Εμφάνιση αναρτήσεων με ετικέτα ΕΙΡΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΕΙΡΜΟΙ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 19 Φεβρουαρίου 2026

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

 «Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον».

Ὁ Παῦλος ἐπαίνοις ἱεροῖς, ἐγκωμιάζων σε, Ἄρχιππε ἔνδοξε, συστρατιώτην σε ἔγραψε, πληρωτὴν ἐνθέων πράξεων, διακονούμενον αὐτῷ, καὶ πίστει μέλποντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ῥήμασιν ἐπήλειψε σεπτοῖς, πρὸς τὸ μαρτύριον, ἡ ἀξιάγαστος, Ἀπφία στέργουσα Ἔνδοξε, ὡς υἱὸν σε γνησιώτατον, μεθ᾽ ἧς τὰ ἄνω κατοικεῖς ὄντως βασίλεια· Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.

Οἱ νήπιοι ὄντες ταῖς φρεσί, σὲ τὸν ἐχέφρονα, νηπίοις παίγνιον, παραδιδόασιν Ἄρχιππε, ἐναθλοῦντα καρτερώτατα, καὶ ὑπ αὐτῶν ἀνηλεῶς κατακεντούμενον, καὶ βοῶντα· Πάντα τὰ ἔργα, ὑμνεῖτε τὸν Κύριον.


Παρασκευή 21 Φεβρουαρίου 2025

«Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν». Οἰκτείρων πάντας τῇ συμπαθείᾳ, ἄλλος Ἀβραὰμ ἐχρημάτισας, δεξιούμενος τοὺς πάντοθεν, παραβάλλοντας ὦ Τιμόθεε, καὶ δι' αὐτῶν τὸν πάντων, θεραπεύων Θεόν. Νεκρώσας μέλη τὰ ἐπὶ γῆς σου, Πάτερ ὥς φησιν ὁ Ἀπόστολος, τῆς ζωῆς τῆς ἐπουρανίου, συμμέτοχος ἀναδέδειξαι, ἐν ᾗ τῶν τιμώντων σε, ἀεὶ μέμνησο. Ἄνατολή σου τῶν ἔργων Πάτερ, ἥλιος γεγένησαι ἄδυτος, ταῖς ἀκτῖσι τῶν ἀγώνων, τὰ πέρατα καταυγάζων ἀεί, καὶ τῶν δαιμόνων λύων τὴν σκοτόμαιναν.

 «Στερέωμά μου Σωτὴρ ὑπάρχεις, καταφυγή μου καὶ δύναμις, σαλευθεῖσαν τὴν καρδίαν μου, στερέωσον εἰς τὸν φόβον σου, ὅτι οὐκ ἔστιν ἅγιος, ὡς σὺ ὁ Θεὸς ἡμῶν».

Οἰκτείρων πάντας τῇ συμπαθείᾳ, ἄλλος Ἀβραὰμ ἐχρημάτισας, δεξιούμενος τοὺς πάντοθεν, παραβάλλοντας ὦ Τιμόθεε, καὶ δι' αὐτῶν τὸν πάντων, θεραπεύων Θεόν.

Νεκρώσας μέλη τὰ ἐπὶ γῆς σου, Πάτερ ὥς φησιν ὁ Ἀπόστολος, τῆς ζωῆς τῆς ἐπουρανίου, συμμέτοχος ἀναδέδειξαι, ἐν ᾗ τῶν τιμώντων σε, ἀεὶ μέμνησο.

Ἄνατολή σου τῶν ἔργων Πάτερ, ἥλιος γεγένησαι ἄδυτος, ταῖς ἀκτῖσι τῶν ἀγώνων, τὰ πέρατα καταυγάζων ἀεί, καὶ τῶν δαιμόνων λύων τὴν σκοτόμαιναν.

Τετάρτη 19 Φεβρουαρίου 2025

«Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε». Ὑφηγούμενον τὰ θεῖα καὶ τοὺς ἀθέους, περιφανῶς ἐλέγχοντα, ἄνομος διώκτης, ποιναῖς καθυπέβαλε, καὶ μάστιξιν Ἄρχιππε, καὶ ποικιλοτρόποις κολάσεσι. Μακαρίως διανύων τὸν βίον Μάκαρ, τέλος εὑρεῖν μακάριον, ὄντως ἠξιώθης· Μάρτυς γὰρ γεγένησαι, Χριστοῦ γενναιότατος, πόνους καρτερήσας τοῦ σώματος. Νεμομένην ἀθεΐας τὴν σηπεδόνα· τῶν εὐσεβῶν τὸ πλήρωμα, ἔστησας νοστίμῳ, ἅλατι τῶν λόγων σου, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

 «Ἐπαρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε».

Ὑφηγούμενον τὰ θεῖα καὶ τοὺς ἀθέους, περιφανῶς ἐλέγχοντα, ἄνομος διώκτης, ποιναῖς καθυπέβαλε, καὶ μάστιξιν Ἄρχιππε, καὶ ποικιλοτρόποις κολάσεσι.

Μακαρίως διανύων τὸν βίον Μάκαρ, τέλος εὑρεῖν μακάριον, ὄντως ἠξιώθης· Μάρτυς γὰρ γεγένησαι, Χριστοῦ γενναιότατος, πόνους καρτερήσας τοῦ σώματος.

Νεμομένην ἀθεΐας τὴν σηπεδόνα· τῶν εὐσεβῶν τὸ πλήρωμα, ἔστησας νοστίμῳ, ἅλατι τῶν λόγων σου, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.

Τετάρτη 11 Δεκεμβρίου 2024

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ. Ὕψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε. Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

«Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως, καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας». Τάξεις Ἀγγέλων σου τὴν στάσιν, κατεπλάγησαν παμμάκαρ θεοφόρε· μετὰ σώματος γάρ, τὴν τούτων πολιτείαν, ἀναλαβὼν ἐκραύγαζεν· ὁ Θεὸς εὐλογητὸς εἶ. Ὕψει ἀΰλου πολιτείας, προφητείας τε ἐκλάμπων φωταυγείᾳ, ἰαμάτων ἡμῖν, ἀπήστραψας ἀκτῖνας, τοῖς εὐσεβῶς τιμῶσί σε, Δανιὴλ θαυματοφόρε. Λῦσον παθῶν μου τὴν ὁμίχλην, τῇ λαμπρότητι, παμμάκαρ σῆς πρεσβείας, καὶ πρὸς τρίβους ζωῆς, ὁδήγησον βοῶντα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

Κυριακή 22 Σεπτεμβρίου 2024

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». Τελῶν τὰ φοβερὰ Κοδρᾶτε θαύματα, ἀπίστους εἰς πίστιν θείαν ἐνῆγες, ὡς Ἀπόστολος θεόληπτος, ὡς σεπτὸς Ἱεράρχης ἱερώτατε. Ἐνθέοις διδαχαῖς πολλοὺς ἐφώτισας· φωτὸς γὰρ διάκονος ἀνεδείχθης, τοῦ φωτίσαντος τὰ πέρατα, Ἱεράρχα Κοδρᾶτε, θείαις λάμψεσι. Μεγίστων ἀγαθῶν ὑπῆρξας πρόξενος, τῇ ποίμνῃ ἐξαίρων ταύτης τὸ σκότος, τῆς ἀγνοίας, καὶ φωτίζων αὐτήν, παραδόξων θαυμάτων ἐπιδείξεσιν.

«Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε». Τελῶν τὰ φοβερὰ Κοδρᾶτε θαύματα, ἀπίστους εἰς πίστιν θείαν ἐνῆγες, ὡς Ἀπόστολος θεόληπτος, ὡς σεπτὸς Ἱεράρχης ἱερώτατε. Ἐνθέοις διδαχαῖς πολλοὺς ἐφώτισας· φωτὸς γὰρ διάκονος ἀνεδείχθης, τοῦ φωτίσαντος τὰ πέρατα, Ἱεράρχα Κοδρᾶτε, θείαις λάμψεσι. Μεγίστων ἀγαθῶν ὑπῆρξας πρόξενος, τῇ ποίμνῃ ἐξαίρων ταύτης τὸ σκότος, τῆς ἀγνοίας, καὶ φωτίζων αὐτήν, παραδόξων θαυμάτων ἐπιδείξεσιν.

Παρασκευή 14 Απριλίου 2023

Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.

 Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε.

Ῥυφθέντες πόδας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, τοῦ θείου νῦν Χριστέ, σοῦ οἱ ὑπηρέται, ἐκ Σιὼν ἐλαιῶνος, μέγα πρὸς ὄρος συνανῆλθον, ὑμνοῦντές σε φιλάνθρωπε.

Ὁρᾶτε ἔφης, φίλοι μὴ θροεῖσθε· νῦν γὰρ ἤγγικεν ὥρα, ληφθῆναί με κτανθῆναι χερσὶν ἀνόμων, πάντες δὲ σκορπισθήσεσθε, ἐμὲ λιπόντες, οὓς συνάξω, κηρῦξαί με φιλάνθρωπον.

«Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν σεαυτόν, τῷ πεσόντι κενώσαντα ἀτρέπτως, καὶ μέχρι παθῶν, ἀπαθῶς ὑποκύψαντα, Λόγε Θεοῦ. Τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».

Πέμπτη 3 Νοεμβρίου 2022

Αἴγλῃ τρισηλίου ἀστραπῆς, φωτιστικῶς αὐγαζόμενοι Μάρτυρες, ταύτην τὴν πανίερον μνήμην ὑμῶν, τοὺς εὐσεβῶς γεραίροντας, σκότους ἁμαρτίας, καὶ παθημάτων λυτρώσασθε.

 «Σοῦ ἡ τροπαιοῦχος δεξιά, θεοπρεπῶς ἐν ἰσχὺϊ δεδόξασται· αὕτη γὰρ ἀθάνατε ὡς πανσθενὴς ὑπεναντίους ἔθραυσε, τοῖς Ἰσραηλίταις, ὁδὸν βυθοῦ καινουργήσασα».

Αἴγλῃ τρισηλίου ἀστραπῆς, φωτιστικῶς αὐγαζόμενοι Μάρτυρες, ταύτην τὴν πανίερον μνήμην ὑμῶν, τοὺς εὐσεβῶς γεραίροντας, σκότους ἁμαρτίας, καὶ παθημάτων λυτρώσασθε.

Νόμοις τοῦ Δεσπότου καὶ Θεοῦ, συμπεφραγμένοι τὸν νοῦν ἱερώτατοι, νόμους τοὺς κελεύοντας παρανομεῖν, ἀνδρείως ἐξεκλίνατε· ὅθεν ἐναθλοῦντες, νομίμως δόξης ἐτύχετε.

Θύματα προσήχθητε Χριστῷ, τῇ ἑκουσίῳ σφαγῇ καθαρώτατα, Μάρτυρες πανόλβιοι, ἱερουργοί, καὶ θύται χρηματίσαντες, τοῦ ἐθελουσίῳ σφαγῇ τὸν κόσμον ζωώσαντος.

Κυριακή 20 Φεβρουαρίου 2022

Παρασκευή 4 Φεβρουαρίου 2022

Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας

 «Ἐκ φλογὸς τοῖς, Ὁσίοις δρόσον ἐπήγασας, καὶ Δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι, σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας».


Λογικὴν ὡς θυσίαν πάντα τὸν βίον σου, εἰς ὀσμὴν εὐωδίας Πάτερ προσήγαγες, τῷ ἐπὶ Σταυροῦ, κρεμασθέντι Χριστῷ τῷ Θεῷ, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

Πλεονάζεις τὸν πλοῦτον καὶ μετὰ θάνατον, τοὺς ἐμψύχους σου λόγους, ὥσπερ πολύτιμον, πᾶσι τοῖς πιστοῖς, κληροδοσίαν λιπών, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.

Ὡραιώθης Παμμάκαρ κάλλει τῶν λόγων σου· τοῦ Ἁγίου γὰρ ὤφθης Πνεύματος κάλαμος, γράφων εὐσεβῶς, τούτου γνῶσιν τὴν ἔνθεον, τοῖς ὑπερυψοῦσι, Χριστὸν εἰς τούς αἰῶνας.
Θεοτοκίον
Πρὸς τὴν σὴν καταφεύγω σκέπην Πανάμωμε, καὶ προστάτιν ζωῆς μου τανῦν προβάλλομαι, σὲ τὴν ὑπὲρ νοῦν, Θεὸν Λόγον κυήσασαν, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.

Τρίτη 1 Φεβρουαρίου 2022

«Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον».

 «Τὸν Βασιλέα Χριστόν, ὃν ὡμολόγησαν οἱ αἰχμάλωτοι Παῖδες, ἐν τῇ καμίνῳ λέγοντες μεγάλῃ τῇ φωνῇ· Πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον».


Τὸν δι' ἡμᾶς καθ᾿ ἡμᾶς, βρέφος γενόμενον, ὑπὸ νόμον ἀχθέντα, ἵνα τοῦ νόμου πάντας ἀπαλλάξῃ τοῦ γραπτοῦ, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Ἰδὼν σε φῶς ὡς νοερόν, Συμεὼν ὁ πρεσβύτης, ἀγκάλαις ὑπεδέξατο βοῶν· Νῦν ἀπολύεις με Λόγε, πρὸς τὴν ἐν τῷ πνεύματι, ζωὴν ἐκ τῆς προσκαίρου.

Τὸν πρὸ αἰώνων Θεόν, τὸν εὐδοκήσαντα δι' ἡμᾶς νηπιάσαι, καὶ ἐν χερσὶ δεχθῆναι τοῦ πρεσβύτου Συμεών, πάντα τὰ ἔργα ὑμνεῖτε ὡς Κύριον.

Τρίτη 18 Ιανουαρίου 2022

Ὑπὸ τῆς σῆς, γλώσσης πυρίνης ἐκκέκαυται, ἡ Ἀρείου, ἔκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τὰ ἐκ διαμέτρου, κακὰ καὶ πρὸς τὴν ἀσέβειαν, ὁμότιμα καὶ πᾶσα, σὺν αὐτοῖς βλασφημία, αἱρετίζουσα ὦ Ἀθανάσιε.

 «Σύ μου ἰσχύς, Κύριε, σύ μου καὶ δύναμις, σὺ Θεός μου, σύ μου ἀγαλλίαμα, ὁ Πατρικοὺς κόλπους μὴ λιπών, καὶ τὴν ἡμετέραν, πτωχείαν ἐπισκεψάμενος· διὸ σύν τῷ προφήτῃ, Ἀββακοὺμ σοι κραυγάζω· τῇ δυνάμει σου δόξα φιλάνθρωπε».


Ὅλη ἐν σοί, πνεύσασα ἡ ζωηφόρος πνοή, ἡ ἐξ ὕψους, πρὶν ἐπιφοιτήσασα, θεοπρεπῶς, Πνεύματος Χριστοῦ, ἐν τῷ ὑπερώῳ, καὶ Μαθητὰς ἐμφορήσασα, Ἀπόστολον δεικνύει, τρισκαιδέκατον Πάτερ, τὴν ὀρθόδοξον Πίστιν κηρύττοντα.

Σὺ θεϊκῷ, ζήλῳ σφοδρῶς πυρπολούμενος, τῇ Συνόδῳ συναγωνιζόμενος, καὶ πρὸ τοῦ σέ, Πρόεδρον τελεῖν, ἐν τῇ Νικαέων, κυρύττεις τὸ Ὁμοούσιον· διὸ τῆς Ἐκκλησίας, ὁ Χριστὸς Ποιμενάρχην, καὶ Διδάσκαλον σὲ προχειρίζεται.

Ἐγχειρισθείς, τῆς Ἐκκλησίας τοὺς οἴακας, ἐκ προνοίας, θείας Ἀθανάσιε, αἱρετικῶν τὰς ψυχοβλαβεῖς, πάσας γλωσσαλγίας, οἷά τις πέλυξ ἐξέτεμες, προρρίζους, ὡς ἀκάνθας· καὶ τὸν σπόρον τοῦ λόγου, ἐπαρδεύων σοφῶς ἐγεώργησας.

Ὑπὸ τῆς σῆς, γλώσσης πυρίνης ἐκκέκαυται, ἡ Ἀρείου, ἔκφυλος διαίρεσις, σύγχυσίς τε Σαβελλιανή, τὰ ἐκ διαμέτρου, κακὰ καὶ πρὸς τὴν ἀσέβειαν, ὁμότιμα καὶ πᾶσα, σὺν αὐτοῖς βλασφημία, αἱρετίζουσα ὦ Ἀθανάσιε.

Δευτέρα 3 Ιανουαρίου 2022

Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε

 «Πρὸς σὲ ὀρθρίζω, τὸν δι' εὐσπλαγχνίαν, σεαυτὸν τῷ πεσόντι, κενώσαντα ἀτρέπτως, καὶ δούλου χειρί, βαπτισθῆναι θελήσαντα, Λόγε Θεοῦ, τὴν εἰρήνην παράσχου μοι φιλάνθρωπε».


Ῥυφθέντες φρένας, καὶ προκαθαρθέντες, μυστηρίου μεθέξει, φρικτῆς οἰκονομίας, ἅπαντες πιστοί, ἐρχομένῳ Χριστῷ, ὑπαντήσωμεν, Ἰορδάνου τοῖς ῥείθροις ἐκκαθᾶραι ἡμᾶς.

Ὁρᾶτε φίλοι, τὴν φωνὴν τοῦ Λόγου, τοῦ Ἡλίου τὸν λύχνον, τὸν φίλον τοῦ Νυμφίου· Μετανοεῖτε τοῖς λαοῖς ἐκβοῶντα, καὶ σπεύσατε καθαρθῆναι, τοῦ Κτίστου εἰς ὑπάντησιν.

Κυριακή 26 Δεκεμβρίου 2021

Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι, Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν, Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ, Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».

 «Τῷ παντάνακτος ἐξεφαύλισαν πόθῳ,

Ἄπλητα θυμαίνοντος ἠγκιστρωμένοι,
Παῖδες τυράννου δύσθεον γλωσσαλγίαν,
Οἷς εἴκαθε πῦρ ἄσπετον, τῷ Δεσπότῃ,
Λέγουσιν· Εἰς αἰῶνας εὐλογητὸς εἶ».

Ὑπηρέτας μὲν ἐμμανῶς καταφλέγει,
Σῴζει δὲ παφλάζουσα ῥοιζηδὸν νέους,
Ταῖς ἑπταμέτροις καύσεσι πυργουμένη,
Οὓς ἔστεφε φλόξ, ἄφθονον τοῦ Κυρίου,
Νέμοντος, εὐσεβείας ἕνεκα, δρόσον.

Ἀρωγὲ Χριστέ, τὸν βροτοῖς ἐναντίον,
Πρόβλημα τὴν σάρκωσιν ἀρρήτως ἔχων,
ᾜσχυνας, ὄλβον τῆς θεώσεως φέρων,
Μορφούμενος νῦν· ἧς τινος δι' ἐλπίδα,
Ἄνωθεν εἰς κευθμῶνας ἤλθομεν ζόφου.

Τὴν ἀγριωπόν, ἀκρατῶς γαυρουμένην,
Ἄσεμνα βακχεύουσαν ἐξοιστρουμένου,
Κόσμου καθεῖλες πανσθενῶς ἁμαρτίαν·
Οὓς εἵλκυσε πρίν, σήμερον τῶν ἀρκύων,
Σῴζεις δέ, σαρκωθεὶς ἑκὼν Εὐεργέτα.

Δευτέρα 8 Νοεμβρίου 2021

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».

 «Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες, ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ».


Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ ἣν προστάτιν ἀνέδειξας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εΙ.

Θησαυρὸν σωτηρίας, καὶ πηγὴν ἀφθαρσίας τὴν σὲ κυήσασαν, καὶ πύργον ἀσφαλείας, καὶ θύραν μετανοίας, τοῖς κραυγάζουσιν ἔδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

Θελητὴν τοῦ ἐλέους, ὃν ἐγέννησας Μῆτερ ἁγνὴ δυσώπησον, ῥυσθῆναι τῶν πταισμάτων, ψυχῆς τε μολυσμάτων, τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.

Σωμάτων μαλακίας, καὶ ψυχῶν ἀρρωστίας Θεογεννήτρια, τῶν πόθῳ προσιόντων, τῇ σκέπῃ σου τῇ θείᾳ, θεραπεύειν ἀξίωσον, ἡ τὸν Σωτῆρα Χριστόν, ἡμῖν ἀποτεκοῦσα.

Τρίτη 28 Σεπτεμβρίου 2021

«Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν». Οὐ τάφος ὁ πρόξενος λήθης, ἐmκαλύψαι ἴσχυσέ σου, Ὅσιε Χαρίτων ἀρετάς· ἡ σὴ γὰρ μνήμη διαιωνίζουσα, ἡλιακῶς ἐξέλαμψεν· ἣν ἐπαξίως μεγαλύνομεν. Δεῦτε τὴν ἐτήσιον μνήμην, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν θεοφόρον πάντες ζηλώσωμεν, καὶ σὺν αὐτῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.

 «Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τάς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν».


Οὐ τάφος ὁ πρόξενος λήθης, ἐmκαλύψαι ἴσχυσέ σου, Ὅσιε Χαρίτων ἀρετάς· ἡ σὴ γὰρ μνήμη διαιωνίζουσα, ἡλιακῶς ἐξέλαμψεν· ἣν ἐπαξίως μεγαλύνομεν.

Δεῦτε τὴν ἐτήσιον μνήμην, πνευματικῶς ἐπιτελοῦντες, τῇ τῶν ἀρετῶν ἐκμιμήσει, τὸν θεοφόρον πάντες ζηλώσωμεν, καὶ σὺν αὐτῷ βοήσωμεν· Σὲ μεγαλύνομεν Τρισάγιε.

Κυριακή 26 Σεπτεμβρίου 2021

«Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Μὴ με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέποινα, ἀλλ' εὐμενῶς πρόσβλέψαί μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον. Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου. Οἴκτειρον σῶσον με. Κατακρίσεως ῥῦσαὶ με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων πανύμνητε.

 «Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε».


Μὴ με δείξῃς δαιμόνων ἐπίχαρμα, ἐν τῷ κριτηρίῳ τῷ μέλλοντι Δέποινα, ἀλλ' εὐμενῶς πρόσβλέψαί μοι, τὸν Κριτὴν καὶ Υἱόν σου δυσώπησον.

Λογισμοῖς παροργίζων σε Κύριε, καὶ ταῖς πονηραῖς καὶ ἀθέσμοις μου πράξεσιν, εἰς ἱλασμὸν προσάγω σοι, τὴν Μητέρα σου. Οἴκτειρον σῶσον με.

Κατακρίσεως ῥῦσαὶ με Δέσποινα, τὸν αὐτοκατάκριτον ὄντα τοῖς πταίσμασιν, ὡς τὸν Κριτὴν κυήσασα, καὶ Θεὸν τῶν ἁπάντων πανύμνητε.

Τρίτη 21 Σεπτεμβρίου 2021

Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον·

 «Μυστικῶς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ, ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦντες αὐτὸν σὲ μεγαλύνομεν».


Ἀγαλλέσθω τὰ δρυμοῦ ξύλα σύμπαντα, ἁγιασθείσης τῆς φύσεως αὐτῶν, ὑφ᾿ οὗ περ ἐξ ἀρχῆς, ἐφυτεύθη Χριστοῦ, τανυθέντος ἐν ξύλῳ· δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Ἱερὸν ἠγέρθη κέρας θεόφροσι, τῆς κεφαλῆς τῶν ἁπάντων ὁ Σταυρός, ἐν ᾧ ἁμαρτωλῶν νοουμένων, συνθλῶνται τὰ κέρατα πάντα, δι᾿ οὗ νῦν ὑψουμένου, προσκυνοῦμεν αὐτὸν καὶ μεγαλύνομεν.

Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ

 «Ἔκνοον πρόσταγμα τυράννου δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς καὶ δυσφημίας θεοστυγοῦς· ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε, θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον· ἀλλ᾿ ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».


Ξύλου γευσάμενος ὁ πρῶτος ἐν βροτοῖς, φθορᾷ παρῴκησε· ῥίψιν γὰρ ζωῆς ἀτιμοτάτην κατακριθείς, ὅλῳ τῷ γένει σωματοφθόρος τις, ὡς λύμη τῆς νόσου μετέδωκεν· ἀλλ᾿ εὑρηκότες γηγενεῖς ἀνάκλησιν, Σταυροῦ τὸ ξύλον κράζομεν· Ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ἔλυσε πρόσταγμα Θεοῦ παρακοή, καὶ ξύλον ἤνεγκε θάνατον βροτοῖς, τὸ μὴ εὐκαίρως μεταληφθέν· ἐν ἀσφαλείᾳ τῆς ἐριτίμου δέ, ἐντεῦθεν ζωῆς τὸ ξύλον εἴργετο, ὃ νυκτιλόχου δυσθανοῦς ἠνέῳξεν, εὐγνωμοσύνης κράζοντος· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Ῥάβδου προσπτύσσεται τὸ ἄκρον, Ἰωσήφ, ὁ γενησόμενον, βλέπων, Ἰσραήλ, τῆς βασιλείας τὸ κραταιόν, ὅπως συνέξει ὁ ὑπερένδοξος Σταυρὸς προδηλῶν· οὗτος γὰρ τοῖς βασιλεῦσι, τροπαιοῦχον καύχημα, καὶ φῶς τοῖς πίστει κράζουσιν· ὁ ὑπερύμνητος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Τετάρτη 8 Σεπτεμβρίου 2021

Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

 «Κύριε ὁ Θεὸς ἡμῶν, εἰρήνην δὸς ἡμῖν· Κύριε ὁ Θεὸς ἡμῶν· κτῆσαι ἡμᾶς· Κύριε, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν».

Ἄχραντός σου ἡ γέννησις, Παρθένε ἄχραντε· ἄφραστος καὶ ἡ σύλληψις, καὶ ἡ ὠδίς· ἄρρητος ὁ τόκος σου, νύμφη ἀνύμφευτε· Θεὸς γὰρ ἦν, ὅλον φορέσας ἐμέ.

Σήμερον εὐφραινέσθωσαν, Ἀγγέλων τάγματα· ᾄσμασι χορευέτωσαν οἱ ἐξ Ἀδάμ· ἐτέχθη γὰρ ῥάβδος, τὸ ἄνθος βλαστάνουσα, Χριστὸν τὸν μόνον λυτρωτὴν τοῦ Ἀδάμ.

Σήμερον Εὔα λέλυται τῆς καταδίκης, λέλυται καὶ ὁ Ἀδάμ, τῆς ἀρχαίας ἀρᾶς, ἐπὶ τῇ γεννήσει τῇ σῇ βοῶν ἄχραντε· Ἐν σοὶ τῆς φθορᾶς ἐλυτρώθημεν.

Δόξα σοι τῷ δοξάσαντι, τὴν στεῖραν σήμερον· ἔτεκε γὰρ τὴν ῥάβδον τὴν ἀειθαλῆ, ἐξ ἐπαγγελίας, ἐξ ἧς ἀνεβλάστησε Χριστός, τὸ ἄνθος τῆς ζωῆς ἡμῶν.
Δόξα...
Ἄναρχον προσκυνοῦμέν σε Τριὰς ἀμέριστε, ἄκτιστον συναΐδιον καὶ συμφυῆ, ἐν μιᾷ οὐσίᾳ, τρισὶν ὑποστάσεσιν, ὑπερφυῶς κηρυττομένην ἀεί.
Καὶ νῦν... 
Γέγονεν ἡ κοιλία σου Ἁγία Τράπεζα, ἔμεινεν ἡ ἁγνεία σου ὥσπερ τὸ πρίν, ἀσινὴς Παρθένε· Χριστὸς γὰρ ὁ ἥλιος, ὡς ἐκ παστοῦ νυμφίος ὤφθη ἐκ σοῦ.

Κυριακή 15 Αυγούστου 2021

Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

 «Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται».


Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν.

Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.