Αναρτήσεις

Προβολή αναρτήσεων από Μάιος, 2022

ο Οικουμενικός Πατριάρχης Βαρθολομαίος μιλάει στον Γιώργο Κουβαρά και στ...

Εικόνα

Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου.

 Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου. Δῶρόν σε θεῖον Θεόδωρε δεικνύει Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε. Τῇ δέγε ἑνδεκάτῃ Θεόδωρος ἀφίπτατο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου Ἱεροσολύμων. Μνήμη τῶν ἁγίων μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ, ἐπισκόπου, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα ὀκτώ, πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, μοναχῶν ἕξ, καὶ παρθένων ἑπτά. Οἱ ἅγιοι μάρτυρες Ἰσαάκιος, Συμεὼν καὶ Δαχθισόης πυρὶ τελειοῦνται. Οἱ ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμυῶν ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Παπηλῖνος ξίφει τελειοῦται. Ὁ ἅγιος μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς, τελειοῦται. Ὁ ἅγιος Νικόλαος, πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται. Μνήμη τῆς ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν Δύναμιν. Ταῖς αὐτων ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τὰ ἐπίγεια πάντα καταλιπών, καὶ ἐν κόσμῳ ὑπάρχων σωματικῶς, τῷ πνεύματι γέγονας, τῶν Ἀγγέλων συμμέτοχος· τὰ γὰρ παρόντα πάθη, νεκρώσας τοῦ σώματος, τῆς τριάδος ἐδείχθης, θεράπων μακάριε· ὅθεν καὶ νοσούντων, θεραπεύεις τὰ πάθη καὶ λόγῳ τὰ πνεύματα, ἀπελαύνεις τῇ χάριτι, θεοφόρε Θεόδωρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε πατὴρ ἡμῶν Ἀνδρόνικε, νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχάς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.