Εμφάνιση αναρτήσεων με ετικέτα ΟΧΤΩΗΧΟΣ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΟΧΤΩΗΧΟΣ. Εμφάνιση όλων των αναρτήσεων

Δευτέρα 11 Μαΐου 2020

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων,

Χριστὸς ἐκ νεκρῶν ἐγήγερται, ἡ ἀπαρχὴ τῶν κεκοιμημένων, ὁ πρωτότοκος τῆς κτίσεως, καὶ δημιουργὸς πάντων τῶν γεγονότων, τὴν καταφθαρεῖσαν φύσιν τοῦ γένους ἡμῶν, ἐν ἑαυτῷ ἀνεκαίνισεν· οὐκ ἔτι θάνατε κυριεύεις· ὁ γὰρ τῶν ὅλων Δεσπότης, τὸ κράτος σου κατέλυσε.

Κυριακή 2 Μαρτίου 2014

ΕΞΕΒΛΗΘΗ ΑΔΑΜ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ, ΔΙΑ ΤΗΣ ΒΡΩΣΕΩΣ

Εξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

Τετάρτη 27 Νοεμβρίου 2013

ΠΙΣΤΩΣ ΑΘΡΟΙΣΘΕΝΤΕΣ ΣΗΜΕΡΟΝ

Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν, Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος, δίκην ἀστέρος τοῦ τοῖς Μάγοις φανέντος, καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος. Οὗτος γὰρ ὁ γεννάδας, ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε, καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι, τοὺς τυράννους ἐξενεύρου, τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν· Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον. Ὅθεν προβλέπων τὴν μέλλουσαν ζωήν, διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου, πρὸς ἐκείνην ἔσπευσε περᾶσαι· εἰς ἣν καὶ αὐλιζόμενος, αἰτεῖται ἡμῖν, παρὰ τοῦ στεφοδότου Θεοῦ, ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.

Δευτέρα 21 Οκτωβρίου 2013

ΠΝΕΥΜΑΤΟΣ ΑΓΙΟΥ ΠΛΗΡΗΣ ΓΕΝΟΜΕΝΟΣ

Πνεύματος Ἁγίου πλήρης γενόμενος, ὁ Ὅσιος Ἱλαρίων, τὰς τῶν δαιμόνων ἐπινοίας κατήργησε· τῷ Σταυρῷ γὰρ ὁπλισάμενος, καὶ ἐν τούτῳ θαρρῶν, πάσας τὰς νόσους λόγῳ ἐθεράπευσε, ψυχῶν μὲν τὰ πάθη, σωμάτων δὲ πᾶσαν μαλακίαν· Αὐτοῦ ταῖς ἱκεσίαις Χριστέ, κατάπεμψον καὶ ἡμῖν τὴν εἰρήνην σου, ὡς φιλάνθρωπος.

Δευτέρα 7 Οκτωβρίου 2013

ΕΚΡΑΤΑΙΩΘΗ ΤΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΡΤΥΡΩΝ

Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ' ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν, οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Σέργιός τε καὶ Βάκχος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων. Τούτους ἐξεπλάγησαν τύραννοι, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον, ὑπὸ σαρκὸς πατούμενον, τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Πέμπτη 3 Οκτωβρίου 2013

ΕΝ ΙΕΡΕΥΣΙ ΚΑΙ ΜΑΡΤΥΣΙ ΔΙΑΠΡΕΨΑΣ ΟΣΙΕ

Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμήν, τοῦ Χριστοῦ πιὼν τὸ ποτήριον· διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε ὑπέρ πάντων ἡμῶν, σὺν τοῖς ἄνω Λειτουργοῖς, ἐν φωτὶ νῦν αὐλιζόμενος.

Τρίτη 3 Σεπτεμβρίου 2013

ΤΗ ΝΙΚΟΜΗΔΕΩΝ ΜΕΓΑΛΟΠΟΛΕΙ

Τῇ Νικομηδέων μεγαλοπόλει, πᾶσα πόλις καὶ χώρα συνεορτάζει σήμερον, ἐπὶ τῇ μνήμῃ τοῦ σεβασμίου αὐτῆς πολιούχου· καὶ γὰρ τὰ πέρατα τῆς γῆς, κροτεῖ ἐπευφραινόμενα, τῇ νῦν πανηγύρει τοῦ Ἱερομάρτυρος· τούτῳ καὶ ἡμεῖς τοῖς ᾄσμασιν ὡς ἄνθεσι, στεφάνους πλέξαντες ἐκβοήσωμεν. Χαίροις ὁ ποιμὴν ὁ καλός, ὁ τὴν ψυχὴν θεὶς ὑπέρ τῶν προβάτων, ἡ θυσία καὶ θύτης, ὁ Ἱερεὺς καὶ Ἱερεῖον. Σοῦ δεόμεθα, σὺν τοῖς συνάθλοις σου, Χριστὸν Ἄνθιμε ἱκέτευε, τὴν ποίμνην σου ταύτην τῶν βαρβάρων λύκων λυτρωθῆναι, καὶ τῆς οὐρανίου μάνδρας ἀξιωθῆναι.

Πέμπτη 23 Μαΐου 2013

Η ΑΝΑΣΤΑΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ ΣΩΤΗΡ

Ἡ Ἀνάστασίς σου Χριστὲ Σωτὴρ ἅπασαν ἐφώτισε τὴν οἰκουμένην, καὶ ἀνεκαλέσω τὸ ἴδιον πλάσμα, Παντοδύναμε Κύριε, δόξα σοι.

Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.

Δευτέρα 13 Μαΐου 2013

ΤΑΣ ΕΣΠΕΡΙΝΑΣ ΗΜΩΝ

Τὰς ἑσπερινὰς ἡμῶν εὐχάς, πρόσδεξαι ἅγιε Κύριε, καὶ παράσχου ἡμῖν, ἄφεσιν ἁμαρτιῶν, ὅτι μόνος εἶ ὁ δείξας, ἐν κόσμῳ τὴν Ἀνάστασιν.

Κυριακή 5 Μαΐου 2013

ΕΚ ΒΑΘΕΩΝ ΕΚΕΚΡΑΞΑ ΣΟΙ ΚΥΡΙΕ

Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου.Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον. Γενηθήτω τὰ ὦτά σου προσέχοντα εἰς τὴν φωνὴν τῆς δεήσεώς μου.Χριστὸς ὁ Σωτὴρ ἡµῶν, τὸ καθ' ἡµῶν χειρόγραφον, προσηλώσας τῷ Σταυρῷ, ἐξήλειψε καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε. Προσκυνοῦμεν αὐτοῦ, τὴν Τριήμερον Ἔγερσιν. Ἐὰν ἀνομίας παρατηρήσῃς, Κύριε, Κύριε τίς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν.Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ λυτρωτής ἐστι καὶ Σωτὴρ τῶν ψυχῶν ἡµῶν, καὶ ἐν δόξῃ φοβερᾷ, καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν. Ἕνεκεν τοῦ ὀνόματός σου ὑπέμεινά σε, Κύριε· ὑπέμεινεν ἡ ψυχή μου εἰς τὸν λόγον
σου, ἤλπισεν ἡ ψυχή μου ἐπὶ τὸν Κύριον.

Κυριακή 17 Μαρτίου 2013

ΕΞΕΒΛΗΘΗ ΑΔΑΜ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ

Ἐξεβλήθη Ἀδὰμ τοῦ Παραδείσου, διὰ τῆς βρώσεως· διὸ καὶ καθεζόμενος ἀπέναντι τούτου, ὠδύρετο, ὁλολύζων, ἐλεεινῇ τῇ φωνῇ, καὶ ἔλεγεν· Οἴμοι, τί πέπονθα ὁ τάλας ἐγώ! μίαν ἐντολὴν παρέβην τὴν τοῦ Δεσπότου, καὶ τῶν ἀγαθῶν παντοίων ἐστέρημαι. Παράδεισε ἁγιώτατε, ὁ δι' ἐμὲ πεφυτευμένος, καὶ διὰ τὴν Εὔαν κεκλεισμένος, ἱκέτευε τῷ σὲ ποιήσαντι, κᾀμὲ πλάσαντι, ὅπως τῶν σῶν ἀνθέων πλησθήσωμαι. Διὸ καὶ πρὸς αὐτὸν ὁ Σωτήρ· Τὸ ἐμὸν πλάσμα οὐ θέλω ἀπολέσθαι, ἀλλὰ βούλομαι τοῦτο σῴζεσθαι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν, ὅτι τὸν ἐρχόμενον πρός με, οὐ μὴ ἐκβάλλω ἔξω.

Παρασκευή 12 Οκτωβρίου 2012

ΣΤΡΑΤΕΥΘΕΝΤΕΣ ΤΩ ΧΡΙΣΤΩ....

Στρατευθέντες τῷ Χριστῷ, τὰ ἐπὶ γῆς τερπνὰ κατελίπετε, καὶ τὸν σταυρὸν ἐπ' ὤμων ἄραντες, διὰ βασάνων πολυπλόκων, αὐτῷ ἠκολουθήσατε, καὶ ἐναντίον βασιλέων καὶ τυράννων πολλῶν, μὴ ἀρνησάμενοι αὐτόν, ὑπ' Ἀγγέλων τὰ βραβεῖα τῆς νίκης ἐδέξασθε, τὰς κεφαλὰς ὑμῶν στεφθέντες, καὶ πεπαρρησιασμένῃ τῇ ψυχῇ, φαιδρῶς εἰς τὸν νυμφῶνα τὸν μέγαν συνεληλύθατε· Πρόβε, τὸ κλέος τῶν Μαρτύρων, Τάραχε, τῶν δαιμόνων ὀλοθρευτά, καὶ Ἀνδρόνικε, νίκη τῶν Πιστῶν,παρρησίαν ἔχοντες, τῷ Σωτῆρι τῶν ὅλων πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κυριακή 7 Οκτωβρίου 2012

ΕΚΡΑΤΑΙΩΘΗ ΤΩΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΜΑΡΤΥΡΩΝ...

Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ' ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν, οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Σέργιός τε καὶ Βάκχος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων. Τούτους ἐξεπλάγησαν τύραννοι, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον, ὑπὸ σαρκὸς πατούμενον, τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, σῶσον τὰς ψυχὰς ἡμῶν.

Τετάρτη 3 Οκτωβρίου 2012

ΕΝ ΙΕΡΕΥΣΙ ΚΑΙ ΜΑΡΤΥΣΙ ΔΙΑΠΡΕΨΑΣ

Ἐν Ἱερεῦσι καὶ Μάρτυσι διαπρέψας Ὅσιε, πιστὸς ἀνεδείχθης Ποιμήν, τοῦ Χριστοῦ πιὼν τὸ ποτήριον· διὸ ἐν ἑκατέροις εὐαρεστήσας αὐτῷ τῷ Χριστῷ, πρέσβευε ὑπέρ πάντων ἡμῶν, σὺν τοῖς ἄνω Λειτουργοῖς, ἐν φωτὶ νῦν αὐλιζόμενος.

Τρίτη 15 Μαΐου 2012

ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΣΟΥ ΧΡΙΣΤΕ

Ἐν τῷ Σταυρῷ σου Χριστέ, τῆς ἀρχαίας κατάρας ἠλευθέρωσας ἡμᾶς, καὶ ἐν τῷ θανάτῳ σου, τὸν τὴν φύσιν ἡμῶν τυραννήσαντα, Διάβολον κατήργησας, ἐν δὲ τῇ Ἐγέρσει σου, χαρᾶς τὰ πάντα ἐπλήρωσας. Διὸ βοῶμέν σοι· ὁ ἀναστὰς ἐκ τῶν νεκρῶν, Κύριε δόξα σοι.

Δευτέρα 16 Απριλίου 2012

ΔΕΥΤΕΡΑ ΤΗΣ ΑΝΑΣΤΑΣΕΩΣ ΗΜΕΡΑ

Πᾶσα πνοὴ καὶ πᾶσα κτίσις, σὲ δοξάζει Κύριε, ὅτι διὰ τοῦ Σταυροῦ τὸν θάνατον κατήργησας, ἵνα δείξῃς τοῖς λαοῖς, τὴν ἐκ νεκρῶν σου Ἀνάστασιν, ὡς μόνος φιλάνθρωπος.

Εἰπάτωσαν Ἰουδαῖοι· Πῶς οἱ στρατιῶται ἀπώλεσαν τηροῦντες τὸν Βασιλέα: διὰ τί γὰρ ὁ λίθος οὐκ ἐφύλαξε τὴν πέτραν τῆς ζωῆς; Ἢ τὸν ταφέντα δότωσαν, ἢ ἀναστάντα προσκυνείτωσαν, λέγοντες σὺν ἡμῖν· Δόξα τῷ πλήθει τῶν οἰκτιρμῶν σου, Σωτὴρ ἡμῶν, δόξα σοι.

Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε· Ἄγγελος ἐκάθισεν εἰς τὸν λίθον τοῦ μνήματος, αὐτὸς ἡμᾶς εὐηγγελίσατο, εἰπών·Χριστὸς ἀνέστη ἐκ νεκρῶν, ὁ Σωτὴρ τοῦ κόσμου καὶ ἐπλήρωσε τὰ σύμπαντα εὐωδίας· Χαίρετε λαοὶ καὶ ἀγαλλιᾶσθε.

Ἄγγελος μὲν τό, Χαῖρε, πρὸ τῆς σῆς συλλήψεως Κύριε, τῇ Κεχαριτωμένῃ ἐκόμισεν. Ἄγγελος δὲ τὸν λίθον τοῦ ἐνδόξου σου μνήματος, ἐν τῇ σῇ Ἀναστάσει ἐκύλισεν, ὁ μέν, ἀντὶ τῆς λύπης, εὐφροσύνης σύμβολα μηνύων, ὁ δέ, ἀντὶ θανάτου, Δεσπότην ζωοδότην κηρύττων ἡμῖν. Διὸ βοῶμέν σοι· Εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοι.

Κυριακή 29 Ιανουαρίου 2012

ΣΤΗΛΗ ΕΜΨΥΧΟΣ, ΚΑΙ ΕΜΠΝΟΥΣ ΕΙΚΩΝ

Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς πίστεως μέχρις αἵματος ἀντικατάστασιν· τὴν μακαρίαν ἐκείνην καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σῖτός εἰμι Θεοῦ, λέγουσαν, καὶ δι᾿ ὀδόντων θηρίων ἀλήθομαι. Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονώς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Σάββατο 21 Ιανουαρίου 2012

ΦΙΛΟΣΟΦΙΑ ΚΟΣΜΗΣΑΣ ΤΟΝ ΒΙΟΝ ΣΟΥ

Φιλοσοφίᾳ κοσμήσας τὸν βίον σου, θεοσοφίᾳ σαυτὸν κατελάμπρυνας, ὅθεν ἐν ἀμφοτέροις εὐδοκιμῶν, τῇ καλῇ ὁμολογίᾳ ἐπεσφράγισας ἀμφότερα, τρισόλβιε Μάξιμε. Παρρησίαν οὖν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Κυριακή 4 Δεκεμβρίου 2011

ΤΩΝ ΜΟΝΑΣΤΩΝ


Τῶν Μοναστῶν τὰ πλήθη, τὸν Καθηγητὴν σε τιμῶμεν, Ἰωάννη Πατὴρ ἡμῶν· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Δικαίων ὁμόσκηνε, καὶ Ὁσίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Κυριακή 27 Νοεμβρίου 2011

ΠΙΣΤΩΣ ΑΘΡΟΙΣΘΕΝΤΕΣ ΣΗΜΕΡΟΝ

Πιστῶς ἀθροισθέντες σήμερον, φιλοθεάμονες, ἀθρήσατε πάλην, ξένην καὶ διαλάττουσαν, Ἰακώβου τοῦ ἐκ Περσίδος ἡμῖν ἀστράψαντος, δίκην ἀστέρος τοῦ τοῖς Μάγοις φανέντος, καὶ πρὸς τὴν ἀληθῆ ἐπίγνωσιν καθοδηγήσαντος. Οὗτος γὰρ ὁ γεννάδας, ἐν τῷ πίπτειν τοὺς πολεμίους ἀνέτρεπε, καὶ ἐν τῷ ἁρμομελοτομεῖσθαι, τοὺς τυράννους ἐξενεύρου, τῇ ἄνωθεν προμηθείᾳ νευρούμενος, καὶ βοῶν· Εἰ καὶ τὰ μέλη μου αἰσθητὰ ὄντα τέμνετε, ἀλλ' ἔχω Χριστόν, νοητῶς μοι τὰ πάντα γινόμενον. Ὅθεν προβλέπων τὴν μέλλουσαν ζωήν, διὰ τοῦ τοῖς πᾶσι προκειμένου θανάτου, πρὸς ἐκείνην ἔσπευσε περᾶσαι· εἰς ἣν καὶ αὐλιζόμενος, αἰτεῖται ἡμῖν, παρὰ τοῦ στεφοδότου Θεοῦ, ἱλασμόν, φωτισμόν, καὶ τὸ μέγα ἔλεος, τοῖς ἐκτελοῦσι τὴν μνήμην αὐτοῦ.