιλος. Δέσμιος ἀγόμενος, καὶ ταῖς πληγαῖς σεμνυνόμενος, τοὺς ὁρῶντας προέτρεπες, μιμεῖσθαι τὸν δρόμον σου, πρὸς τὰς οὐρανίους, Μάκαρ ἀντιδόσεις, ἀποσκοποῦντας, αἱ πολλήν, τὴν εὐφροσύνην καὶ τὴν τερπνότητα, παρέχουσιν ὡς ἄφθαρτοι· καὶ εἰς ἀεὶ παραμένουσαι, τοὺς Χριστὸν θεραπεύοντας, κληρονόμους λαμβάνουσιν. Λίθοις συνθλαττόμενος, τὰς σιαγόνας, Ἀοίδιμε, καὶ πλευρὰς σπαθιζόμενος, λίθῳ παμμεγίστῳ τε, τράχηλον καὶ πόδας, συνθλώμενος Μάκαρ, καὶ ἁρμονίας ἀπηνῶς, παραλυόμενος ὄντως ἔθλασας, τὴν κεφαλὴν τοῦ δράκοντος, ὑπομονῆς γενναιότητι, ἣν ἡττῆσαι οὐκ ἴσχυσε, τῶν βασάνων ἡ κάκωσις.

Ω ΜΑΚΑΡΙΑ ΔΥΑΣ, ΥΜΕΙΣ ΠΑΝΤΩΝ ΓΕΝΝΗΤΟΡΩΝ ΥΠΕΡΗΡΘΗΤΕ

Ὦ μακαρία δυάς· ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε, Ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας Πατήρ· Μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησε· Μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν, τὸν τρέφοντα πᾶσαν πνοήν· ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΔΕΥΤΕ ΝΥΝ ΧΟΡΕΥΣΩΜΕΝ, ΑΣΜΑΤΙΚΩΣ Ω ΦΙΛΕΟΡΤΟΙ....

Δεῦτε νῦν χορεύσωμεν, ἀσματικῶς ὧ φιλέορτοι, καὶ πιστῶς ἑορτάσωμεν, τὴν μνήμην γεραίροντες, Ἰωακεὶμ καὶ Ἄννης, τῆς σεπτῆς δυάδος· αὐτοὶ γὰρ ἔτεκον ἡμῖν, τὴν Θεομήτορα καὶ Παρθένον ἁγνήν· διὸ περ καὶ μετέστησαν, ἐκ τῶν προσκαίρων πρὸς ἄληκτον, καὶ ἀείζωον οἴκησιν, δυσωποῦντες σωθῆναι ἡμᾶς. Εὐφρόσυνον τέρπεται, σήμερον κτίσις ἡ σύμπασα, Θεοτόκε πανύμνητε, ἐτήσιον ἄγουσα, μνήμην ὁμοφρόνως, τῶν σῶν γεννητόρων, Ἰωακεὶμ τοῦ θαυμαστοῦ, ὁμοῦ καὶ Ἄννης πανηγυρίζουσα· χαρὰν γὰρ προεξένησαν, σὲ παρ᾿ ἐλπίδα βλαστήσαντες, τὴν τὸ φῶς ἀπαστράψασαν, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν. Ἀγάλλεται σήμερον, Ἄννα σκιρτῶσα ἐν πνεύματι, καὶ εὐφραίνεται χαίρουσα, τυχοῦσα ἐφέσεως, ἧς περ ἐπεπόθει, πάλαι εὐτεκνίας, ἐπαγγελίας γὰρ καρπόν, καὶ εὐλογίας θεῖον ἐβλάστησε, Μαρίαν τὴν πανάμωμον, τὴν τὸν Θεὸν ἡμῶν τέξασαν, καὶ τὸν ἥλιον λάμψασαν, τοῖς ἐν σκότει καθεύδουσι.

ΤΩΝ ΔΙΚΑΙΩΝ ΘΕΟΠΑΤΟΡΩΝ ΣΟΥ ΚΥΡΙΕ, ΤΗΝ ΜΝΗΜΗΝ ΕΟΡΤΑΖΟΝΤΕΣ

Τῶν δικαίων Θεοπατόρων σου Κύριε, τὴν μνήμην ἑορτάζοντες, δι᾿ αὐτῶν σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

ΕΥΦΡΑΝΕΤΑΙ ΝΥΝ, Η ΑΝΝΑ ΤΗΣ ΣΤΕΙΡΩΣΕΩΣ

Εὐφραίνεται νῦν, ἡ Ἄννα τῆς στειρώσεως, λυθεῖσα δεσμῶν, καὶ τρέφει τὴν πανάχραντον, συγκαλοῦσα ἅπαντας ἀνυμνῆσαι τὸν δωρησάμενον, ἐκ νηδύος αὐτῆς τοιῖς βροτοῖς, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.

Η ΤΩΝ ΔΕΣΜΩΝ ΤΗΣ ΠΡΙΝ ΑΤΕΚΝΙΑΣ ΔΙ ΕΥΧΗΣ ΛΥΘΕΙΣΑ

Ἡ τῶν δεσμῶν τῆς πρὶν ἀτεκνίας δι᾿ εὐχῆς λυθεῖσα, προσκαλεῖται ἡμᾶς συνεορτάσαι τῷ θαύματι, καὶ δῶρα προσάξαι τῇ γεννηθείσῃ, λιτανεύοντας ἔμπροσθεν μετὰ πόθου, ἧς περ ποτὲ αἱ παρθένοι ἐν τάχει προέτρεχον, χορεύουσαι καὶ βοῶσαι· Ἰδοὺ ἦλθεν ἡ πάντων ἀνάκλησις, ἰδοὺ Ἀδὰμ ἠλευθέρωται, ὅτι Ἄννα καρπὸν ἀνεβλάστησε, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.

ΕΚ ΡΙΖΗΣ ΒΛΑΣΤΗΣΑΣΑ ΔΥΑΣ ΑΓΙΑ...

Ἐκ ῥίζης βλαστήσασα δυὰς ἁγία, Δαυῒδ τοῦ θεόφρονος, τὴν ῥάβδον τὴν πανίερον, Παρθένον τὴν ἄχραντον, τῷ κόσμῳ τέτοκεν, ἄνθος ἱερώτατον ἡμῖν, Χριστὸν ἀσπόρως ἐξανατέλλουσαν. Λαμπάδα πολύφωτον τὴν Θεοτόκον, ἡ Ἄννα ἡ ἔνθεος, καθάπερ χρυσαυγίζουσα, λυχνία βαστάζουσα τὸν κόσμον ἅπαντα, θείῳ κατελάμπρυνε φωτί, καὶ παρθενίας λαμπροῖς πυρσεύμασι. Προπάτορες ἔνδοξοι τοῦ σαρκωθέντος, δι᾿ ἄφατον ἔλεος, Θεοῦ τοῦ παντοκράτορος, παιδὸς ἐκ θεόφρονος ὑμῶν πανόλβιοι, νῦν μοι τῷ προσφεύγοντι ὑμῖν, πλημμελημάτων λύσιν βραβεύσατε. Ὡς ὄντες ὑπέρτεροι τῶν γεννητόρων, τὴν πάντων δεσπόζουσαν, κτισμάτων ἐκτετόκατε, Μαρίαν τὴν ἄχραντον, τὴν τετοκυῖαν Θεόν, σάρκα περιθέμενον ἡμῖν, ὁμοίαν πάντῃ, δι᾿ εὐσπλαγχνίαν πολλήν.

ΣΗΜΕΡΟΝ Η ΠΑΝΑΜΩΜΟΣ ΑΓΝΗ ΠΡΟΗΛΘΕΝ ΕΚ ΤΗΣ ΣΤΕΙΡΑΣ

Σήμερον ἡ πανάμωμος Ἁγνὴ προῆλθεν ἐκ τῆς στείρας· σήμερον τὰ πάντα εὐφραίνονται, ἐν τῇ αὐτῆς γεννήσει, ὁ Ἀδὰμ τῶν δεσμῶν απολύεται, καὶ ἡ Εὔα της ἀρᾶς ἠλευθέρωται. Τὰ οὐράνια πάντα ἀγάλλονται, καὶ εἰρήνη τοῖς ἀνθρώποις βραβευεται. Ἡμεῖς δὲ δοξολογοῦντες βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Η ΤΗΣ ΕΥΑΣ ΤΗΝ ΑΡΑΝ, ΕΞΑΡΑΣΑ ΝΥΝ ΤΙΚΤΕΤΑΙ...

Ἡ τῆς Εὔας τὴν ἀράν, ἐξάρασα νῦν τίκτεται, ἐκ γηραλέων ἀκάρπων, τῆς Ἄννης καὶ Ἰωακείμ, ἣν σὺν Ἀγγέλοις ἅπαντες, κατὰ χρέος ἐν ὕμνοις, πιστοὶ εὐφημήσωμεν.

ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΔΙΚΑΙΩΝ ΘΕΟΠΑΤΟΡΩΝ ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΗΣ ΚΑΙ ΑΓΙΟΥ ΣΕΒΗΡΙΑΝΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Μάρτυρος Σεβηριανοῦ. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Δικαίων Ἰωακείμ, καὶ Ἄννης. Στίχοι Ἰωακεὶμ τέρφθητι σὺν τῇ Συζυγῳ, Τεκόντες ἄμφω ψυχικὴν τέρψιν κτίσει. Ἡ δ᾿ ἐννάτη τοκέων Θεομήτορος εὗρε σύναξιν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Σεβηριανός, λίθον παρὰ τοὺς πόδας φέρων, ἐπὶ τοῦ τείχους εἰς τὸν ἀέρα κρεμασθεὶς τελειοῦται. Στίχοι Σεβηριανὸς κἂν λίθων ἀλγῇ βάρει, Χαίρει κρεμασθείς, ὡς ἀποσπῶν γῆς πόδας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, τοῦ πρὸ τοῦ Διοκλητιανοῦ ἀσκήσαντος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων ξίφει τελειοῦται. Στίχοι Πολλὴ χάρις σοι χριστομάρτυς Χαρίτων, Χριστοῦ χάριν τράχηλον ἐκκεκομμένῳ. Μνήμη τῆς ἁγίας καὶ Οἰκουμενικῆς Τρίτης Συνόδου τῶν ἁγίων διακοσίων Πατέρων, τῶν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μικροῦ ἐν Ἐφέσῳ συναχθέντων, καὶ τόν δυσσεβῆ Nεστό...

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΘΕΟΤΟΚΕ....

Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν· καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.

ΙΩΑΚΕΙΜ ΚΑΙ Η ΑΝΝΑ ΠΑΝΗΓΥΡΙΖΟΥΣΙ...

Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζομεν σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζοντες Παρθένον ἁγνήν. Ἐξ Ἄννης σήμερον ῥάβδος, φυτὸν θεόσδοτον, ἡ Θεοτόκος ἔφυ, σωτηρία ἀνθρώπων· ἐξ ἧς ὁ τῶν ἁπάντων Δημιουργός, γεννηθεὶς ὑπὲρ ἔννοιαν, τὴν τοῦ Ἀδὰμ ἐκκαθαίρει ὡς ἀγαθός, πᾶσαν λύμην ἀγαθότητι. Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυΐδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ, Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς. Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ· καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει, θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.

ΣΗΜΕΡΟΝ, Ο ΤΟΙΣ ΝΟΕΡΟΙΣ ΘΡΟΝΟΙΣ ΕΠΑΝΑΠΑΥΟΜΕΝΟΣ ΘΕΟΣ...

Σήμερον, ὁ τοῖς νοεροῖς θρόνοις ἐπαναπαυόμενος Θεός, θρόνον ἅγιον ἐπὶ γῆς ἑαυτῷ προητοίμασεν, ὁ στερεώσας ἐν σοφίᾳ τοὺς οὐρανούς, οὐρανὸν ἔμψυχον, ἐν φιλανθρωπίᾳ κατεσκεύασεν· ἐξ ἀκάρπου γὰρ ῥίζης φυτὸν ζωηφόρον, ἐβλάστησεν ἡμῖν τὴν Μητέρα αὐτοῦ, ὁ τῶν θαυμασίων Θεός, καὶ τῶν ἀνελπίστων ἐλπίς, Κύριε δόξα σοι.

ΠΟΤΗΡΙΟΝ ΣΩΤΗΡΙΟΥ ΛΗΨΟΜΑΙ...

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ΤΩΝ ΧΑΛΔΑΙΩΝ Η ΚΑΜΙΝΟΣ...

Τῶν Χαλδαίων ἡ κάμινος, πυρὶ φλογιζομένη, ἐδροσίζετο Πνεύματος, Θεοῦ ἐπιστασίᾳ· οἱ Παῖδες ὑπέψαλλον· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων». Ἑορτάζομεν Ἄχραντε, καὶ πιστῶς προσκυνοῦμεν, τὴν ἁγίαν σου γέννησιν, τὴν ἐξ ἐπαγγελίας, δι᾿ ἧς ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ. Νῦν ἡ Ἄννα εὐφραίνεται, καὶ βοᾷ καυχωμένη· Στεῖρα οὖσα γεγέννηκα, τοῦ Θεοῦ τὴν Μητέρα, δι' ἧς τὸ κατάκριμα, τῆς Εὔας λέλυται, καὶ ἡ ἐν λύπαις ὠδίς. Ὁ Ἀδὰμ ἠλευθέρωται, καὶ ἡ Εὔα χορεύει, καὶ βοῶσιν ἐν πνεύματι, πρὸς σὲ τὴν Θεοτόκον· Ἐν σοὶ ἐλυτρώθημεν, τῆς ἀρχεγόνου ἀρᾶς, ἐπιφανέντος Χριστοῦ. Στεῖραι ἄγονοι σπεύσατε, ψυχαὶ ἠτεκνωμέναι, ὅτι Ἄννα πολύτεκνος, καὶ νῦν εὐφραινομένη· μητέρες χορεύσατε, σὺν τῇ Μητρὶ τοῦ Θεοῦ, καὶ συναγάλλεσθε.

ΑΓΑΛΛΟΝΤΑΙ ΤΑ ΠΕΡΑΤΑ, ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ...

Ἀγάλλονται τὰ πέρατα, τῆς οἰκουμένης σήμερον, ἐν τῇ γεννήσει σου Κόρη, Θεοκυῆτορ Μαρία, καὶ ἀπειρόγαμε νύμφη· ἐν ᾗ τῶν φυσάντων σε, τὸ λυπηρὸν διέλυσας, τῆς ἀτεκνίας ὄνειδος, καὶ τῆς Προμήτορος Εὔας, τὴν ἐν τῷ τίκτειν κατάραν.

ΣΤΗΛΗ ΣΩΦΡΟΣΥΝΗΣ ΕΜΨΥΧΟΣ...

Στήλη σωφροσύνης ἔμψυχος, καὶ λαμπρὸν δοχεῖον, ἀποστίλβον χάριτι, ἡ Ἄννα ἡ εὐκλεής, φανεῖσα τέτοκε, τὴν πρόβολον ἀληθῶς, τῆς παρθενίας τὸ θεῖον ἀπάνθισμα, τὴν πάσαις παρθενικαῖς, καὶ παρθενίας ποθούσαις τὸ χάρισμα, τὸ τῆς παρθενίας κάλλος, ἐμφανῶς βραβεύουσαν, καὶ παρέχουσαν πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος.

ΤΟ ΓΕΝΕΘΛΙΟΝ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ

Τῇ Η' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Πάσας ἀληθῶς, Ἄννα, νικᾷς μητέρας, Μήτηρ ἕως ἂν σὴ γένηται θυγάτηρ. Ἐξάγαγε πρὸς φῶς Θεομήτορα ὀγδόῃ Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι αὐτάδελφοι, Ῥοῦφος καὶ Pουφιανός, ξίφει τελειοῦνται. Κλίνων ἑαυτὸν Ῥουφιανὸς τῷ ξίφει, Μένω σε, φησί, Ῥοῦφε, μὴ μέλλῃς, ἕπου. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σεβῆρος ξίφει τελειοῦται. Ἕτοιμός εἰμι πρὸς τὸ πᾶν οἴσειν πάθος, Σεβῆρος εἶπε, καὶ πρὸς με τὸ ξίφος; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀρτεμίδωρος πυρὶ τελειοῦται. Ἀρτεμίδωρος ὡς καθάλλεσθαι σθένει, Καὶ τοῦ πυρὸς φλέγοντος ἔργῳ δεικνύει. Ὁ Ἅγιος νεομάρτυς Ἀθανάσιος ὁ ἐν Θεσσαλονίκῃ μαρτυρήσας κατὰ τὸ 1774 ἀγχόνῃ τελειοῦται. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗ ΣΤΕΙΡΕΥΟΥΣΗ ΚΑΡΠΟΣ...

Τῇ στειρευούσῃ καρπὸς ἐδόθη ἡ θεόπαις Μαρία· ἣν προεῖδον ποτὲ θεῖοι Προφῆται ἐν Πνεύματι· ταύτην ἡμεῖς σήμερον ὁρῶντες, ἐν τοῖς κόλποις τῆς Ἄννης σκιρτῶσαν, σὺν τῷ πιστῷ Ἰωακείμ, νοητῶς πρὸς ἑστίασιν συνέλθωμεν, καὶ τοὺς πόρρω καλέσωμεν, λέγοντες· Τοῦ κόσμου νῦν ἡ ἀνάκλησις, ἐξ ἀκάρπου γαστρὸς ἀνεβλάστησεν, ἡ θεία πύλη, καὶ Μήτηρ τῆς ὄντως ζωῆς.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ....Η ΠΑΝΤΩΝ ΕΛΠΙΣ

Ὢ τοῦ παραδόξου θαύματος! ὡς ἐξ ἀγόνου μητρός, καὶ ἀκάρπου στειρώσεως, ῥάβδος ἄνθος φέρουσα, ἀναφύεται σήμερον, ἡ Θεομήτωρ καὶ ἀπειρόγαμος, ἐκ τῶν δικαίων Ἰωακεὶμ καὶ' Ἄννης· ὅθεν καὶ χαίρει νῦν, Προφητῶν τὸ σύστημα, Πατριαρχῶν, πᾶσα ἡ ὁμήγυρις, ἐν τῇ γεννήσει αὐτῆς. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου. Σήμερον Δαυῒδ ἀγάλλεται, καί, Ἰεσσαὶ νῦν σκιρτᾷ καὶ Λευῒ μεγαλύνεται, καὶ χαίρει τῷ πνεύματι, Ἰωακεὶμ ὁ δίκαιος, καὶ ἀτεκνία τῆς Ἄννης λύεται, τῇ σῇ γεννήσει Μαρία ἄχραντε, θεοχαρίτωτε· καὶ Ἀγγέλων σύστημα, σὺν τοῖς βροτοῖς, πάντες μακαρίζομεν, τὴν θείαν μήτραν σου. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Χαίροις τῶν βροτῶν τὸ σύστημα· Χαῖρε Κυρίου ναέ· χαῖρε ὄρος τὸ ἅγιον· χαῖρε θεία τράπεζα· χαῖρε λύχνε ὁλόφωτε, χαῖρε τὸ κλέος τῶν ὀρθοδόξων σεμνή· χαῖρε Μαρία, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ· χαῖρε πανάμωμε· χαῖρε θρόνε πύρινε· χαῖρε σκηνή· χαῖρε βάτε ἄφλεκτε· χα...

ΣΘΕΝΕΙ ΔΥΝΑΜΟΥΜΕΝΟΣ, ΤΟ ΑΣΘΕΝΕΣ ΣΟΥ ΜΑΚΑΡΙΕ

Σθένει δυναμούμενος, τὸ ἀσθενές σου Μακάριε, τοῦ ἡμῶν τὴν ἀσθένειαν, θελήσει φορέσαντος, τῶν Μαρτύρων δρόμον, διήνυσας χαίρων, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ὡραιοτάτοις ποσὶ συνέτριψας· διὸ σοι ἀνεπλέξατο, νικητικὰ διαδήματα, Ἰησοῦς ὁ φιλάνθρωπος καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἐχθροὺς ἐτραυμάτισας, τῷ τραυματίζεσθαι Ἔνδοξε, καὶ εἰς γῆν κατηδάφισας, Σταυρὸν ὁπλισάμενος, καὶ τὴν παντευχίαν, περιβεβλημένoς, τὴν ἀδιάρρηκτον σαφῶς, καὶ τὴν ἀγάπην ἐνστερνισάμενος, τοῦ σὲ πρὸς τὰ βασίλεια, τὰ νοητὰ μετοικήσαντος, ὡς ἀήττητον Μάρτυρα, ὡς οὐράνιον ἄνθρωπον. Σωτῆρα καὶ Κύριον, τὸν ὑπὲρ σοῦ τὰ ἑκούσια, ὑποστάντα παθήματα, σαφῶς ἐκμιμούμενος, ἀθλοφόρε Σῴζων, σαυτὸν ἑκουσίως, πρὸς αἰκισμοὺς πρὸς ἐκτομάς, πρὸς ἀνυποίστους βασάνους δέδωκας· διὸ σὲ ἀντημείψατο, ἐπουρανίοις χαρίσμασι, καὶ πηγὴν ἰαμάτων σε, τοῖς ποθοῦσιν ἀνέδειξε.

ΤΗΣ ΠΑΓΚΟΣΜΙΟΥ ΤΩ ΚΟΣΜΩ, ΧΑΡΑΣ ΑΝΕΤΕΙΛΑΝ...

Τῆς παγκοσμίου τῷ κόσμῳ, χαρᾶς ἀνέτειλαν, αἱ νοηταὶ ἀκτῖνες, προμηνύουσαι πᾶσι, τὸν ἥλιον τῆς δόξης, Χριστὸν τὸν Θεόν, ἐν τῇ γεννήσει σου Ἄχραντε· σὺ γάρ μεσῖτις ἐδείχθης τῆς ἀληθοῦς, εὐφροσύνης τε καὶ χάριτος. Ἡ προεόρτιος αὕτη, δόξα σου Ἄχραντε, προκαταγγέλλει πᾶσι, τὰς τῆς σῆς εὐμενείας, λαοῖς εὐεργεσίας· σὺ γὰρ τῆς νῦν, εὐφροσύνης ἡ πρόξενος, καὶ τῆς μελλούσης αἰτία χαρὰς ἡμῖν, καὶ τρυφῆς θείας ἀπόλαυσις. Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.

ΑΓΙΟΣ ΕΥΨΥΧΙΟΣ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Προεόρτια τῆς Γεννήσεως τῆς Ὑπεραγίας Θεοτόκου, καὶ τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σῴζοντος. Στίχοι Aντεῖχε Σῴζων σώματος πρὸς αἰκίας, Πρὸς τὸν μόνον σῴζοντα τὴν ψυχὴν βλέπων. Ἑβδομάτη Σῴζων θάνε, τυπτόμενος χρόα λαμπρόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Εὐόδου καὶ Ὀνησιφόρου. Ὁ Ἅγιος Εὐψύχιος ξίφει τελειοῦται. Στίχοι Εὔψυχος Εὐψύχιος ἣν πρὸς τὸ ξίφος, Χαίρων ὅτι πλάσαντι τὴν ψυχὴν θύει. Τῇ αὐτῇ ἡμέρᾳ, ἑορτάζεται ἡ κοίμησις τοῦ Ὁσίου Λουκᾶ, τοῦ τῆς Λυκαόνων Ἐπαρχίας, τρίτου δὲ Ἡγουμένου τῆς Μονῆς τοῦ Σωτῆρος, τῆς ἐπιλεγομένης Βαθέος Ῥύακος. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΑΚΑΡΙΖΟΜΕΝ ΣΕ ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ, ΚΑΙ ΔΟΞΑΖΟΜΕΝ ΣΕ ΟΙ ΠΙΣΤΟΙ ΚΑΤΑ ΧΡΕΟΣ...

Mακαρίζομέv σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

Ο ΠΟΙΩΝ ΤΟΥΣ ΑΓΓΕΛΟΥΣ ΑΥΤΟΥ ΠΝΕΥΜΑΤΑ, ΚΑΙ ΤΟΥΣ ΛΕΙΤΟΥΡΓΟΥΣ ΑΥΤΟΥ ΠΥΡΟΣ ΦΛΟΓΑ...

Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Ἀλληλούϊα.

ΣΥΓΧΑΡΗΤΕ ΗΜΙΝ, ΑΠΑΣΑΙ ΑΙ ΤΩ ΑΓΓΕΛΩΝ ΤΑΞΙΑΡΧΙΑΙ....

Συγχάρητε ἡμῖν, ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει· ὅθεν κατὰ χρέος, ἀνυμνοῦντες αὐτόν, βοήσωμεν· Σκέπασον ἡμᾶς, ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Μιχαήλ Ἀρχάγγελε.

ΤΡΙΣΗΛΙΟΥ ΘΕΟΤΗΤΟΣ, ΠΑΡΑΣΤΑΤΗΣ ΦΑΙΔΡΟΤΑΤΟΣ, ΜΙΧΑΗΛ ΔΕΙΚΝΥΜΕΝΟΣ...

Τρισηλίου θεότητος, παραστάτης φαιδρότατος, Μιχαὴλ δεικνύμενος, ἀρχιστράτηγε, μετὰ τῶν ἄνω Δυνάμεων, κραυγάζεις γηθόμενος, Ἅγιος εἶ ὁ Πατήρ, Ἅγιος ὁ συνάναρχος, Λόγος Ἅγιος, καὶ τὸ Ἅγιον Πνεῦμα· μία δόξα, βασιλεία, μία φύσις, μία Θεότης καὶ δύναμις. Καὶ τὸ εἶδός σου πύρινον, καὶ τὸ κάλλος θαυμάσιον, Μιχαὴλ πρωτάγγελε· τῇ ἀΰλῳ γάρ, φύσει διέρχῃ τὰ πέρατα, πληρῶν τὰ προστάγματα, τοῦ τῶν ὅλων ποιητοῦ, δυνατὸς ἐν ἰσχύϊ σου γνωριζόμενος, καὶ πηγὴν ἰαμάτων τὸν ναόν σου, ἐργαζόμενος τῇ κλήσει, τῇ σῇ ἁγίᾳ τιμώμενον. O ποιῶν τούς, Ἀγγέλους σου, ὥσπερ γέγραπται πνεύματα, καὶ τοὺς λειτουργοῦντάς σοι, φλόγα πύρινον, μέσον ταγμάτων πρωτεύοντα, ἀνέδειξας Κύριε, σοῦ τῶν ἀρχαγγελικῶν, Μιχαὴλ ἀρχιστράτηγον, σοῦ ταῖς νεύσεσι, καθυπείκοντα Λόγε, καὶ τὸν ὕμνον, τὸν Τρισάγιον ἐν φόβῳ, ἀναφωνοῦντα τῇ δόξῃ σου.

H ANAMNHΣΙΣ ΤΟΥ ΓΕΓΟΝΟΤΟΣ ΘΑΥΜΑΤΟΣ ΕΝ ΚΟΛΑΣΣΑΙΣ, ΗΤΟΙ ΕΝ ΧΩΝΑΙΣ, ΠΑΡΑ ΤΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΜΙΧΑΗΛ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Ἡ ἀνάμνησις τοῦ γεγονότος θαύματος ἐν Κολασσαῖς, ἤτοι ἐν Χώναις, παρὰ τοῦ Ἀρχαγγέλου Μιχαήλ. Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ Ἀνάμνησις τοῦ γενομένου παραδόξου θαύματος ἐν Κολασσαῖς τῆς Φρυγίας παρὰ τοῦ ἀρχιστρατήγου Μιχαήλ. Στίχοι Ὤφθης Μιχαὴλ Νῶε σῷ ναῷ νέος, Χώνῃ ποταμῶν τὸν κατακλυσμὸν λύων. Ῥοῦν Μιχαὴλ ποταμῶν χώνευσε, Νόων ἀγός, ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐδοξίου, Ζήνωνος, Ῥωμύλου καὶ Μακαρίου. Στίχοι Τμήθησαν Εὐδόξιος, Ῥωμύλος, Ζήνων, Καὶ Μακάριος, μακαριστοί, τοῦ τέλους! Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἑκατὸν τέσσαρες καὶ χίλιοι στρατιῶτοι, καὶ ἡ ἁγία Καλοδότη, ξίφει τελειοῦνται. Στίχοι Δεκὰς δεκαπλῆ καὶ χιλιὰς Μαρτύρων, Καὶ τετρὰς ἁπλῆ συντελευτῶσι ξίφει. Καλοδότη, τμηθεῖσα τὴν κάραν ξίφει, Καλῶν δοτῆρι σοὶ παρίσταται Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Φαῦστος ὁ πρεσβύτερος, Μακάριος, Ἀνδρέας, καὶ ὁ μοναχὸς Βίβος, Κυριακός, Διονύσιος, Ἀνδρόνικος, καὶ αἱ ἅγιαι Ἀνδροπελαγία, καὶ Θέκλα, καὶ Θεόκτιστος ὁ ναύκληρος, κα...

ΚΥΡΙΕ, ΟΤΕ ΣΕ Ο ΗΛΙΟΣ ΕΙΔΕΝ,,,,

Κύριε, ὅτε σε ὁ ἥλιος εἶδεν, ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ἥλιε τῆς δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε· καὶ τῆς σελήνης τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.

ΟΤΕ ΦΩΝΗ Η ΤΟΥ ΒΟΩΝΤΟΣ

Ὅτε φωνὴ ἡ τοῦ βοῶντος, προελήλυθεν ἐκ στείρας Ζαχαρία, τῆς σῆς γλώσσης δεσμά, διέλυσε κραυγάζειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Φίλος ἐτέχθη τοῦ νυμφίου, ἐκ στειρώσεως τὸν τόκον τῆς Παρθένου, προμηνύων σαφῶς, ὁ Πρόδρομος τοῖς πίστει· Εὐλογητὸς εἶ κράζουσιν, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὅλος ἐγένου Ζαχαρία, θεῖον ὄργανον τοῦ Πνεύματος τρισμάκαρ, καὶ προφήτην τὸ σόν, προέλεγες παιδίον· Εὐλογητὸς εἶ Κύριε, ἐκβοῶν εἰς τοὺς αἰῶνας.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ! Ο ΠΑΡΕΣΤΩΣ ΤΩ ΘΕΩ

Ὢ τοῦ παραδόξου θαύματος! ὁ παρεστὼς τῷ Θεῷ, ἐν ὑψίστοις Ἀρχάγγελος, λειτουργῷ θεόφρονι, Ζαχαρία τὴν σύλληψιν, τὴν τοῦ Προδρόμου εὐαγγελίζεται, παρ᾿ ἡλικίαν ἐκ τῆς στειρώσεως, Ὢ τῆς ἀφράστου σου, προμηθείας Δέσποτα! δι᾿ ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος. Ὢ τοῦ παραδόξου θαύματος! τῆς Παλαιᾶς τὴν σιγήν, καὶ τῆς Νέας τὴν ἔκφανσιν, Ζαχαρίου κώφευσις, προφητεύει σαφέστατα· τὴν γὰρ τοῦ νόμου σιγήσας πλήρωσιν, τὸ φῶς ὑπέδειξε τὸ τῆς χάριτος, Ὢ τῆς προνοίας σου, τῆς σοφῆς Φιλάνθρωπε! δι᾿ ἧς ἡμᾶς, πάντας περιφρούρησον ὡς παντοδύναμος. Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ. Ὢ τοῦ παραδόξου θαύματος! ἐν ἱερεῦσι πιστός, καὶ ἐν Μάρτυσιν ἄριστος, καὶ Προφήτης ἔνδοξος, προμηνύων τὰ μέλλοντα, ὁ Ζαχαρίας Δέσποτα δείκνυται, τριπλῷ στεφάνῳ κατακοσμούμενος, Ὢ τῶν πλουσίων σου, δωρεῶν φιλάνθρωπε! δι᾿ὧν Χριστέ, πάντας καταξίωσον, τῆς βασιλείας σου.

ΙΕΡΩΣΥΝΗΣ ΝΟΜΙΚΗΣ

Ἱερωσύνης νομικῆς, ἐνδεδυμένος ὄντως στολήν, κατὰ τὴν τάξιν Ἀαρὼν ἐλειτούργησας· καὶ παρεστὼς ἐν τῷ ναῷ, ἀγγελικὴν μορφὴν ἐμφανῶς, ἐθεάσω παμμακάριστε· διό σου τὴν μετάστασιν ἅπαντες, μέλποντες χρεωστικῶς Ζαχαρία, ᾄσμασιν εὐφημοῦμεν, σὲ τὸν μετὰ τὸ γῆρας ἐκβλαστήσαντα, Ἰωάννην τὸν ἔνδοξον. Πρέσβευε ὑπέρ ἡμῶν, τὸν ἐλεήμονα Θεόν, σωθῆναι ἡμᾶς.

ΙΕΡΩΣΥΝΗΣ ΣΤΟΛΙΣΜΟΝ .... ΖΑΧΑΡΙΑ

Ἱερωσύνης στολισμόν, περιβαλλόμενος σοφέ, κατὰ τὸν νόμον τοῦ Θεοῦ, ὁλοκαυτώματα δεκτά, ἱεροπρεπῶς προσενήνοχας Ζαχαρία· καὶ γέγονας φωστήρ, καὶ θεατὴς μυστικῶν, τὰ σύμβολα ἐν σοί, τὰ τῆς χάριτος, φέρων ἐκδήλως πάνσοφε, καὶ ξίφει ἀναιρεθεὶς ἐν τῷ ναῷ τοῦ Θεοῦ, Χριστοῦ Προφῆτα, σὺν τῷ Προδρόμῳ, πρέσβευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΧΡΙΣΜΑ ΠΕΡΙΚΕΙΜΕΝΟΣ, ΣΤΟΛΗΝ ΤΕ ΘΕΙΑΝ ΑΟΙΔΙΜΕ, ΖΑΧΑΡΙΑ ΩΣ ΑΓΓΕΛΟΣ....

Χρῖσμα περικείμενος, στολήν τε θείαν ἀοίδιμε, Ζαχαρία ὡς ἄγγελος, Θεῷ ἱεράτευσας, μεσιτεύων πλάστῃ, καὶ πλάσματι μάκαρ, καὶ τὰς δηλώσεις ἐναργῶς, τοῦ θείου Πνεύματος εἰσδεχόμενος· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦντες πανήγυριν, τὸν Σωτῆρα δοξάζομεν. Παιδίον ἑώρακας, ἀποτεχθὲν τῆς νεάνιδος, Ζαχαρία θεόπνευστε, Πατρὸς τὸν συνάναρχον, καὶ τῷ σῷ προδήλως, προλέγεις παιδίῳ· Προφήτης ἔσῃ ἀληθῶς, τούτου τάς τρίβους ἑτοιμαζόμενος· μεθ᾿ οὗ σε μακαρίζομεν, καὶ τὴν σεπτήν σου πανήγυριν, ἱερῶς ἑορτάζομεν, θεοφόρε Πανόλβιε. Ναὸς ζῶν καὶ ἔμψυχος, τοῦ θείου Πνεύματος πέφυκας· καὶ ναοῦ μέσον ἔνδοξε, Θεῷ συγγινόμενος, καθαρᾷ καρδίᾳ ἀδίκως ἐσφάγης, μαρτυρικῶς ἀποπληρῶν, τὸν θεῖον δρόμον σου Ἀξιάγαστε· διὸ πρὸς τὸν οὐράνιον, ναὸν ἀνῆλθες ἐν αἵματι, τῷ ἰδίῳ αἰτούμενος, ἱλασμὸν τοῖς τιμῶσι σε.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΖΑΧΑΡΙΟΥ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου, πατρὸς τοῦ Προδρόμου. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη Ζαχαρίου τοῦ Προφήτου τοῦ Πατρὸς τοῦ Προδρόμου. Στίχοι Θεῖον δι’ ἀμνὸν τοῦ Θεοῦ Ζαχαρίας, Ὥσπερ τις ἀμνὸς σφάττεται ναοῦ μέσον. Πέμπτῃ Ζαχαρίαν δαπέδῳ σφάξαν παρὰ νηοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀβδαῖος, ῥάβδοις ἀκανθώδεσι τυφθείς, τελειοῦται. Στίχοι Ῥάβδων ἀκάνθας Μάρτυς Ἀβδαῖος φέρει, Στεφθέντα τιμῶν ταῖς ἀκάνθαις Δεσπότην. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μεδίμνου, Οὐρβανοῦ, Θεοδώρου, καὶ τῶν σὺν αὐτοῖς ὀγδοήκοντα ἱερέων καὶ Λευϊτῶν, ἤτοι Διακόνων. Στίχοι Ὕδωρ διελθὼν ψαλμικῶς καὶ πῦρ ἅμα, Λέγει Μέδιμνος, εἰς ἀναψυχὴν φθάνω. Σὺν Οὐρβανῷ δὲ καὶ Θεόδωρος μέγας, Ἆθλον τὸν αὐτὸν ἐκτελεῖ τῷ Μεδίμνῳ. Ὀκτὰς δεκαπλῆ τῶν καθιερωμένων, Πρὸς πῦρ, ὕδωρ τε καρτερῶς ἐκαρτέρει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Πέτρου τοῦ ἐν τῷ Ἀθήρᾳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμή...

ΩΣ ΚΑΘΑΡΟΣ ΙΕΡΕΥΣ, ΕΙΣ ΤΑ ΑΓΙΑ ΤΩΝ ΑΓΙΩΝ

Ὡς καθαρὸς ἱερεύς, εἰς τὰ Ἅγια τῶν Ἁγίων εἰσέδυς· καὶ τὴν στολὴν τὴν ἱερὰν ἐνδυσάμενος, ἀμέμπως τῷ Θεῷ ἐλειτούργησας, ὡς Ἀαρὼν νομοθετῶν, καὶ ὡς Μωσῆς ποδηγῶν τὰς φυλὰς τοῦ Ἰσραήλ, ἐν τῇ τῶν κωδώνων ἀκραιφνεῖ συμβολῇ· διὸ καὶ πεφόνευσαι· ἀλλὰ τὸ αἷμά σου τὸ δίκαιον, ἡμῖν σωτήριον ἴαμα γέγονε, καὶ ὡς μύρον εὐῶδες, τὰς ἀκοὰς ἀνοίγει, πρὸς πορισμὸν τῆς αἰωνίου ζωῆς, Ζαχαρία τρισόλβιε, τοῦ Βαπτιστοῦ Ἰωάννου ὁ γενέτης, καὶ τῆς Ἐλισάβετ ὁ σύνευνος, ἐκτενῶς πρέσβευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΝ ΑΙΜΑΤΙ ΒΑΨΑΣ ΣΟΥ , ΤΗΝ ΙΕΡΑΝ ΔΙΠΛΟΪΔΑ....ΒΑΒΥΛΑ ΘΕΣΠΕΣΙΕ...

Ἐν αἵματι βάψας σου, τὴν ἱερὰν διπλοΐδα, εἰσῆλθες εἰς ἅγια, τῶν ἁγίων ἅγιος σὺ γενόμενος, Βαβύλα ἔνδοξε, καὶ σαφῶς πάντοτε, ἀπολαύεις τῆς θεώσεως, ὡραϊζόμενος, καὶ τῷ μαρτυρίῳ λαμπόμενος, καὶ ἄγγελος δεικνύμενος, ταῖς καθαρωτάταις μεθέξεσιν· ὅθεν σε τιμῶμεν, καὶ πόθῳ ἑορτάζομεν τὴν σήν, ἱερωτάτην πανήγυριν, ἀξιομακάριστε. Σιδήρῳ πεδούμενος, ἀνεμποδίστως τὴν τρίβον, διώδευσας Ὅσιε, τὴν πρὸς τὴν οὐράνιον πόλιν φέρουσαν, τὰ σεπτὰ στίγματα, Βαβύλα πάνσοφε, ὥσπερ κόσμον περικείμενος, ἐν ᾗ γενόμενος, οἷα νικητὴς ἀληθέστατος, καὶ Μάρτυς ἀπαράτρωτος, καὶ ἱερουργὸς ἱερώτατος, μέλπεις σὺν Ἀγγέλοις, μελῴδημα τὸ θεῖον καθαρῶς· Ἅγιος, Ἅγιος, Ἅγιος, Τριὰς ὁμοούσιε. Ποίμνης προϊστάμενος, τῆς λογικῆς ἱεράρχα, βακτηρία γνώσεως, ἐπὶ χλόην ἔθρεψας ταύτην πιστῶς, καὶ θηρῶν ἔσωσας, καὶ Θεὸν εὔφρανας, τὸν ἐξ ὕψους σε ποιμάναντα· ὃν κατενώπιον, τῶν ἀθεωτάτων μακάριε, κηρύττων, ὥσπερ ἄκακον, τέθυσαι ἀρνίον γηθόμενος, μετὰ τῶν ἀκάκων, παιδίων καὶ προσήχθης σὺν αὐτοῖς, θῦμα εὐῶδες ὁλόκληρον, Βαβύλα θεσπέσιε.

ΓΕΓΟΝΑΣ ΑΥΤΟΠΤΗΣ ΘΕΟΠΤΑ, ΚΑΙ ΜΕΤΑ ΘΑΝΑΤΟΝ ΚΥΡΙΟΥ....

Γέγονας αὐτόπτης θεόπτα, καὶ μετὰ θάνατον Κυρίου, οὐ δι᾿ ἀμυδρῶν αἰνιγμάτων, Χριστὸν ἀθρήσας, ὡς ἐν τῇ πέτρᾳ τὸ πρίν, ἀλλ᾿ ἀνθρωπίνῳ σώματι, φῶς ἀπαστράπτοντα θεότητος. Ὄρος τὸ Θαβὼρ ἐδοξάσθη, ὑπὲρ τὸ Σίναιον πλουσίως, ἔνθα Μωϋσῆς ἐκ νεκάδων, καὶ ὁ Θεσβίτης ἐκ χώρας ζώντων Χριστόν, σὺν Ἀποστόλοις ἔβλεπον, μεταμορφούμενον ὡς ὄντως Θεόν. Σῶσον συμπαθεῖ σου πρεσβείᾳ, καὶ προσευχῶν τῇ παρρησίᾳ, ὡς τὸν Ἰσραὴλ ἐκ κινδύνων, Μωσῆ θεόπτα, καὶ χαλεπῶν καὶ δεινῶν, Χριστιανῶν τὸ πλήρωμα, ἐκ πάσης βλάβης τῶν ὑμνούντων σε.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ, ΚΑΙ ΘΡΟΝΩΝ ΔΙΑΔΟΧΟΣ, ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΓΕΝΟΜΕΝΟΣ...

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΘΥΤΗΣ ΟΜΟΥ ΚΑΙ ΘΥΜΑ, ΒΑΒΥΛΑ ΩΦΘΗΣ ΤΟΥ ΘΕΟΥ

Θύτης ὁμοῦ καὶ θῦμα, Βαβύλα ὤφθης τοῦ Θεοῦ, θύων αὐτῷ ἀναιμάκτως, καὶ σοῖς ἐν αἵμασι τυθείς, σὺν τοῖς τελείοις νηπίοις, μεθ᾿ ὧν σε ἀνευφημοῦμεν.

ΘΕΡΑΠΩΝ ΕΙΚΟΤΩΣ ΤΟΥ ΘΕΟΥ, ΩΣ ΠΡΑΟΣ ΗΚΟΥΣΑΣ ΚΑΙ ΕΡΓΟΙΣ ΓΕΓΟΝΑΣ

Θεράπων εἰκότως τοῦ Θεοῦ, ὡς πρᾷος ἤκουσας καὶ ἔργοις γέγονας· διὸ ἐγνώσθη σοι Κύριος, ὑπὲρ πάντας τοὺς προφήτας Μωσῆ, καὶ ἐνοικήσας σοι πιστῶς, ψάλλειν ἐδίδαξεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ὡς μύστης Θεοῦ καὶ λειτουργός, καὶ βασιλεύς, Ἰσραήλ, Μωσῆ Θεόπτα δειχθείς, Χριστὸν ἐκήρυξας ἔρχεσθαι, ἐν σαρκὶ προδιαγράψας αὐτοῦ, τὴν πρὸς ἀνθρώπους φοβεράν καὶ θείαν ἔλευσιν, οὗ καὶ τύπος ἔμψυχος ὤφθης σαφῶς, καὶ Προφήτης πιστός. Λόγου προφητείαις τὸν λαόν, καὶ νόμου διαταγαῖς καθοδηγήσας πιστῶς, σημείων τέρασιν ἴθυνας, καὶ θαυμάτων ἐπιδείξεσιν· ὑπὸ Θεοῦ δὲ προσκληθείς, ἐν γῇ θεόπτα Μωάβ, προσετέθης, πρὸς τοὺς πατέρας τοὺς σοὺς μετὰ δόξης πολλῆς. Ὄρει ἐπιβὰς ὡς οὐρανῷ, Θεοῦ προστάξαντος κατεῖδες πνεύματι, τὴν τῶν πραέων γῆν Πάνσοφε· αἰσθητῶς δὲ κατενόησας, ἐπαγγελίας τὴν τρυφήν· καὶ μεταστάντος ἐκ γῆς, ἐπεκρύβη, οἰκονομίᾳ Θεοῦ καὶ τὸ σκῆνός σου.

ΕΝ ΘΥΕΛΛΗ ΤΗΝ ΑΣΑΡΚΟΝ, ΚΑΙ ΕΝ ΓΝΟΦΩ ΤΟΝ ΑΫΛΟΝ

Ἐν θυέλλῃ τὴν ἄσαρκον, καὶ ἐν γνόφῳ τὸν ἄϋλον, Μωϋσῆ τεθέασαι, ὡς χωρεῖν δυνατόν· θεοειδής τε γενόμενος, τῇ δόξῃ τῇ κρείττονι, τῷ σαρκίνῳ Ἰσραήλ, Νομοθέτης κεχείρισαι· ἀλλ' οὐ πέφυκε, νοῦς γεώδης τοῖς θείοις ἐμβατεύειν· ἡ γὰρ χάρις τοῖς ὁρῶσι, τὰ λίαν κρείττονα δίδοται. Ἱερεὺς ἐννομώτατος, στρατηγὸς γενναιότατος, τῷ παραπικραίνοντι ἀναδέδειξαι, Μωσῆ μαστίζων τὴν Αἴγυπτον, τῇ ῥάβδῳ δὲ θάλασσαν, διαιρῶν τὴν Ἐρυθράν, καὶ βυθίζων ἀλάστορα, καὶ ὑψαύχενα, Φαραὼ σὺν τριστάταις, καὶ διάγων, ἐν ἐρήμῳ καὶ ἐκτρέφων, τὸν Ἰσραὴλ τὸν ἀγνώμονα. Μωϋσῆ τὸ ὑπόδημα, τῶν ποδῶν λῦσον τάχιον· ὁ γὰρ τόπος ἅγιος, ἐν ᾧ ἕστηκας, μὴ τι νεκρώσεως σύμβολον, ἐν σοὶ περιφέροιτο· ἐν γὰρ βάτῳ καὶ πυρί, μυστικῶς σοι ὀπτάνεται, τὰ παράδοξα, τῆς θεόπαιδος Κόρης, ἐν τῷ ὄρει, τῷ Χωρὴβ ὁ χρηματίζων, τῷ Μωϋσῇ ἀπεφθέγγετο.

ΛΑΜΠΡΟΤΑΤΑΙΣ ΑΣΤΡΑΠΑΙΣ ΣΟΥ ΚΑΤΑΛΑΜΠΡΥΝΟΝ...

Λαμπροτάταις ἀστραπαῖς σου καταλάμπρυνον, τὴν ζοφερὰν καρδίαν μου, ἡ κυήσασα ἐπὶ γῆς τὸν ἥλιον Χριστόν, Παρθένε· ᾗ ψάλλομεν ἀεί, Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ΑΙ ΟΥΡΑΝΙΑΙ ΔΥΝΑΜΕΙΣ ΚΑΤΟΠΤΕΥΟΥΣΑΙ, ΠΑΙΔΑΣ ΚΑΙ ΠΑΙΔΟΤΡΙΒΗΝ ΟΜΟΥ

Αἱ οὐράνιαι δυνάμεις κατοπτεύουσαι, παῖδας καὶ παιδοτρίβην ὁμοῦ, κατὰ τῆς πλάνης, νικηφόρους δυνάμει τοῦ Σταυροῦ, ἐβόων χορεύουσαι Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δοὺς τὴν νίκην αὐτοῖς. Ἡ φωσφόρος τοῦ Δεσπότου κατελάμπρυνε, χάρις τοὺς συνελθόντας πιστούς, ὁ ἀοίδιμός τε Βαβύλας στεφανηφορῶν, προτρέπει συγχαίροντας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τῶν τυράννων μὲν ἠπόρει ἡ ἐπίνοια, βοηθεῖν τοῖς μὴ οὖσι θεοῖς, τῇ Τριάδι δὲ τῇ Ἁγίᾳ Βαβύλας ὁ κλεινός, προτρέπει Πιστοὺς τοῦ ἐκβοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΑΒΥΛΑ, ΕΠΙΣΚΟΠΟΥ ΑΝΤΙΟΧΕΙΑΣ, ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΘΕΟΠΤΟΥ ΜΩΥΣΕΩΣ ΤΟΥ ΠΡΟΦΗΤΟΥ...

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας, καὶ τοῦ Ἁγίου καὶ θεόπτου Μωϋσέως τοῦ Προφήτου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, Ἐπισκόπου Ἀντιοχείας τῆς μεγάλης, καὶ τῶν σὺν αὐτῷ Ἁγίων τριῶν παίδων, οἳ διὰ ξίφους ἐτελειώθησαν. Στίχοι Ὁ Χριστὸν αὐτὸν Bαβύλας θύων πάλαι, Χριστῷ προθύμως θύεται διὰ ξίφους. Εἰς τοὺς παῖδας Στίχοι Ὑπὲρ μεγίστου Δεσπότου Θεοῦ Λόγου, Τρέχουσι θερμῶς πρὸς ξίφος τὰ παιδία. Παῖδας καὶ Βαβύλαν πέφνε ξίφος ἀμφὶ τετάρτην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Βαβύλας, ὁ ἐν Ἀντιοχείᾳ διδάσκαλος, σὺν τοῖς ὑπ᾿αὐτὸν ὀγδοήκοντα τέσσαρσι παισί, ξίφει τελειοῦται. Στίχοι Μαθήσεώς σοι μισθὸς ἐκ τῶν παιδίων, Βαβύλα θεῖε τῆς τομῆς κοινωνία. Ὁ Ἅγιος προφήτης Μωϋσῆς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Οὐκ ἐκ πέτρας νῦν, ουδ᾿ ὀπισθίων μέρει, Μωσῆ θεωρεῖς, ἀλλ᾿ ὅλον Θεὸν βλέπεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ἑρμιόνης, μιᾶς τῶν θυγατέρων Φιλίππου τοῦ ἀποστόλου. Στίχοι Χωρεῖς πρὸς αὐτοὺς ο...

ΘΕΟΦΡΟΝ ΜΑΚΑΡΙΕ ΒΑΦΑΙΣ...

Θεόφρον μακάριε βαφαῖς, τοῦ οἰκείου αἵματος, τὴν ἱεράν σου καὶ ἔνθεον, στολὴν ἐφαίδρυνας· ἐκ δυνάμεως γάρ, εὐσεβῶς εἰς δύναμιν, εἰς δόξαν ἀπὸ δόξης προβέβηκας· καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαîς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θυσίαν τὸ πρότερον Θεῷ, φέρων τὴν ἀναίμακτον, ὡς ἱερεὺς ἐννομώτατος, ὡς ὁλοκάρπωμα, καὶ δεκτὴν θυσίαν, σεαυτὸν δι᾿ αἵματος, ὡς Μάρτυς ἀληθέστατος ὕστερον, Χριστῷ προσήγαγες, θεορρῆμον πανσεβάσμιε, ὃν δυσώπει, ὑπὲρ τῶν ὑμνούντων σε. Μαρτύρων στρατεύματα Χριστῷ, Πάτερ προσενήνοχας, ταῖς ὑποθήκαις σου Ἄνθιμε, καὶ παραινέσεσι, νουθετῶν διδάσκων, καὶ σαφὲς ὑπόδειγμα, θεόφρον σεαυτὸν παρεχόμενος· μεθ᾿ ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΕΝΘΕΙΣ ΜΟΙ ΓΝΩΣΙΝ ΘΕΪΚΗΝ, ΤΟΝ ΖΟΦΟΝ ΤΗΣ ΑΓΝΟΙΑΣ...

Ἐνθεὶς μοι γνῶσιν θεϊκήν, τὸν ζόφον τῆς ἀγνοίας, ἐκ τῆς ἐμῆς καρδίας, ἀπέλασον εὐχαῖς σου, ὅπως ὑμνήσω σου πιστῶς τὴν ἁγίαν μνήμην, ἐν ᾗ Ἀγγέλων χοροί, μετὰ Μαρτύρων σήμερον εὐφραίνονται ἐνθέως· καὶ ἄνθρωποι, ὕμνοις ἐγκωμίων τὴν σὴν κάραν, ὥσπερ ἄνθη συμπλέξαντες, στέφουσιν ἀξίως, αἰτοῦντες παρὰ σοῦ λαβεῖν, τῶν πταισμάτων ἀποχήν, καὶ τῶν κακῶν τοῦ βίου λύσιν, καὶ ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων ῥυσθῆναι, ταῖς σαῖς πρεσβείαις, Πατὴρ ἡμῶν Ἄνθιμε.

ΤΗΣ ΠΟΙΜΝΗΣ ΣΟΥ ΘΕΟΦΡΟΝ, ΣΤΕΡΡΟΣ ΠΡΟΣΤΑΤΗΣ ΓΕΝΟΜΕΝΟΣ

Τῆς ποίμνης σου θεόφρον, στερρὸς προστάτης γενόμενος, ὑπὲρ αὐτῆς ἑτοίμως τὸ σὸν αἷμα ἐξέχεας, καὶ ἀπειλὰς τῶν δυσμενῶν μὴ πτοηθείς, ἐν οὐρανοῖς νῦν ἀγάλλῃ, τῷ θρόνῳ τῆς τρισηλίου Θεότητος παριστάμενος. Δόξα τῷ ἐνισχύσαντί σε Χριστῷ· δόξα τῇ εὐψυχίᾳ σου, δόξα τῇ μαρτυρικῇ σου Ἄνθιμε καρτερότητι.

ΧΟΡΕΙΑΝ ΑΓΕ ΣΗΜΕΡΟΝ.... ΑΓΓΕΛΙΚΩΣ ΕΒΙΩΣΑΣ, ΕΠΙ ΓΗΣ ΘΕΟΦΟΡΕ, ΣΥΝ ΕΥΘΥΜΙΩ ΠΑΝΣΟΦΕ...

Χορείαν ἄγε σήμερον ἐτησίαν, Νικομηδέων πᾶσα χαίρουσα πόλις, τοῦ καλοῦ Ποιμένος σου, καὶ σκίρτησον, τὸν πολιοῦχον ἔχουσα, διατηροῦντά σε βλάβης, τῶν δυσμενῶν ἀνωτέραν. Ἀγγελικῶς ἐβίωσας, ἐπὶ γῆς θεοφόρε, σὺν Εὐθυμίῳ πάνσοφε, τῷ μεγάλῳ φωστῆρι, Θεόκτιστε διαπρέψας, ἐν εὐχαῖς καὶ νηστείαις, καὶ πλείστοις κατορθώμασι, πρακτικῆς θεωρίας, μεθ᾿ οὗ καὶ νῦν, παρεστὼς τριάδι τῇ ἀπροσίτῳ, ὑπὲρ ἡμῶν ἱκέτευε, τῶν τιμώντων σε μάκαρ.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ....

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΗΣ ΑΠΑΘΕΙΑΣ ΤΩ ΠΟΘΩ ΝΥΤΤΟΜΕΝΟΣ, ΣΑΡΚΟΣ ΤΑ ΣΚΙΡΤΗΜΑΤΑ

Τῆς ἀπαθείας τῷ πόθῳ νυττόμενος, σαρκὸς τὰ σκιρτήματα, Πάτερ κατεμάρανας, Θεόκτιστε σοφέ, θεόθεν βοηθούμενος, καὶ νῦν ἡμᾶς φωτὸς τοῦ νοητοῦ, πλησθῆναι καθικέτευσον, τῷ Κυρίω ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται. Οἰκειωθεὶς σοι ὁ μέγας Εὐθύμιος, τῇ θείᾳ Πάτερ στοργῇ, καὶ συνδιαιτώμενος, Θεόκτιστε στερρῶς, τὴν τρίβον τῆς ἀσκήσεως, διήνυσεν ἐμπράκτως ἀληθῶς, καὶ σοὶ συνεκραύγαζε· τῷ Κυρίω ᾄσωμεν, ἐνδόξως γὰρ δεδόξασται. Ὑπωπιάσας τὸ σῶμα πανόλβιε, καὶ πάθη τὰ τῆς σαρκός, Πάτερ δουλωσάμενος, Θεόκτιστε τρανῶς, ἐδέξω τὴν λαμπρότητα, τῆς χάριτος, καὶ ταύτῃ λαμπρυνθείς, ἐνθέως ἀνεκραύγαζες, τῷ Κυρίῳ ᾄσωμεν·ἐνδόξως γὰρ δεδόξασται.

ΕΝ ΙΕΡΕΥΣΙΝ ΕΥΣΕΒΩΣ ΔΙΑΠΡΕΨΑΣ, ΚΑΙ ΜΑΡΤΥΡΙΟΥ ΤΗΝ ΟΔΟΝ ΔΙΑΝΥΣΑΣ....

Ἐν ἱερεῦσιν εὐσεβῶς διαπρέψας, καὶ μαρτυρίου τὴν ὁδὸν διανύσας, τὰ τῶν εἰδώλων ἔσβεσας σεβάσματα, πρόμαχος γενόμενος, τῆς σῆς ποίμνης θεόφρον· διὸ σε καὶ γεραίρουσα, μυστικῶς ἐκβοᾷ σοι· Ἐκ τῶν κινδύνων ῥῦσαί με ἀεί, ταῖς σαῖς πρεσβείαις, Πατὴρ ἡμῶν Ἄνθιμε.

ΤΟ ΑΙΜΑ ΣΟΥ ΣΟΦΕ, ΜΥΣΤΙΚΩΣ ΑΝΕΒΟΑ, ΕΚ ΓΗΣ ΠΡΟΣ ΤΟΝ ΘΕΟΝ....

Τὸ αἷμά σου σοφέ, μυστικῶς ἀνεβόα, ἐκ γῆς πρὸς τὸν Θεόν, ὡς τοῦ Ἄβελ θεόφρον· σαφῶς γὰρ ἐκήρυξας, τὴν Τριάδα τὴν ἄκτιστον· ὅθεν Ἄνθιμε, ποιμαντικῶς διαπρέψας, ἀπεδίωξας, τοὺς τῶν αἱρέσεων θῆρας, ὡς φύλαξ τῆς πίστεως.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΝΘΙΜΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΙΚΟΜΗΔΕΙΑΣ...

Τῌ Γ´ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου. Τῇ Γ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀνθίμου, Ἐπισκόπου Νικομηδείας. Στίχοι Τμηθεὶς κεφαλὴν Μάρτυς Ἄνθιμε ξίφει, Καὶ νεκρὸς ἀνθεῖς εἰς Θεοῦ δόξαν τρίχας. Ἄνθιμον ἐν τριτάτῃ ἀπέκτεινε ξίφος ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοκτίστου, συνασκητοῦ τοῦ Μεγάλου Εὐθυμίου. Στίχοι Εἰδὼς σὸν εἶναι τὸν Θεὸν Κτίστην, Πάτερ, Αὐτὸν πρὸ πάντων ἐξελέξω κτισμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ζήνων, ἐν λέβητι μολύβδου κοχλάζονος βληθείς, τελειοῦται. Στίχοι Ζήνων ὁ θεῖος τοῦ Θεοῦ πόθῳ ζέων, Χαίρων ὑπῆλθε τοῦ μολύβδου τὸ ζέον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Βασίλισσα, θηριομαχήσασα καὶ μηδὲν βλαβεῖσα, τελειοῦται. Στίχοι Ὀφθεῖσα Βασίλισσα φρικτὴ θηρίοις, Φρικτῷ παρέστη παμβασιλέως θρόνῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἀριστίων, Ἐπίσκοπος Ἀλεξανδρείας, πυρ...

ΩΣ ΒΑΣΙΛΙΔΑ ΠΑΝΤΕΣ ΚΑΙ ΒΑΣΙΛΕΑ ΤΩΝ ΟΛΩΝ ΚΥΗΣΑΣΑΝ...

Ὡς Βασιλίδα πάντες, καὶ Βασιλέα τῶν ὅλων κυήσασαν, δεῦτε σὺν τῷ Ἀγγέλῳ, τὴν εὐλογημένην τιμήσωμεν.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ, ΤΟ ΠΥΡ ΗΔΕΣΘΗ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΟΤΕ, ΔΙΑ ΤΟΥΤΟ ΟΙ ΠΑΙΔΕΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ, διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Καμίνου τὸ εἶδός σοι, θαλάμου ὥσπερ χρείαν ἐπλήρωσεν· εἰς ἡμέρας γὰρ πλείους, ἐν ταύτῃ Μάκαρ κατακλειόμενος, οὐ κατεφλέχθης, βοῶν τῷ ποιήσαντι· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἀγγέλους συλλήπτορας, συγχορευτὰς καὶ συγκοινωνοῦντάς σοι, ἀπορρήτων ᾀσμάτων, φλογὸς ἐν μέσῳ, Μάρτυς ἐκέκτησο, μεθ᾿ ὧν τῷ πάντων Δεσπότῃ ἐκραύγαζες· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὡς ῥόδον ἀμάραντον, ὡς ἐκ παστάδος νυμφίος πρόεισιν, ὡραιότατος ὄντως, ἐκ τῆς καμίνου φλέξας τοὺς ἄφρονας, καὶ τοὺς ὁρῶντας φωτίσας κραυγάζοντας· Εὐλογητός ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

Ο ΤΕΧΘΕΙΣ ΕΚ ΠΑΡΘΕΝΟΥ, ΚΑΙ ΚΟΣΜΟΝ ΦΩΤΙΣΑΣ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ...

Ὁ τεχθεὶς ἐκ Παρθένου, καὶ κόσμον φωτίσας Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.

ΕΝ ΤΗ ΡΑΒΔΩ ΑΓΙΕ, ΤΗ ΕΚ ΘΕΟΥ ΣΟΙ ΔΟΘΕΙΣΗ, ΤΟΝ ΛΑΟΝ ΣΟΥ ΠΟΙΜΑΝΟΝ...

Ἐν τῇ ῥάβδῳ Ἅγιε, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ, τὸν λαόν σου ποίμανον, ἐπὶ νομὰς ζωηφόρους· θῆρας δέ, τοὺς ἀοράτους καὶ ἀνημέρους, σύντριψον, ὑπὸ τοὺς πόδας τῶν σὲ ὑμνούντων· ὅτι πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.

ΤΟΝ ΕΝ ΠΑΣΗ ΤΗ ΓΗ ΠΕΡΙΒΟΗΤΟΝ ΜΑΡΤΥΡΑ, ΚΑΙ ΕΝ ΤΟΙΣ ΟΥΡΑΝΟΙΣ ΣΥΝ ΑΓΓΕΛΟΙΣ ΧΟΡΕΥΟΝΤΑ...

Τὸν ἐν πάσῃ τῇ γῇ περιβόητον Μάρτυρα, καὶ ἐν τοῖς οὐρανοῖς σὺν Ἀγγέλοις χορεύοντα, ὑμνήσωμεν Μάμαντα, τὸν πρὶν τὰς ἐλάφους ἐν ταῖς ἐρήμοις καινῶς ἀμέλγοντα, καὶ νῦν περιούσιον λαὸν Κυρίου, ῥάβδῳ δυνάμεως, ὡς ποιμένα καλῶς περιέποντα, καὶ ὁδηγοῦντα εἰς τόπον χλόης, ἔνθα ὑπάρχει ἀληθῶς τοῦ Παραδείσου ἡ τρυφή. Ὅθεν πάντες οἱ ἐν κινδύνοις, προστάτην Μάμα, θερμὸν σε κεκτήμεθα.

ΣΥ ΜΟΥ ΙΣΧΥΣ ΚΥΡΙΕ....

Σύ μου ἰσχὺς Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ Προφήτῃ Ἀββακοὺμ σοι κραυγάζω, τῇ δυνάμει σου δόξα φιλάνθρωπε. Αὐτοθελῶς, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, ἀπτοήτῳ, Ἔνδοξε φρονήματι· τὸν γὰρ Χριστόν, εἶχες συνεργόν, θείᾳ δυναστείᾳ, τὸ ἀσθενές σου ῥωννύοντα, καὶ Μάρτυρα δεικνύντα, τῶν αὐτοῦ παθημάτων, καὶ τῆς ἄνω λαμπρότητος μέτοχον. Ὡς συνεργός, ὁ ἐκ Θεοῦ συνοδίτης σοι, καθυπείκει, οἷα λογικώτατος, ἄγριος θήρ· θείᾳ γὰρ στοργῇ, σὺ καθυποτάξας, τὰ πάθη τὰ ἀλογώτατα, ὡραῖος ἀπεφάνθης, λογισμῷ σοφωτάτῳ, ἀλογίαν ἐχθρῶν τροπωσάμενος. Δικαστικῶν, σὺ πρὸ βημάτων παρίστασο, τὴν τοῦ Λόγου, σάρκωσιν Μακάριε, διαπρυσίως ἀναφωνῶν, καὶ τῆς ἀθεΐας ἀπομαραίνων τὸ φρύαγμα· καὶ πάντας ἀδιστάκτως, μελῳδεῖν ἐκδιδάσκων· Τῇ δυνάμει σου δόξα φιλάνθρωπε.

ΙΝΑ ΤΙ ΜΕ ΑΠΩΣΩ, ΑΠΟ ΤΟΥ ΠΡΟΣΩΠΟΥ ΣΟΥ ΤΟ ΦΩΣ ΤΟ ΑΔΥΤΟΝ....

Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον, ἀλλ᾿ ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι. Ξεομένου οὐδόλως, σώματος ὁ ἔνδοξος Μάμας ἐφρόντισε, τῆς φθορᾶς τὸ πάχος, τῷ σπαράττεσθαι ἀποβαλλόμενος, καὶ τοὺς δερματίνους, ἀποδυόμενος χιτῶνας, καὶ στολὴν ἀφθαρσίας δεχόμενος. Χαριστήριον αἶνον, ἔμελπες τῷ Κτίστῃ σου ἐξορυττόμενος, τὰς πλευρὰς Παμμάκαρ, καὶ φωνὴν οὐρανόθεν ἀκήκοας, βεβαιοῦσαν μᾶλλον, τὸν λογισμόν σου πρὸς τὸ κρεῖττον, καὶ τῶν πόνων τὸ ἄχθος κουφίζουσαν. Ἐν εἱρκτῇ συγκλεισθέντι, ὤφθη οὐρανόθεν σοι ἐπικομίζουσα, παραδόξῳ θέᾳ, Ἀθλοφόρε παμμάκαρ πολύαθλε, βρῶσιν ἀφθαρσίας, περιστερὰ ὡραιοτάτη· τῆς φθορᾶς γάρ τοὺς ὅρους ἐκβέβηκας.

ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΤΗΝ ΔΟΞΑΝ, ΚΑΤΕΚΟΣΜΗΣΑΣ ΙΩΑΝΝΗ ΜΑΚΑΡΙΕ....

Τῆς Ἐκκλησίας τὴν δόξαν, κατεκόσμησας Ἰωάννη μακάριε, τοῖς θείοις σου δόγμασι, καὶ σοφοῖς διδάγμασι, τὰς αἱρέσεις τε, ἐκ ποδῶν ἐποίησας. Ὥς περ φωστὴρ εὐσεβείας, τῶν δογμάτων σου τῷ κάλλει ἐξήστραψας, καθ᾿ ὅλης τῆς κτίσεως, θεόφρον διδάσκαλε, καὶ ἠμαύρωσας τὰς αἱρέσεις λόγῳ Θεοῦ. Ἀντὶ μαχαίρας τῇ γλώττῃ, καὶ τῷ λόγῳ χρησάμενος Ὅσιε, τὰ νόθα ἐξέκοψας, διδάγματα ἅπαντα, καὶ ἐτράνωσας τὴν Τριάδα πᾶσι σαφῶς.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ ΤΟΙΣ ΘΕΟΣΕΒΕΣΙΝ ΕΜΜΑΝΩΣ

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ Τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὡς Δανιὴλ τὰ χάσματα, τῶν θηρίων ἐφίμωσας, θείᾳ τοῦ Δεσπότου ἐπικλήσει ἔνδοξε, τὸν ὄφιν ἐνέκρωσας· τοὺς δυσσεβεῖς κατῄσχυνας· καὶ ὡς νικητής, τοὺς οὐρανούς ἀναμέλπων, οἰκεῖς ἐν εὐφροσύνῃ· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Λιθολευστοῦσι μάκαρ σε, οἱ τοῖς λίθοις λατρεύοντες, καὶ πεπωρωμένοι, τὴν ψυχὴν παράνομοι, τὸ ὄμμα ἐρείδοντα, τῆς ἱερᾶς σου Μάμα ψυχῆς, πρὸς τὴν ἀρραγῆ καὶ ἀταπείνωτον πέτραν, καὶ μέλποντα προθύμως· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀγωνοθέτης ἄνωθεν, σοὶ προτείνων τὸν στέφανον, οἷα νικητῇ, καὶ τὸν καλὸν ἀνύσαντι, ἀγῶνα πανόλβιε, ἐπιφωνεῖ σοι τὴν πρὸς αὐτόν, στείλασθαι σεπτήν, καὶ γλυκυτάτην πορείαν, προθύμως μελῳδοῦντι· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψούτε, εἰς πάντας τοὺς αἰῶνας...

ΕΥΣΕΒΕΙΑΣ ΥΠΑΡΧΩΝ ΓΟΝΟΣ ΣΕΠΤΟΣ, ΑΣΕΒΕΙΑΣ ΕΔΕΙΧΘΗΣ ΕΚΜΕΙΩΤΗΣ...

Εὐσεβείας ὑπάρχων γόνος σεπτός, ἀσεβείας ἐδείχθης ἐκμειωτής, ὦ Μάμα πανεύφημε, τῇ δυνάμει τοῦ Πνεύματος· ἐν γὰρ σταδίῳ πλάνην, εἰδώλων διήλεγξας, καὶ εὐθαρσῶς Τριάδα, ὑμνεῖσθαι ἐκήρυξας· ὅθεν καὶ θηρίοις, ἐκδοθεὶς ἀθλοφόρε, τὸν θῆρα ἐνέκρωσας, καὶ ἀρχέκακον δράκοντα· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΙΔΟΥ ΝΥΝ ΠΕΠΛΗΡΩΤΑΙ, ΤΟΥ ΘΕΗΓΟΡΟΥ Η ΠΡΟΑΓΟΡΕΥΣΙΣ, ΕΝ ΓΑΣΤΡΙ ΓΑΡ ΠΑΡΘΕΝΕ

Ἰδοὺ νῦν πεπλήρωται, τοῦ θεηγόρου ἡ προαγόρευσις· ἐν γαστρὶ γὰρ Παρθένε, τὸν Θεὸν Λόγον ἔσχες καὶ τέτοκας, τὸν ζωοδότην, ᾧ πάντες κραυγάζομεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΩΣ ΤΟΝ ΠΡΟΦΗΤΗΝ ΕΡΡΥΣΩ, ΕΚ ΒΥΘΟΥ ΚΑΤΩΤΑΤΟΥ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ, ΚΑΜΕ ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ ΜΟΥ, ΡΥΣΑΙ ΩΣ ΦΙΛΑΝΘΡΩΠΟΣ, ΚΑΙ ΚΥΒΕΡΝΗΣΟΝ ΤΗΝ ΖΩΗΝ ΜΟΥ ΔΕΟΜΑΙ...

Ὡς τὸν Προφήτην ἐρρύσω, ἐκ βυθοῦ κατωτάτου, Χριστὲ ὁ Θεός, κἀμὲ τῶν πταισμάτων μου, ῥῦσαι ὡς φιλάνθρωπος, καὶ κυβέρνησον τὴν ζωήν μου δέομαι.

ΠΟΙΜΑΝΤΙΚΩΣ ΕΧΡΙΣΘΗΣ, ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ ΤΩ ΜΥΡΩ ΘΕΟΣΟΦΕ.... ΠΑΤΕΡ ΙΕΡΟΦΑΝΤΟΡ, ΤΟΥΣ ΑΙΡΕΣΙΑΡΧΑΣ

Ποιμαντικῶς ἐχρίσθης, τῆς εὐσεβείας τῷ μύρῳ θεόσοφε· ὅθεν ὡς Ἱεράρχην, πάντες εὐφημοῦμέν σε Ὅσιε. Ὡς μιμητὴς ὑπάρχων, τῶν Ἀποστόλων θεόφρον ἀοίδιμε, πόνοις καὶ ἀγρυπνίαις, τοῦ τῆς Ἐκκλησίας προέστης λαοῦ. Τὸν ζηλωτὴν Ἠλίαν, καὶ Μωϋσῆν τὸν θεόπτην μιμούμενος, Πάτερ Ἱεροφάντορ, τοὺς αἱρεσιάρχας κατῄσχυνας.

ΓΕΓΟΝΑΜΕΝ ΚΟΙΝΩΝΟΙ, ΤΗΣ ΘΕΙΑΣ ΦΥΣΕΩΣ ΑΧΡΑΝΤΕ...

Γεγόναμεν κοινωνοί, τῆς θείας φύσεως Ἄχραντε, τῷ θείῳ σου τοκετῷ, καὶ λῆξιν οὐράνιον σὺν Ἀγγέλων τάξεσιν, οἱ σὲ εὐφημοῦντες, ἐν Χριστῷ ἐκληρωσάμεθα.

Η ΑΜΙΑΝΤΟΣ ΑΜΝΑΣ ΤΟΥ ΛΟΓΟΥ, Η ΑΚΗΡΑΤΟΣ ΠΑΡΘΕΝΟΜΗΤΩΡ...

Ἡ ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν, Οἴμοι! τέκνον μου, πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον;

ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΝΗΣΤΕΥΤΟΥ ΚΑΙ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΜΑΜΑΝΤΟΣ...

Τῌ Β᾿ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΣΕΠΤΕΜΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Νηστευτοῦ. Τῇ Β´ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μάμαντος. Στίχοι Ἀκμαῖος ὢν Τριάδος εἰς πίστιν Μάμας, Ἀκμαῖς τριαίνης καρτερεῖ τετρωμένος. Δευτερίῃ χολάδες Μάμαντος χῦντο τριαίνῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Πατριάρχου Κωνσταντινουπόλεως τοῦ Νηστευτοῦ. Στίχοι Τοῖς μὴ ῥέουσιν ἐντρυφᾷς νῦν ἡδέσι, Νηστευτὰ ῥευστῶν ἡδονῶν Ἰωάννη. Ὁ Ἅγιος Διομήδης σπαθιζόμενος τελειοῦται. Στίχοι Σίδηρος εἰς σίδηρον ὢν Διομήδης, Πρὸς τοὺς σπαθισμοὺς ἀνδρικῶς ἐκαρτέρει. Ὁ Ἅγιος Ἰουλιανός, ξύλῳ θλασθεὶς τὴν κεφαλήν, τελειοῦται. Στίχοι Ἰουλιανός, συντριβεὶς κάραν ξύλῳ, Τὸν πρὸς Θεὸν νοῦν σῶος εἰς τέλος μένει. Ὁ Ἅγιος Φίλιππος ξίφει τελειοῦται. Στίχοι Ἵππον ταχὺν Φίλιππος τὴν τομὴν ἔχων, Πρὸς τὸν φιλοῦντα θᾶττον ἦλθε Δεσπότην. Ὁ Ἅγιος Εὐτυχιανὸς ἐν ἐσχάρᾳ πυρὸς τελειοῦται. ...

ΥΠΟΜΕΙΝΑΣΑΙ ΒΑΣΑΝΟΥΣ, ΚΑΙ ΣΤΡΕΒΛΩΣΕΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ...

Ὑπομείνασαι βασάνους, καὶ στρεβλώσεις τοῦ σώματος, διαφόροις τρόποις, θλάσιν τε μελῶν καὶ κατάφλεξιν, τὰς οὐρανίους σκηνώσεις ἐκληρώσασθε, ἀπολαύουσαι, ξύλου ζωῆς, Ἀξιάγαστοι. Νεανίδων μακαρίων, τὸν ἀγῶνα ἐθαύμασαν, οὐρανῶν Δυνάμεις, ὅπως τὸν ἐχθρὸν ἐτροπώσαντο, ἐν γυναικείᾳ τῇ φύσει δυναμούμεναι, τῇ δυνάμει, τοῦ ἐκ γυναικὸς ἀνατείλαντος. Ἀπορρίψασαι τοῦ κόσμου, ματαιότητα ἅπασαν, τῷ Θεῷ καὶ μόνῳ, ὅλῃ τὴ ψυχῇ ἐκολλήθητε· ὅθεν ἀσκήσεως πόνους καὶ ἀθλήσεως, ὑπεμείνατε, Νύμφαι Χριστοῦ καρτερώτατα. Ἰσχυρότατον ὡς ὅπλον, τὸν Σταυρὸν περιφέρουσαι, πρὸς τὰς ἐναντίας, ἀντιπαρετάξασθε φάλαγγας, μετὰ Χριστοῦ δὲ τὴν νίκην, ἀπηνέγκασθε, τοῦ νικήσαντος, κόσμον δυνάμει θεότητος.

ΟΙ ΠΑΙΔΕΣ ΕΥΣΕΒΕΙΑ ΣΥΝΤΡΑΦΕΝΤΕΣ, ΔΥΣΣΕΒΟΥΣ ΠΡΟΣΤΑΓΜΑΤΟΣ ΚΑΤΑΦΡΟΝΗΣΑΝΤΕΣ, ΠΥΡΟΣ ΑΠΕΙΛΗΝ ΟΥΚ ΕΠΤΟΗΘΗΣΑΝ ,,,

Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ᾿ ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ἀρχόμενοι τοῦ ἔτους καὶ τῶν ὕμνων, ἀπαρχὴν ποιούμεθα τῷ βασιλεύοντι Χριστῷ, βασιλείαν τὴν ἀπέραντον, ὁ ὀρθόδοξος λαός, εὐσεβῶς μέλποντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ὁ ὢν πρὸ τῶν αἰώνων, ἐπ᾿ αἰῶνα τε καὶ ἔτι Κύριος, τοῖς ἀναμέλπουσι Χριστέ, ἡ πηγὴ τῆς ἀγαθότητος, τῶν χρηστῶν σου δωρεῶν τὸ ἔτος πλήρωσον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ΤΟΝ ΤΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΕΝ ΚΑΜΙΝΩ, ΔΙΑΦΥΛΑΞΑΝΤΑ ΠΑΙΔΑΣ...

Τὸν τοὺς ὑμνολόγους ἐν καμίνῳ, διαφυλάξαντα Παῖδας, καὶ τὴν βροντῶσαν κάμινον, μεταβαλόντα εἰς δρόσον, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Ὡς ἀρχηγῷ τῆς σωτηρίας Χριστέ, ἀπαρχὴν σοι προσφέρει τὴν ἐνιαύσιον, ἡ σεπτὴ Ἐκκλησία κραυγάζουσα· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Τὸν ἐκ μὴ ὄντων τὰ πάντα σοφῶς, καινουργήσαντα Κτίστην, καὶ διεξάγοντα τῶν καιρῶν τὰς ἑλίξεις βουλήματι, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Τῷ διεξάγοντι τὰ πάντα Θεῷ, καὶ καιροὺς ἀλλοιοῦντι, πρὸς τὴν πολύτροπον τῶν ἀνθρώπων κυβέρνησιν ψάλλομεν· Ὑμνεῖτε, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.