Αναρτήσεις
Προβολή αναρτήσεων από Ιούλιος, 2011
ΙΔΕΙΝ ΕΦΙΕΜΕΝΟΣ, ΤΗΝ ΔΟΞΑΝ ΤΟΥ ΘΕΟΥ ΗΜΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἰδεῖν ἐφιέμενος, τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, ἀρετῶν εὐμορφίᾳ σαυτὸν ἐκάλλυνας, καὶ λαμπαδηφόρος εἰσῆλθες εἰς φωτεινούς, νυμφῶνας Ἀγγέλων, συνὼν τῷ Δεσπότῃ σου, ἀπολαύων τῆς θεώσεως. Ὡς ὄρθρος ὡς ἥλιος, ἀνέτειλεν ἡ μνήμη σου, τὰς ἐν ζόφῳ καρδίας καταφωτίζουσα· σὺ γὰρ καὶ φωτὸς καὶ ἡμέρας, ὡς ἀληθῶς υἱὸς ἐγνωρίσθης, θεόφρον Εὐδόκιμε· διὰ τοῦτό σε γεραίρομεν. Σοφίᾳ κοσμούμενος, καὶ γνώσει λαμπρυνόμενος, ταπεινώσει καρδίας ὡραϊζόμενος, ὕψει πολιτείας ἐμπρέπων, πρὸς νοητάς, ἐπέβης ἐπαύλεις, μεθ' ὧν ἡμῶν μνήσθητι, τῶν τιμώντων σε Εὐδόκιμε. Ἡμέραν ἑορτιον, καὶ ὠφελείας πρόξενον, τὴν σεπτήν σου τελοῦμεν ἐκ γῆς μετάστασιν· σὺ γὰρ τοῦ Κυρίου θεράπων, καὶ τῶν αὐτοῦ, ἐντολῶν ἐργάτης, ὤφθης ἀνεπαίσχυντος, ἀξιάγαστε Εὐδόκιμε.
ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΕΥΔΟΚΙΜΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου. Τὸν θεῖον Εὐδόκιμον, ᾧ βίος γέλως, Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου. Δέχνυται Εὐδόκιμον πρώτῃ τάφος ἐν τριακοστῇ. Ὁ ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός. Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν. Στίχοι Οἴκου προελθών, Σταυρὸς τῶν Βασιλέων, Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΠΡΟΣ ΚΥΡΙΟΝ ΕΚ ΚΗΤΟΥΣ, Ο ΙΩΝΑΣ ΕΒΟΗΣΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΩΡΑΙΑΝ ΣΕ ΚΑΛΛΕΙ Ο ΠΟΙΗΤΗΣ ΕΥΡΑΜΕΝΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΑΣΤΡΑΠΑΙΣ ΦΩΤΙΖΟΜΕΝΟΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἀστραπαῖς φωτιζόμενοι, ταῖς τοῦ Πνεύματος πάνσοφοι, τὰ τῆς γῆς πληρώματα περιήλθετε, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, τὸν ζόφον μειώσαντες, ἀγνωσίας τοῦ βυθοῦ, ὡς τοῦ Λόγου Ἀπόστολοι· ὅθεν σήμερον, γεγηθότες τελοῦμεν τὴν ἁγίαν, καὶ φωσφόρον ὑμῶν μνήμην, ἁγιασμὸν κομιζόμενοι. Ὡς νεφέλαι μακάριοι, ἐπὶ πάντα τὰ πέρατα, ὑετὸν ἐρράνατε τὸν οὐράνιον, καὶ τὰς ψυχὰς κατηρδεύσατε, πιστῶν θείᾳ χάριτι, ἀποπνίξαντες δεινά, ἀθεΐας ζιζάνια, καὶ τελέσαντες, τὰς ψυχὰς καρποφόρους τῶν ἀνθρώπων· διὰ τοῦτο ἐν αἰνέσει, ὑμᾶς τιμῶμεν Ἀπόστολοι. Συνελθόντες τιμήσωμεν, καὶ πιστῶς μακαρίσωμεν, Σίλαν τὸν πανάριστον, καὶ Ἀνδρόνικον, Ἐπαινετόν τε καὶ Κρήσκεντα, καὶ πόθῳ τιμήσωμεν, σὺν αὐτοῖς Σιλουανόν, τοὺς τῆς πίστεως κήρυκας, τοὺς προχέοντας, ποταμοὺς ἰαμάτων, καὶ παντοίων, παθημάτων ἐπηρείας, Πνεύματι θείῳ ἐξαίροντας.
ΣΙΛΑ, ΣΙΛΟΥΑΝΟΥ, ΚΡΗΣΚΕΝΤΟΣ, ΕΠΑΙΝΕΤΟΥ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός, Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα. Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΩΣ ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΜΑΡΤΥΡΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὡς παρθένον καὶ Μάρτυρα, ὡς Θεοῦ νύμφην ἄφθορον, ὡς τῷ θείῳ Πνεύματι διαλάμπουσαν, ὡς τὸν Χριστὸν ἀγαπήσασαν, ἐχθρὸν δὲ αἰσχύνασαν, ὡς ἀθλήσασαν στερρῶς, καὶ πολύπλοκα βάσανα, ὑπομείνασαν, εὐφημοῦμέν σε πίστει Θεοδότη, καὶ τὴν μνήμην σου τελοῦμεν, τὴν φωταυγῆ καὶ σωτήριον. Νυμφευθεῖσα ἐν Πνεύματι, τῷ Χριστῷ διὰ πίστεως, ὥσπερ προῖκα πάνσεμνε προσενήνοχας, τῶν σῶν μελῶν τὴν κατάφλεξιν, τοὺς πόνους τὴν ἄθλησιν, τοὺς ἀπείρους αἰκισμούς, τὴν τοῦ αἵματος πρόσχυσιν, καὶ πρὸς θάλαμον, εἰσῳκίσθης τὸν θεῖον στεφηφόρος, Θεοδότη ὑπὲρ πάντων, τῶν σὲ τιμώντων πρεσβεύουσα. Ὡς γενναῖον ἀδάμαντα, ὡς θεόφρονα Μάρτυρα, ὡς τὴν πλάνην λύσασαν τοῦ ἀλάστορος, καὶ τὸν τῆς Εὔας πολέμιον, γενναίῳ φρονήματι, συμπατήσασαν εἰς γῆν, εὐφημοῦμέν σε ἔνδοξε, καὶ χωρήσασαν, Παραδείσου πρὸς πλάτος Θεοδότη, θεωθεῖσαν καὶ τυχοῦσαν, ἐπιτηδείου μεθέξεως. Φωτοφόρον παλάτιον, τοῦ Θεοῦ χαῖρε Δέσποινα, καὶ Ἀγγέλων χαῖρε τὸ ἀγαλλίαμα, Χαῖρε Ἀδὰμ ἡ ἀνάκλησις, καὶ Εὔας ἡ λύτρωσις, Χαῖρε κλῖμαξ νοητή, τοὺς θνητούς ἡ μετάγουσ...
ΜΑΡΤΥΣ ΘΕΟΦΡΟΝ ΚΑΛΛΙΝΙΚΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Μάρτυς Θεόφρον Καλλίνικε, ὑπὲρ τὸ ζῆν τὸ θανεῖν, εὐσεβῶς προελόμενος, τοῦ Χριστοῦ τὸν θάνατον, ἀληθῶς ἐξεικόνισας· ἀθανασίας ὅθεν ἐπέτυχες, καὶ ἀνεσπέρου μακαριότητος, ἔνθα τὰ τάγματα, τῶν Ἀγγέλων πέφυκε, καὶ ἀθλητῶν, πάντων ἀγαλλόμενος, σκηνώσας ἔνδοξε. Μάρτυς παμμάκαρ Καλλίνικε, πρὸς ἀοράτους ἐχθρούς, τὸν ἀόρατον Κύριον, συμμαχίαν ἄμαχον, κεκτημένος ἀνέστησας, ἀθανασίας μεγάλα τρόπαια, τὸν ἐξαλείφειν γῆν τε καὶ θάλασσαν, κατακαυχώμενον, τῇ πυγμῇ τῶν ἄθλων σου, καταβαλών, καὶ τῇ τῶν αἱμάτων σου, καταποντίσας ῥοῇ. Τὸν τῆς εὐσεβείας πρόμαχον, καὶ καθαιρέτην ἐχθροῦ, καὶ Μαρτύρων συνόμιλον, καὶ ναὸν τοῦ Πνεύματος, τοῦ Ἁγίου γενόμενον, τὸν στρατιώτην τοῦ Βασιλέως Χριστοῦ, τῶν ἰαμάτων τὸ ἀδαπάνητον, ὄντως θησαύρισμα, τῶν πιστῶν τὸ στήριγμα, τὸν θαυμαστόν, σήμερον Καλλίνικον, ὕμνοις τιμήσωμεν.
ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΝΙΚΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου, καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου Στίχοι Βληθεὶς ὁ Καλλίνικος ἐν τῇ καμίνῳ, Τὸ νικοκαλὲς εὗρε καὶ θεῖον στέφος. Εἰκάδι ἀμφενάτῃ φλὸξ Καλλίνικον κατέδαψε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς. Στίχοι Θεῷ δοτὴν τίθησι τὴν Θεοδότην. Τὸ πῦρ καμίνου σὺν τρισὶ τέκνοις φίλοις. Οἱ ἅγιοι μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν Παλατίων τοῦ Ἑβδόμου. Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ Κωνσταντίνου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου τοῦ Νέου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ο ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΠΑΡΕΣΤΩΣΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΕΝ ΕΚΛΟΓΗ ΘΕΟΚΡΙΤΩ ΠΡΟΕΤΙΜΗΘΗΤΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐν ἐκλογῇ θεοκρίτῳ προετιμήθητε, διακονεῖν ταῖς χρείαις, τῶν Ἁγίων ὡς ὄντες, σοφίας θείας πλήρεις, καὶ φωτισμοῦ, καὶ τῆς χάριτος Ἔνδοξοι, καὶ νῦν οἰκεῖτε ἀπαύστως τοὺς οὐρανους, σὺν Ἀγγέλοις εὐφραινόμενοι. Φωτιστικαὶ ὡς λαμπάδες Πνεύματος χάριτι, ἀποδειχθέντες κόσμῳ, τὸ τῆς γνώσεως φέγγος, ἠστράψατε πλουσίως, καὶ τὴν ἀχλύν, τῆς κακίας ἐπαύσατε, καὶ μεταστάντες, Ἀπόστολοι πρὸς τὸ φῶς, ἐσκηνώσατε τὸ ἄδυτον. Ἀνευφημείσθω Νικάνωρ ὁ ἱερώτατος, καὶ Παρμενᾶς καὶ Τίμων, καὶ σὺν τούτοις τιμάσθω, ὁ Πρόχορος ὁ θεῖος, οἱ πληρωταί, τῶν τοῦ Λόγου προστάξεων, καὶ πλουτισταὶ τῶν ἀπόρων καὶ πρεσβευταί, πρὸς Θεὸν ἡμῶν θερμότατοι.
ΙΛΥΟΣ ΕΡΡΥΣΑΣΘΕ ΠΑΘΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἰλύος ἐρρύσασθε παθῶν, καὶ ματαιότητος, τοὺς πειθαρχήσαντας, ὑμῶν διδάγμασι Πάνσοφοι, καὶ πρὸς ὕψος τούτους γνώσεως, ἀνεβιβάσατε Θεῷ, εὐαρεστοῦντας καλῶς καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὁ θεῖος τιμάσθω Παρμενᾶς, ἐνθέοις ᾄσμασιν, ἅμα τῷ Τίμωνι, καὶ ὁ πανεύφημος Πρόχορος, καὶ Νικάνωρ ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Ἰησοῦ, καὶ πλουτισταὶ τῶν ἐθνῶν, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὑμᾶς μετὰ Πέτρον καὶ λοιπούς, προκρίτους Κύριος, μαθητὰς εἵλετο, συνταττομένους μὲν Ἔνδοξοι, τοῖς λεχθεῖσιν Ἑβδομήκοντα, ἐκλελεγμένους δὲ καλῶς, ὡς πλήρεις πίστεως τῶν Ἁγίων, διακονῆσαι ταῖς χρείαις πανεύφημοι.
ΘΕΟΜΑΚΑΡΙΣΤΕ ΚΟΡΗ ΤΑΣ ΙΚΕΣΙΑΣ ΗΜΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΟΛΙΚΩΤΑΤΑΗ, ΔΙΑΝΟΙΑ ΧΡΙΣΤΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὁλικωτάταῃ, διανοίᾳ Χριστὸν ἀγαπήσαντες, μόνον τὸν ἐν κάλλει ὄντα ὡς ἀληθῶς, Παναοίδιμοι ἀσύγκριτον, κλῆρον εἰλήφατε, τὴν βασιλείαν τὴν ἐπουράνιον. Ὑπὸ τοῦ Λόγου, τοῦ ἐκ Παρθένου ἡμῖν ἀνατείλαντος, λόγῳ τιμηθέντες ἔργοις τε ἱεροῖς, τῶν πιστῶν σωτῆρες ὤφθητε, τούτους μετάγοντες, πρὸς τὴν ὁμολογίαν θεόληπτοι. Ἤθλησας ξένως, μάκαρ Νικάνορ ἀναιρούμενος, γνώμῃ δυσσεβῶν Ἑβραίων, καὶ τῷ Χριστῷ, ὡς ἀρνίον προσαγόμενος· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΑΙ ΔΙΑΚΟΝΩΝ ΠΡΟΧΟΡΟΥ, ΝΙΚΑΝΟΡΟΣ, ΤΙΜΩΝΟΣ ΚΑΙ ΠΑΡΜΕΝΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου, Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ. Εἰκάδι ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ μονῇ τοῦ Χρυσοβαλάντου. Ἡ ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται. Ὁ ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΕΝ ΕΚΛΟΓΗ ΘΕΟΚΡΙΤΩ ΠΡΟΕΤΙΜΗΘΗΤΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐν ἐκλογῇ θεοκρίτῳ προετιμήθητε, διακονεῖν ταῖς χρείαις, τῶν Ἁγίων ὡς ὄντες, σοφίας θείας πλήρεις, καὶ φωτισμοῦ, καὶ τῆς χάριτος Ἔνδοξοι, καὶ νῦν οἰκεῖτε ἀπαύστως τοὺς οὐρανους, σὺν Ἀγγέλοις εὐφραινόμενοι. Φωτιστικαὶ ὡς λαμπάδες Πνεύματος χάριτι, ἀποδειχθέντες κόσμῳ, τὸ τῆς γνώσεως φέγγος, ἠστράψατε πλουσίως, καὶ τὴν ἀχλύν, τῆς κακίας ἐπαύσατε, καὶ μεταστάντες, Ἀπόστολοι πρὸς τὸ φῶς, ἐσκηνώσατε τὸ ἄδυτον. Ἀνευφημείσθω Νικάνωρ ὁ ἱερώτατος, καὶ Παρμενᾶς καὶ Τίμων, καὶ σὺν τούτοις τιμάσθω, ὁ Πρόχορος ὁ θεῖος, οἱ πληρωταί, τῶν τοῦ Λόγου προστάξεων, καὶ πλουτισταὶ τῶν ἀπόρων καὶ πρεσβευταί, πρὸς Θεὸν ἡμῶν θερμότατοι.
Ο ΕΠΑΞΙΩΣ ΚΛΗΘΕΙΣ ΠΑΝΤΕΛΕΗΜΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὁ ἐπαξίως κληθεὶς Παντελεήμων, ὅτε τὸ φιλάνθρωπον πᾶσιν ἐφήπλωσας, τὴν τῶν ψυχῶν ἐπιμέλειαν, καὶ τῶν σωμάτων, τὴν θεραπείαν ἐπιδεικνύμενος, τότε τὴν φερώνυμον κλῆσιν ἐπλούτησας, τῆς ἀρετῆς τὴν ἀντίδοσιν, καὶ εὐσεβείας, ἀντιμισθίαν Μάρτυς εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, στρατιώτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὁ ἰαμάτων τὴν χάριν δεδεγμένος, ὅτε τὴν εὐσέβειαν πάντων προέκρινας, τῆς μητρικῆς ἀντεχόμενος, θεοσεβείας, καὶ πατρικὴν μισήσας δυσσέβειαν, τότε σου τήν ἔνθεον αἴγλην δεδώρηται, τῶν φωτισμάτων ἡ ἄβυσσος, ὁ φωτοδότης, τοῦ Θεοῦ Λόγος ὁ μεγαλόδωρος, θείᾳ προγνώσει προειδώς σου, Παντελεῆμον σοφὲ τὴν λαμπρότητα, ἣν ὑπέδειξας πᾶσιν, εὐσεβῶς, πολιτευσάμενος. Ὁ ἐξ αΰλων πηγῶν τοῦ σωτηρίου, τῶν θείων ἰάσεων ἀεὶ τὴν χάριν ἀντλῶν, καὶ δαψιλῶς ἀρυόμενος, καὶ διανέμων, τοῖς προσιοῦσί σοι παμμακάριστε, πάντας τούς τὴν ἔνδοξον σοῦ καὶ πανίερον, καὶ φωτοφόρον πανήγυριν, πιστῶς τελοῦντας, χάριτι θείᾳ τούτους καταύγασον, θεομιμήτῳ κεχρημένος, προσων...
ΜΑΡΤΥΡΗΣΑΣ ΓΕΝΝΑΙΩΣ ΥΠΕΡ ΧΡΙΣΤΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, καὶ τὴν πίστιν κηρύξας τῷ σῷ πατρί, ἀνείλκυσας πανεύφημε, τοῦ βυθοῦ τῆς ἀγνοίας, καὶ τυράννων μὴ πτήξας, τὸ ἄθεον φρόνημα, τῶν δαιμόνων κατῄσχυνας, τὸ ἀνίσχυρον θράσος· ὅθεν καὶ τὴν χάριν, ἐκ Θεοῦ ἐκομίσω, ἰᾶσθαι νοσήματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, Παντελεῆμον πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ΜΙΜΗΤΗΣ ΥΠΑΡΧΩΝ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ, ΚΑΙ ΙΑΜΑΤΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΤΟΥ ΑΝΑΡΓΥΡΟΥ ΤΗΝ ΜΝΗΜΗΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν περέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε
ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΑΜΑΤΙΚΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Στίχοι Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας, Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει. Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ ἁγιωτάτῃ μονῇ τοῦ Μαντινέου. Οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς Θράκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται. Ὁ ὅσιος Μανουὴλ ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται. Στίχοι Αὐγὴν ἐφευρὼν σαρκικῶν τυφλὸς λύχνων, Καὶ ψυχικὴν ἤθρησεν αὐγὴν ἐκ ξίφους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΠΡΟΣΕΛΘΩΝ ΠΡΟΘΥΜΩΣ ΤΩ ΧΡΙΣΤΩ, ΠΡΟ ΤΗΣ ΤΕΛΕΙΩΣΕΩΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Προσελθὼν προθύμως τῷ Χριστῷ, πρὸ τῆς τελειώσεως, τῆς ἐν Χριστῷ, τὸν νεκρὸν πρώην ἤγειρας· νῦν δὲ με πανόλβιε, νεκρωθέντα τῆς ἁμαρτίας τῷ δήγματι, ταῖς σαῖς ἱκεσίαις, ὦ Παντελεῆμον ζωοποίησον. Ἀνατείλας οἷά περ ἀστήρ, φέρων ἐν νεότητι, πρεσβυτικὴν καὶ θεόφρονα σύνεσιν, καλλονῇ τε σώματος, τὴν εὐπρέπειαν τῆς ψυχῆς ἐπικτώμενος, τῷ δεδοξασμένῳ, Λόγῳ καθωράθης ὡραιότατος. Νεκρωθεὶς τῷ κόσμῳ καὶ Χριστόν, Μάκαρ ἐνδυσάμενος, διὰ λουτροῦ τοῦ Βαπτίσματος γέγονας, θεοφόρον ὄργανον, καὶ δοχεῖον τῆς ἐνεργείας τοῦ Πνεύματος, πάντας θεραπεύων, πάντων ἰατρεύων τὰ νοσήματα. Τὴν σοφίαν φίλην σεαυτῷ, περιποιησάμενος, καὶ κοινωνὸν τῆς ζωῆς ἐπαγόμενος, ὑπ' αὐτῆς τετίμησαι, καὶ στεφάνῳ τῷ τῶν χαρίτων κεκόσμησαι, θείας ἀγλαΐας, Μάκαρ ἀποστίλβων τῇ λαμπρότητι.
Ευχή της Γονυκλισίας στην κατακόμβη του λόφου Αγ. Σιών.
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΠΑΡΑΣΚΕΥΗ Η ΣΟΦΗ, ΑΝΤΩΝΙΝΟΥ ΤΟ ΦΡΥΑΓΜΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς. Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε. Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.
ΙΕΡΩΣ ΤΗΝ ΖΩΗΝ ΣΟΥ ΔΙΑΤΕΛΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἱερῶς τὴν ζωήν σου διατελῶν, ἱερεὺς ἀνεδείχθης τοῦ Λυτρωτοῦ, φωτίζων τοὺς πίστει σοι, προσιόντας ἑκάστοτε, καὶ ἐπὶ τέλει μάκαρ ἐνθέως ἀπήστραψας, μαρτυρίου φέγγος, καὶ κόσμον κατηύγασας· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε, καὶ πιστῶς μακαρίζομεν, ἀθλοφόρε Ἑρμόλαε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Η ΤΟΥ ΝΥΜΦΙΟΥ ΣΕ ΦΩΝΗ ΚΑΛΕΣΑΣΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.
ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΡΜΟΛΑΟΥ, ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ ΕΡΜΙΠΠΟΥ ΚΑΙ ΕΡΜΟΚΡΑΤΟΥΣ, ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΠΑΡΑΣΚΕΥΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους. Στίχοι Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης Ἑρμῆν σέβοντας ᾔσχυναν παρρησίᾳ. Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς. Στίχοι Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον, Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν. Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ. Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΠΡΟΦΗΤΙΚΩΣ ΣΥΝΕΛΘΩΜΕΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.
ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Στίχοι Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης, Ἡ τῶν κυουσῶν μητέρων σωτηρία. Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων. Στίχοι Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους, Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΠΡΟΓΟΝΩΝ ΧΡΙΣΤΟΥ, ΤΗΝ ΜΝΗΜΗΝ ΕΟΡΤΑΖΟΜΕΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Κυριακή ΣΤ΄Ματθαίου (24 Ιουλίου)
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΩΣ ΑΛΑΒΑΣΤΡΟΝ ΜΥΡΟΥ, ΤΟ ΑΙΜΑ ΣΟΥ ΠΡΟΣΕΝΗΝΟΧΑΣ, ΤΩ ΣΩ ΝΥΜΦΙΩ ΧΡΙΣΤΩ, ΧΡΙΣΤΙΝΑ ΜΑΡΤΥΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας, τῷ σῷ νυμφίῳ Χριστῷ, Χριστῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας, στέφος ἄφθαρτον παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν τὸν θανόντα τοῖς δήγμασι τῶν ἰοβόλων ὄφεων, τῷ ῥήματί σου ζῶντα ἤγειρας, τῇ ἐπικλήσει τοῦ παναγίου Πνεύματος· διὸ καὶ οὐρανίων θαλάμων σε κατηξίωσεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
ΤΗ ΧΡΙΣΤΩΝΥΜΩ ΣΟΥ ΚΛΗΣΕΙ, ΤΗΝ ΠΡΑΞΙΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῇ χριστωνύμῳ σου κλήσει, τὴν πρᾶξιν κατάλληλον ἔδειξας ὡς ἀληθής, τῇ παρθενικῇ σου καθαρότητι, νυμφευθεῖσα τῷ Χριστῷ, εὐδοκίᾳ τοῦ Πατρός, καὶ συνεργείᾳ τοῦ Πνεύματος, μαρτυρίου δὲ παλαίσμασι στερροῖς, ὑπερήστραψας λαμπρότερον τῶν ἡλιακῶν ἀκτίνων. Διὸ ὡς θυσία καθαρὰ καὶ ἄμωμος, τῇ οὐρανίῳ προσηνέχθης τραπέζῃ, τῶν Παρθένων καὶ Μαρτύρων ταῖς χορείαις εἰς αἰῶνας συνηδομένη, μεθ' ὧν αἴτησαι Χριστῖνα φερώνυμε, δωρηθῆναι τοῖς τιμῶσί σε, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
ΦΩΤΟΕΙΔΗΣ ΠΕΡΙΣΤΕΡΑ ΕΓΝΩΡΙΣΘΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΙΝΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Στίχοι Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίῳ, Νύμφην ἄμωμον, αἷμα τοῦ μαρτυρίου. Εἰκάδι βλῆτο τετάρτῃ Χριστῖνα ὀξέσι πέλταις. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Μάρτυρες Καπίτων, Ὑμέναιος καὶ Ἑρμογένης ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΘΥΣΙΑΝ ΑΝΑΙΜΑΚΤΟΝ, ΧΡΙΣΤΩ ΠΡΟΣΦΕΡΩΝ ΦΩΚΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΚΑΘΗΛΩΘΕΝΤΑ, ΤΩ ΤΟΥ ΧΡΙΣΤΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Καθηλωθέντα, τῷ τοῦ Χριστοῦ σε πόθῳ Μάρτυς σοφέ, πλήθη φοβερῶν βασάνων καὶ ἀπειλῶν, οὐ κατέσεισαν οὐχ εἵλκυσαν, ἐκ γενναιότητος, τῆς πρὸς αὐτὸν συναφείας καὶ σχέσεως. Λύτρον τῷ δόντι, ὑπὲρ ἡμῶν τὸ αἷμα τὸ ἑαυτοῦ, αἷμα τὸ οἰκεῖον Μάρτυς ὡς προσφοράν, ἀντιδέδωκας καὶ ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου κραυγάζων καὶ Κύριος. Ἀποβαλόντα, δι' ἀρετῆς τὸ βάρος τὸ γεηρόν, θεῖοι τοῦ Χριστοῦ σε, Ἄγγελοι Ἀθλητά, δι' ἀέρος μετεκόμιζον, αὐτοῦ προστάγματι, ὡς τὸ πρὶν Ἀββακοὺμ συνιπτάμενον.
ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομαρτυρος Φωκᾶ. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ. Στίχοι Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν, Σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον. Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη. Μνήμη τῆς Ὁσίας Ἄννης, τῆς ἐν τῷ Λευκαδίῳ ἢ Λευκάτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἰεζεκιήλ. Στίχοι Ἰεζεκιὴλ ἑβράϊζε κἂν πόλω, Ἀδωναῒ βλέπω σε, φάσκων Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολιναρίου καὶ Βιταλίου, Ἐπισκόπων Ῥαβέννης, καὶ Ἀπολλωνίου Ῥώμης, καὶ τῶν ἐν Καρχηδόνι ἑπτὰ Μαρτύρων, καὶ Ἀνάμνησις τῶν ἐν Βουλγαρίᾳ τελειωθέντων Χριστιανῶν ἐπὶ Νικηφόρου τοῦ Βασιλέως. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΧΡΙΣΤΟΥ ΦΑΝΕΝΤΟΣ ΤΟΙΣ ΙΧΝΕΣΙΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Χριστοῦ φανέντος τοῖς ἴχνεσιν, ἀκολουθοῦσα σεμνή, καὶ αὐτὸν θεραπεύουσα, γνώμης προθυμότατα, Μυροφόρε εὐθύτητι, οὐδὲ θανόντα τοῦτον κατέλιπες, ἀλλ' ἀπελθοῦσα μύρα σὺν δάκρυσι, τούτῳ προσήνεγκας, συμπαθῶς πανεύφημε· ὅθεν τὴν σήν, μνήμην τὴν πανίερον, πανηγυρίζομεν. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Σὺ ὦ Μαρία ὑπέρλαμπρε, βλέψαι ποθοῦσα ζωήν, νεκρωθεῖσαν ἐν μνήματι, νυκτὸς παραγέγονας, καὶ Ἀγγέλων ἀκήκοας· Καθὼς προέφη, Χριστὸς ἐγήγερται. Σπουδῇ τοῖς τούτου, Μαθηταῖς φάσκουσα, καὶ τὴν κατήφειαν, ἐκ ψυχῆς ἀπώσασα, ἀντὶ κλαυθμοῦ, χαρὰν ἀνεκλάλητον, σεμνὴ ἀνείληφας. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός. Σήμερον πιστοὶ γηθόμενοι, ἐπὶ τῇ μνήμῃ τῇ σῇ, Μυροφόρε δοξάζομεν τὸν σὲ νῦν δοξάζοντα, ὑπεράγαθον Κύριον, ὃν ἐκδυσώπει, ἀπαύστως πάνσεμνε, αἰωνιζούσης, δόξης τυχεῖν ἡμᾶς, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων ἔχουσα τὴν πρὸς αὐτόν, παρρησίαν πάντοτε, θεομ...
ΕΠΛΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΠΡΟΣ ΘΕΙΑΝ ΜΕΤΕΤΕΘΗΣ ΝΥΝ ΧΑΡΜΟΝΗΝ, ΠΑΡΑΔΕΙΣΟΥ ΠΡΟΣ ΠΛΑΤΟΣ ΕΥΡΥΧΩΡΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Πρὸς θείαν μετετέθης νῦν χαρμονήν, Παραδείσου πρὸς πλάτος εὐρύχωρον, πρὸς νοητάς, καὶ ὑπερκοσμίους διαμονάς, ὅπου ὁσίων τάγματα, ἦχος ἔνθα πέφυκε καθαρός, λαμπρῶς ἑορταζόντων, Μαρία Μυροφόρε· διὸ σε πάντες μακαρίζομεν. Οὐδὲν προετιμήσω τῶν ἐπὶ γῆς, τῆς Χριστοῦ τοῦ Θεοῦ ἀγαπήσεως, ἀλλὰ αὐτοῦ, μόνου τετρωμένη ταῖς καλλοναῖς, καὶ ταῖς ἀμέσως Πάνσεμνε, ἐπιπεμπομέναις μαρμαρυγαῖς, τοῖς, ἴχνεσι τοῖς τούτου, ἐβόας ἑπομένη· Σὲ μεγαλύνω πολυέλεε. Θεώσεως τυχοῦσα θεοποιοῦ, καὶ χειμάρρουν τρυφῶσα τῆς χάριτος, καὶ ἀμοιβάς, πόνων δεχομένη θεαρχικῶς, καὶ Ἀποστόλων τάγμασι, συναριθμουμένη Μαγδαληνή, μαθήτρια τοῦ Λόγου, τοὺς πόθῳ σε τιμῶντας, σαῖς ἱκεσίαις διαφύλαττε.
Ο ΥΠΕΡΟΥΣΙΟΣ ΘΕΟΣ ΕΝ ΤΩ ΚΟΣΜΩ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΤΟ ΦΩΣ ΤΟΥ ΚΟΣΜΟΥ Ο ΧΡΙΣΤΟΣ, ΑΝΥΣΤΑΚΤΟΝ ΙΔΩΝ ΣΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸ φῶς τοῦ κόσμου ὁ Χριστός, ἀνύστακτον ἰδών σου, τῆς πίστεως τὸ ὄμμα, ἀγάπης τε τὸ φίλτρον τὸ ἀναπόσπαστον Σεμνή, πρώτη ἐμφανίζει ἑαυτὸν σοι, ἀναστὰς ἐκ τοῦ μνημείου, ὤκιστα ἐλθούσῃ μετὰ μύρων, καὶ προσιούσῃ σὺν δάκρυσι τῷ ἀπροσπελάστῳ, καὶ αὐτὸς σοι ἀμειβόμενος, τὴν τοῦ Πνεύματος θείαν ἐνέργειαν δωρεῖται, καὶ τῆς πρὸς τὸν ἄναρχον Πατέρα ἀνόδου ἐμφανίζει σοι βουλήν· καὶ πέμπει δὲ σε, θεῖα εὐαγγέλια τοῖς κατεπτηχόσι Μύσταις τῆς αὐτοῦ ἐγέρσεως ἀπαγγεῖλαι. Διὸ μεγίστην πρὸς αὐτὸν ἔχουσα παρρησίαν, ὑπὲρ τοῦ κόσμου πρεσβεύεις ἑκάστοτε.
ΜΥΡΑ ΠΡΟΣΕΚΟΜΙΣΑΣ ΧΡΙΣΤΩ, ΤΕΘΕΙΜΕΝΩ ΜΝΗΜΑΤΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Μύρα προσεκόμισας Χριστῷ, τεθειμένω μνήματι, καὶ τοῖς νεκροῖς τὴν ἀνάστασιν, πᾶσιν ἐμπνέοντι, καὶ ἰδοῦσα τοῦτον, πρώτη προσεκύνησας, Μαρία θεοφόρε δακρύουσα. Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Σταυρῷ καθηλούμενον Χριστόν, καθορῶσα ἔκλαιες, Μαγδαληνὴ καὶ ἐκραύγαζες· Τὶ τὸ ὁρώμενον, ἡ ζωὴ πῶς θνῄσκει, καὶ ἡ κτίσις βλέπουσα κλονεῖται, καὶ φωστῆρες σκοτίζονται; Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἐπλήσθης συνέσεως πολλῆς, ἀληθοῦς τε γνώσεως, ἐν τῷ συνεῖναι τῷ κτίσαντι, Μαρία ἔνδοξε, καὶ αὐτοῦ τὰ πάθη, καὶ τὴν συγκατάβασιν, ἐκήρυξας λαοῖς παναοίδιμε. Διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Πρώτη κατιδοῦσα τὴν θείαν Ἀνάστασιν, Μαρία ἡ Μαγδαληνή, τοῦ πρώτου τῶν ἀγαθῶν αἰτίου, τοῦ τὴν ἡμετέραν εὐσπλάγχνως φύσιν θεώσαντος, πρώτη καὶ εὐαγγελίστρια ἐδείχθης, βοῶσα τοῖς Ἀποστόλοις· Τὴν ἀθυμίαν ἀποθέμενοι, τὴν εὐθυμίαν ἀναλάβετε, καὶ δεῦτε κατοπτεύσατε Χριστὸν ἐξαναστάντα, καὶ κόσμῳ παρέχο...
ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΥΡΟΦΟΡΟΥ ΚΑΙ ΙΣΑΠΟΣΤΟΛΟΥ ΜΑΡΙΑΣ ΤΗΣ ΜΑΓΔΑΛΗΝΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μυροφόρου καὶ Ἰσαποστόλου Μαρίας τῆς Μαγδαληνῆς. Στίχοι Ἀφαῖς ἀΰλοις ἅπτεταί σου, Χριστέ μου, Μή μου, πρὸς ἣν ἔφησας, ἅπτου, Μαρία. Δευτερίῃ Μαρίη μύσεν εἰκάδι Μαγδαληνή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας ὁσιομάρτυρος Μαρκέλλης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΜΙΑΝ ΨΥΧΗΝ ΠΑΤΕΡΕΣ, ΣΩΜΑΣΙ ΦΕΡΟΝΤΕΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΤΟΝ ΒΙΟΝ ΕΥΣΕΒΩΣ, ΕΚΤΕΛΕΣΑΝΤΕΣ ΠΙΣΤΕΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΕΡΗΜΟΝ ΟΙΚΗΣΑΝΤΕΣ, ΕΝ ΟΜΟΝΟΙΑ ΜΑΚΑΡΙΟΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἔρημον οἰκήσαντες, ἐν ὁμονοίᾳ μακάριοι, τῆς σαρκὸς τὰ κινήματα, ταῖς θείαις δεήσεσι, καὶ ταῖς θεωρίαις, ταῖς φαεινοτάταις, κατεμαράνατε σοφῶς, τὴν δὲ καρδίαν κατελαμπρύνατε, δοχεῖον ἐργασάμενοι, πνευματικῶν διαδόσεων, Συμεὼν Ἰωάννη τε, μοναζόντων ἐρείσματα. Μωραῖς προσποιήσεσι, τὸν σοφιστὴν ἀπεμώρανας, τῆς κακίας μακάριε, τελῶν τὰ παράδοξα, ἐνεργῶν σημεῖα, δαίμονας διώκων, φωταγωγῶν τοὺς ἐν νυκτί, τῆς ἁμαρτίας πάτερ ὑπάρχοντας, καὶ νοῦν ἀνεπιθόλωτον, μέσον θορύβων ἐτήρησας, Συμεὼν τὴν ἀπάθειαν, ἐκ Θεοῦ κομισάμενος. Μέτριος τὸ φρόνημα, καὶ συμπαθὴς καὶ φιλόθεος, καὶ ἀγάπης ἀνάπλεως, ὡράθης θεόπνευστε, ταπεινὸς καὶ πρᾶος, ἄγγελος καθάπερ, ἐπὶ τῆς γῆς περιπατῶν, καὶ πολιτείαν ἔχων οὐράνιον· διὸ ἐπανεπαυσατο, ὡς καθαρῷ σοι μακάριε, Συμεών, ὁ Πατὴρ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.
ΤΗΣ ΘΕΙΑΣ ΑΜΠΕΛΟΥ ΒΛΑΣΤΗΜΑΤΑ ΥΠΑΡΧΟΝΤΕΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῆς θείας ἀμπέλου βλαστήματα ὑπάρχοντες, παιδιόθεν ἐδέξασθε σοφίαν τὴν ἐπουράνιον· ᾗ καὶ συνοικισθέντες, ἀπὸ γῆς ἐχωρίσθητε, καὶ πρὸς ὕψος ἐδράμετε, ἐξ ἀΰλων τε ἀνθέων πλέξαντες στέφανον, καὶ ὑμῶν ἐπιθέντες ταῖς ἡγιασμέναις κάραις πανεύφημοι, ὤφθητε κεκοσμημένοι· ὅθεν ἐξιλεώσασθε τὸ θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω ὑμῶν τὸν βίον ἔνδοξοι, ὃν ὑπερεδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν, Πατέρες πανόλβιοι.
ΙΩΑΝΝΟΥ ΚΑΙ ΣΥΜΕΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ. Στίχοι Ἔμφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ, Ὄφιν φρόνιμον λανθάνεις τέλους ἄχρι. Ἔρημον εἵλου, ὦ Ἰωάννη μάκαρ, Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη. Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ. Καὶ τῆς ἀθλήσεως τῶν Ἁγίων Θεοφίλου, Ἰούστου, Τροφίμου καὶ Ματθαίου. Καὶ ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου ἐν ταῖς Ἁρματίου. Οἱ ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτηνῇ κατὰ πετρῶν συρόμενοι, καὶ οἱ ἅγιοι μάρτυρες Γεώργιος, Θεόδωρος καὶ Εὐγένιος, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ΩΣ ΠΡΟΦΗΤΗΣ ΤΟΥ ΟΝΤΩΣ ΘΕΙΟΥ ΦΩΤΟΣ, ΤΟΥΣ ΠΡΟΦΗΤΑΣ ΤΟΥ ΨΕΥΔΟΥΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὡς Προφήτης τοῦ ὄντως θείου φωτός, τοὺς προφήτας τοῦ ψεύδους καταβαλών, ἐν τούτῳ διήλεγξας, Ἀχαὰβ ἀνομήσαντα, μὴ προσκυνεῖν διδάξας, τῷ Βάαλ πανένδοξε, καὶ εὐχῇ αἰτήσας, ἐξ ὕψους τὰ νάματα· ὅθεν καὶ πυρίνῳ, ἀνελήφθης Ἠλία, ὀχήματι μετάρσιος, διφρηλάτης πρὸς Κύριον· διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Ο ΕΝΣΑΡΚΟΣ ΑΓΓΕΛΟΣ, ΤΩΝ ΠΡΟΦΗΤΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΩΣ ΑΡΙΣΤΟΣ ΠΡΟΦΗΤΑ Ο ΕΣΤΙΑΤΩΡ, Ο ΚΟΡΑΞΙ ΤΕΛΩΝ ΣΟΙ ΤΗΝ ΠΑΝΔΑΙΣΙΑΝ, Ο ΜΟΝΟΣ ΕΜΠΙΠΛΩΝ ΠΑΝ ΖΩΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὡς ἄριστος προφῆτα ὁ ἑστιάτωρ, ὁ κόραξι τελῶν σοι τὴν πανδαισίαν, ὁ μόνος ἐμπιπλῶν πᾶν ζῶον εὐδοκίας, ᾧ πάντες κράζομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. Χάρις τῷ εὐεργέτῃ καὶ κηδεμόνι, τῷ χήραν καὶ Προφήτην ἀλληλοτρόφους, ἀρρήτῳ ἐκτελέσαντι προμηθείᾳ, ᾧ πάντες κράζομεν· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε. Ὁ κλείσας ὀμβροτόκους νεφέλας ὕειν, τροφῆς ἠπορημένῃ τῇ Σαραφθίᾳ, τὰ λείψανα τῆς βρώσεως ἀνενδότως, ψεκάζειν ἔδρασας· διὸ καὶ ἔκραζες· Ὡς οὐκ ἔστιν, Ἅγιος πλήν σου Κύριε.
ΠΡΟΦΗΤΑ ΚΑΙ ΠΡΟΟΠΤΑ ΤΩΝ ΜΕΓΑΛΟΥΡΓΙΩΝ ΤΟΥ ΘΕΟΥ, ΗΛΙΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΤΗΝ ΠΟΛΛΗΝ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΑΝΟΜΙΑΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὴν πολλὴν τῶν ἀνθρώπων ἀνομίαν, Θεοῦ δὲ τὴν ἄμετρον φιλανθρωπίαν, θεασάμενος ὁ Προφήτης Ἠλίας, ἐταράπτετο θυμούμενος, καὶ λόγους ἀσπλαγχνίας πρὸς τὸν εὔσπλαγχνον ἐκίνησεν. Ὀργίσθητι βοήσας, ἐπὶ τοὺς ἀθετήσαντάς σε, Κριτὰ δικαιότατε. Ἀλλὰ τὰ σπλάγχνα τοῦ ἀγαθοῦ, οὐδόλως παρεκίνησε πρὸς τὸ τιμωρήσασθαι τοὺς αὐτὸν ἀθετήσαντας· ἀεὶ γὰρ τὴν μετάνοιαν πάντων ἀναμένει, ὁ μόνος φιλάνθρωπος.
ΕΝΔΟΞΟΥ ΠΡΟΦΗΤΟΥ ΗΛΙΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εἰς οὐρανοὺς πυρφόρου ἀναβάσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἠλιοὺ τοῦ Θεσβίτου. Στίχοι Ἐπέσχεν ὄμβρον, πῦρ τρίτον φέρων κάτω, Σχίζει δὲ ῥεῖθρον Ἠλίας τρέχων ἄνω. Δίφρῳ ἀνηρπάγης περὶ εἰκάδα, Ἠλία ἱππεῦ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΠΩΣ ΕΠΑΙΝΕΣΩ ΤΟΥΣ ΣΟΥΣ ΑΓΩΝΑΣ, ΟΣΙΕ ΠΑΤΕΡ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Πῶς ἐπαινέσω τοὺς σοὺς ἀγῶνας, Ὅσιε Πάτερ, ὁ τάλας; τῶν δακρύων δὲ πῶς τὸ πέλαγος ἐξερεύξομαι; σὺ γὰρ τῷ βίῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες τὴν χορείαν, πάντα σχεδὸν τὰ πάθη ἐγκρατείᾳ νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας, καθυπέταξας ταύτην τῷ πνεύματι, εὐχὴν δὲ ἔχων ὡς μάχαιραν, τὸν τοῦ σκότους προστάτην κατέβαλες, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.
ΕΜΦΙΛΟΣΟΦΩΤΑΤΑ, ΤΟ ΤΗΣ ΨΥΧΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐμφιλοσοφώτατα, τὸ τῆς ψυχῆς αὐτοκίνητον, καὶ ἀθάνατον ἔδειξας· διὸ καὶ ἐσπούδασας, ἀμιγὴς κηλίδων, τῶν τῆς ἁμαρτίας, καὶ καθαρὰ ῥύπου παντός, ἀπαλλαγῆναι δεσμῶν τοῦ σώματος, μηδένα σπίλον ἔχουσα, μηδὲ ῥυτίδα Θεόληπτε, ἀλλ' ἁγνὴ καὶ πανάμωμος, τῷ νυμφίῳ παρίστασθαι. Ἄφθορον ἐτήρησας, τὴν παρθενίαν καὶ ἄσπιλον, καθαρῶς βιοτεύσασα, καὶ πλοῦτον διένειμας, τοῦ Χριστοῦ πληροῦσα, τὴν νομοθεσίαν, ᾧ ἠκολούθησας τὴν γῆν, καταλιποῦσα καὶ τὰ περίγεια· διὸ σοι τὰ οὐράνια, καὶ οὐρανὸν ἐχαρίσατο, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Αἴγλῃ κατελάμπετο, φωτοειδεῖ σου τὸ πρόσωπον, καὶ θανούσης Πανεύφημε, Χριστοῦ σε δοξάσαντος, ὡς αὐτοῦ παρθένον, θεοειδεστάτην, ὡς ἐλεήμονα φαιδράν, ὡς συμπαθῆ τε καὶ θεορρήμονα· ζωὴν γὰρ τὴν ἰσάγγελον, ἐπὶ τῆς γῆς πεπολίτευσαι, καὶ Θεῷ εὐηρέστησας, διὰ βίου λαμπρότητος. Ὡς ἀστέρα παγκόσμιον, νοητῶς ἀνατείλαντα, τῷ τῆς Ἐκκλησίας σε στερεώματι, ἀνευφημοῦμεν μακάριε, ταῖς θείαις σου λάμψεσι, φωτιζόμενοι ἀεί, καὶ ψυχὴν καὶ διάνοιαν, οἱ τιμῶντές σου, τὴν φωσ...
ΑΓΝΕΙΑ ΨΥΧΗΣ, ΕΝΘΕΩΣ ΟΠΛΙΣΑΜΕΝΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ὁσίας Μακρίνης, ἀδελφῆς τοῦ Μεγάλου Βασιλείου. Στίχοι Φρονοῦσ' ἀδελφὰ τοῖς ἀδελφοὶς Μακρῖνα, Τούτοις ἀδελφὰ συγκατοικεῖς καὶ πόλον. Τῇ δ' ἐνάτῃ δεκάτῃ Μακρῖναν νόες ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δίου τοῦ θαυματουργοῦ. Στίχοι Γεύῃ τελευτῆς καὶ σύ, παμμάκαρ Δίε, Ἔνδοξε κλῆσιν, ἀλλὰ καὶ πρᾶξιν πλέον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τέσσαρες συνασκηταὶ ἐν εἰρήνῃ τελειοῦνται. Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Θεοδώρου, τοῦ κατὰ τὴν Λαύραν τοῦ ἁγίου Σάββα ἀσκήσαντος, καὶ ἔπειτα ἀρχιεπισκόπου Ἐδέσσης γεγονότος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ο ΘΕΟΥ ΣΕ ΘΕΙΟΣ ΕΡΩΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὁ Θεοῦ σε θεῖος ἔρως, παραδόξως ἀνέφλεξε· ὅθεν τῶν μαστίγων, τὸ πικρὸν καὶ πυρὰν ἐκαρτέρησας, καὶ τοὺς θεοὺς τῶν ἀθέων ἐνεπύρισας, καὶ ψυχάς, Παμμάκαρ, τῶν πιστῶν κατεδρόσισας. Ὑπερεῖδες τὰ παρόντα, διὰ μόνα τὰ μένοντα, καὶ τῷ θείω πόθῳ, ὅλην τὴν ψυχήν σου προσέδησας· τῆς ἀσεβείας τὸ κράτος ὅθεν ἔλυσας, ἀθλοφόρε Αἰμιλιανὲ ἀξιάγαστε. Μίαν φύσιν μίαν δόξαν, τρισηλίου θεότητος, εὐσεβῶς δοξάζων, Αἰμιλιανὲ πρὸς τὸ στάδιον, ὡς στρατιώτης γενναῖος εἰσελήλυθας, καὶ τὸν δράκοντα, τὸν ἰσχυρόν κατηδάφισας.
ΠΥΡΠΟΛΟΥΜΕΝΟΣ, ΤΩ ΘΕΙΩ ΖΗΛΩ, ΠΥΡ ΟΜΟΔΟΥΛΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΠΥΡΠΟΛΟΥΜΕΝΟΣ, ΤΩ ΘΕΙΩ ΖΗΛΩ, ΠΥΡ ΟΜΟΔΟΥΛΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΕΝΕΔΥΣΑΣ ΚΥΡΙΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐνέδυσας Κύριε, τὸν ἀθλοφόρον σου δύναμιν, τὴν ἐξ ὕψους ἀήττητον, καὶ τοῦτον ἐνίσχυσας, διὰ σὲ βασάνους, ἐξ ἐχθρῶν ἀνόμων, ὑπενεγκεῖν ἀθλητικῶς, καὶ μαρτυρίου στέφανον δέξασθαι, δι' οὗ ἡμῖν συγχώρησιν, ἁμαρτημάτων κατάπεμψον, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Σταυρὸν ὁπλισάμενος, ὁ ἀθλοφόρος σου Κύριε, καὶ σῷ ζήλῳ πυρούμενος, εἰδώλων ἐνέπρησε, τὰ τεμένη πάντα, καὶ τὰς παρατάξεις, τοῦ ἀρχεκάκου καθελών, Αἰμιλιανός ὁ ἔνδοξος, βραβεῖα νίκης Δέσποτα, τὴν βασιλείαν ἀπείληφε, παρὰ σοῦ τὴν οὐράνιον, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς. Ἀστέρα ὑπέρλαμπρον, τῇ Ἐκκλησίᾳ ἀνέδειξας, Αἰμιλιανὸν τὸν μάρτυρα, ὁπλίτην τε ἄριστον, δᾳδουχοῦντα πᾶσαν, νῦν τὴν οἰκουμένην, θαυματουργίαις μυστικαῖς, καὶ ἀθεΐας σκότος ἐλαύνοντα, ὑφ' οὗ φωταγωγούμενοι, θεοπρεπῶς ἀνυμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΙΜΙΛΙΑΝΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰμιλιανοῦ. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Αἰμιλιανοῦ. Στίχοι Αἰμιλιανὸς εἰς πυρὰν βεβλημένος, Χριστῷ παραστάς, τέρπεται σὺν Ἀγγέλοις. Ὀγδοάτῃ δεκάτῃ φλογὶ Αἰμιλιανὸς ἐβλήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου, Θεῆς καὶ Οὐαλεντίνης. Μνήμη τοῦ ἁγίου μάρτυρος Ὑακίνθου τοῦ ἐν Ἀμάστριδι. Ὁ ἅγιος μάρτυς Μάρκελλος ἐν κραβάτῳ πυρακτωθέντι ἁπλωθεὶς τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Δάσιος καὶ Μάρων ξίφει τελειοῦνται. Ὁ ὅσιος Παμβὼ ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.
ΩΣ ΕΝ ΠΕΤΡΑ ΣΤΕΡΡΑ, ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΧΡΙΣΤΟΥ ΠΡΟΣΕΡΕΙΣΘΕΙΣΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὡς ἐν πέτρᾳ στερρᾷ, τῆς ὁμολογίας Χριστοῦ προσερεισθεῖσα, Μαρῖνα πανεύφημε, τὸν παλαμναῖον ἐχθρὸν εἰς χάος ἐβύθισας, καὶ στέφος τῆς νίκης ἐπάξιον ἀπείληφας. Μετὰ τῶν ἄνω ταγμάτων, συνηριθμήθης ἔνδοξε, κόσμον λιποῦσα, καὶ τὸν Χριστὸν ποθήσασα, Μαρῖνα πάνσεμνε, αἰτοῦσα ἡμῖν τὸ μέγα ἔλεος. Ὡς ἀλάβαστρον μύρου, τὸ αἷμά σου προσενήνοχας τῷ σῷ νυμφίῳ Xριστῷ, Mαρῖνα μάρτυς ἀθληφόρε ἀήττητε, ἀντάμειψιν δὲ εἴληφας στέφος ἄφθαρτον, παρ' αὐτοῦ ἀξιάγαστε· ὅθεν καὶ τὸν ἀρχέκακον ἐχθρόν, ὡραίοις σου ποσὶ κατεπάτησας, τῇ ἐπικλήσει τοῦ σωτηρίου ὀνόματος τοῦ Σωτῆρος Χριστοῦ· διὸ καὶ οὐρανίων θαλάμων ἠξιώθης, ὡς παρθένος, καὶ μάρτυς Χριστοῦ πολύαθλε. Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἑπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν. Τῇ παρθενικῇ σου θελχθεὶς ὡρ...
ΙΛΑΣΜΟΣ ΗΜΙΝ ΘΕΟΓΕΝΝΗΤΟΡ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΠΑΡΘΕΝΙΑΣ ΚΑΛΛΕΣΙ, ΠΕΠΟΙΚΙΛΜΕΝΗ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΜΑΡΤΥΣ ΜΑΡΙΝΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὢ τοῦ παραδόξου θαύματος! τὴν ἐπηρμένην ὀφρύν, τοῦ τὴν γῆν καὶ τὴν θάλασσαν, ἐξαλείφειν φάσκοντος, πρὸς τὴν γῆν ἐταπείνωσεν, ἁπαλὴ κόρη καὶ παναμώμητος, τὰς πανουργίας αὐτοῦ νικήσασα. Ὢ τῆς δυνάμεως, τοῦ Σταυροῦ καὶ χάριτος! ἥτις ἡμῶν, πᾶσαν ὑπεστήριξε, σαφῶς ἀσθένειαν. Μάρτυς Μαρῖνα πανένδοξε, τὰς οὐρανίους μονάς, ἐπαξίως οἰκήσασα, σὺν παρθένων τάγμασι, καὶ Μαρτύρων στρατεύμασι, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, καὶ προσιόντας πιστῶς τῇ σκέπη σου, σῷζε πρεσβείαις σου, καὶ πταισμάτων ἄφεσιν παρὰ Θεοῦ, αἴτησαι καὶ λύτρωσιν, καὶ μέγα ἔλεος. Μάρτυς Μαρῖνα Πανεύφημε, οὔτε βασάνων τὸ πῦρ, οὐ τρυφῆς ἡ ἀπόλαυσις, οὐ τοῦ κόσμου χάριτες, οὐ τερπνότης νεότητος, τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρισεν, ἐφιεμένην τῆς ὡραιότητος, τῆς ὑπὲρ ἔννοιαν, τοῦ σεπτοῦ νυμφίου σου, ἐπιτυχεῖν, ἧσπερ κατηξίωσαι, θεομακάριστε. Ἐν φωνῇ ἀγαλλιάσεως, καὶ ἐν ψαλμοῖς ἀλαλαγμοῦ, ἀνυμνήσωμεν Μαρῖναν τὴν μάρτυρα· ὅτι καθεῖλεν ἐπὶ γῆς τῶν εἰδώλων τὴν πλάνην, καὶ τὸν ἀντίπαλον ἐχθρὸν ἀνδρείως ἐν τοῖς ποσὶν αὐτῆς κατεπάτ...
ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΣΩΜΑ ΚΑΙ ΨΥΧΗΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Παρθένον καὶ σῶμα καὶ ψυχήν, Θεῷ διέσωσας, καὶ προσενήνοχας, ὡς προῖκα πάντιμον Ἔνδοξε, τὴν ἀοίδιμόν σου ἄθλησιν, καὶ εἰς νυμφῶνα νοητὸν εἰσήχθης μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ῥήμασι τυράννου δυσμενοῦς, ὑπηρετούμενοι, πυρὸς ἐπάξιοι, οἱ ματαιόφρονες ζῶσάν σε, τῇ πυρᾷ Μάρτυς ἐνέβαλον· ἀλλ' οὐκ ἐφλέχθης τῷ πυρί, τῆς τοῦ νυμφίου στοργῆς, θεοφόρε δροσιζομένη, καὶ τοῦτον γεραίρουσα. Ἵστασο πρὸ βήματος Χριστόν, ἀνακηρύττουσα, Θεὸν ἀθάνατον, καθυπομείναντα σταύρωσιν, καὶ τὴν πλάνην θανατώσαντα, καὶ τὴν ἀθάνατον ζωὴν πιστοῖς παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
ΤΩ ΝΥΜΦΙΩ ΧΡΙΣΤΩ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῷ νυμφίῳ Χριστῷ, ἔρωτι τῆς καρδίας σου ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα, ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, Παρθενομάρτυς, καὶ τῇ ἀθλήσει σεαυτήν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ ὄντως τοῦ Κτίστου σου, νύμφη εὐκλεής, θαλάμῳ ἔφθασας ἐστολισμένη, πεποικιλμένη, στεφανηφόρος, νικητὴς λαμπαδηφόρος, εὐθαλής, ἀφθάρτου νυμφῶνος τυχοῦσα, καὶ δεξαμένη ὡς χρυσίον, βραβεῖα νίκης τῆς σῆς ἀθλήσεως.
ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΜΑΡΙΝΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Mαρίνης. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Μαρίνης. Στίχοι Χεὶρ δημίου τέμνει σε Μαρῖνα ξίφει, Χεὶρ Κυρίου χάριτι θείᾳ δὲ στέφει. Ἑβδομάτῃ δεκάτῃ Μαρῖνα δειροτομήθη. Μνήμη τῶν ἁγίων μαρτύρων Σπεράτου καὶ Bηρονίκης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΕΥΚΛΕΙΑΣ ΜΑΡΤΥΡΙΚΗΣ, ΑΘΗΝΟΓΕΝΗΣ ΕΠΕΤΥΧΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Εὐκλείας μαρτυρικῆς, Ἀθηνογένης ἐπέτυχε, καὶ σὺν αὐτῷ μαθητῶν, χορὸς ἐστεφάνωται, ἀσκήσας τὸ πρότερον, καὶ τὴν τῶν δαιμόνων, τροπωσάμενος ἀπόνοιαν. Λαμπρύνει σου τὸ σεπτόν, μνημόσυνον ὁ Δεσπότης σου, πληρῶν σου τὰς πρὸς αὐτόν, ἐντεύξεις Μακάριε· ἰδοὺ γὰρ ἡ ἔλαφος, τὸν αὐτῆς σοι γόνον, προσκομίζει θείῳ νεύματι. Παράδεισος νοητός, ἐδείχθητε, Ἀξιάγαστοι, τὸ ξύλον τὸ τῆς ζωῆς, ἐν μέσῳ κατέχοντες, τὰς αἰσθήσεις πάντων τε, τῇ θείων ἀνθέων, εὐωδίᾳ καθηδύνοντες.
ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΑΘΗΝΟΓΕΝΟΥΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήιμη τοῦ Ἁγίου Ἱερομάρτυρος, Ἀθηνογένους. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀθηνογένους, Ἐπισκόπου Πηδαχθόης. Στίχοι Ἀθηνογένης ἐκ ξίφους ἀνῃρέθη, Ψευδῆ θέαιναν τὴν Ἀθηνᾶν οὐ σέβων. Ἕκτῃ καὶ δεκάτῃ Ἀθηνογένη τάμε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Φαύστου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀντιόχου, ἀδελφοῦ τοῦ ἁγίου μάρτυρος Πλάτωνος. Οἱ ἅγιοι δεκαπεντακισχίλιοι μάρτυρες, οἱ ἐν Πισιδίᾳ ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Ἀθηνογένης διὰ πυρός, καὶ πολλαὶ μάρτυρες γυναῖκες, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ο ΤΡΙΕΤΗΣ ΜΕΝ ΤΟ ΣΩΜΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὁ τριετὴς μὲν τὸ σῶμα, τὴν δὲ ψυχὴν πολιός, ὁ φερωνύμως κήρυξ, γεγονὼς τοῦ Δεσπότου, μητρῴων ἀποσπᾶται ἐξ ἀγκαλῶν, καὶ θυσία προσφέρεται, ὡς τριετίζουσα δάμαλις σὺν μητρί, Ἰουλίττῃ τῇ θεόφρονι. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ. Τῇ ἱερᾷ ξυνωρίδι, μητρὸς ὁμοῦ καὶ παιδός, τῇ ἀγωνισαμένῃ, καρτερῶς καὶ γενναίως, προσάξωμεν δεήσεις, ὅπως Χριστῷ, ἀδιαλείπτως πρεσβεύωσιν, ὑπὲρ ἡμῶν τῶν ἐν πίστει τὴν ἱεράν, τούτων μνήμην ἐκτελούντων ἀεί. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς. Δεῦτε φιλέορτοι πάντες ἀνευφημήσωμεν, ἀρρενόφρονα γνώμην, γυναικείᾳ ἐν φύσει, στερρῶς ἀντεχομένην τῆς εἰς Χριστόν, εὐσεβείας καὶ πίστεως, καὶ καταβάλλουσαν τύραννον δυσσεβῆ, σὺν ἀθέῳ τῷ φρονήματι. Ὁ τριετὴς τὴν Τριάδα ἐκήρυττε, καὶ γαλουχῶν τὴν μητέρα ἐστήριζε. Παῦσον ὦ μῆτέρ μου, τὸν ὀδυρμὸν τῶν δακρύων, ἄνωθεν ὁ Κτίστης βλέπει, καὶ σῴζει τὰς ψυχάς ἡμῶν.
ΝΗΠΙΟΦΡΟΝΑ ΤΥΡΑΝΝΟΝ, ΕΝ ΤΕΛΕΙΩ ΦΡΟΝΗΜΑΤΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Νηπιόφρονα τύραννον, ἐν τελείῳ φρονήματι, ἀτελεῖ τε σώματι, μάρτυς Κήρυκε, ἀνδρειοφρόνως κατῄσχυνας· διὸ πρὸ βημάτων σε, ἀπηνῶς δικαστικῶν, καταβάλλει θανάτῳ σε, μνηστευόμενος, τὴν ζωὴν τὴν ἀγήρω, ἧς ἐπέβης, ἐν ἀτμίζοντι εἰσέτι, περιρρεόμενος αἵματι. Ὡς κατάκαρπος ἄμπελος, ταῖς ἀρδείαις τοῦ Πνεύματος, Ἰουλίττα ἔνδοξε, τὸν ἐκ σπλάγχνων σου, ἀναβλαστήσαντα Κήρυκον, προσάγεις θυόμενον, καὶ ληνοῖς μαρτυρικοῖς, ἀληθῶς ἐκθλιβόμενον, μεθ' οὗ βλύσασα, κατανύξεως οἶνον, τὰς καρδίας κατευφραίνετε τῶν πίστει, ἐπιτελούντων τὴν μνήμην ὑμῶν. Αἰκισμοῖς ὁμιλήσασα, καὶ ποικίλαις κολάσεσιν, ἀνδρικῶς ὑπέμεινας Ἀξιάγαστε, τοῖς ὀφθαλμοῖς ἐνορῶσα δέ, υἱοῦ τὴν τελείωσιν, τὸ μαρτύριον διπλοῦν, Ἰουλίττα διήνυσας· ὅθεν νέμει σοι, καὶ διπλοῦς τοὺς στεφάνους, ἀθλοθέτης, ὁ τὴν νίκην τοῖς ἀθλοῦσιν, παντοδυνάμως δωρούμενος. Δεῦτε καὶ θεάσασθε ἅπαντες ξένον θέαμα καὶ παράδοξον. Τὶς ἑώρακε νήπιον, τριετῆ ὄντα, τύραννον αἰσχύναντα; ὢ τοῦ θαύματος! Μητέρα ἐθήλαζε, καὶ τιθηνούμενος τῇ γαλουχῷ ἐβόα· Μὴ πτοοῦ μῆ...
ΤΟΝ ΓΕΝΝΑΙΟΝ ΑΘΛΗΤΗΝ, ΚΑΙ ΚΗΡΥΚΑ ΤΗΣ ΠΙΣΤΕΩΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸν γενναῖον Ἀθλητήν, καὶ κήρυκα τῆς πίστεως, σὺν μητρὶ θεόφρονι, ἐπαξίως μακαρίσωμεν· οὗτοι γὰρ καρτερῶς ἐναθλήσαντες, τὸν ἀρχέκακον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀνδρείως κατέβαλον. Διὸ στεφάνους ἔλαβον, παρὰ τοῦ ἀθλοθέτου Θεοῦ, καὶ πρεσβεύουσιν αὐτῷ, ἐν παρρησίᾳ ἀκαταπαύστως, σωθῆναι τοὺς ἐν πίστει ἀνυμνοῦντας, τὴν ἱερὰν αὐτῶν ἄθλησιν. Δεῦτε πιστοί, τοῖς ἐπαίνοις συνελθόντες, στέψωμεν δυάδα παναγίαν, Τριάδος σέβας κατέχουσαν· τῶν γὰρ εἰδώλων τὴν πλάνην, καὶ τῶν τυράννων τὴν ἀπόνοιαν, τοῖς ἑαυτῶν ποσὶ κατεπάτησαν. Τούτους ἀνευφημοῦντες ἀνακράξωμεν, λέγοντες· Χαίροις Ἰουλίττα πανσεβάσμιε, ἡ τὴν γυναικείαν ἀσθένειαν ἀπορριψαμένη, καὶ ἀνδρικῶς ἀγωνισαμένη. Χαίροις Κήρυκε παμμακάριστε, ὁ τριετὴς τῇ ἡλικίᾳ, καὶ τὸν πολυμήχανον ἐχθρὸν καταβαλών. Χαίρετε τὸ ἡμέτερον κλέος καὶ καύχημα, τῶν ἐν πίστει ἑορταζόντων τὴν ἱερὰν ὑμῶν ἄθλησιν, οὓς ἱκετεύομεν πρεσβεύειν ἀεὶ τὸν τῶν ὅλων Κύριον, τῷ κόσμῳ δωρηθῆναι εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Ὁ ἐκ σπαργάνων πεπληρωμένος χάριτος, καὶ...
ΦΙΛΟΜΑΡΤΥΡΕΣ ΔΕΥΤΕ ΤΟΥΣ ΝΟΗΤΟΥΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Φιλομάρτυρες δεῦτε τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Κήρυκον ὑμνήσωμεν, καὶ τὴν τούτου μητέρα· τῇ τριετεῖ γὰρ τοῦτον ἐκθρέψασα γάλακτι, τῷ Θεῷ θυσίαν, προσήγαγεν ἄμωμον· ὅθεν καὶ τῆς νίκης, σὺν αὐτῷ τοὺς στεφάνους, ἐδέξατο ἄνωθεν, καὶ Χριστῷ συναγάλλονται, πρὸς οὓς πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΝ ΑΓΚΑΛΑΙΣ ΦΕΡΟΥΣΑ, Η ΧΡΙΣΤΟΜΑΡΤΥΣ, ΙΟΥΛΙΤΤΑ ΚΗΡΥΚΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΤΟΝ ΝΟΥΝ ΜΟΥ ΦΩΤΙΣΟΝ, ΧΡΙΣΤΕ ΦΩΤΙ ΤΩΝ ΕΝΤΟΛΩΝ ΣΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸν νοῦν μου φώτισον, Χριστὲ φωτὶ τῶν ἐντολῶν σου, ὅπως ἐπαξίως ἐξισχύσω ὑμνῆσαι τοὺς Ἁγίους σου, καὶ τοὺς ἀγῶνας ἐξειπεῖν· Ποία δὲ γλῶσσα ἐκλαλῆσαι δυνήσεται τοὺς ἄθλους, οὓς ὑπέμειναν, καὶ τὰ ἔπαθλα; Διὸ οὖν σοι προσπίπτω φιλάνθρωπε· Ἄνεσιν παράσχου τῇ ἀθλίᾳ νῦν ψυχῇ μου, δωρούμενός μοι καιρὸν μετανοίας· εἰς τοῦτο γὰρ ἑκὼν ἔλαβες σάρκα, ἵνα πάντας πρὸς ζωὴν ἐπαναγάγῃς, ἧς οἱ Ἀθληταὶ τυχόντες, ἀπαύστως μέλπουσι· Σὺ τῶν μαρτύρων Χριστὲ τὸ κραταίωμα.
ΚΗΡΥΚΟΥ ΚΑΙ ΙΟΥΛΙΤΤΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης τῆς μητρὸς αὐτοῦ. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης. Στίχοι Ἰουλίττα σύναθλος υἱῷ Κηρύκῳ, Ἡ λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ. Ἰουλίτταν δεκάτῃ τάμον, υἷα δ' ἔαξαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Λολλιανοῦ. Στίχοι Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους. Ὁ Λολλιανός, οὗ ποσίκρουστον τέλους, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου. Στίχοι Ἀβουδίμῳ μάχαιρα πρόξενος τέλους, Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΛΟΓΩ ΣΕΜΝΗ, ΛΟΓΟΝ ΕΝ ΜΗΤΡΑ ΣΥΝΕΛΑΒΕΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΣΗΜΕΡΟΝ ΗΜΙΝ ΕΞΕΛΑΜΨΕΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Σήμερον ἡμῖν ἐξελαμψεν, ὡς ἀστὴρ ἑωθινός, ἡ τοῦ Ὁσίου διδασκάλου μνήμη, Νικοδήμου τοῦ οὐρανόφρονος, τὴν Ἐκκλησίαν καταλαμπρύνουσα. Δεῦτε οὖν οἱ τῶν λόγων αὐτοῦ ἐρασταί, ἐν πνεύματι καὶ ἀληθείᾳ ἑορτάσωμεν, πρὸς αὐτὸν βοῶντες· χαὶροις ὁ δι' ἐναρέτου ζωῆς, τοῦ ἁγίου Πνεύματος κατοικητήριον, τὸν νοῦν ἐργασάμενος· χαίροις θησαυροφυλάκιον ἔμπνουν, ἐν ᾧ πολυποικίλου σοφίας θησαυροὶ ἀκένωτοι· χαίροις ὁ τῆς Νάξου θεῖος βλαστός, τοῦ ἁγιωνύμου Ὄρους κοσμήτωρ, καὶ πάσης Ἐκκλησίας ὑφηγητὴς θεόσοφος. Πρέσβευε δεόμεθα πάτερ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
ΧΑΡΙΣ ΔΑΨΙΛΗΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Χάρις δαψιλὴς τοῦ Πνεύματος, παναγίου σοφέ, τῇ ψυχῇ σκηνώσασα, ταύτην προκαθάραντος ἀρετῶν ἐπιδόσεσιν, ὄργανον θεῖον ἀπειργάσατο, καὶ θεορρήμονα ἐνθεώτατον· ὢ τῶν πανσόφων σου, διδαχῶν Νικόδημε! Δι’ ὧν ἀεί, πάντες ῥυθμιζόμεθα, πρὸς βίον κρείττονα. Ῥεῖθρα διδαγμάτων ἔβλυσας, οἷα πηγὴ λογική, ὑπὲρ μέλι γλυκάζοντα, καὶ πιστῶν ἡδύνοντα, τάς καρδίας Νικόδημε· ὅτι ὡς δρόσος πέλει οὐράνιος, καὶ ζωῆς μάννα πάτερ ὁ λόγος σου, τρέφων πρὸς αὔξησιν, νοητὴν ἑκάστοτε τοὺς εὐσεβῶς, μελετῶντας Ὅσιε, τάς θείας βίβλους σου. Χύμα σοφίας καὶ γνώσεως, παρὰ Θεοῦ εἰληφώς, ὡς πλατύνας τὸ στόμα σου, τῆς ψυχῆς Νικόδημε, θεωρίαις καὶ πράξεσι, ταμεῖον ὤφθης πάσης φρονήσεως, καὶ πρυτανεῖον θείων ἐλλαμψεων, νέμων διόρθωσιν, καταλλήλως ἅπασι τοῖς εὐλαβῶς, τῇ διδασκαλίᾳ σου, πάτερ ἐγκύπτουσι.
ΕΞΕΧΥΘΗ ΣΟΥ ΧΑΡΙΣ ΤΟΙΣ ΧΕΙΛΕΣΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐξεχύθη σου χάρις τοῖς χείλεσι, μάκαρ ἱερώτατε καὶ σὲ εὐλόγησεν, ὁ τῶν ἁπάντων Κύριος, εἰς αἰῶνας Ἀκύλα θεόπνευστε. Νοσημάτων παντοίων ἀλέξημα, καὶ ἁμαρτανόντων ψυχῶν ἱλαστήριον, ἡ σὴ πρεσβεία πέφυκε, θεοφόρε Ἀκύλα μακάριε. Αἱ πορεῖαί σου θείως τελούμεναι, καὶ πρὸς τὰς ὁδοὺς τοῦ Θεοῦ εὐθυνόμεναι, τοῖς πλανωμένοις ὤφθησαν, ὁδηγία καὶ τρίβος σωτήριος.
ΔΕΥΤΕ ΟΙ ΕΝ ΑΘΩ ΜΟΝΑΣΤΑΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Δεῦτε οἱ ἐν Ἄθῳ μονασταί, ἐν ἀγαλλιάσει καρδίας πανηγυρίσωμεν, μνήμην τὴν ἐπέτειον τοῦ διδασκάλου ἡμῶν, Νικοδήμου τοῦ μάκαρος, τοῦ λόγοις καὶ ἔργοις, ἡμᾶς κατευθύνοντος πρὸς ἀρετῶν τὴν ὁδὸν· οὗτος γὰρ ὁσίως βιώσας, τύπος ἡμῖν ἄριστος ὤφθη, καὶ λαμπρὸν ὑπόδειγμα ἐν ἅπασι. Λόγῳ καὶ σοφίᾳ ἀληθεῖ, πάτερ θεοφρόνως ἐμπρέπων καὶ πολιτείᾳ σεμνῇ, λύχνος φαεινότατος ὢφθης τοῦ Πνεύματος, ἐν ἐσχάτοις τοῖς ἔτεσι, καὶ πάντας φωτίζεις, οἷα ἐνθεώτατος καὶ ὑπηρέτης Χριστοῦ, θείων συγγραφῶν ταῖς ἀκτῖσι, καὶ πρὸς θεῖον πόθον θερμαίνεις, τῶν πιστῶν τάς φρένας ὦ Νικόδημε. Ὥσπερ θησαυρὸν πνευματικόν, πάτερ καὶ οὐράνιον πλοῦτον τῇ Ἐκκλησίᾳ Χριστοῦ, τὴν τῶν συγγραμμάτων σου πληθὺν κατέλιπες, τὴν ὀσμὴν τὴν τῆς γνώσεως καὶ τὴν εὐωδίαν, τοῦ ἁγίου Πνεύματος ἀρωματίζοντα, οἷς περ ἀκορέστως τρυφῶντες, σοῦ τὴν παναοίδιμον μνήμην, ὅσιε Νικόδημε γεραίρομεν. Κάραν σου ὁρῶντες τὴν σεπτήν, καὶ κατασπαζόμενοι ταύτην ἐν κατανύξει ψυχῆς, τὸ φαιδρόν σου πρόσωπον καὶ πλῆρες χάριτος, βλέπειν πάτερ νομίζομεν, στόματι ἁ...
ΤΟΝ ΤΟΥ ΑΘΩ ΦΩΣΤΗΡΑ ΚΑΙ ΤΗΣ ΝΑΞΟΥ ΤΟ ΒΛΑΣΤΗΜΑ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸν τοῦ Ἄθω φωστῆρα καὶ τῆς Νάξου τὸ βλάστημα, καὶ Ἐκκλησίας ἁπάσης τὸν θεόπνουν διδάσκαλον, Νικόδημον τιμήσωμεν πιστοί, ὡς ἔμπλεων σοφίας θεϊκῆς· διδαχὰς γὰρ οὐρανίους καὶ δαψιλεῖς βλυστάνει τοῖς κραυγάζουσι· δόξα τῷ σὲ δοξάσαντι Χριστῷ, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ χορηγοῦντι διὰ σοῦ ἡμῖν τὰ πρόσφορα.
ΑΚΥΛΑΝ ΜΕΛΩΔΗΜΑΣΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὸν ἱερόν, ἱερωτάτοις ὑμνήσωμεν, Ἀκύλαν μελῳδήμασι· καὶ ἐκβοήσωμεν, ταῖς αὐτοῦ ἱκεσίαις, οἰκτίρμον πάντας σῶσον, ὡς ὑπεράγαθος. Ὅλον σαυτόν, Μάκαρ δοχεῖον τοῦ Πνεύματος, φωτοειδὲς ἐτέλεσας, καταστραπτόμενος, ταῖς αὐτοῦ φωταυγίαις· διὸ τοὺς ἐν τῷ σκότει, ἐφωταγώγησας. Νόμοις Χριστοῦ, ὀχυρωθεὶς τὴν διάνοιαν, τὸ τῶν ἀνόμων φρύαγμα, ὅλον κατέλαβες, καὶ εἰδώλων τεμένη, κατέστρεψας ἀθλήσας θεομακάριστε. Καθαρτικαῖς, σῶν πρεσβειῶν ἐπιδόσεσι, τὰ τῶν σωμάτων Ἔνδοξε, καὶ τῶν ψυχῶν ἡμῶν, ἀποκάθαρον πάθη, πιστῶς ἐπιτελούντων, τὴν θείαν μνήμην σου.
ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΑΚΥΛΑ ΚΑΙ ΟΣΙΟΥ ΝΙΚΟΔΗΜΟΥ ΤΟΥ ΑΓΙΟΡΕΙΤΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς τῶν ἑβδομήκοντα. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα. Στίχοι Ἥπλωσε Παῦλος, ὡς σαγήνην, τοὺς λόγους, Ἤγρευσε δ' ὡς θήραμα θεῖον Ἀκύλαν. Ἀκύλαν δεκάτῃ γε τετάρτῃ τύμβος ἔκρυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰούστου. Στίχοι Μὴ θῦμα βαλεῖν εἰς τὸ βωμοῦ πῦρ θέλων, Εἰς πῦρ Ἰοῦστος θῦμα βάλλεται ξένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ὀνησίμου. Στίχοι Ἐλαφρὸν ἦρα φορτίον σὸν ἡδέως, Μεθ' οὗ σὸς Ὀνήσιμος ἥκω σοι, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωσήφ, Ἀρχιεπισκόπου Θεσσαλονίκης. Στίχοι Ἀφείς, Ἰωσὴφ καθέδραν τὴν γηΐνην, Παρίσταται νῦν τῷ θρόνῳ τοῦ Κυρίου. Οἱ ἅγιοι μάρτυρες Ἀκύλας καὶ Ἱλάριος ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Πέτρος ὁ νέος, τοὺς πόδας ἐκκοπείς, τελειοῦται. Ὁ ἅγιος μάρτυς Ἡράκλειος, ῥοπάλοις τυπτόμενος, τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Νικοδήμου το...
ΓΑΒΡΙΗΛ Ο ΜΕΓΙΣΤΟΣ Ο ΝΟΥΣ, Ο ΘΕΟΕΙΔΕΣΤΑΤΟΣ, Ο ΦΩΤΑΥΓΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ τρισήλιον, καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μελῴδημα, καθικετεύει τε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων τηρούμενον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνη εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
ΤΩΝ ΟΥΡΑΝΙΩΝ ΣΤΡΑΤΙΩΝ ΑΡΧΙΣΤΡΑΤΗΓΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΝΟΥΣ Ο ΠΡΟΑΙΩΝΙΟΣ, ΦΩΣ ΥΠΕΣΤΗΣΑΤΟ ΔΕΥΤΕΡΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε μεθέξεσιν, ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, παρθενικῇ τὸν ἀσώματον, καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῶσαι τὸν ἄνθρωπον. Ὁ ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. Θρόνῳ παριστάμενος, τῆς τρισηλίου Θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα. Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα. Κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας. Πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν. Ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυ...
ΑΣΤΡΟΝ ΗΜΙΝ ΦΑΕΙΝΟΤΑΤΟΝ, ΕΚ ΤΗΣ ΠΕΡΣΙΔΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἄστρον ἡμῖν φαεινότατον, ἐκ τῆς Περσίδος σεμνή, Γολινδοὺχ ἐξανέτειλας, ἀρετῶν λαμπρότησι, καὶ τῶν ἄθλων φαιδρότησι, τὴν οἰκουμένην, περιαυγάζουσα, καὶ ἀθεΐας νύκτα διώκουσα· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, περιχαρῶς, πίστει ἑορτάζοντες, ὑμνολογοῦμέν σε. Θείαις σεμνὴ εἰσηγήσεσιν, ἔγνως Χριστὸν τὸν Θεόν, τοῖς ἐν γῇ ἐνδημήσαντα· καὶ τῆς διανοίας σου, φωτισθεῖσα τὰ ὄμματα, πρὸς πᾶσαν πάλην, τομῶς ἐχώρησας, τῶν ἀοράτων, ἐχθρῶν καὶ ὤλεσας, τούτων τὸ φρύαγμα· ὅθεν διαδήμασι, νικητικοῖς, ἔστεψέ σε Κύριος, ὁ ὑπεράγαθος. Ἄπληγον τὸν νοῦν ἐτήρησας, ἐν τῷ πληγαῖς ὁμιλεῖν, καὶ χρονίαις καθείρξεσιν, Ἀθληφόρε ἔνδοξε, κατωτάτῳ ἐν λάκκῳ δέ, ἀπορριφεῖσα, ἡμέραις πλείοσι, τροφήν ἐτρέφου, μὴ διαρρέουσαν, δράκοντα δόλιον, κεκτημένη σύνοικον, ἐκ τῆς αὐτοῦ, βλάβης ἀνενόχλητος, Μάρτυς προσμείνασα.
ΣΥΝΑΞΙΣ ΤΟΥ ΑΡΧΑΓΓΕΛΟΥ ΓΑΒΡΙΗΛ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ. Στίχοι Τῶν σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον, Ὡς οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων. Τῇ δεκάτῃ δὲ τρίτῃ συναγήοχεν ὧδε Γαβριήλ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γολινδούχ, τῆς μετονομασθείσης Μαρίας. Στίχοι Σκηνοῖς Γολινδοὺχ εἰς Ἐδέμ, σκηναὶ δὲ σοι, Τὸ τοῦ Βαλαάμ, ὡς σκιάζουσαι νάπαι. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΤΩΝ ΑΣΩΜΑΤΩΝ ΛΕΙΤΟΥΡΓΩΝ ΩΣ ΠΡΩΤΕΥΩΝ, ΤΟ ΠΡΟ ΑΙΩΝΩΝ ΟΡΙΣΘΕΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΗΚΟΛΟΥΘΕΙ ΣΟΥ ΤΟΙΣ ΛΟΓΟΙΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἠκολούθει σοῦ τοῖς λόγοις, τὸ τοῦ πράγματος βέβαιον· ὁ γὰρ αἱμοβόρος, εἴργετο προβαίνειν τοῖς ἔμπροσθεν, ἕως Χριστὸν τὸν τῶν ὅλων μόνον Κύριον, ὡμολόγησε, Πρόκλε Θεὸν ὑπεράγαθον. Τεταμένος σὺ τῷ ξύλῳ, καὶ ἱμάσι πεδούμενος, καὶ ποικιλοτρόπως, Μάρτυς ταῖς αἰκίαις βαλλόμενος, θεοῖς ἀψύχοις τὸ σέβας οὐ προσένειμας, ἐν Κυρίῳ Θεῷ σου, σαφῶς δυναμούμενος. Ἀηττήτῳ παρρησίᾳ, καὶ γενναίῳ φρονήματι, ἀθλοφόρε Πρόκλε, ἔστης πρὸ βημάτων τὴν σάρκωσιν, διαπρυσίως κηρύττων τοῦ κενώσαντος, ἑαυτὸν μέχρι δούλου, μορφῆς Λυτρωτοῦ ἡμῶν. Ἰταμὸς μὲν ὁ διώκτης, τοῖς σοφοῖς ἐπεδείκνυε, τῶν βασάνων εἴδη, καὶ τὸν βιαιότατον θάνατον, ἀκαταπλήκτους δὲ βλέπων καταπλήττετο, καὶ τὴν ἥτταν ὁρῶν ἑαυτοῦ ἐμωραίνετο.
ΙΛΑΡΙΟΝ ΠΙΣΤΟΙ, ΚΑΙ ΤΟΝ ΕΝΔΟΞΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΘΕΟΜΑΚΑΡΙΣΤΕ ΚΟΡΗ ΤΑΣ ΙΚΕΣΙΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΠΡΟΚΛΕ ΥΠΗΝΕΓΚΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Πολυειδέσι βασάνοις ἐγκαρτερήσαντες, φωτοειδεῖς στεφάνους, ἐκομίσασθε ἄμφω, Ἱλάριε καὶ Πρόκλε· ὅθεν ὑμῶν, τὴν πανέορτον μνήμην πιστῶς, ἐπιτελοῦμεν δεόμενοι ἐκτενῶς, τοῦ πρεσβεύειν ὑπὲρ πάντων ἡμῶν. Τοὺς σπαραγμοὺς τῆς σαρκός σου Πρόκλε ὑπήνεγκας, τὴν δι' αἰῶνος λῆξιν, προορώμενος μάκαρ, καὶ τὴν τοῦ Παραδείσου διαγωγήν, καὶ τὸ φῶς τὸ ἀνέσπερον, ἐν ᾧ ὑπάρχων ἱκέτευε καὶ ἡμᾶς, φωτισθῆναι τους τιμῶντάς σε. Καθάπερ δύο φωστῆρες κόσμον φωτίζετε, τῇ τῶν θαυμάτων αἴγλῃ, ἀθλοφόροι Κυρίου, Ἱλάριε καὶ Πρόκλε, τὸν σκοτασμόν, τῶν παθῶν ἐκδιώκοντες· ὅθεν ἡμᾶς ἀνυμνοῦμεν περιχαρῶς, ἑορτάζοντες τὴν μνήμην ὑμῶν.
ΑΓΙΩΝ ΠΑΤΕΡΩΝ ΠΡΟΚΛΟΥ ΚΑΙ ΙΛΑΡΙΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Πατέρων Πρόκλου καὶ Ἱλαρίου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων μαρτύρων Πρόκλου καὶ Ἱλαρίου. Στίχοι Ἤνεγκε γυμνὸς πυκνὰ ὁ Πρόκλος βέλη. Ξίφει δὲ Ἱλάριος ἐτμήθη κάραν. Δωδεκάτῃ βέλος εἷλε Πρόκλον, ξίφος Ἱλάριόν τε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Μαλεΐνου, ὃς ἐχρημάτισε Πατὴρ πνευματικὸς τοῦ Ἁγίου Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Σεραπίωνος, καὶ τῶν Ἁγίων μαρτύρων Ἀνδρέου τοῦ στρατηλάτου, Ἡρακλείου, Φαύστου, Μηνᾶ, καὶ τῆς συνοδείας αὐτῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Μάμαντος, πέραν ἐν τῷ Σίγματι. Ἡ ἁγία Βερονίκη ἡ αἱμορροοῦσα, ἣν ἰάσατο ὁ Χριστός, ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΤΗΝ ΣΟΡΟΝ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΣΟΥ, ΚΑΘΟΡΩΝΤΕΣ ΠΑΝΕΥΦΗΜΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὴν σορὸν τῶν λειψάνων σου, καθορῶντες Πανεύφημε, ῥῶσιν ἀρυόμεθα ἀδαπάνητον, καὶ τὰς ψυχὰς φωτιζόμεθα, καὶ νοῦν ἐλλαμπόμεθα, καθαρθέντες νοητῶς, ταῖς ἀκτῖσι τοῦ Πνεύματος, μεσιτείαις σου, ἱεραῖς Εὐφημία· διὰ τοῦτο, μετὰ πόθου, εὐφημοῦμεν, τὴν ἱεράν σου πανήγυριν. Καὶ πυρὶ προσωμίλησας, καὶ θηρίοις ἐκδέδοσαι, καὶ ἐν λάκκῳ βέβλησαι καλλιπάρθενε, καὶ τοῖς τροχοῖς ἐπιτέθεισαι, ἐξ ὧν σε ἐρρύσατο, ὁ τῶν ὅλων ποιητής, καταισχύνας τὸν ταῦτά σοι, μηχανώμενον, καὶ δοξάσας σε Μάρτυς Εὐφημία, τὴν κηρύξασαν τὸν ἕνα, Χριστὸν ἐν δύο ταῖς φύσεσιν. Εὐτυχῆ καὶ Διόσκορον, καὶ τοὺς τούτοις ὁμόφρονας, ἀκεφάλους ἅμα τε καὶ παράφρονας, τοὺς ἀνιάτως νοσήσαντας, εἰς τὸ τέλος κατῄσχυνεν, Εὐφημία ἡ σεπτή, καὶ Χριστὸν ἀνεκήρυξε, ταῖς θελήσεσιν, ἐνεργείαις τε ἅμα διπλοῦν ὄντα, καθ' ὑπόστασιν δὲ ἕνα, ὡς οἱ Πατέρες ἐτράνωσαν. Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς, περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένῃ ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς...
Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ! Η ΤΟΥ ΚΥΡΙΟΥ ΑΜΝΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὢ τοῦ παραδόξου θαύματος! ἡ τοῦ Κυρίου ἀμνάς, τὴν αὐτοῦ ἐθελούσιον, μιμουμένη νέκρωσιν, διὰ πόνων ἀθλήσεως, κειμένη τάφῳ, αἵματος πρόσχυσιν, ἀναπηγάζει σθένει τοῦ Πνεύματος, ὃ ἀρυόμενοι, εἰς ψυχῶν καθάρσιον, τῷ τοῦ παντός, αἴνεσιν προσάγομεν, Θεῷ ἑκάστοτε. Μάρτυς ἀληθῶς πανεύφημε, θηρῶν ἐπέσχες ὁρμάς, Δανιὴλ ὡς τὸ πρότερον, καὶ πυρὸς ἐν χάριτι, εὐχερῶς κατετόλμησας, καὶ πᾶσαν ἄλλην, βάσανον στέρξασα, ἐδέξω στέφος, νίκης ἀμάραντον, καὶ ἀνελήλυθας, πρὸς τὸν σοὶ ποθούμενον, περιχαρῶς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν. Θείων Πατέρων συνάθροισμα, πίστεως Ὅρον τῇ σῇ, κορυφῇ ἐπιτίθεται, ὅνπερ Παναοίδιμε, ἠγκαλίσω φυλάττουσα, τὴν θείαν πίστιν ἀπαρασάλευτον, ἐκτρεπομένη, ἅπασαν αἵρεσιν, καὶ καταισχύνουσα, τοὺς τοῦ ψεύδους ἔνδοξε, προασπιστάς· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.
ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ; ΤΙΣ ΜΗ ΑΝΥΜΝΗΣΕΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
ΔΕΥΤΕ ΠΑΝΤΕΣ ΟΙ ΠΙΣΤΟΙ, ΤΗΝ ΕΤΗΣΙΟΝ ΜΝΗΜΗ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Δεῦτε πάντες οἱ πιστοί, τὴν ἐτήσιον μνήμην, τῆς πανευφήμου Εὐφημίας, μέτ' ἐγκωμίων ὑμνήσωμεν, λέγοντες, χαίροις ἀθληφόρε καὶ Μάρτυς, ἡ τῶν τυράννων τὰ θράση καταργήσασα, καὶ τῶν κακοδόξων τὴν ἄνοιαν ἀπελάγξασα· Χαίροις, τῆς Χαλκηδόνος τὸ κάλλιστον θρέμμα, καὶ τῶν ὀρθοδόξων τὸ ἄσειστον ἔρεισμα· Χαίροις, ἡ διὰ Χριστὸν τὸν νυμφίον σου, τὴν μὲν ἀκμὴν τοῦ σώματος ταῖς βασάνοις καταναλώσασα, τὴν δὲ ψυχήν ταῖς ἀκτῖσι τοῦ Πνεύματος ἐκλαμπρύνασα· Χαίροις, ἡ πρεσβεύουσα πάντοτε, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων σου τὰ μνημόσυνα. Ὢ τοῦ παραδόξου θαύματος! ὥσπερ ζῶσα ἡ Μάρτυς, καὶ θανοῦσα ἐν λάρνακι, ταῖς τιμίαις αὐτῆς χερσί, τὸν ἡμέτερον Τόμον ἐπέφερε, τὸν δὲ τῶν αἱρετικῶν τοῖς ποσὶ κατεπάτησεν, ἐκφαυλίζουσα τοῦτον τὸ κακόνουν καὶ βλάσφημον, τῶν δὲ πιστῶν κρατύνουσα τὸ ὀρθὸν καὶ ἀκίβδηλον, ἕνα μὲν καθ' ὑπόστασιν τὸν Χριστὸν κηρυττόντων, διπλοῦν δὲ κατὰ φύσιν καὶ θέλησιν, Ἧς ταῖς πρεσβείαις, Χριστὲ ὁ Θεός, εἰρήνην ταῖς ἐκκλησίαις σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Τοὺς τῆ...
ΛΙΑΝ ΕΥΦΡΑΝΑΣ ΤΟΥΣ ΟΡΘΟΔΟΞΟΥΣ, ΚΑΙ ΚΑΤΗΣΧΥΝΑΣ ΤΟΥΣ ΚΑΚΟΔΟΞΟΥΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΤΙ ΤΩΝ ΣΩΝ ΑΘΛΗΜΑΤΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὶ τῶν σῶν ἀθλημάτων, ἢ τὶ τῶν σῶν κατορθωμάτων, ἢ τὶ τῆς σῆς παρθενίας, ἢ τοῦ βίου τοῦ ἀμέμπτου σου θαυμάσειέ τις πρότερον; σὺ γὰρ εὔφρανας τὸν Πατέρα, ὡς τῷ Υἱῷ νυμφευθεῖσα, τῷ Πνεύματι τῷ Ἁγίῳ σαυτὴν κατακοσμήσασα. Τὶς ἱκανοῖ πρὸς ταῦτα, τὶς λέγειν νῦν ἰσχύσειεν, ὅσαι σε περιλάμπουσιν ἀρεταὶ μὴ ὑποδύουσαι; ὡς ἐξ ἀνατολῆς γὰρ ἐκ τάφου ἀνατέλλουσα, παντὶ φαίνεις, καὶ ἀκτινοβολεῖς ἐν γῇ καὶ θαλάσσῃ, καὶ ἐπὶ πᾶσαν ἤπειρον ἁγιάζεις καὶ μυρίζεις τὰ πέρατα· διὸ Τόμον πεπίστευσαι, ὑπὸ ἑξακοσίων τριάκοντα θεοφόρων Πατέρων Ὅρον λαβοῦσα, καὶ φυλάττουσα Πανεύφημε.
ΤΗ ΙΑ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ, ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΕΥΦΗΜΙΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας. Στίχοι Δίκαζε μάρτυς τοῖς ὅροις, καὶ κειμένη, Κυροῦσα πίστιν, ἧς ἐνήθλησας πόθῳ. Θέσκελον ἑνδεκάτῃ Ὅρον ἐμπεδοῖ Εὐφημίη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Κινδέου τοῦ πρεσβυτέρου. Ὁ ὅσιος Λέων, ὁ ἐν τῇ μάνδρᾳ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Μαρκιανὸς καὶ Μαρτυροκλῆς ὁ μὲν μαχαίρᾳ, ὁ δὲ τοξευθεὶς τελειοῦνται. Ὁ ὅσιος Νικόδημος, ὁ ἐν τοῖς ὁρίοις τῆς τοῦ Βατοπεδίου ἱερᾶς μονῆς ἀσκήσας, καὶ διδασκαλος τοῦ θείου Γρηγορίου τοῦ Παλαμᾶ χρηματίσας, διὰ τῆς κατὰ Χριστόν φιλοσοφίας ἐν εἰρήνῃ τελειοῦται. Ὧν ταῖς πρεσβείαις εἴημεν ἅπαντες περιφρουρούμενοι. Ἀμήν.
ΟΙ ΣΤΡΑΤΙΩΤΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΘΕΟΦΡΟΝΕΣ ΠΙΣΤΟΙ, ΤΟΥΣ ΣΤΡΑΤΙΩΤΑΣ ΧΡΙΣΤΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Θεοφρόνως πιστοί, τοὺς στρατιώτας Χριστοῦ, τοὺς ἀθλοφόρους ἀνυμνήσωμεν, ὡς καθαιρέτας τῆς πλάνης, καὶ τροπαιούχους φαιδρούς, Θεῷ ἐπινίκιον, ὕμνον ἀναμέλποντας. Ἐπὶ γῆς ἀθληταί, ἠγωνισμένοι λαμπρῶς, καὶ τὰς βασάνους ὑπομείναντες, ἐν οὐρανοῖς τοὺς στεφάνους ὑπεδέξασθε, συμφώνως ἀναμέλποντες, ὕμνον ἐπινίκιον. Ὁμονοίᾳ ψυχῆς, συνδεδεμένοι πιστῶς, κατὰ τῆς πλάνης ἐχωρήσατε, καὶ νικηταὶ στεφανηφόροι ἀνεδείχθητε, συμφώνως ἀναμέλποντες, ὕμνον ἐπινίκιον.
ΟΙ ΣΤΡΑΤΙΩΤΑΙ ΤΟΥ ΧΡΙΣΤΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΧΡΙΣΤΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐν τῇ καμίνῳ Χριστέ, οἱ Ἀθλοφόροι ἐμελῴδουν· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Λελαμπρυσμένοι φωτί, τῷ τῆς Τριάδος Ἀθλοφόροι, μετ' εὐφροσύνης ὑμῶν, τὰς ψυχὰς παρεδώκατε. Παρεστηκότες Θεῷ, στεφανηφόροι Ἀθλοφόροι, ὑπὲρ ὑμῶν ἐκτενῶς, ἀεὶ πρεσβεύετε. Ὡς ἀληθείας πυρσοί, ὡς εὐσεβείας ὄντες πύργοι, περιφανεῖς, Ἀθληταί, πιστοῖς ἐδείχθητε.
ΠΑΝΕΥΦΗΜΟΙ ΜΑΡΤΥΡΕΣ ΥΜΕΙΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Πανεύφημοι Μάρτυρες ὑμεῖς, λίθοις συντριβόμενοι, Χριστὸν τὴν πέτραν τὴν ἄρρηκτον, οὐκ ἐξηρνήσασθε, ἀλλὰ νικηφόροι, χάριτι γενόμενοι, Ἀγγέλων τοῖς χοροῖς συναγάλλεσθε, μεθ' ὧν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Καλλίνικοι μάρτυρες φρουραῖς, ἅμα συγκλειόμενοι, ὡς ἐντολῶν θείων φύλακες, καὶ ἐκτηκόμενοι, δίψει οὐρανόθεν, δρόσον ἐκομίσασθε, ὑμᾶς πνευματικῶς ἀναψύχουσαν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἀήττητοι Μάρτυρες ζωήν, ἀληθῆ ποθήσαντες, καὶ εἰς ἀεὶ διαμένουσαν, θάνατον ἄδικον, παρανόμῳ ψήφῳ, χαίροντες ὑπέστητε, καὶ νῦν μετὰ Μαρτύρων εὐφραίνεσθε, μεθ' ὧν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
ΓΗΘΟΜΕΝΟΙ ΟΙ ΜΑΡΤΥΡΕΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Γηθόμενοι οἱ μάρτυρες, ἐβόων· Εἰς χεῖράς σου Δέσποτα, προσδέχου τὰ πνεύματα, ἡμῶν καὶ ἀνάπαυσον· σὲ γὰρ ποθοῦμεν, τὸν μόνον πολυέλεον. Ἀγγέλων συνομόσκηνος, φάλαγξ τῶν σῶν ἐχρημάτισε, Μαρτύρων Φιλάνθρωπε, τὸν δρόμον τελέσασα, καὶ νῦν πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μαρτύρων ἡ πανεύκλεια, Μαρτύρων χορεία θεόλεκτος, Μαρτύρων εὐπρέπεια, θερμῶς δυσωπήσατε, σωθῆναι πάντας, τοὺς πρὸς ἡμᾶς προσφεύγοντας.
ΤΩΝ ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ ΠΕΝΤΕ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΝΙΚΟΠΟΛΕΙ ΤΗΣ ΑΡΜΕΝΙΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων τεσσαράκοντα πέντε Μαρτύρων τῶν ἐν Νικοπόλει τῆς Ἀρμενίας μαρτυρησάντων. Στίχοι Παρεμβολὴ τις εὑρέθη Θεῷ νέα, Τόλμη παρεμβάλλουσα καὶ πυρὸς μέσον. Κτεῖνεν ἐρισθενέας δεκάτῃ πῦρ Νικοπολίτας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βιάνορος καὶ Σιλουανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀπολλωνίου, τοῦ ἐκ Σάρδεων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μυρίων Πατέρων, οὓς διὰ πυρὸς θανάτῳ βιαίῳ παρέδωκε Θεόφιλος ὁ Ἐπίσκοπος Ἀλεξανδρείας, διὰ Ἰσίδωρον τὸν Πρεσβύτερον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ σύναξις τοῦ Ἁγίου Ἰωάννου τοῦ θεολόγου ἐν τοῖς Βεάτου (ἐν ἄλλ. Βιάτου ἢ Βιώτου). Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΟΤΕ, Η ΚΡΗΠΙΣ....
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὑραμένη σε λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος. Λόγῳ, φυγαδεύων πσνηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὅνπερ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε. Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.
ΠΥΡΙ ΛΙΠΑΙΝΟΜΕΝΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Πυρὶ λιπαινόμενος, ποικίλων πειρασμῶν, ἀνάλωτος ἔμεινας, στομούμενος τὸν νοῦν, λαμπραῖς θεωρίαις, καὶ ὡράθης Σοφέ, ξίφος διακόπτον, ὕλην πολυθεΐας. Λαοὺς εἰς ἐπίγνωσιν, προσάγων τοῦ Χριστοῦ, σημεῖα καὶ τέρατα, ἐτέλεις ἐμφανῶς, προλέγων τὸ μέλλον, ὡς προφήτης Θεοῦ, ταῖς τοῦ Παρακλήτου, θεόφρον ἐπιπνοίαις. Εἰκόνα τοῦ κτίσαντος, δεικνύων τοῖς λαοίς, ἑκὼν ἣν ἐφόρεσεν, ἑνούμενος ἡμῖν, σημείων δυνάμεις, δι' αὐτῆς ἐκτελεῖς, τῆς πολυθεΐας, τὸ μῖσος ἀναστέλλων.
ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΓΚΡΑΤΙΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Παγκρατίου Ἐπισκόπου Ταυρομενίας. Στίχοι Προθεὶς ἑαυτὸν Παγκράτιος ὡς βάθρον, Ἀθλήσεως ἤγειρεν οἶκον ἐκ λίθων. Παγκράτιος δ' ἐνάτῃ δῶμ' ἔδρακε παγκρατέοντος. Οἱ ἅγιοι μάρτυρες Ἀνδρέας καὶ Πρόβος πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΤΟΙΣ ΦΩΤΟΒΟΛΟΙΣ ΤΟΥ ΠΕΤΡΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τοῖς φωτοβόλοις τοῦ Πέτρου πυρσεύμασι, καταυγασθεὶς καὶ ψυχὴν καὶ διάνοιαν, ὡς ἀστὴρ πολύφωτος, πρὸς τὴν δύσιν ἔφθασας, φωταγωγῶν διδαχαῖς τοὺς πεπτωκότας, εἰς ἀγνωσίας Παγκράτιε βάραθρα. Τὴν τῆς εἰκόνος τιμὴν διαβαίνουσαν, εἰς τὸ πρωτότυπον σὺ ἐπιστάμενος, πανταχοῦ τὴν ἄχραντον, ἀνεστήλους Ἔνδοξε, τοῦ Ἰησοῦ καὶ Θεοῦ ἡμῶν εἰκόνα, εἰς ἰνδαλμάτων δαιμόνων καθαίρεσιν. Ἱερωτάταις ἐμπρέπων λαμπρότησι, μαρτυρικαῖς διαλάμπεις φαιδρότησιν, ὁρῶν καὶ ὁρώμενος, Ἱερὲ Παγκράτιε, ἀγαλλομένῃ ψυχῇ, Θεοῦ τὴν δόξαν, Ἱεραρχῶν καὶ Μαρτύρων ἀγλάϊσμα.
Ο ΜΑΡΤΥΣ ΣΟΥ, ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΟΥ ΤΟ ΣΤΕΦΟΣ ΕΚΟΜΙΣΑΤΟ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΟΥΡΑΝΟΘΕΝ Η ΚΛΗΣΙΣ ΣΟΥ, ΩΣ ΤΟΥ ΚΗΡΥΚΟΣ ΓΕΓΟΝΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Οὐρανόθεν ἡ κλῆσίς σου, ὡς τοῦ κήρυκος γέγονε, τῶν ἐθνῶν Προκόπιε παναοίδιμε, καὶ φωτισθεὶς τὴν διάνοιαν, τὸ σκότος κατέλιπες, τῶν εἰδώλων καὶ φωστήρ, τῶν πιστῶν ἐχρημάτισας, θείαις λάμψεσι, τῶν σεπτῶν σου ἀγώνων καταυγάζων, τὰ πληρώματα τοῦ κόσμου, κλέος μαρτύρων καὶ καύχημα. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός. Ἐγκρατείᾳ τὸ πρότερον, τῆς σαρκὸς τὰ κινήματα, χαλινώσας ὕστερον πρὸς τὴν ἄθλησιν, ἀνδρειοφρόνως ἐχώρησας, παμμάκαρ Προκόπιε, ἀφειδήσας τῆς σαρκός, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν ἅπασαν, ὑπομείνας ἰδέαν τῶν βασάνων, στεφηφόρος πρὸς τὰς ἄνω, χοροστασίας ἀνέδραμες. Τοῖς Ἁγίοις τοὶς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς. Στρατηγὸς ὡς ἀήττητος, τῷ Σταυρῷ ὁπλισάμενος, ταῖς ῥοαῖς τοῦ αἵματος πᾶσαν δύναμιν, τῶν ἐναντίων ἐβύθισας, καὶ ὄμβρους ἀνέβλυσας, ἰαμάτων δαψιλῶς, ἐκ πηγῶν ἀρυόμενος, ἀξιάγαστε, τοῦ σωτῆρος καὶ πάντας καταρδεύων, τοὺς φλογμῷ τῶν παθημάτων, συνεχομένους θεόπν...
ΤΩ ΖΗΛΩ ΧΡΙΣΤΟΥ, ΤΩ ΘΕΙΩ ΠΥΡΠΟΛΟΥΜΕΝΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΑΦΩΡΙΣΜΕΝΟΣ ΥΠΑΡΧΩΝ, ΑΠΟ ΚΟΙΛΙΑΣ ΜΗΤΡΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἀφωρισμένος ὑπάρχων, ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν κλῆσιν, ἔσχες κατὰ Παῦλον· ὅθεν μαθών, τὰ ἑκούσια πάθη Χριστοῦ, κήρυξ αὐτοῦ ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε. Τῇ μυστικῇ παντευχίᾳ, καθωπλισμένος σοφέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Προκόπιε θεόφρον, θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἵματος ἐνήθλησας. Ὡς τὸ στρατόπεδον πάλαι, σὺν ταῖς πισταῖς γυναιξί, τῷ οὐρανίῳ Μάρτυς, Βασιλεῖ καὶ Δεσπότῃ, προσήγαγες Κυρίῳ, οὕτω καὶ νῦν, τοὺς τελοῦντας τὴν μνήμην σου, ταῖς σαῖς πρεσβείαις προσάγαγε τῷ Χριστῷ, ὦ Μαρτυρων ἐγκαλλώπισμα.
ΣΤΟΜΑ ΣΥΝΕΣΕΩΣ ΜΟΙ ΠΑΡΑΣΧΟΥ Ο ΠΡΟΑΝΑΡΧΟΣ ΛΟΓΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Στόμα συνέσεώς μοι παράσχου ὁ προάναρχος Λόγος, βουλομένῳ ὑμνεῖν τὸν σὸν ὁπλίτην Προκόπιον· ἔχεις γὰρ πλοῦτον τῆς εὐσπλαγχνίας, ἐν ἀπείρῳ Χριστέ μου πελάγει τῶν σῶν κριμάτων, ἵνα κἀγὼ τῆς ψυχῆς τὸ ζοφῶδες καθαρθῶ, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα ἀποσμήξας, καὶ ναὸς ἁγιάσματος τοῖς θείοις ἔργοις γενόμενος, ἐπάξια μέλψω τῷ Μάρτυρι, ὃς τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσε, τῇ πίστει προκόπτων καὶ φωτίζων ἡμᾶς.
ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΠΡΟΚΟΠΙΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Προκοπίου. Τῇ Η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου. Στίχοι Ἔοικε Προκόπιος, αὐχένα κλίνων, Λέγειν, Κοπείτω· τῇ πλάνῃ γὰρ οὐ θύω. Ὀγδοάτῃ Προκοπίου ἀρηϊθόου κράτα κέρσαν. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Θεοδοσία ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται. Αἱ ἅγιαι δώδεκα γυναῖκες αἱ Συγκλητικαί ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΙΣΧΥΡΟΤΑΤΗ ΠΑΡΘΕΝΕ, ΠΡΟΣ ΘΕΟΝ ΠΕΠΟΙΘΗΣΕΙ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἰσχυροτάτῃ Παρθένε, πρὸς Θεὸν πεποιθήσει, θηρίων τὰς ὁρμὰς καὶ τοῦ πυρός, καὶ τῶν βασάνων τοῦ σώματος, τὸ ἐπίπονον Μάρτυς, ἐξέκλινας γενναίῳ λογισμῷ· διὰ τοῦτό σε πίστει, καὶ πόθῳ μακαρίζομεν. Ὡραιοτάτῳ νυμφίῳ, ὡραιότατον κάλλος, της σῆς διευτρεπίζουσα ψυχῆς, τὴν παρθενίαν ἀκήρατον, διετήρησας Μάρτυς, καὶ τούτῳ τῶν μελῶν τοὺς αἰκισμούς, ὥσπερ προῖκα προσῆξας, Κυριακὴ πανεύφημε. Σοῦ τὸ πολύαθλον σῶμα, ἐπὶ γῆς τεθαμμένον, ἰάσεων πηγάζει ποταμούς, τοῖς εὐσεβῶς προσπελάζουσι, καὶ παθῶν ἀπελαύνει, τὸν ῥύπον καὶ βυθίζει πονηράς, τῶν δαιμόνων ἐφόδους, Κυριακὴ Θεόνυμφε. Ἡ παναγία σου μνήμη, ὥσπερ ἥλιος Μάρτυς, ἀνέτειλεν ἡμῖν Κυριακή, νέφη παθῶν ἀπελαύνουσα, καὶ φωτίζουσα πάντας, τοὺς πίστει ἀληθεῖ περιχαρῶς, σὲ τιμῶντας Παρθένε, καὶ πόθῳ μακαρίζοντας.
ΕΠΙ ΒΗΜΑΤΟΣ ΙΣΤΑΣΟ, ΚΥΡΙΑΚΗ, ΑΔΙΚΩΣ ΚΡΙΝΟΜΕΝΗ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΤΥΦΛΟΙΣ ΤΟ ΟΡΑΝ, ΚΑΙ ΧΩΛΟΙΣ ΠΑΤΕΡ ΘΩΜΑ ΤΗΝ ΕΥΔΡΟΜΙΑΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τυφλοῖς τὸ ὁρᾶν, καὶ χωλοῖς Πάτερ Θωμᾶ τὴν εὐδρομίαν, ἐνοχλουμένοις ἀπολύτρωσιν, καὶ ἀσθενοῦσι τὴν ἴασιν, ἐπιχορηγῶν τῇ δυνάμει τοῦ Χριστοῦ ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἡσύχως τὴν σήν, διετέλεσας ζωὴν Πάτερ παμμάκαρ, ἀκτημοσύνῃ λαμπρυνόμενος, καὶ ἐγκρατείᾳ κοσμούμενος, μέλπων κατανύξει καρδίας, τῷ Δεσπότῃ πανόλβιε· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
H ΜΑΡΤΥΣ ΧΡΙΣΤΟΥ, ΗΜΑΣ ΣΥΝΕΚΑΛΕΣΑΤΟ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΥΡΙΑΚΗΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Θωμᾶ τοῦ ἐν Μαλεῷ, καὶ τῆς Ἁγίας Μάρτυρος Κυριακῆς. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θωμᾶ τοῦ ἐν τῷ Μαλεῷ. Στίχοι Διεὶς πτέρυγας, εἶπεν ἂν Μωσῆς, Πάτερ, Ὡς ἀετὸς τις ἐξανέπτης πρὸς πόλον. Ἑβδομάτῃ Θωμᾶν θάνατος μέλας ἔμφρονα εἷλεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Κυριακῆς. Στίχοι Κυριακὴ θανοῦσα τὴν τομὴν φθάνει Προαιρέσει, πλὴν καὶ τελειοῦται ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Περεγρίνου, καὶ τῶν σὺν αὐτῷ, Λουκιανοῦ, Πομπηΐου, Ἡσυχίου, Παππίου, Σατορνίνου καὶ Γερμανοῦ. Οἱ ἅγιοι νεομάρτυρες Πολύκαρπος καὶ Εὐάγγελος ξίφει τελειοῦνται. Ὁ ἅγιος Ἱερομάρτυς Εὐστάθιος πυρὶ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΕΝ ΕΡΗΜΩ ΑΝΥΔΡΩ ΚΑΤΩΚΗΣΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐν ἐρήμῳ ἀνύδρῳ κατῴκησας, καὶ τῶν προσευχῶν ἑπομβρίᾳ σου Ὅσιε, ὕδωρ ἐν ταύτῃ πλούσιον, τὸν Δεσπότην πηγάσαι ἠξίωσας. Ἀβραὰμ ὥσπερ πάλαι ὁ δίκαιος, τῆς ἐνεγκαμένης σαυτὸν ἀπεμάκρυνας, καὶ τῷ Θεῷ προσήγγισας, καὶ εἰς γῆν τῶν πραέων ἐσκήνωσας. Μοναστὴς ἀληθὴς ἐχρημάτισας, καὶ μετὰ ταφὴν ἰαμάτων χαρίσματα, Πάτερ Θωμᾶ τοῖς χρῄζουσιν, ἀναβλύζεις δυνάμει τοῦ Πνεύματος.
ΔΙΗΝΕΚΕΣΙ ΧΡΩΜΕΝΟΣ, ΠΡΟΣΕΥΧΑΙΣ ΚΑΙ ΔΕΗΣΕΣΙ, ΛΥΜΗΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Διηνεκέσι χρώμενος, προσευχαῖς καὶ δεήσεσι, λύμην ἐκ ψυχῆς, τὴν τῶν παθῶν ἀπήλασας, καὶ τῆς διανοίας σου, τὸ ὀπτικὸν ἐκάθηρας· ὅθεν προορᾶν, προφητικῶς ἠξιώθης, τὰ μέλλοντα Σισώη, εὐσεβῶς ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀγγελικῶς ἐβίωσας, μετὰ σώματος Ὅσιε, καὶ τὰς ἐναντίας, ἐτροπώσω φάλαγγας, ἐντεῦθεν εἰς ἄϋλον, μέτ' εὐφροσύνης Πάτερ ζωήν, ὅπου τῶν Ἀγγέλων κατεσκήνωσας τάξεις, μεθ' ὧν νῦν ἀνάκράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου καθάρισον, σοῦ ταῖς πρὸς τὸ θεῖον ἱεραῖς ἐντεύξεσι, καὶ τῆς συνεχούσης με, αἰχμαλωσίας λύτρωσαι, Πάτερ θεοφόρε, καθαρῶς ἵνα ψάλλω· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ΑΓΙΑΣΘΕΙΣΑ ΠΝΕΥΜΑΤΙ, ΥΠΕΔΕΞΩ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΟΛΗΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΤΗΝ ΑΙΓΛΗΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΔΕΔΕΙΚΤΑΙ ΘΑΥΜΑ ΦΟΒΕΡΟΝ, ΚΑΤ΄ ΑΥΤΟΝ ΣΟΥ ΤΟΝ ΚΑΙΡΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Δέδεικται θαῦμα φοβερόν, κατ' αὐτόν σου τὸν καιρὸν τῆς κοιμήσεως, ὑπὲρ τὸν ἥλιον, τοῦ σοῦ προσώπου, Πάτερ ἀστράψαντος, ὅτε παρέστησαν χοροί, Ἁγίων τὸ πνεῦμά σου, παραληψόμενοι, καὶ Θεῷ τῷ ποιητῇ προσκομίσοντες. Ταῖς θείαις Μάκαρ καλλοναῖς, ἐνηδόμενος καὶ θέσει θεούμενος, καὶ λαμπρυνόμενος, ταῖς φανοτάταις ἐκεῖθεν λάμψεσι, τὴν φωτοφόρον σου πιστῶς, μνήμην τοὺς γεραίροντας, ταῖς ἱκεσίαις σου, ἀχλυώδους τῶν παθῶν λύμης λύτρωσαι. Δίκαιος, ἄμεμπτος παντός, ἀπεχόμενος κακοῦ Πάτερ γέγονας, ὅσιος ἄκακος, Θεῷ λατρεύσας ἐν ὁσιότητι, ἐπανεπαύσατο· διό, Τριὰς τῇ καρδίᾳ σου, ἧς νῦν τρανότερον, ἀπολαύεις τηλαυγῶς ἀξιάγαστε.
ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΙΣΩΗ ΤΟΥ ΜΕΓΑΛΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ Μεγάλου. Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σισώη τοῦ μεγάλου. Θεοῦ τεθνηκὼς πυξίῳ προσεγράφη, Θείου Σισώης Πνεύματος τὸ πυξίον. Βῆ δὲ Σισώης γῆθεν εἰς οὐρανὸν ἕκτῃ ἀμύμων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἀθλήσεως τῆς Ἁγίας Μάρτυρος Λουκίας τῆς Παρθένου, καὶ Ῥήξου Βικαρίου καὶ ἄλλων πλείστων παθόντων ἐν Καμπανίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀστίου (ἢ Ἀστείου), Ἐπισκόπου Δυρραχίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀρχίππου, Φιλήμονος καὶ Ὀνησίμου, καὶ τῶν Ἁγίων Μαρτύρων Ἀπολλωνίου, Ἀλεξανδρίωνος καὶ Ἐπιμάχου. Οἱ ἅγιοι εἰκοσιτέσσαρες μάρτυρες, οἱ τῇ Λουκίᾳ καὶ τῷ Ῥήξῳ μαρτυρήσαντες, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΦΑΙΔΡΑ ΕΞΑΝΕΤΕΙΛΕ, ΚΑΘΑΠΕΡ ΗΛΙΟΣ ΟΣΙΕ...
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Φαιδρὰ ἐξανέτειλε, καθάπερ ἥλιος Ὅσιε, ἡ πανέορτος μνήμη σου, ἀκτῖσιν ἀστράπτουσα, τῶν σῶν ἐναρέτων, πράξεων παμμάκαρ, καὶ καταυγάζουσα πιστῶν, τὰς διανοίας φέγγει θαυμάτων σου. Αὐτὴν οὖν ἑορτάζοντες, περιχαρῶς σε γεραίρομεν, καὶ πιστῶς μακαρίζομεν, μοναζόντων τὸ καύχημα. Ἄγγελος ἐπίγειος, οἷά περ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ τὸ σῶμά σου, μαράνας πανόλβιε, καὶ ταῖς ἀγρυπνίαις, καὶ μνήμην θανάτου, διηνεκῶς ἐμμελετῶν, τὰ θεῖα Πάτερ ἐπαυξανόμενος, μεγίσταις ἀναβάσεσι, πρὸς ἐφετῶν τὸ ἀκρότατον· ὅθεν ὄντως κατήντησας, ἐπ' αὐτὴν τὴν ἀκρώρειαν. Θαῦμα ὑπὲρ ἔννοιαν, ἐν τῇ κοιμήσει σου γέγονεν, ὁσιόφρον θεσπέσιε, ἡνίκα ὁ θίασος, τῶν ἁγίων Πάτερ, ἐπέστη ἀθρόον· ὥσπερ, γὰρ ἥλιος σοφέ, τὸ πρόσωπόν σου ἐξανατέταλκε, δηλοῦν τὴν ἀστραπόμορφον, τῆς σῆς ψυχῆς καθαρότητα, καὶ πιστούμενον ἅπαντας, οἵου τέλους τετύχηκας.
ΩΣ ΤΩΝ ΑΫΛΩΝ ΟΥΣΙΩΝ ΘΕΩΡΟΝ ΑΡΙΣΤΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΧΑΙΡΟΙΣ ΑΓΓΕΛΙΚΑΙΣ ΟΜΙΛΩΝ, ΧΟΡΟΣΤΑΣΙΑΙΣ ΑΘΑΝΑΣΙΕ ΟΣΙΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Χαίροις ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις Ἀθανάσιε Ὅσιε· τὸν βίον γὰρ τούτων Πάτερ, ἐπὶ τῆς γῆς ἀληθῶς, ἀρετὴν ἀσκήσας πεπολίτευσαι, φανεὶς καθαρότητος, ἀκηλίδωτον ἔσοπτρον, ἀκτινοβόλους, ἀστραπὰς εἰσδεχόμενος, τὰς τοῦ Πνεύματος, τοῦ Ἁγίου πανόλβιε· ὅθεν καταυγαζόμενος, ἑώρας τὰ μέλλοντα, πάντα προλέγων ἐκ θείας, φωτοφανείας μυούμενος, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Χαίροις τῶν Ἀσκητῶν ἀρχηγός, γεγενημένος, καὶ ἀήττητος πρόμαχος· παθῶν γὰρ τεμὼν τὰς ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑποστὰς ἀνδρείως, Ἀθανάσιε, αὐτῶν ἐθριάμβευσας, τὴν ψυχόλεθρον πλάνησιν, τὴν τοῦ Σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν, ἣν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ἀθετοῦντας τὴν θείαν, διὰ σαρκὸς ἐπιφάνειαν, Χριστοῦ, ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Στῦλος φωτοειδὴς ἀρετῶν, ἐστηριγμένος, καὶ νεφέλη σκιά...
ΕΚ ΝΕΟΤΗΤΟΣ ΠΑΝΤΑ ΚΑΤΑΛΙΠΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐκ νεότητος πάντα καταλιπών, τὰ τοῦ βίου ἐπίκηρα καὶ τερπνά, προθύμως ἠκολούθησας, τῷ καλοῦντί σε Ὅσιε, καὶ ἐπ' ὤμων ἄρας, Σταυρὸν ὡς ἀκήκοας, ἐν νηστείαις Πάτερ, τὸ σῶμα κατέτηξας· ὅθεν καὶ Ποιμένα, τῶν οἰκείων προβάτων, καλῶς προχειρίζεται, ὁ πανάγαθος Κύριος, Ἀθανάσιε Ὅσιε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
ΤΗΝ ΣΟΦΙΑΝ ΚΑΙ ΛΟΓΟΝ ΕΝ ΣΗ ΓΑΣΤΡΙ....
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφλέκτως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα βαστάζοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή, τὴν σὴν βοήθειαν τότε μοι δώρησαι· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.
... ΧΑΙΡΟΙΣ, ΠΑΤΕΡ ΑΘΑΝΑΣΙΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἄνωθέν σου τὴν κλῆσιν, εἰληφὼς παραδόξως, ἀθάνατον ζωὴν ἐκληρώσω· μετὰ σώματος γὰρ ἐπὶ γῆς, ἀσωμάτων βίον μετελθών, γέγονας τοῖς πάθεσιν ἀνάλωτος· διὸ σε εὐφημοῦμεν Πάτερ. Χαίροις, φαιδρὸν μοναζόντων κλέος, χαίροις, λαμπρὰ σωφροσύνης στήλη. Χαίροις, τῆς ἀνδρείας ἀρίδηλον γνώρισμα, χαίροις, τῆς πανσόφου φρονήσεως ἔνδειξις. Χαίροις, στάθμη ἰσοστάσιος δικαιοσύνης ἀκριβοῦς, χαίροις, λόγῳ καταρτίσας σου τῶν πρακτέων τὰς ὁρμάς. Χαίροις, νοῦς ἀπολαύων ἐννοιῶν ἀπορρήτων, χαίροις, πᾶσαν τὴν κτίσιν εὐσεβῶς διαθρήσας. Χαίροις, δι' οὗ ᾐσχύνθησαν δαίμονες, χαίροις, δι' οὗ πᾶν πάθος νενέκρωται. Χαίροις, λιμὴν τῶν ἐν ζάλῃ τοῦ βίου, χαίροις, σωτὴρ τῶν πιστῶς σοι βοώντων. Χαίροις, Πάτερ Ἀθανάσιε.
ΩΦΘΗΣ ΩΣΠΕΡ ΜΑΓΝΗΤΗΣ, ΕΛΚΩΝ ΤΗ ΓΛΥΚΥΤΗΤΙ ΠΑΤΕΡ ΤΩΝ ΛΟΓΩΝ ΣΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὤφθης ὥσπερ μαγνήτης, ἕλκων τῇ γλυκύτητι Πάτερ τῶν λόγων σου, πρὸς διδασκαλίαν, καὶ ἀκρόασιν τῶν παραινέσεων, τοὺς ἐφιεμένους, διηνεκῶς ὁρᾶν καὶ βλέπειν, τὸ σεπτὸν καὶ χαρίεν σου πρόσωπον. Νόμοις θείοις ὑπείκων, καὶ ταῖς προσταγαῖς πειθαρχῶν τοῦ ποιήσαντος, νομοθέτης ὤφθης, μοναστῶν καὶ κανὼν ἀκριβέστατος, παιδευτὴς ἀφρόνων, καὶ ὁδηγὸς πεπλανημένων, καὶ φωστὴρ τῶν ἐν σκότει Ἀοίδιμε. Ἀρετῶν ἐκμαγεῖον, καὶ τῶν χαρισμάτων δοχεῖον τοῦ Πνεύματος, τοῦ Ἁγίου πέλων, ἱερὸν καὶ τερπνὸν φροντιστήριον, ἐδομήσω πᾶσαν, διαγωγὴν καὶ πολιτείαν, προσφυῆ μονασταῖς ἐκτιθέμενος.
ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΕΝ ΤΩ ΑΘΩ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ὁσίου καί Θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ· καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ τοῦ θαυματουργοῦ. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ ἐν τῷ Ἄθῳ. Στίχοι Μέγας μὲν Ἀντώνιος, ἀρχὴ Πατέρων. Θεῖος δ' Ἀθανάσιος ἔνθεον τέλος. Κἂν Ἀθανάσιος ὕστερος χρόνοις, Ἀλλ' ὑπερέσχε καὶ παλαιοὺς τοῖς πόνοις. Ἀθανασίῳ καὶ μαθητῶν ἑξάδι, Ναοὶ λύονται σωμάτων ναοῦ λύσει. Πέμπτῃ δ' Ἀθανάσιον ἆγον νόες ἄστυ θεοῖο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λαμπαδοῦ. Στίχοι Ἄρδων ἐλαίῳ Λαμπαδὸς τὴν λαμπάδα Ἕτοιμος ἐγγίσαντος ἦν τοῦ Νυμφίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΙΝΑ ΤΗΝ ΛΑΜΠΡΟΤΗΤΑ, ΤΩΝ ΑΓΙΩΝ ΟΣΙΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἵνα τὴν λαμπρότητα, τῶν Ἁγίων Ὅσιε, θεάσῃ ἐν πνεύματι, τοῖς ἔργοις ἐλάμπρυνας, τὸν βίον σου, κραυγάζων· ὁ Θεὸς εὐλογητὸς εἶ. Σῶμα περικείμενος, ἀσωμάτων τάγματα, ἐζήλωσας Ὅσιε, ἐν οἷς ἀγαλλόμενος, συμφώνως ἀναμέλπεις· ὁ Θεὸς εὐλογητὸς εἶ. Τὰ Ἱεροσόλυμα, νῦν λαμπρῶς εὐφραίνεται, φωστῆρα πολύφωτον, τῷ κόσμῳ ἐκπέμψαντα, σὲ Μάκαρ μελῳδοῦντα· ὁ Θεὸς εὐλογητὸς εἶ.
ΤΙ ΣΕ ΝΥΝ ΑΝΔΡΕΑ ΚΑΛΕΣΩΜΕΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τὶ σε νῦν Ἀνδρέα καλέσωμεν, ἀσκητήν, τῶν παθημάτων ἀμαυροῦντα τὰς ὁρμάς, λειτουργόν, ἱερουργοῦντα Εὐαγγέλιον Χριστοῦ, κιθάραν, μελῳδοῦσαν τὰ τοῦ Πνεύματος, κινύραν, καταθέλγουσαν τὰ σύμπαντα, νέον Δαυΐδ γνωριζόμενον, τῆς κιβωτοῦ προσκιρτήσαντα, τῆς χάριτος, καὶ τῆς Νέας Διαθήκης σοφέ. Τὶ σε νῦν Ἀνδρέα προσείπωμεν, μιμητὴν τῶν ἀνδρικῶς, ἠγωνισμένων ἐκλεκτῶν, ἐπαινέτην τῶν Μαρτύρων, τῶν Ἁγίων ἀψευδῆ, ἀλείπτην, ἀρετῆς πρὸς ἐπανάληψιν, ζωγράφον, τῆς τοῦ βίου ματαιότητος, ὑφηγητὴν ἀκριβέστατον, δογματιστὴν ἀληθέστατον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε νῦν Ἀνδρέα προσφθέγξωμαι; τῶν Ἁγίων ἱεροσολύμων, βλάστημα τερπνόν, τῶν δογμάτων τῶν ὀρθῶν, τῆς εὐσεβείας στηριγμόν, τῆς Κρήτης, ἱεράρχην ἱερώτατον, τὸν κόσμον, φρυκτωρίαις καταυγάζοντα, Ἀνατολῆς ἐξορμώμενον, φωτίζοντα τὰ Ἑσπέρια, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΣΑΛΠΙΣΑΣ ΤΡΑΝΩΣ, ΤΑ ΘΕΙΑ ΜΕΛΩΔΗΜΑΤΑ...
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΟΤΕ, Η ΚΡΗΠΙΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὅτε, ἡ κρηπὶς τῶν Μαθητῶν, περιερχομένη τὸν κόσμον, ὅλον ἐστήριξε, τότε εὑραμένη σε λίθον ὡς ἔντιμον, Ἐκκλησίας θεμέλιον, προβάλλεται μάκαρ, στήλας καταστρέφοντα, εἰδωλικὰς καὶ ναούς, θείᾳ δυναστείᾳ τοῦ Λόγου, τοῦ διὰ σαρκὸς ὁμιλῆσαι, Πάτερ τοῖς ἀνθρώποις εὐδοκήσαντος. Λόγῳ, φυγαδεύων πσνηρά, πνεύματα κακίας, ἐτέλεις, πνευματικοὺς τοὺς λαούς, Πνεύματος τῇ χάριτι, Μάρτυς Παγκράτιε, ἀνατέμνων τὴν αὔλακα, τῆς τούτων καρδίας, καὶ καταβαλλόμενος, σπόρον τὸν ἔνθεον, ὅνπερ, γεωργῷ προσηγάγου, τῷ ἐπουρανίῳ πρεσβεύων, ὑπὲρ τῶν πιστῶς ἀνευφημούντων σε. Δύσιν, φρυκτωρίαις νοηταῖς, σὺ ἀνατολὴν ἀπειργάσω, ἥλιον φέρουσαν, θείας ἐπιγνώσεως, τοῦ ἐκ Παρθένου ἡμῖν, ὑπὲρ νοῦν ἀνατείλαντος, καὶ δύσας ἀθλήσει, Πάτερ ἐξανέτειλας, πρὸς φῶς ἀνέσπερον, ἔνθα, τῶν ἐσόπτρων λυθέντων, βλέπεις τὸ ποθούμενον κάλλος, τοῦ ἀγωνοθέτου σου Παγκράτιε.
ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΔΡΕΟΥ ΚΡΗΤΗΣ, ΤΟΥ ΙΕΡΟΣΟΛΥΜΙΤΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνδρέου Κρήτης, τοῦ Ἱεροσολυμίτου. Στίχοι Θανὼν ἐφεῦρε τῶν πόνων στέφος μέγα, Κρήτης ὁ ποιμήν, οὗ πόνος Κανὼν μέγας. Τῇ δὲ τετάρτῃ ἀρχιθύτην μόρος Ἀνδρέαν εἷλε. Αἱ ἅγιαι μάρτυρες Κυπρίλλα, Ἀρόα καὶ Λουκία ξίφει τελειοῦνται. Ἡ ἁγία Ἀσκληπιὰς ἡ θαυματουργὸς ἐν εἰρήνῃ τελειοῦται. Ὁ ἅγιος Ἱερομάρτυς Θεόφιλος καὶ ὁ ὅσιος Μένιγνος ἐν Κυρίῳ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδώρου, Ἐπισκόπου Κυρήνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου, καὶ τοῦ Ἁγίου Δονάτου, Ἐπισκόπου Λιβύης, καὶ τῆς ὁσίας Μαρίας, μητρὸς τοῦ Ἁγίου Συμεών, τοῦ ἐν τῷ θαυμαστῶ, Ὄρει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
ΚΥΡΙΑΚΗ Γ ΜΑΤΘΑΙΟΥ Ο ΛΥΧΝΟΣ ΤΟΥ ΣΩΜΑΤΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΥΠΕΡ ΠΟΛΛΟΥΣ ΥΜΝΗΣΩΜΕΝ ΜΑΡΤΥΡΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὑπὲρ πολλοὺς ὑμνήσωμεν Μάρτυρας, τὸν τῆς πόλεως ἡμῶν προϊστάμενον, ὃς τὴν πόλιν ἡμῶν ὡς γυμνάσιον, τῆς ἰδίας φυλάττων ἀθλήσεως, ὡς παρρησίαν ὁπλισάμενος, καὶ τὸν πέλεκυν ἔχων τῆς ἀληθείας, δι' ἧς ἀπέτεμε τὸ τῆς πλάνης φυτόν, συνεγείρει καὶ ἡμᾶς πρὸς ἐργασίαν τῶν καλῶν· Ἐκβοῶμεν οὖν σὺν αὐτῷ, χαίροις μαρτύρων τὸ κλέος Ὑάκινθε.
ΩΦΘΗΣ ΔΙΑΥΓΕΙΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὤφθης διαυγείᾳ τοῦ Πνεύματος, ὥσπερ λίθος διαυγής, τῆς βασιλείας τοῦ Χριστοῦ, ἐναθλήσας ἀθλητά, ὑπὲρ τῆς πίστεως στερρῶς, καὶ τρέψας τῶν ἀθέων τὴν παράταξιν, καὶ νίκην κατ' αὐτῶν Μάρτυς ἀράμενος· διὸ σε πίστει δοξάζομεν, ὡς στρατιώτην ἀήττητον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Κύματα τῆς πλάνης παρέδραμες, κυβερνώμενος Χριστοῦ, τῇ ἀηττήτῳ δεξιᾷ, καὶ λιμένι νοητῷ, ἐγκαθωρμίσθης ἀθλητά, γαλήνης μὴ ληγούσης ἐμφορούμενος, καὶ δόξης μὴ ῥεούσης ἀξιούμενος, Μάρτυς θεόφρον Ὑάκινθε, διαπαντὸς εὐφραινόμενος, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Μέλεσιν οἰκείοις ἐδόξασας, τὸν ἀθάνατον Θεόν, θανατωθεὶς ὑπὲρ αὐτοῦ, ἀθανάτων δωρεῶν· ὅθεν σε μέτοχον σοφέ, δεικνύει, καὶ δοξάζει σε Ὑάκινθε, σημείοις, καὶ δυνάμεσιν ἑκάστοτε· καὶ γὰρ πηγὴ ἁγιάσματος, ἡ σὴ σορὸς πᾶσι πρόκειται, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΚ ΧΑΛΕΠΗΣ ΣΤΕΝΩΣΕΩΣ, ΚΑΙ ΦΡΟΥΡΑΣ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἐκ χαλεπῆς στενώσεως, καὶ φρουρᾶς πρὸς εὐρύχωρον, πλάτος Παραδείσου, καὶ τερπνὸν κατήντησας, Ἁγίων ὀψόμενος, φωτοειδεῖς λαμπρότητας, καὶ τὰς τῶν Ἀγγέλων, ἐποπτεύσων χορείας, Θεῷ παρισταμένας, καὶ βοώσας ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Σὺ τὸν Θεὸν ἠγάπησας, ἐκ ψυχῆς μέχρις αἵματος, πρὸς τὴν ἁμαρτίαν, Ἀθλητὰ μακάριε, ἀντικαθιστάμενος, καὶ δυσμενεῖς τρεπόμενος, καὶ νικητικοῖς, κεκοσμημένος στεφάνοις, προθύμως ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὡς εὐπρεπὲς ἀνάθημα, διαυγὴς ὡς Ὑάκινθος, ὡς ὡραιοτάτη, ἁλουργὶς ἐκόσμησας, ναὸν τὸν οὐράνιον, τὰ τῶν Ἁγίων Ἅγια, ταῖς μαρτυρικαῖς, μαρμαρυγαῖς ὡραΐσας, ἀπαύστως ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΥΑΚΙΝΘΟΥ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου. Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου τοῦ Κουβικουλαρίου (θαλαμηπόλου). Στίχοι Ἐξ ἀρετῆς μὲν Ὑάκινθος ὡς λίθος, Λαμπρὸς πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων. Οὐλομένῳ τριτάτῃ Ὑάκινθος κάτθανε λιμῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνατολίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Στίχοι Δύνας, Ἀνατόλιε τοῦ βίου τέλει. Τῷ μὴ δύνοντι προσπελάζεις ἡλίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδότου, Θεοδότης, Διομήδους, Εὐλαμπίου, Ἀσκληπιάδου καὶ Δολινδούχ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ΥΑΚΙΝΘΩ ΣΗΜΕΡΟΝ, ΕΞ ΥΑΚΙΝΘΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
ΑΓΓΕΛΟΙ ΠΑΝΑΧΡΑΝΤΕ ΑΓΝΗ, ΝΥΝ ΣΥΓΧΟΡΕΥΟΥΣΙΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἄγγελοι πανάχραντε Ἁγνή, νῦν συγχορεύουσιν, ἐν τῷ σεπτῷ σου ναῷ, καὶ περιέπουσι Δέσποινα, τὴν τιμίαν καὶ ἁγίαν σου, Ἐσθῆτα πόθῳ καὶ χαρᾷ, καὶ εὐφροσύνῃ πολλῇ προσκυνοῦντες, καὶ ἀνυμνοῦντες τὴν δόξαν τοῦ γένους ἡμῶν. Ῥάβδος ἡ τὸ ἄνθος τῆς ζωῆς, ἀναβλαστήσασα, σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος ἄχραντε, μυροθήκη ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν ἀγαθῶν, τῶν ἀρωμάτων πηγή, ἐξ ἧς μύρα τῶν ἰαμάτων, ἐκβλύζει ἡ θεία σορός. Ὑμνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖά σου, αἱ νοεραὶ στρατιαὶ ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, καὶ Ἀποστόλων ὁ χορός, Μαρτύρων πλήρωμα, καὶ Ὁσίων ἄπαν τὸ πλῆθος μεθ' ὧν προσκυνοῦμέν σε.
Η ΣΟΡΟΣ Η ΚΑΤΕΧΟΥΣΑ, ΤΗΝ ΕΣΘΗΤΑ ΣΟΥ ΑΧΡΑΝΤΕ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἡ σορὸς ἡ κατέχουσα, τὴν Ἐσθῆτα σου Ἄχραντε, κιβωτὸς τοῖς δούλοις σου ἁγιάσματος, καὶ ἱερὸν περιτείχισμα, καὶ δόξα καὶ καύχημα, καὶ ἰάσεων πηγή, καθ' ἑκάστην γνωρίζεται, ἔνθα σήμερον, ἱερῶς ἀθροισθέντες, ἀνυμνοῦμεν, τὰ πολλά σου μεγαλεῖα, καὶ τῶν θαυμάτων τὸ πέλαγος. Ἴδε τόπος περίδοξος, ἴδε οἶκος ἀείφωτος, ἐν ᾧ τεθησαύρισται τῆς θεόπαιδος, Ἐσθὴς τιμία τῇ χάριτι. Προσέλθετε ἄνθρωποι, φωτισμὸν καὶ ἱλασμόν, ἐξ αὐτῆς ἀπαρύσασθαι, καὶ βοήσατε, εὐχαρίστῳ καρδίᾳ, Παναγία, εὐλογοῦμέν σε Παρθένε, οἱ σεσωσμένοι τῷ τόκῳ σου. Τὴν ἁγίαν κατάθεσιν, τῆς Ἐσθῆτός σου Δέσποινα, ἑορτὴν κεκτήμεθα, εὐφραινόμενοι, ὅτι τῇ πόλει σου σήμερον, δοθῆναι ἠξίωσας, ἱερὰν περιβολήν, φυλακτήριον ἄσυλον, δῶρον τίμιον, ἀναφαίρετον πλοῦτον ἰαμάτων ποταμὸν πεπληρωμένον, τῶν χαρισμάτων τοῦ Πνεύματος.
ΙΔΟΥ ΣΕ ΤΗΝ ΚΛΙΝΗΝ ΣΟΛΟΜΩΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ἰδοὺ σε τὴν κλίνην Σολομών, γεραίρομεν, χαρμοσύνοις μελῳδήμασι· καὶ τὴν τιμίαν σου, Ἐσθῆτα, ὡς ἄλλην κιβωτὸν ἁγιάσματος, κυκλοῦντες τὰς ἰάσεις λαμβάνομεν, τὰς σωτηρίους Ἀειπάρθενε. Ὤφθη νῦν ἡ θεία σου σορός, κατέχουσα, τὴν Ἐσθῆτα τὴν τιμίαν σου, ὥσπερ πηγὴ φωτὸς Παρθένε, ἀκτῖνας ἰαμάτων ἐκπέμπουσα, καὶ σκότος νοσημάτων διώκουσα, ἥν μετὰ πόθου ἀσπαζόμεθα. Σήμερον συγχαίρουσιν ἡμῖν, πανάμωμε, προσκυνήσει τῆς Ἐσθῆτός σου, πᾶσαι οὐράνιαι Δυνάμεις, Ἀπόστολοι, Προφῆται καὶ Μάρτυρες, καὶ Ὅσιοι καὶ Δίκαιοι ἅπαντες, Δέσποινα μόνη ἀειπάρθενε. Ἡγίασται ἅπασα ἡ γῆ, πανάγιον, τοῦ Δεσπότου καταγώγιον, τῇ καταθέσει τῆς Ἐσθῆτος τῆς σῆς, καὶ ὁ Δαυΐδ ἐπαγάλλεται, τῆς πάλαι κιβωτοῦ προτυπούσης σε, τῇ καταπαύσει Ἀειπάρθενε. Φαιδρὸν περιβόλαιον τὸ σόν, μαφόριον, ἐδωρήσω καὶ προτείχισμα, τῇ σὲ τιμώσῃ Βασιλίδι, τῶν πόλεων πασῶν ὡς Βασίλισσα, ἁπάντων ποιημάτων τυγχάνουσα, Θεοκυῆτορ Μητροπάρθενε.
ΘΑΛΑΜΟΣ ΥΠΕΡΤΙΜΟΣ ΟΥΤΟΣ, ΘΕΟΓΕΝΝΗΤΟΡ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Θάλαμος ὑπέρτιμος οὗτος, Θεογεννῆτορ ἡ σορός σου, ὤφθη τὴν τιμίαν σου Ζώνην, καὶ τὴν Ἐσθῆτα παρθενικήν, ὡς στολήν, καὶ νυμφικὴν ὡς ἔχουσα, καὶ συντηροῦσα ὡς ζωῆς θησαυρόν. Ναὸν ἐκμιμούμενον πᾶσαν, τῶν οὐρανῶν τὴν εὐκοσμίαν, σήμερον πιστοὶ τῆς Παρθένου, κατειληφότες ταῖς τῶν θαυμάτων αὐγαῖς, ὥσπερ ἀστράσι λάμπουσι, καταυγαζόμεθα τῇ χάριτι. Ἔχει τὴν ἁγίαν σου Ζώνην, Θεογεννῆτορ ἡ σὴ πόλις, καὶ τὴν σὴν Ἐσθῆτα ὡς τεῖχος, καὶ τῶν δογμάτων θείαν ἑνότητα, καὶ ὀρθοδόξων καύχημα, καὶ Βασιλέων τροπαιούχημα. Ὑμνοῦμεν τὴν ἄφατον δόξαν, καὶ τὴν ἀνείκαστόν σου χάριν· σὺ γὰρ εἶ πηγὴ τῆς σοφίας, ἐξ ἧς ὁ λόγος, πᾶσι προέρχεται, τοῖς σὲ τιμῶσιν, Ἄχραντε, καὶ μεγαλύνουσι τὸν τόκον σου.
ΥΨΗΛΟΤΑΤΩ ΝΟΙ, ΚΑΙ ΤΑΠΕΙΝΗ ΚΑΡΔΙΑ, ΤΟΥ ΒΑΣΙΛΕΩΣ ΥΨΗΛΟΤΑΤΟΝ
- Λήψη συνδέσμου
- X
- Ηλεκτρονικό ταχυδρομείο
- Άλλες εφαρμογές
Ὑψηλοτάτῳ νοΐ, καὶ ταπεινῇ καρδίᾳ, τοῦ Βασιλέως ὑψηλότατον, τὸν θρόνον δοξάσωμεν, τὴν παναγίαν Κόρην, καὶ κεχαριτωμένην. Παστὰς Θεοῦ ἐκλεκτή, ἐν τῇ σεπτῇ σου ταύτῃ, παστάδι πίστει τὴν Ἐσθῆτά σου, κειμένην σεβόμεθα, ὡς κιβωτὸν ἁγίαν, καὶ εὐσεβούντων σκέπην. Ἀνακαινίζεται πᾶς, ὁ προσιὼν ἐν πίστει, καὶ τὴν ἁγίαν ἀσπαζόμενος, σορὸν τὴν κατέχουσαν, τὴν σὴν ἁγνὴ Παρθένε, φωτοειδῆ Ἐσθῆτα. Ῥύπου παντὸς ψυχικοῦ, καθαρτικὴ ὑπάρχει, ἡ σὴ Παρθένε παναμώμητε, σορὸς ἡ καλύπτουσα, τὴν τὸ σεπτόν σου σῶμα, καλύψασαν Ἐσθῆτα. Θεογεννῆτορ ἁγνή, τὴν σὲ τιμῶσαν πόλιν, λιμοῦ σεισμοῦ τε καὶ κακώσεως, ἁπάσης περίσῳζε, καὶ ἐθνικῆς ἐφόδου, καὶ ἐναντιας βλάβης.