Εμφάνιση αναρτήσεων με ετικέτα ΟΙΚΟΙ. Εμφάνιση όλων των αναρτήσεων

Πέμπτη 19 Φεβρουαρίου 2026

Πιστὸν σε δοῦλον τοῦ Χριστοῦ ὁ κορυφαῖος Παῦλος, Ἄρχιππε, ἐκθειάζων, συγγράφει τοῖς ἐπαίνοις, καὶ μαρτυρεῖ περιφανῶς πληρωτὴν τοῦ λόγου, καὶ ἱερὸν ὑφηγητήν, καὶ κήρυκα σοφώτατον· Ἡμεῖς δὲ λύχνον σήμερον ἄσβεστον βλέπομέν σε πάντες, καταλάμποντα τῷ κόσμῳ Ἀπόστολε· ὃν καὶ ἡ Ἀπφία ἐγνώρισε καλῶς, ἐκ τοῦ φωτὸς τοῦ πρώτου τηλαυγέστατον πυρσόν, φαεσφόρον δᾳδουχητικῶς φωτίζοντα τοὺς βοῶντας· Σῶσον τοὺς πίστει τιμῶντας τὴν μνήμην σου.

Τετάρτη 19 Φεβρουαρίου 2025

Τετάρτη 11 Δεκεμβρίου 2024

Ἡ ᾠδὴ ῥυπαρὰ πρὸς τὴν αἴνεσιν, τῶν ἀγώνων σου Πάτερ πέφυκεν· οὐ γὰρ ἔχω ἁγνὴν τὴν καρδίαν μου· καὶ γὰρ ταύτην αἰσχρῶς κατεμόλυνα, ἀλλὰ μοι δίδου λόγον Ἅγιε, καθαρῶς ἀνυμνῆσαι τὴν σὴν πολιτείαν, ἣν ἐθαύμασαν ὄντως καὶ Ἄγγελοι· καὶ γὰρ γέγονας ὥσπερ ἀσώματος, εἰληφὼς τὸ ἄδυτον φῶς τῆς γνώσεως.

Τετάρτη 17 Απριλίου 2024

Τὸ τοῦ Χριστοῦ ἰατρεῖον βλέπων ἀνεῳγμένον, καὶ τὴν ἐκ τούτου τῷ Ἀδὰμ πηγάζουσαν ὑγείαν, ἔπαθεν, ἐπλήγη ὁ διάβολος, καὶ ὡς κινδυνεύων ὠδύρετο, καὶ τοῖς αὐτοῦ φίλοις ἀνεβόησε· τί ποιήσω τῷ Υἱῷ τῆς Μαρίας; κτείνει με ὁ Βηθλεεμίτης, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν.

Δευτέρα 23 Ιανουαρίου 2023

Υἱὸς φωτὸς ἀναδειχθείς, Θεοῦ συγκληρονόμος, ὡς Ἠλιοὺ ὁ θεῖος, τὸν Ἀχαὰβ ἤλεγξεν, οὕτω καὶ σύ, Κλήμη σοφέ, Βασιλεῖς ἀνόμους, καὶ Τυράννους ἀπηνεῖς, Ἑλλήνων τοὺς πρωτεύοντας, ἐν λόγῳ καὶ ἀληθείᾳ ἐνίκησας, καὶ προσάγεις θῦμα τῷ Κυρίῳ νῦν τὰ πλήθη τῶν εἰς Χριστὸν πιστευσάντων. Διὸ κοινωνὸν τῆς σῆς μαρτυρίας Ἀγαθάγγελον εὑρών, πόλεις ἐναθλῶν συνώδευσας φαιδρῶς κραυγάζων· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

Τρίτη 15 Νοεμβρίου 2022

Τῆς τοῦ ἐχθροῦ δουλείας με ῥῦσαι, Ἰησοῦ ζωοδότα, ταῖς τῶν σῶν ἀθλητῶν ἐντεύξεσι δυσωπούμενος, ὅπως ἀδούλωτον κεκτημένος, τῶν παθῶν τὴν ψυχὴν καὶ τὸ σῶμα, ἀνευφημῶ τὴν αὐτῶν ὀξυτάτην βοήθειαν· προφθάσαντες γάρ, τοῦ θανάτου ἐρρύσαντο κράζουσαν τὴν κόρην, ἣν περ παρέθετο ἐκβοῶσα ἡ μήτηρ τοῖς μάρτυσιν· Ὑμεῖς ὄντως ὑπάρχετε, Ἐδέσσης ἡ δόξα, καὶ τοῦ κόσμου χαρά.

Κυριακή 27 Μαρτίου 2022

Τρεῖς σταυροὺς ἐπήξατο ἐν Γολγοθᾶ ὁ Πιλᾶτος, δύο τοῖς λῃστεύσασι, καὶ ἕνα τοῦ Ζωοδότου, ὃν εἶδεν ὁ ᾍδης, καὶ εἶπε τοῖς κάτω· Ὦ λειτουργοί μου καὶ δυνάμεις μου τίς ὁ ἐμπήξας ἧλον τῇ καρδίᾳ μου; ξυλίνῃ με λόγχῃ ἐκέντησεν ἄφνω καὶ διαρρήσομαι, τὰ ἔνδον μου πονῶ, τὴν κοιλίαν μου ἀλγῶ, τὰ αἰσθητήριά μου, μαιμάσσει τὸ πνεῦμά μου, καὶ ἀναγκάζομαι ἐξερεύξασθαι τὸν Ἀδὰμ καὶ τοὺς ἐξ Ἀδάμ, ξύλῳ δοθέντας μοι· ξύλον γὰρ τούτους εἰσάγει πάλιν εἰς τὸν Παράδεισον.

Πέμπτη 24 Φεβρουαρίου 2022

Ἐκ τοῦ Κυρίου τὴν μαρτυρίαν εἰληφὼς Ἰωάννη, ὑπὲρ πάντας βροτοὺς ὑπέρτερος ἐχρημάτισας· ὅθεν ἐπαίνους τῶν ἐγκωμίων προσενέγκαι σοι δέδοικα, ἀλλὰ πόθῳ ἐκβιασθείς, τῇ ᾠδῇ ἐγχειρῆσαι τετόλμηκα· διὸ μὴ ἀπαξιώσῃς συνεργὸς μοι γενέσθαι Πανεύφημε, ἵνα ἰσχύσω στεφανῶσαί σου κορυφὴν τὴν ἁγίαν τρισόλβιε· καὶ γὰρ σὺ ἐν κόσμῳ κηρύττεις τὴν μετάνοιαν.

Τετάρτη 15 Δεκεμβρίου 2021

Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν

 Ἔπιδε εὔσπλαγχνε Ζωοδότα, ὡς φιλάνθρωπος μόνος καὶ οἰκτίρμων Θεός, τὴν τῆς ψυχῆς μου σκοτόμαιναν, καὶ πανσθενεῖ δεξιᾷ σου Λόγε, τῶν παθῶν ἐλευθέρωσον τῆς αἰσχύνης, ὅπως τὸν σὸν Ἱεράρχην ὑμνήσω Ἐλευθέριον· αὐτὸς γὰρ ὄντως ἐκ μήτρας ἐγνωρίσθη σοι, καὶ καθηγίασται, καὶ ἀνετέθη σοι, ὡς Σαμουήλ, ἀπὸ μητρὸς ἱερᾶς σοι τῷ Κτίσαντι, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

Δευτέρα 8 Νοεμβρίου 2021

Ἔφης φιλάνθρωπε ἐν Γραφαῖς σου, πλήθη χαίρειν Ἀγγέλων ἐν οὐρανῷ, ἐπ' ἀνθρώπῳ ἑνὶ μετανοοῦντι, Ἀθάνατε· ὅθεν ἡμεῖς οἱ ἐν ἀνομίαις, ἀναμάρτητε, μόνε καρδιογνῶστα, σὲ δυσωπεῖν καθ' ἑκάστην τολμῶμεν ὡς εὔσπλαγχνον, οἰκτεῖραι καὶ καταπέμψαι ἀναξίοις κατάνυξιν, Δέσποτα, παρέχων ἡμῖν συγχώρησιν· ὑπὲρ πάντων γὰρ ἡμῶν πρεσβεύουσιν, οἱ τῶν Ἀσωμάτων Ἀρχιστράτηγοι.

Κυριακή 26 Σεπτεμβρίου 2021

Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἔρευναν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ οὖν ἄστρα ἑξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως, οὕτως οὔτε τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν ἔστεψεν! οὗ τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

Τετάρτη 8 Σεπτεμβρίου 2021

Ἡ προσευχὴ ὁμοῦ καὶ στεναγμός, τῆς στειρώσεως καὶ ἀτεκνώσεως Ἰωακείμ τε καὶ Ἄννης, εὐπρόσδεκτος, καὶ εἰς τὰ ὦτα Κυρίου ἐλήλυθε, καὶ ἐβλάστησαν καρπὸν ζωηφόρον τῷ κόσμῳ· ὁ μὲν γὰρ προσευχὴν ἐν τῷ ὄρει ἐτέλει, ἡ δὲ ἐν παραδείσῳ ὄνειδος φέρει· ἀλλὰ μετὰ χαράς, ἡ στεῖρα τίκτει τὴν Θεοτόκον, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.

Σάββατο 21 Αυγούστου 2021

Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον.

 Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον. Οὗτος γὰρ τῷ κόσμῳ ἐκήρυξε τὸ πάνσεπτον Εὐαγγέλιον, καὶ τὰ ἔθνη σαγηνεύσας ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνήγαγε, τὴν δὲ ὁδὸν τῆς ἀληθείας ὑποδείξας, δι' αὐτῆς ἀνάγει τοὺς πιστοὺς πρὸς πατρίδα οὐράνιον, καὶ τῷ θείῳ θρόνῳ λαμπρῶς παριστάμενος, φωτισμὸν παρέχει δαψιλῶς τοῖς αὐτὸν ἐκ πόθου γεραίρουσι. Καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.

Παρασκευή 13 Αυγούστου 2021

Ἐγέρθητε οἱ νωθεῖς, μὴ πάντοτε χαμερπεῖς, οἱ συγκάμπτοντες εἰς γῆν τὴν ψυχήν μου λογισμοί, ἐπάρθητε καὶ ἄρθητε εἰς ὕψος θείας ἀναβάσεως, προσδράμωμεν Πέτρῳ καὶ τοῖς Ζεβεδαίου, καὶ ἅμα ἐκείνοις τὸ Θαβώριον ὄρος προφθάσωμεν, ἵνα ἴδωμεν σὺν αὐτοῖς τὴν δόξαν τοῦ Θεοῦ ἡμῶν, φωνῆς δὲ ἀκούσωμεν, ἧς περ ἄνωθεν ἤκουσαν, καὶ ἐκήρυξαν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα.

Κυριακή 6 Ιουνίου 2021

Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης

 Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Κυριακή 9 Μαΐου 2021

Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

Παρασκευή 7 Μαΐου 2021

Ἄχραντε Θεοτόκε, ἡ τεκοῦσα ἀρρήτως, Πατρὸς τὸν προαιώνιον Λόγον πλάτυνόν μου τὸ στόμα σεμνή, συνεισφέρουσά με πρὸς τὸν σὸν ἔπαινον, ὡς ἂν ἀνευφημήσω σε, κραυγάζων τῇ πηγῇ σου ταῦτα.

Χαῖρε πηγή, χαρμονῆς ἀλλήκτου, χαῖρε ῥοή, καλλονῆς ἀρρήτου.
Χαῖρε, νοσημάτων παντοίων κατάλυσις, χαῖρε, παθημάτων ποικίλων κατάκλυσις.
Χαῖρε ῥεῖθρον διειδέστατον, ὑγιάζον τοὺς πιστούς, χαῖρε ὕδωρ χαριέστατον τοῖς νοσοῦσι πολλαπλῶς.
Χαῖρε νᾶμα σοφίας, ἀγνωσίαν ἐξαῖρον, χαῖρε κρᾶμα καρδίας, ἀμβροσίαν προρρέον.
Χαῖρε κρατὴρ τοῦ μάννα ζωήρρυτε, χαῖρε λουτὴρ καὶ νέκταρ θεόρρευστε.
Χαῖρε, πορθμὸν ἀσθενείας δεικνῦσα·χαῖρε, φλογμὸν ἀρρωστίας σβεννῦσα.
Χαῖρε ὕδωρ σωτήριον.

Σάββατο 24 Απριλίου 2021

Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων· Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος

 Τοῖς Μαθηταῖς ὁ Κτίστης τῶν ὅλων, προηγόρευσε λέγων· Ἀδελφοὶ καὶ γνωστοί, ἡμῶν ὁ φίλος κεκοίμηται, τούτοις προλέγων καὶ ἐκδιδάσκων, ὅτι πάντα γινώσκεις ὡς Κτίστης πάντων· ἄγωμεν οὖν πορευθῶμεν, καὶ ἴδωμεν ξένην ταφήν, καὶ θρῆνον τὸν τῆς Μαρίας, καὶ τὸν τάφον Λαζάρου ὀψώμεθα· ἐκεῖ γὰρ μέλλω θαυματουργεῖν, ἐκτελῶν τοῦ Σταυροῦ τὰ προοίμια, καὶ πᾶσι παρέχων θείαν ἄφεσιν.

Κυριακή 18 Απριλίου 2021

Τὴν ἀμνάδα Χριστοῦ καὶ θυγατέρα, ᾄσμασιν εὐφημοῦμέν σε νῦν, Μαρία παναοίδιμε τὴν τῶν Αἰγυπτίων ἀναφανεῖσαν θρέμμα τὴν πλάνην δὲ τούτων πᾶσαν φυγοῦσαν, καὶ καλῶς προσενεχθεῖσαν τῇ Ἐκκλησίᾳ βλάστημα τίμιον δι' ἐγκρατείας καὶ δεήσεως, ἀσκήσασαν ὑπὲρ μέτρον τῆς ἀνθρωπίνης φύσεως· διὸ καὶ ὑψώθης ἐν Χριστῷ, διὰ βίου καὶ πράξεως, Βασιλείας Οὐρανοῦ φανεῖσα νύμφη Μαρία πάνσεμνε.

Κυριακή 11 Απριλίου 2021

Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταῖς θείαις ἀρεταῖς σου

 Οἶκον Θεοῦ ὡς ἀληθῶς, σαυτὸν εἰργάσω Πάτερ, ταῖς θείαις ἀρεταῖς σου, σαφῶς κατακοσμήσας, ὥσπερ χρυσίον τηλαυγές, πίστιν ἐλπίδα καὶ ἀγάπην ἀληθῆ, θείους θεσμοὺς ἐκθέμενος, ἐγκρατείᾳ ἀσκήσας ὡς ἄσαρκος, φρόνησιν, ἀνδρείαν, σωφροσύνην κτησάμενος ταπείνωσιν, δι' ἧς ἀνυψώθης· διὸ καὶ ἐφωτίσθης εὐχαῖς ἀεννάοις, καὶ τοῦ οὐρανοῦ κατέλαβες τὰς σκηνώσεις, καθηγητὰ Ἰωάννη Πατὴρ ἡμῶν.