.... ΣΥΝΤΕΛΕΙΑΣ Ο ΚΑΙΡΟΣ...
«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου». Συντελείας ὁ καιρός, ἐπιστρέψωμεν λοιπόν, Χριστὸς διδάσκει· ἥξει γὰρ ἐν ῥιπῇ, ἥξει καὶ οὐ χρονιεῖ, κρῖναι τὸν Κόσμον αὐτοῦ. Τὸ ἀθρόον τῆς αὐτοῦ, παρουσίας ὁ Χριστός, δηλῶν εἰρήκει, τὴν τοῦ Νῶε ποτέ, ἀπροσδόκητον φθοράν, ἐπενεχθεῖσαν τῇ γῇ. Ἠνεῴχθη ὁ νυμφών, εὐτρεπίσθη σὺν αὐτῷ, ὁ θεῖος γάμος, ὁ Νυμφίος ἐγγύς, προσκαλούμενος ἡμᾶς, ἑτοιμασθῶμεν λοιπόν. Ἡ τοῦ Σίμωνος σκηνή, τὸν ἀχώρητον παντί, ἐχώρησέ σε, Ἰησοῦ Βασιλεῦ, καὶ Γυνὴ ἁμαρτωλός, μύρῳ σε ἤλειψεν. Εὐωδίας μυστικῆς, πληρουμένη ἡ Γυνή, τῆς πρὶν ἐρρύσθη, δυσωδίας Σωτήρ, τῶν πολλῶν ἁμαρτιῶν· μύρον γὰρ βρύεις ζωῆς. Ἐπουράνιος τροφή, τῶν πεινώντων ἡ ζωή, αὐτὸς ὑπάρχων, εἱστιάθης Χριστέ, τοῖς ἀνθρώποις προδεικνύς, σὴν συγκατάβασιν. Ὁ ἀγνώμων μαθητής, ἀθετήσας σε Χριστέ, τὴν σπεῖραν ὅλην, τῶν ἀνόμων λαβών, συνεκίνει κατὰ σοῦ, εἰς προδοσίαν τραπείς. Δόξα... Σὺν Πατρί σε τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ε...