Ἐκραταιώθη τῶν τοῦ Χριστοῦ Μαρτύρων, κατ' ἐχθρῶν τὸ σύστημα, ἐν οἷς ὡς φωστῆρες κοσμικοὶ διαλάμπουσιν, οἱ εὐσθενεῖς καὶ ἄριστοι Ἀθλοφόροι, Σέργιός τε καὶ Βάκχος. Τούτοις ἔκλινε τὰ νῶτα ἡ πονηρὰ φάλαγξ τῶν δαιμόνων. Τούτους ἐξεπλάγησαν τύραννοι, καὶ ἐθαύμασαν Ἄγγελοι, ὁρῶντες τὸν ἀσώματον, ὑπὸ σαρκὸς πατούμενον, τῶν δὲ πιστῶν ἡ Ἐκκλησία, πανέορτον ἑορτὴν καὶ κοσμικὴν χαρμονήν, ἐπιτελοῦσα βοᾷ· ὁ ἀσθενείᾳ σαρκὸς πεδήσας τὸν ἰσχυρόν, ταῖς πρεσβείαις τῶν Ἁγίων σου, σῶσον τὰς ψυχὰς ἡμῶν.