Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2022

Χεῖρας πετάσας ἔνδοξε, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, μέσον τοῦ πεδίου, προσπαλαίων λέουσιν, ἀπήμαντος ἔμεινας, ὡς ὁ Προφήτης πρὶν Δανιήλ, Ἄγγελον ἀεί, περιφρουροῦντά σε ἔχων, καὶ μέλπων ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 Χεῖρας πετάσας ἔνδοξε, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, μέσον τοῦ πεδίου, προσπαλαίων λέουσιν, ἀπήμαντος ἔμεινας, ὡς ὁ Προφήτης πρὶν Δανιήλ, Ἄγγελον ἀεί, περιφρουροῦντά σε ἔχων, καὶ μέλπων ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀλογωτάτως βλέπων σε, ὑπ' ἀνόμων κρινόμενον, θὴρ ὁ πρὸς τὴν σήν, εὐτρεπισθεὶς ἀπώλειαν, τρανῶς ἀποφθέγγεται, παντοδυνάμῳ νεύματι, καὶ τὰ μεγαλεῖα, τοῦ Σωτῆρος κηρύττει, ἐκπλήττων τοὺς βοῶντας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥώμῃ Θεοῦ καὶ χάριτι, τὸν ἀγῶνα τὸν μέγιστον, μάρτυς διανύσας, τῶν στεφάνων ἔτυχες, τῆς νίκης γηθόμενος, καὶ τοῖς χοροῖς ἠρίθμησαι, πάντων Ἀποστόλων, καὶ Ἁγίων μαρτύρων, μεθ' ὧν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἰχνηλατῶν πανεύφημε, τοῦ Χριστοῦ τὰ παθήματα, ἤθλησας νομίμως, ὡς Χριστοῦ διάκονος, καὶ χλαῖναν ἐφοίνιξας, μαρτυρικοῦ ἐξ αἵματος, ἣν περ στολισθείς, βασιλικῶς εἰς τὰ ἄνω, βασίλεια μετέστης, ἐν χαρᾷ ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χρισ...

Ὁ ἅγιος νέος Ἱερομάρτυς καὶ ἰσαπόστολος Κοσμᾶς, ὁ ἐν Ἀλβανίᾳ μαρτυρήσας κατὰ τὸ ἔτος1779, ἀγχόνῃ τελειοῦται.

Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Στίχοι Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ, Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας. Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτῃ Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος. Στίχοι Ἕλξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα, Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου. Στίχοι Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει, Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει. Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου. Στίχοι Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου, Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα. Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἔν γε τετάρτῃ. Ὁ ἅγιος νέος Ἱερομάρτυς καὶ ἰσαπόστολος Κοσμᾶς, ὁ ἐν Ἀλβανίᾳ μαρτυρήσας κατὰ τὸ ἔτος1779, ἀγχόνῃ τελειοῦται. Στίχοι Εὔκοσμος ὤφθης κόσμος, ὦ Κοσμᾶ μά...