Εμφάνιση αναρτήσεων με ετικέτα ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΠΕΝΤΗΚΟΣΤΑΡΙΟΥ. Εμφάνιση όλων των αναρτήσεων

Τρίτη 23 Μαΐου 2023

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν, ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Τρόπαιον ἀριστείας τυφλός, κατὰ βλεπόντων κατὰ κράτος ἐξήρατο· τὸν Κτίστην καὶ γὰρ τὸν τούτου, καὶ πλαστουργὸν τοῦ παντός, καὶ τυφλὸς ὑπάρχων ἐθεάσατο, ἰδὼν τὴν ὀμμάτωσιν, τὴν πλασθεῖσαν ἐκ πτύσματος, καὶ ταύτῃ μόνῃ, ἐπιγνοὺς τὸν φωτίσαντα, καὶ Υἱὸν Θεοῦ, καὶ Δεσπότην παγκόσμιον· ὃν οἱ ὁρῶντες φθόνου, κακίᾳ τυφλώττοντες, ὅλως οὐκ εἶδον, καὶ ταῦτα, πολλαπλασίονα βλέποντες, ἐκ τούτου θαυμάτων, ἐνεργείας παραδόξους, μόνοις τοῖς ῥήμασιν.

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.

Κυριακή 16 Απριλίου 2023

Χριστός Ανέστη! Κατηχητικός Λόγος Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΣΧΑ - ΚΑΤΗΧΗΤΙΚΟΣ ΛΟΓΟΣ ΤΟΥ ΑΓ. ΙΩΑΝΝΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ (ΑΠΟΔΟ...

Κατηχητικός Λόγος Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Κατηχητικός Λόγος Ἁγίου Ἰωάννου τοῦ Χρυσοστόμου

Εἴ τις εὐσεβής καί φιλόθεος, ἀπολαυέτω τῆς καλῆς ταύτης καί λαμπρᾶς πανηγύρεως.

Εἴ τις εὐγνώμων, εἰσελθέτω χαίρων εἰς τήν χαράν τοῦ Κυρίου αὐτοῦ.

Εἴ τις ἔκαμε νηστεύων, ἀπολαυέτω νῦν τό δηνάριον.

Εἴ τις ἀπό τῆς πρώτης ὥρας εἰργάσατο, δεχέσθω σήμερον τό δίκαιον ὄφλημα.

Εἴ τις μετά τήν τρίτην ἦλθεν, εὐχαρίστως ἑορτασάτω.

Εἴ τις μετά τήν ἕκτην ἔφθασε, μηδέν ἀμφιβαλλέτω˙ καί γάρ οὐδέν ζημειοῦται.

Εἴ τις ὑστέρησεν εἰς τήν ἐνάτην, προσελθέτω, μηδέν ἐνδοιάζων.

Εἴ τις εἰς μόνην ἔφθασε τήν ἐνδεκάτην, μή φοβηθῆ τήν βραδύτητα˙ φιλότιμος γάρ ὤν ὁ Δεσπότης, δέχεται τόν ἔσχατον καθάπερ καί τόν πρῶτον˙ ἀναπαύει τόν τῆς ἐνδεκάτης, ὡς τόν ἐργασάμενον ἀπό τῆς πρώτης˙ καί τόν ὕστερον ἐλεεῖ καί τόν πρῶτον θεραπεύει˙ κακείνω δίδωσι καί τούτω χαρίζεται˙ καί τά ἔργα δέχεται καί τήν γνώμην ἀσπάζεται˙ καί τήν πρᾶξιν τιμᾶ καί τήν πρόθεσιν ἐπαινεῖ. Οὐκοῦν εἰσέλθετε πάντες εἰς τήν χαράν τοῦ Κυρίου ὑμῶν˙ καί πρῶτοι καί δεύτεροι τόν μισθόν ἀπολαύετε. Πλούσιοι καί πένητες μετ' ἀλλήλων χορεύσατε˙ ἐγκρατεῖς καί ράθυμοι τήν ἡμέραν τιμήσατε˙ νηστεύσαντες καί μή νηστεύσαντες, εὐφράνθητε σήμερον. Ἡ τράπεζα γέμει, τρυφήσατε πάντες. Ὁ μόσχος πολύς, μηδείς ἐξέλθη πεινῶν.

Πάντες ἀπολαύσατε τοῦ συμποσίου τῆς πίστεως˙ πάντες ἀπολαύσατε τοῦ πλούτου τῆς χρηστότητος. Μηδείς θρηνείτω πενίαν˙ ἐφάνη γάρ ἡ κοινή Βασιλεία. Μηδείς ὀδυρέσθω πταίσματα˙ συγνώμη γάρ ἐκ τοῦ τάφου ἀνέτειλε. Μηδείς φοβείσθω θάνατον˙ ἠλευθέρωσε γάρ ἡμᾶς ὁ τοῦ Σωτῆρος θάνατος. Ἔσβεσεν αὐτόν, ὑπ' αὐτοῦ κατεχόμενος. Ἐσκύλευσε τόν ἅδην ὁ κατελθών εἰς τόν ἅδην. Ἐπίκρανεν αὐτόν, γευσάμενον τῆς σαρκός αὐτοῦ. Καί τοῦτο προλαβών Ἠσαϊας ἐβόησεν˙ ὁ ἅδης φησίν, ἐπικράνθη, συναντήσας σοι κάτω.

Ἐπικράνθη˙ καί γάρ κατηργήθη.

Ἐπικράνθη˙ καί γάρ ἐνεπαίχθη.

Ἐπικράνθη˙ καί γάρ ἐνεκρώθη.

Ἐπικράνθη˙ καί γάρ καθηρέθη.

Ἐπικράνθη˙ καί γάρ ἐδεσμεύθη.

Ἔλαβε σῶμα καί Θεῶ περιέτυχεν.

Ἔλαβε γῆν καί συνήντησεν οὐρανῶ.

Ἔλαβεν ὅπερ ἔβλεπε καί πέπτωκεν ὅθεν οὐκ ἔβλεπε.

Ποῦ σου, θάνατε, τό κέντρον;

Ποῦ σου, ἅδη, τό νῖκος;

Ἀνέστη Χριστός καί σύ καταβέβλησαι.

Ἀνέστη Χριστός καί πεπτώκασι δαίμονες.

Ἀνέστη Χριστός καί χαίρουσιν ἄγγελοι.

Ἀνέστη Χριστός, καί ζωή πολιτεύεται.

Ἀνέστη Χριστός καί νεκρός οὐδείς ἐπί μνήματος.

Χριστός γάρ ἐγερθείς ἐκ νεκρῶν, ἀπαρχή τῶν κεκοιμημένων ἐγένετο.

Αὐτῶ ἡ δόξα καί τό κράτος εἰς τούς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἑρμηνευτική ἀπόδοση

Ὅποιος εἶναι εὐσεβής καί φιλόθεος, ἄς ἀπολαύσει τήν ὡραία καί λαμπρή αὐτή ἑορτή.

Ὅποιος δοῦλος ἔχει διαθέσεις ἀγαθές, ἄς εἰσέλθει στή χαρά, γεμᾶτος μέ εὐφροσύνη πού χαρίζει ὁ ἀναστημένος Κύριός του.

Ὅποιος καταπονήθηκε μέ τή νηστεία, ἄς ἀπολαύσει τώρα τήν ἀμοιβή του.

Ὅποιος ἀπό τήν ἕκτη ὥρα ὑπηρέτησε τόν Κύριο, ἄς πάρει σήμερα τήν ἀμοιβή πού δικαιοῦται.

Ὅποιος προσῆλθε στή ζωή τῆς Ἐκκλησίας μετά τήν ἐνάτη, ἄς πάρει κι αὐτός πρόθυμα μέρος στήν Ἀναστάσιμη γιορτή.

Ὅποιος προσῆλθε μετά τήν δωδεκάτην, ἄς μήν ἔχει καμμιά ἀμφιβολία˙ καθόλου δέν θά τιμωρηθεῖ.

Ὅποιος καθυστέρησε κι ἦ ρθε μετά τήν τρίτην, ἄς πλησιάσει τόν Κύριο χωρίς κανένα δισταγμό καί φόβο.

Ὅποιος προσῆλθε κατά τήν πέμπτην ὥραν, ἄς μήν ἔχει κανένα φόβο, ὅτι τάχα, ἐπειδή ἔχει φτάσει καθυστερημένος, δέν θά τόν δεχθεῖ ὁ Θεός. Γιατί ὁ Κύριος δίνει πλουσιοπάροχα τίς δωρεές Του. Γι' αὐτό δέχεται καί τόν τελευταῖο, μέ τήν ἴδια προθυμία πού εἶχε δεχτεῖ καί τόν πρῶτο. Χαρίζει ἀνάπαυση καί εἰρήνη σ' ἐκεῖνον πού ἔφτασε ἀργά, ὅπως ἀκριβῶς κάνει καί μέ τόν πρῶτο. Ἐλεεῖ κι ἐκεῖνον πού ἔφτασε τελευταῖος, ἀλλά περιποιεῖται κι ἐκεῖνον πού πρῶτος ἦρθε. Καί στόν ἕναν δίνει καί στόν ἄλλο προσφέρει. Καί τά ἔργα τῆς ἀρετῆς δέχεται, ἀλλά καί τήν ἁπλή διάθεση ἀναγνωρίζει. Καί τήν πράξη τήν ἀγαθή τιμᾶ , ἀλλά καί τήν ἁπλήν πρόθεση ἐπαινεῖ.

Εἰσέλθετε λοιπόν ὅλοι στή χαρά τοῦ Κυρίου σας. Καί ἐκεῖνοι πού πρῶτοι φτάσατε κι ὅσοι ἤρθατε δεύτεροι, λάβετε τόν μισθόν σας. Πλούσιοι καί φτωχοί πανηγυρίστε. Ὅσοι ἐγκρατευτήκατε, ἀλλά κι ἐκεῖνοι πού ἔχετε βραδυπορήσει στήν ἐργασία τῶν ἐντολῶν τιμῆστε τήν σημερινή ἡμέρα.Ὅσοι νηστέψατε καί ἐκεῖνοι πού δέν νηστέψατε, εὐφρανθεῖτε σήμερα.

Ἡ (Ἁγία Τράπεζα) εἶναι γεμάτη, ἀπολαύστε την ὅλοι. Ὁ Μόσχος εἶναι ἄφθονος καί ἀνεξάντλητος. Δέν ἐπιτρέπεται λοιπόν νά φύγει κάποιος πεινασμένος. Ὅλοι ἀπολαύστε τό Συμπόσιο πού παρατίθεται γιά τούς πιστούς. Ὅλοι ἀπολαύστε τά θεῖα δῶρα πού προσφέρει ἡ Θεία ἀγαθοσύνη. Κανένας πιά νά μή θρηνεῖ τή φτώχεια του, γιατί τώρα ἔγινε φανερή ἡ Βασιλεία τοῦ Θεοῦ, ἐκείνη πού προσφέρεται σ' ὅλους ἐξίσου. Κανένας νά μήν κλαίει πιά τά πταίσματά του, γιατί συγχώρεσή μας εἶναι ὁ Ἀναστημένος. Κανένας ἄς μή φοβᾶται πιά τό θάνατο, γιατί ὁ θάνατος τοῦ Σωτήρα μας μᾶς ἐλευθέρωσε ἀπό τό θάνατο καί τή φθορά.

Γιατί ἄν κι ὁ Σωτήρας μας κρατήθηκε ἀπό τό θάνατο, τελικά τόν ἐξαφάνισε. Ὁ Κύριός μας πού κατέβηκε στόν ἅδη ἅρπαξε κι ἀνέσυρε μαζί Του ὅσους κρατοῦσε ὁ ἅδης. Ὁ Κύριος πίκρανε τόν ἅδη, ὅταν ἐκεῖνος ὁ παμφάγος Τόν κατάπιε. Κι αὐτό ἦταν πού προβλέποντας το παλιά ὁ προφήτης Ἠσαϊας εἶχε βροντοφωνήσει: Χριστέ μου, ὅταν ὁ ἅδης ἐκεῖ κάτω στό σκοτάδι σέ συνάντησε, πικράνθηκε. Καί πολύ σωστά πικράνθηκε, γιατί ἀπό τότε καταργήθηκε.

Πικράνθηκε γιατί ξεγελάστηκε. Πικράνθηκε γιατί θανατώθηκε.

Πικράνθηκε γιατί ἔχασε πιά τήν ἐξουσία του.

Πικράνθηκε γιατί ὁ ἴδιος τώρα ὑποδουλώθηκε. Ἐκεῖνος, καθώς νόμιζε, εἶχε λάβει σῶμα θνητό καί βρέθηκε ἀπρόσμενα μπροστά σέ Θεό. Ἐκεῖνος εἶχε πάρει χῶμα ἀπό τή γῆ καί συνάντησε Θεό, πού εἶχε κατεβεῖ ἀπό τόν οὐρανό. Ἐκεῖνος εἶχε πάρει ἕνα σῶμα ὁρατό καί καταισχύνθηκε ἀπό τόν Ἀόρατο.

Ποῦ εἶναι λοιπόν ἅδη ἡ νίκη σου;

Ἀναστήθηκε ὁ Χριστός καί ἔχεις πιά ὁριστικά κατανικηθεῖ.

Ἀναστήθηκε ὁ Χριστός καί οἱ δαίμονες ἔχουν στά βάραθρα τῆς ἀπώλειας γκρεμιστεῖ.

Ἀναστήθηκε ὁ Χριστός καί χαίρουν οἱ Ἄγγελοι.

Ἀναστήθηκε ὁ Χριστός καί ἡ ζωή παντοῦ βασιλεύει.

Ἀναστήθηκε ὁ Χριστός καί δέν θά μείνει πιά κανένας νεκρός στό μνῆμα. Γιατί μέ τήν Ἀνάστασή Του ὁ Χριστός ἔγινε ἡ ἀρχή τῆς ἀναστάσεως ὅλων ὅσων ἔχουν κοιμηθεῖ. Σ' Αὐτόν ἀνήκει ἡ δόξα καί ἡ ἐξουσία στούς ἀπέραντους αἰῶνες. Ἀμήν.

Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος .

 Χριστός ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καί τοῖς ἐν τοῖς μνήμασι ζωήν χαρισάμενος .

᾽Ανάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν ῞Αγιον Κύριον ᾽Ιησοῦν, τόν μόνον ἀναμάρτητον. Τόν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καί τήν ἁγίαν σου ᾽Ανάστασιν ὑμνοῦμεν καί δοξάζομεν. Σύ γάρ εἶ Θεός ἡμῶν, ἐκτός Σοῦ ἄλλον οὐκ οἴδαμεν, τό ὄνομά Σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί προσκυνήσωμεν τήν τοῦ Χριστοῦ ἁγίαν ᾽Ανάστασιν· ἰδού γάρ ἦλθε διά τοῦ Σταυροῦ, χαρά ἐν ὅλῳ τῷ κόσμῳ. Διαπαντός εὐλογοῦντες τόν Κύριον, ὑμνοῦμεν τήν ᾽Ανάστασιν αὐτοῦ. Σταυρόν γάρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν .

Προλαβοῦσαι τόν ὄρθρον αἱ περί Μαριάμ, καί εὑροῦσαι τόν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ ᾽Αγγέλου· τόν ἐν φωτί ἀϊδίῳ ὑπάρχοντα, μετά νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τά ἐντάφια σπάργανα· δράμετε καί τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τόν θάνατον· ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τό γένος τῶν ἀνθρώπων.

Εἰ καί ἐν τάφῳ κατῆλθες, ἀθάνατε, ἀλλά τοῦ ῞ᾼδου καθεῖλες τήν δύναμιν· καί ἀνέστης ὡς νικητής, Χριστέ, ὁ Θεός, γυναιξί Μυροφόροις φθεγξάμενος, Χαίρετε· καί τοῖς σοῖς ᾽Αποστόλοις εἰρήνην δωρούμενος, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

᾽Εν τάφῳ σωματικῶς, ἐν ῞Αδῃ δέ μετά ψυχῆς ὡς Θεός, ἐν Παραδείσῳ δέ μετά λῃστοῦ, καί ἐν θρόνῳ ὑπῆρχες, Χριστέ, μετά Πατρός καί Πνεύματος, πάντα πληρῶν ὁ ἀπερίγραπτος.
Δόξα Πατρί...
῾Ως ζωηφόρος, ὡς Παραδείσου ὡραιότερος, ὄντως καί παστάδος πάσης βασιλικῆς, ἀναδέδεικται λαμπρότερος, Χριστέ, ὁ τάφος σου, ἡ πηγή τῆς ἡμῶν ἀναστάσεως.
Καί νῦν καί ἀεί...
Τό τοῦ ῾Υψίστου ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διά σοῦ γάρ δέδοται ἡ χαρά Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ ἐν γυναιξίν ὑπάρχεις, πανάμωμε Δέσποινα.

Τετάρτη 1 Ιουνίου 2022

Ἱερὰν πανήγυριν πᾶσα κτίσις ἄγει ἐμφανῶς, τή, Ἀναλήψει τῇ σῇ Λόγε τοῦ Θεοῦ, ἐν ᾗ προσενήνοχας, τῷ Πατρί σου, ἥν περ ἐξ ἡμῶν, φύσιν ἀνέλαβες, ὑπὲρ λόγον ἀναλλοίωτε.

 Ἱερὰν πανήγυριν πᾶσα κτίσις ἄγει ἐμφανῶς, τή, Ἀναλήψει τῇ σῇ Λόγε τοῦ Θεοῦ, ἐν ᾗ προσενήνοχας, τῷ Πατρί σου, ἥν περ ἐξ ἡμῶν, φύσιν ἀνέλαβες, ὑπὲρ λόγον ἀναλλοίωτε.

Ὡς Θεὸς συνέτριψας, πύλας ᾍδου Σῶτερ καὶ μοχλούς, καὶ ἀναστὰς ἐκ νεκρῶν, πρὸς τοὺς οὐρανοὺς ἐνδόξως ἀνέδραμες τῶν ταγμάτων τῶν ἀγγελικῶν, Πύλας διάρατε, ἐκβοώντων μετ' ἐκπλήξεως.

Σοῦ τὴν θείαν ἄνοδον, θαυμαζόντων θείων Μαθητῶν, ἐπέστησαν ἐμφανῶς, Ἄγγελοι αὐτοῖς, βοῶντες· ὃν βλέπετε ἀνιόντα εἰς τοὺς οὐρανούς, οὗτος ἐλεύσεται, μετὰ δόξης κρῖναι ἅπαντας.

Ἣν Χριστὲ δεδώρησαι, πρὸς τὰ ἄνω πάλαι ἀνιών, εἰρήνην σοῖς Μαθηταῖς, ταύτην καὶ ἡμῖν, πλουσίως κατάπεμψον, ἐν ἀγάπῃ, πάντα συγκρατῶν, ὅπως συμφώνως σε, τὸν Σωτῆρα μεγαλύνωμεν.

Τῌ ΤΕΤΑΡΤῌ ΤΗΣ ς' ΕΒΔΟΜΑΔΟΣ ΑΠΟΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ ΤΟΥ ΠΑΣΧΑ

 Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδάμ, κείμενον ἐν τῷ μνήματι. Ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα, τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ· καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν.

Δευτέρα 21 Ιουνίου 2021

Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

 Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ.

Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου,
Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θράση.

Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

 Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου τὴν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε, Κύριε.

Ἐν ταῖς αὐλαῖς σου Κύριε, οἱ πιστοὶ τὸ γόνυ τῆς ψυχῆς καὶ τοῦ σώματος ὑποκλίναντες, ἀνυμνοῦμέν σε τὸν ἄναρχον Πατέρα, καὶ τὸν συνάναρχον Υἱόν, καὶ τὸ συναΐδιον καὶ πανάγιον Πνεῦμα, τὸ φωτίζον καὶ ἁγιάζον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν ...
Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι.

Κυριακή 6 Ιουνίου 2021

Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

 Τῆς ψυχῆς τὰ ὄμματα πεπηρωμένος, σοὶ Χριστὲ προσέρχομαι, ὡς ὁ Τυφλὸς ἐκ γενετῆς, ἐν μετανοίᾳ κραυγάζων σοι· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης

 Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα.

 Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα.

·        Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος,

·        Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε.

Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

Τετάρτη 12 Μαΐου 2021

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

Ψηλάφησον λέγει τῷ Θωμᾷ, ἐκ νεκρῶν τριήμερος, ἐξαναστὰς ὁ φιλάνθρωπος, καὶ ἴδε χεῖράς μου, καὶ ποδῶν τὰς τρήσεις, καὶ πλευρὰς τὴν πόρωσιν, καὶ γνῶθί με Θεὸν ἀναλλοίωτον, γεῶδες φύραμα, κατ' οὐσίαν μορφωσάμενον, καὶ τὸ πάθος ἐν αὐτῷ δεξάμενον.

Κυριακή 7 Ιουνίου 2020

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν.

Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει,
Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις.
Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ' ἁλιεῦσι.

Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν

«Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ.
Ἐρρητόρευσε τὸν θεόγραφον νόμον·
Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου,
Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος
Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν».

Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα.
Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις.
Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον
Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος,
Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον

Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος,
Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν.
Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους,
Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι,
Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο.