Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2021

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα

 «Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα». Ἰάτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοῖς δεινοῖς πάθεσι, τοῖς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε. Ὁμόφρονά σε Χριστός, τῶν Ἀποστόλων εὖ εἰδὼς τέθεικε, θείῳ φωτὶ λάμποντα, ἐν ταῖς Ἐκκλησίαις διδάσκαλον. Νεκρούμενον διὰ σέ, τὸν Ζωοδότην καθορῶν ἔδραμες, τὸν δι᾿ αὐτὸν θάνατον, πόθῳ ὑποστῆναι Ἰγνάτιε. Τὸν Λόγον τὸν τοῦ Πατρός, προκαθαρθεῖσα ὦ Σεμνὴ Πνεύματι, τῆς λογικῆς φύσεως, ἐπ᾿ εὐεργεσίᾳ γεγέννηκας.

Ὁρῶ σε Μητρὸς ἐν ἀγκάλαις, οἶδὰ σε δ᾿ ἀπρόσιτον Θεότητος

 Ὁρῶ σε Μητρὸς ἐν ἀγκάλαις, οἶδὰ σε δ᾿ ἀπρόσιτον Θεότητος τῇ φύσει∙ πῶς οὖν Λόγε χερσὶ κατέχῃ, ὃς χειρὶ τὴν σύμπασαν ἔχεις κτίσιν; ἔφη Συμεὼν Θεάνθρωπε, τὴν ἀπόρρητόν σου, δοξάζων δυναστείαν.

Ἡ θεορρήμων σου γλῶσσα ἐν τῷ κόσμῳ, ὥσπερ χρυσήλατος σάλπιγξ, ἐξ οὐρανοῦ ἀπηχήσασα, Ἱεράρχα Κυρίου, τὴν πλάνην ἀπήλασε.

 Ἡ θεορρήμων σου γλῶσσα ἐν τῷ κόσμῳ, ὥσπερ χρυσήλατος σάλπιγξ, ἐξ οὐρανοῦ ἀπηχήσασα, Ἱεράρχα Κυρίου, τὴν πλάνην ἀπήλασε. Ἱερουργὲ τῶν ἀρρήτων μυστηρίων, μυστιπόλε τῶν ἄνω, καὶ τῆς Τριάδος ὑπέρμαχε, ἱκετεύων, μὴ παύσῃ, σωθῆναι τὴν ποίμνην σου. Ὡς τῇ Τριάδι λατρεύων Ἱεράρχα, καὶ χορῷ τῶν Ἀγγέλων, συναυλιζόμενος Ὅσιε, ἱκετευων μὴ παύσῃ, σωθῆναι τοὺς δούλους σου.

Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν∙ ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας

 «Εὐλογεῖτε παῖδες, τῆς Τριάδος ἰσάριθμοι, δημιουργὸν Πατέρα Θεόν∙ ὑμνεῖτε, τὸν συγκαταβάντα Λόγον, καὶ τὸ πῦρ εἰς δρόσον μεταποιήσαντα, καὶ ὑπερυψοῦτε, τὸ πᾶσι ζωὴν παρέχον, Πνεῦμα Πανάγιον, εἰς τοὺς αἰῶνας». Ἰεσσαὶ ἐκ ῥίζης, χαῖρε ῥάβδος βλαστήσασα, χαῖρε ἀποτίστως ἀνθηφοροῦσα, ἄνθος τὸν Χριστὸν ὡραῖον, χαῖρε πῖον ὄρος, χαῖρε κατάσκιον∙ χαῖρε Θεοῦ ὄρος, ἐν ᾧ κατοικεῖν ὁ Λόγος, πάντων ηὐδόκησε πρὸ τῶν αἰώνων. Σιδηρᾷ σου ῥάβδῳ, κραταιᾶς ἀντιλήψεως, ὡς ὑλακτοῦντας κύνας, ὡς ὠρυομένους θῆρας, τὰ περικυκλοῦντα τὴν ταπεινήν μου ψυχήν, ἀποσόβει πάθει, δεινῶς με πολιορκοῦντα, ἵνα τὸ χαῖρέ σοι Παρθένε κράζω. Ὡραιώθης ὅλη, τὸν ὡραῖον ἐν κάλλεσιν, ὑπὲρ υἱοὺς ἀνθρώπων, Χριστὸν τεκοῦσα, ἡ ἐν γυναιξὶν ὡραία∙ διὸ σοι τὸ χαῖρε κράζομεν χαίροντες, χαῖρε Θεοτόκε, Ἀγνὴ κεχαριτωμένη, χαῖρε τῆς κτίσεως ἐνδοξοτέρα. Δανιὴλ ὃ εἶδεν, ὄρος πρὶν ἀλατόμημον, Θεογεννῆτορ χαῖρε, ἐξ οὗ ἐτμήθη, ἀκρογωνιαῖος λίθος. Χαῖρε θεοδόχε, ἀνθρακοφόρε λαβίς, χαῖρε τῶν ἀΰλων, Ἀγγέλων ἁγιωτέρα, χαῖρε τῆς κτίσεως τιμιωτέρα.

Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ∙ διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν

 «Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ∙ διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον∙ Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ἡ μόνη ἀπείρανδρος, ἡ μόνη ἄφθορος, χαῖρε Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ, ἡ παιδοτόκος καὶ ἀπειρόγαμος∙ τὸ ξένον χαῖρε καὶ φρικτὸν μυστήριον∙ χαῖρε Ἀγγέλων τρυφή, χαῖρε ἀνθρώπων χαρά. Σιὼν πόλις ἔμψυχε, τοῦ Βασιλέως τῶν Βασιλέων Χριστοῦ, περὶ ἧς ἐλαλήθη, δεδοξασμένα χαῖρε Θεόνυμφε∙ χαῖρε ἡ κλῖμαξ, δι᾿ ἧς μεταβαίνομεν, πρὸς οὐρανὸν ἀπὸ γῆς, καὶ ἐκ φθορᾶς εἰς ζωήν. Λειμὼν θεοφύτευτος, εὐώδης κῆπος θεοβλαστούργητος, ἀνεδείχθης Παρθένε, ἀθανασίας ἄνθος ἀνθήσασα∙ διὸ συμφώνως τὸ χαῖρέ σοι κράζομεν. Χαῖρε χαρᾶς χορηγέ, χαῖρε πηγὴ γλυκασμοῦ. Ὑπέρτιμε Δέσποινα, ἐξ ἀτιμίας παθῶν με λύτρωσαι, ἵνα σοι χαρμοσύνως, τὸ χαῖρε κράζω∙ χαῖρε ἁγνείας πηγή, χαῖρε ταμεῖον πάσης καθαρότητος∙ χαῖρε δοχεῖον Θεοῦ, χαῖρε χωρίον Χριστοῦ.

Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Στίχοι Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη, θρόνῳ, Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν Εἰρήνη, λέγεις. Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου, Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων.  Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ψυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον, Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὡς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε, Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

LIVE (45) τύφλα και πίστη, με τον π. Αντώνιο 24.01.21

Εικόνα

Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν·

 Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλὰ μοι δίδου λόγον Ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς  τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ,

 Τῷ κρύει καὶ τῷ καύσωνι, πιεζόμενος Πάτερ, τῷ σώματι μετέωρος, διετέλεσας ὥσπερ, ἀδάμας μὴ καμπτόμενος, Δανιὴλ πανθαύμαστε, τῆς φύσεως ταῖς ἀνάγκαις· διὰ τοῦτο καὶ δόξης, ἀθανάτου σε υἱόν, ἠξίωσεν ἀπολαύειν.

Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου

 Ὥσπερ ἀστὴρ πολύφωτος, σὺ ἀναβὰς μακάριε, ἐπὶ τοῦ στύλου τὸν κόσμον ἐφώτισας, ἐν τοῖς ὁσίοις ἔργοις σου, καὶ τὸ σκότος τῆς πλάνης, ἀπεδιώξας Πάτερ· διὸ δεόμεθα, καὶ νῦν ἐπίλαμψον, ἐν ταῖς καρδίαις τῶν δούλων σου,  τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι

 Ἐγκρατείᾳ καὶ πόνοις καὶ προσευχαῖς, τὴν ψυχήν σου κοσμήσας θεοπρεπῶς, γέγονας συμμέτοχος, τῶν Ἀγγέλων μακάριε, καὶ τῶν θαυμάτων ὄντως, χαρίσματα ἔλαβες, τοῦ ἰᾶσθαι τὰς νόσους, τῶν πίστει τιμώντων σε· ὅθεν καὶ δαιμόνων, ἀπελαύνων τὰ πλήθη, παρέχεις ἰάματα, τοῖς ἀνθρώποις μακάριε, Δανιὴλ ἀξιάγαστε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

LIVE (43) το ΔΙΣ εξαμαρτείν με π. Αντώνιο 10.01.21

Εικόνα

Παραινετικοί Πατρικοί Λόγοι Γέροντος Παρθενίου Ιανουάριος 2021.

Εικόνα
 

π. Ελπίδιος: Ξεκίνησε η νέα γενιά των ομολογητών αγίων

Εικόνα

Σήμερα τα ΦΩΤΑ! Μήνυμα π.Αντώνιου 06.01.21

Εικόνα

Έρχεται η Νέα Τάξη Πραγμάτων – Όλα αλλάζουν | Ρωτήστε τον Γέροντα

Εικόνα