Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2020

Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Μύρωνος.

 Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Μύρωνος. Στίχοι Τὶ μοι κεφαλῆς ἡ τομή, Μύρων λέγει. Πρὸς τὸ στέφειν μέλλον με πάντιμον στέφος; Ἑβδομάτῃ δεκάτῃ Μύρωνα τάμε ξίφος ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Στράτωνος, Φιλίππου, Εὐτυχιανοῦ καὶ Κυπριανοῦ. Στίχοι Ἔθεντὸ με βδέλυγμα, φησὶν ὁ Στράτων, Ἄνδρες βδελυκτοί, καὶ πυρὶ κτείνουσί με. Φιλῶν Θεόν, Φίλιππε, καὶ ψυχῆς πλέον Κατακριθεὶς πῦρ, οὐ φιλόψυχος γίνῃ. Εὐτυχιανὸς εἰς κάμινον ἡμμένην, Ὡς ἵππος εἰς πεδίον ἦν, τὸ τοῦ λόγου. Πῦρ Κυπριανὸς καρτερήσας καμίνου Ἐξώτερον πῦρ, ὃ Γραφὴ λέγει, φύγε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς ἀδελφῆς αὐτοῦ. Στίχοι Ἰουλιανή, Παῦλος, ἀδελφοὶ φύσει, Ὤφθησαν ὄντες καὶ ἀδελφοὶ τῷ ξίφει Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Θύρσου, Λευκίου, Κορωνάτου καὶ τῆς συνοδίας αὐτῶν, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐν τοῖς Ἁρματίου. Στίχοι Οἱ τρεῖς ἀθληταὶ νῦν παρίστανται πόθῳ, Τριάδι θείᾳ, ἧς ἐνήθλησαν χάριν. Ταῖς τῶν Ἁγ...

Τὸν ἐκ κοιλίας ἡγιασμένον ἀνυμνήσωμεν πάντες, ὡς εὐῶδες Χριστοῦ

 Τὸν ἐκ κοιλίας ἡγιασμένον ἀνυμνήσωμεν πάντες, ὡς εὐῶδες Χριστοῦ μύρον παναληθέστατον· ὄντως γὰρ τοῖς προσιοῦσιν ἐν πίστει θερμῇ, τὰς ἰάσεις παρέχει τῶν νοσημάτων· τῇ γὰρ ἀγάπῃ τοῦ Κτίστου πυρούμενος, συμπάσχει τοῖς ἐν ἀνάγκαις, καὶ λυτροῦται δεινῶν ὁ πανόλβιος, μυρίζων πάντας τῇ χάριτι, τῇ δοθείσῃ αὐτῷ ἐκ τοῦ Πνεύματος,  αἰτούμενος πᾶσι θείαν ἄφεσιν.

Ο Μάρτυς σου Κύριε, έν τή αθλήσει αυτού

 Ο Μάρτυς σου Κύριε, έν τή αθλήσει αυτού, τό στέφος εκομίσατο τής αφθαρσίας, εκ σού τού Θεού ημών, έχων γάρ τήν ισχύν σου, τούς τυράννους καθείλεν, έθραυσε καί δαιμόνων, τά ανίσχυρα θράση, αυτού ταίς ικεσίαις Χριστέ, σώσον τάς ψυχάς ημών.

Τείχισόν μου τὰς φρένας Σωτήρ μου· τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον

Εικόνα
 Τείχισόν μου τὰς φρένας Σωτήρ μου· τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με· σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον· πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ,  ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

ΜΕΤΑΜΟΡΦΩΣΗ ΤΟΥ ΣΩΤΗΡΟΣ

Εικόνα

Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Ἀνάμνησις τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

Εικόνα
Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Ἀνάμνησις τῆς θείας Μεταμορφώσεως τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ. Θαβὼρ ὑπὲρ πᾶν γῆς ἐδοξάσθη μέρος, Ἰδὸν Θεοῦ λάμψασαν ἐν δόξῃ φύσιν Μορφὴν ἀνδρουμένην κατὰ ἕκτην Χριστὸς ἀμεῖψε. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας. Ἀμήν.

Ἐγέρθητε οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς, οἱ συγκάμπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί, ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως, προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις τὸ Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καὶ ἐκήρυξαν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Ἐπὶ τοῦ ὄρους μετεμορφώθης, καὶ ὡς ἐχώρουν οἱ Μαθηταί σου τὴν δόξαν σου, Χριστὲ ὁ Θεὸς ἐθεάσαντο, ἵνα ὅταν σε ἴδωσι σταυρούμενον, τὸ μὲν πάθος νοήσωσιν ἑκούσιον, τῷ δὲ κόσμῳ κηρύξωσιν, ὅτι σὺ ὑπάρχεις ἀληθῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Ἴνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων

«Εἰσακήκοα τὴν ἔνδοξον οἰκονομίαν σου Χριστὲ ὁ Θεός, ὅτι ἐτέχθης ἐκ τῆς Παρθένου, ἵνα ἐκ πλάνης ῥύσῃ τοὺς κραυγάζοντας· Δόξα τῇ δυνάμει σου Κύριε». Νόμον ἐν Σινᾷ τῷ γράμματι, διατυπούμενος, Χριστὲ ὁ Θεός, ἐν τῇ νεφέλη πυρί, καὶ γνόφῳ καὶ ἐν θυέλλῃ, ὤφθης ἐποχούμενος· Δόξα τῇ δυνάμει σου Κύριε. Ἴνα πιστώσῃ τὴν ἔνδοξον, οἰκονομίαν σου, Χριστὲ ὁ Θεός, ὡς προϋπάρχων πρὸ τῶν αἰώνων, καὶ ὁ αὐτὸς ἐν νέφει τὴν ἐπίβασιν θείς, ἐν τῷ Θαβὼρ ἀρρήτως ἐξέλαμψας. Συλλαλοῦντες παρειστήκεισαν δουλοπρεπῶς, σοὶ τῷ Δεσπότῃ Χριστῷ, οἷς ἐν πυρὸς ἀτμίδι καὶ γνόφῳ, καὶ λεπτοτάτῃ αὔρᾳ προσωμίλησας· Δόξα τῇ δυνάμει σου Κύριε. Κατεμήνυον τὴν ἔξοδον, τὴν ἐν Σταυρῷ σου ἐν Θαβὼρ παρόντες, ὁ ἐν πυρὶ σε καὶ βάτῳ πάλαι, προκατιδὼν Μωσῆς, καὶ ὁ μετάρσιος δίφρῳ, ἐν πυρίνῳ Ἠλίας Χριστέ.

Ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, μετεμορφώθης ὁ Θεός, ἀναμέσον Ἠλιού, καὶ Μωϋσέως τῶν σοφῶν, σὺν Ἰακώβῳ καὶ Πέτρῳ καὶ Ἰωάννῃ, ὁ Πέτρος δὲ συνών, ταῦτά σοι ἔλεγε· Καλόν ὧδέ ἐστι, ποιῆσαι τρεῖς σκηνάς, μίαν Μωσεῖ, καὶ μίαν Ἠλίᾳ, καὶ μίαν σοὶ τῷ Δεσπότῃ Χριστῷ, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη·

«Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται». Ῥήματα ζωῆς τοῖς φίλοις Χριστός, καὶ περὶ τῆς θείας δημηγορῶν βασιλείας ἔφη· Ἐν ἐμοὶ τὸν Πατέρα ἐπιγνώσεσθε, φωτὶ ὡς ἐξαστράψω ἀπροσίτῳ, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. Ἰσχὺν τῶν ἐθνῶν κατέδεσθε, φίλοι Μαθηταί, θαυμασθήσεσθε δὲ τῷ πλούτῳ αὐτῶν, ὅτι δόξης πληροῦσθε, ὡς ὀφθήσομαι, λαμπρότερος ἡλίου ἐξαστράπτων, ἐν ἀγαλλιάσει μέλποντες· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται. Σήμερον Χριστὸς ἐν ὄρει Θαβώρ, λάμψας ἀμυδρῶς, θεϊκῆς αὐγῆς ὡς ὑπέσχετο, Μαθηταῖς παρεγύμνου χαρακτῆρα· σελασφόρου δὲ πλησθέντες θείας αἴγλης, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Μετεμορφώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδυναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν,

Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ' ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι' οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ κατελάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.