Ὦ ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα.
«Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνοῦντάς σε». Ὦ ἄσπιλε Ἀμνάς, ὁ Ἀμνὸς τοῦ Θεου ἡμῶν, τὴν μήτραν σου ὑπεισδῦναι, κατεπείγεται αἴρων, ἡμῶν τὰ ἁμαρτήματα. Ῥάβδος ἡ μυστική, μέτ' ὀλίγον ἀνθήσειεν, ὡς γέγραπται, θεῖον ἄνθος, Ἰεσσαὶ ἐκ τῆς ῥίζης, ἡμῖν ἐμφανιζόμενον. Ἀγγέλου τῇ φωνῇ, πιανθεῖσα ὡς ἄμπελος, πρὸς βλάστησιν ἑτοιμάζου, τοῦ πεπείρου Παρθένε, καὶ ἀκηράτου βότρυος. Μέγιστε Προφητῶν, Ἡσαΐα εὐφράνθητι· Παρθένος γὰρ ἣν προέφης, ἐν γαστρὶ συλλαμβάνει, Βουλῆς μεγάλης Ἄγγελον.