Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2012

ΩΣ ΥΠΕΡΛΑΜΠΡΟΝ ΣΤΕΦΑΝΟΝ

Ὡς ὑπέρλαμπρον στέφανον, Θεοτόκε πανάχραντε, τὴν ἁγίαν Ζώνην σου περιέθετο, ἡ Ἐκκλησία καὶ χαίρουσα, φαιδρύνεται σήμερον, καὶ χορεύει μυστικῶς, ἐκβοῶσά σοι Δέσποινα· Χαῖρε στέφανε, καὶ διάδημα θεῖον, χαῖρε μόνη, τοῦ πληρώματός μου δόξα, καὶ εὐφροσύνη αἰώνιος. Σὺ πανάχραντε Δέσποινα, κραταιὸν περιτείχισμα, ἀρραγές τε στήριγμα καὶ διάσωσμα, τῷ σῷ λαῷ καὶ τῇ πόλει σου, ὑπάρχουσα δέδωκας, ὡς φαιδρὰν περιβολήν, τήν ὑπέρτιμον Ζώνην σου, περισῴζουσαν, συμφορῶν ἐκ παντοίων, τοὺς ἐν πίστει, καὶ ζεούσῃ προθυμίᾳ, ταύτην τιμῶντας Θεόνυμφε. Ὁ ναός σου Πανάχραντε, ὡς πηγὴ ἀνεξάντλητος, τῶν θαυμάτων σήμερον ἀναδέδεικται· οἱ ποταμοὶ γὰρ τῆς χάριτος, ἀφθόνως προχέονται, τῆς ἁγίας σου σοροῦ, καὶ πιστῶν τὴν διάνοιαν, κατευφραίνουσι, τῶν ἐν πίστει καὶ πόθῳ σοι βοώντων· Ἡ χαρὰ καὶ εὐφροσύνη, καὶ ἡ ζωὴ σὺ ὑπάρχεις ἡμῶν.

ΙΔΟΥ Η ΘΕΙΑ ΚΛΙΝΗ ΤΟΥ ΣΟΛΟΜΩΝ, ΔΥΝΑΤΟΙ ΗΝ ΚΥΚΛΟΥΣΙΝ ΕΞΗΚΟΝΤΑ, ΡΗΣΕΙ

Ἰδοὺ ἡ θεία κλίνη τοῦ Σολομών, δυνατοὶ ἣν κυκλοῦσιν ἑξήκοντα, ῥήσει Γραφῶν, οἷά περ ἐν κλίνῃ βασιλικῇ, σορῷ τιμίᾳ σήμερον, Ζώνην ἀνακλίνει τὴν ἑαυτῆς, ἀνάκλησιν εἰς πάντων, τῶν τεταπεινωμένων, καὶ εὐσεβούντων περιποίησιν. Ὡς πόλις Βασιλέως τῶν οὐρανῶν, περὶ ἧς ἐλαλήθη παράδοξα, ἔθου τῇ σῇ, πόλει δῶρον τίμιον καὶ σεπτόν, τὴν παναγίαν Ζώνην σου, πάντων εἰς κραταίωμα τῶν πιστῶν, δι' ἧς οἱ στεφηφόροι, τροποῦνται πολεμίους, ὀρθοδοξίᾳ διαλάμποντες. Σταλάξατε τὰ ὄρη νῦν γλυκασμόν, καὶ βουνοὶ εὐφροσύνην αἰώνιον, Πατριαρχῶν, δῆμοι καὶ μαρτύρων πάντες χοροί, τῶν Προφητῶν ὁ σύλλογος, θείων Ἀποστόλων δῆμος σεπτός, εὐφράνθητε σὺν πᾶσιν, ἡμῖν τῇ καταθέσει, τῆς θείας Ζώνης τῆς Θεόπαιδος. Ἡγίασας τὰ πάντα διὰ τῆς σῆς, Παναγία Παρθένε κυήσεως, καὶ νῦν ἡμῖν, δέδωκας εἰς πλείονα φωτισμόν, τὴν παναγίαν Ζώνην σου, ἧς τῇ καταθέσει πᾶσα ἡ γῆ, χορεύει καὶ γεραίρει, σὲ τὴν χαρᾶς ἀρρήτου, ἀποπληροῦσαν τὸ ἀνθρώπινον. Φιλίας με δολίας τῆς τῶν παθῶν, καὶ ἐχθροῦ καθ' ἑκάστην πειράζοντος, ἁμαρτιῶ...

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ, Ο ΤΟΚΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΔΙΕΣΩΣΑΤΟ

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

Η ΠΑΝΤΩΝ ΒΑΣΙΛΙΣΣΑ, ΠΡΟΣ ΟΥΡΑΝΙΟΥΣ ΣΚΗΝΑΣ

Ἡ πάντων Βασίλισσα, πρὸς οὐρανίους σκηνὰς ἀπαίρουσα, καταλέλοιπεν ὄλβον, τῇ Βασιλίδι πασῶν τῶν πόλεων, τὴν ταύτης Ζώνην, δι' ἧς περισῴζεται, ἐπιδρομῆς ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν. Πηγὴ νῦν προσέλθωμεν, ἀποσταζούσῃ χάριν καὶ ἔλεος, τῇ σορῷ τῇ τιμίᾳ, τῇ κατεχούσῃ Ζώνην τὴν πάντιμον, τῆς τιμησάσης ἀνθρώπων τὸ φύραμα, τιμίῳ τόκῳ αὐτῆς, Παρθένου τε καὶ Μητρός. Αἰνεῖτε τὸ Κύριον, Δυνάμεις πᾶσαι αἱ ἐπουράνιαι, καὶ τὴν τοῦτον τεκοῦσαν, ἀνθρώπων γλῶσσαι πᾶσαι δοξάσατε, ὅτι τὴν Ζώνην αὐτῆς ἐδωρήσατο, καταφυγὴν ἀληθῆ, καὶ σωτηρίαν πιστοῖς. Ῥανάτωσαν ἄνωθεν, δικαιοσύνην νεφέλαι σήμερον, καταθέσει τῆς Ζώνης, τῆς σῆς νεφέλη θεοχαρίτωτε, καὶ μελῳδείτω ψυχὴ πᾶσα χαίρουσα· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Ο ΠΑΝΤΑ ΥΠΕΡ ΕΝΝΟΙΑΝ, ΤΑ ΣΑ ΠΟΙΗΣΑΣ, ΑΧΡΑΝΤΕ

Ὁ πάντα ὑπὲρ ἔννοιαν, τὰ σὰ ποιήσας, Ἄχραντε, τὴν σὴν Ἐσθῆτα καὶ Ζώνην, ἐτίμησεν ἀφθαρσίᾳ, τῇ πόλει σου κραταίωμα, δοὺς ταύτην καὶ ἀσφάλειαν, ἧς καὶ νῦν τὴν κατάθεσιν, περιχαρῶς ἐκτελοῦντες, πανηγυρίζομεν πόθῳ.

ΠΛΑΚΑΣ ΘΕΙΑΣ ΠΑΛΑΙ ΚΙΒΩΤΟΣ

Πλάκας θείας πάλαι κιβωτός, χειρὶ γραφείσας Θεοῦ, συνέσχε πάναγνε, ἡ σὴ δὲ ἄχραντε Δέσποινα, σεβασμία καὶ τιμία σορός, Ζώνην κατέχει τὴν αὐτόν, τὸν νομοθέτην ἐν σοί, συγκατασχοῦσαν. Φρικτὸν τὸ μυστήριον! Ἄγγελοι πανάχραντε ἁγνή, νῦν συγχορεύουσιν, ἐν τῷ σεπτῷ σου ναῷ, καὶ περιέπουσι Δέσποινα, τὴν τιμίαν καὶ ἁγίαν σου Ζώνην, ἣν πόθῳ καὶ χαρᾷ, καὶ εὐφροσύνῃ πολλῇ, προσκυνοῦντες, σὲ ἀνυμνοῦμεν, τὴν δόξαν τοῦ γένους ἡμῶν. Ῥάβδος ἡ τὸ ἄνθος τῆς ζωῆς, ἀναβλαστήσασα, σὺ εἶ ἡ πάντων χαρά, ἡ πολυτίμητος Ἄχραντε, μυροθήκη ἡ τοῦ Πνεύματος, ὁ θησαυρὸς τῶν ἀγαθῶν, τῶν ἀρωμάτων πηγή, ἐξ ἧς μύρον, τῶν ἰαμάτων ἐκβλύζει ἡ θεία σορός. Ὑμνοῦσι πανάχραντε Ἁγνή, τὰ μεγαλεῖα τὰ σά, αἱ νοεραὶ στρατιαί, ἀνακηρύττουσιν ἅπαντες, Πατριάρχαι καὶ Προφῆται τρανῶς, σὺν Ἀποστόλοις ἱεροῖς, καὶ τῶν μαρτύρων χοροί, μεθ' ὧν πίστει, σὲ προσκυνοῦντες δοξάζομεν.

ΣΥ ΩΣ ΗΛΙΟΣ

Σὺ ὡς ἥλιος, δικαιοσύνης μόνος ὢν φωτουργέ, θείως τὸν ναὸν ἐφαίδρυνας τῆς Σεμνῆς, τοῖς ποικίλοις σου χαρίσμασιν, ἐν ᾧ ἀνίσχουσᾳ, τὰς ἀκτῖνας ἐκλάμπει ἡ Ζώνη αὐτῆς. Χρυσῆν ὡς στάμνον, τὴν σὴν σορὸν κυκλοῦντες μόνη Ἁγνή, θείας ἀληθῶς μετέχομεν νῦν τρυφῆς, τῶν χαρίτων παντευλόγητε, καὶ τῶν συμβόλων σου, ὑπερτέραν ὡς οὖσαν τιμῶμεν αὐτήν. Ὑπερβλύζουσιν οἱ τῶν θαυμάτων Κόρη πάναγνε, χάριν ἀληθῶς κρατῆρές σου τοῖς πιστοῖς, καὶ ἀφθόνως τῆς τιμίας σου, σοροῦ προέρχονται, ὡς ἐξ ἄλλης Ἐδὲμ νοητοὶ ποταμοί. Νῦν προσέλθετε, μετ᾽ εὐφροσύνης πάντες οἱ ἐπὶ γῆς, δεῦτε, ἡ σορὸς προτρέπεται μυστικῶς, τῆς Κυρίας περιπτύξασθε, ὑπερένδοξον, ἐν ἐμοὶ θησαυρισθεῖσαν Ζώνην αὐτῆς.

ΜΝΗΜΗ ΤΗΣ ΚΑΤΑΘΕΣΕΩΣ ΤΗΣ ΤΙΜΙΑΣ ΖΩΝΗΣ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῆς καταθέσεως τῆς τιμίας Ζώνης τῆς ὑπεραγίας Θεοτόκου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, ἀνάμνησις τῆς ἐν τῇ Ἁγίᾳ σορῷ καταθέσεως τῆς τιμίας Ζώνης τῆς Ὑπεραγίας Θεοτόκου, ἐν τῷ σεβασμίῳ αὐτῆς οἴκῳ, τῷ ὄντι ἐν τοῖς Χαλκοπρατείοις, ἀνακομισθείσης ἀπὸ τῆς Ἐπισκοπῆς Ζήλας, ἐπὶ Ἰουστινιανοῦ τοῦ Βασιλέως. Ἔτι δὲ καὶ τοῦ γεγονότος θαύματος, διὰ τῆς ἐπιθέσεως τῆς Τιμίας Ζώνης εἰς τὴν βασιλίδα Ζωήν, τὴν σύζυγον Λέοντος τοῦ Βασιλέως. Χρυσῆν κορωνίδ' οἷα, σεμνὴ Παρθένε, Τῷ τοῦ χρόνου τίθημι σὴν Ζώνην τέλει. Θέντο σορῷ Ζώνην πρώτῃ Πανάγνου Τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀνακαινίσεως τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τῷ Νεωρίῳ. Ταῖς τῆς ἀχράντου Μητρός σου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΟΙΜΗΣΙΣ ΘΕΟΤΟΚΟΥ ΓΕΣΘΗΜΑΝΗ 2012

Εικόνα
ΠΗΓΗ ΡΩΜΙΟΣΥΝΗ TV : http://youtu.be/IZZC9Nr7RkU

ΗΡΩΔΗΣ Ο ΠΑΡΑΝΟΜΟΣ, ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ ΤΗΝ ΘΕΙΑΝ

Ἡρῴδης ὁ παράνομος, τοῦ Προδρόμου τὴν θείαν, καὶ ἱερὰν ἀπέτεμε, κεφαλὴν τοὺς ἐλέγχους, μὴ φέρων ταύτης ὁ ἄφρων· ὤ φρικτῆς τόλμης ὄντως! Θρηνείτω οὖν ὁ ἄθλιος, ἄνομον φόνον πράξας· ἡμεῖς δὲ νῦν, τὴν τιμίαν κάραν ὕμνοις τιμῶντες, τὸν Βαπτιστὴν γεραίρομεν, τοῦ Χριστοῦ ἐπαξίως.

ΤΟΝ ΔΥΣΣΕΒΗ ΠΡΟΣΕΥΧΗ ΤΗ ΠΑΝΑΛΚΕΙ ΣΟΥ

Τὸν δυσσεβῆ προσευχῇ τῇ παναλκεῖ σου, Ἄρειον κτείνας Ἀλέξανδρε θεόφρον, ἐν τοῖς βεβήλοις τόποις, ὑβρίσαντα ἠμύνω, βροχίσας ὡς Ἰούδαν. Ὁ θεομάχος Χριστοῦ χιτῶνα ῥήξας, ὡς ὁ προδότης πρηνὴς λακήσας μέσον, νῦν θρηνεῖ ἐν ᾍδῃ, ψυχῶν ἀδίκων μόρον, θανάτῳ τῷ δικαίῳ. Ἐν ἐγκρατείαις ὡς ἄσαρκος ἐφάνης, ἐν ἀγρυπνίαις μικροῦ δεῖν καὶ ἀναίμων, καὶ ἐν διδασκαλίαις, πηγὴ τοῦ Παραδείσου, παμμάκαρ, Ἰωάννη.

ΠΟΤΟΣ ΒΔΕΛΥΡΟΣ, ΚΑΙ ΔΕΙΠΝΟΣ ΠΑΝΑΣΕΜΝΟΣ

Πότος βδελυρός, καὶ δεῖπνος πανάσεμνος, ὅρχησις ἄτερπνος, ἔθελξαν τὸν δείλαιον, μάλα πρὸς οἶστρον ἀκολασίας δεινῆς, καὶ τῆς μαινάδος μίσθωμα, κάραν ἐκδίδωσι, τοῦ Προδρόμου, ἧς οὐδὲ ἀντάξιος, κόσμος ἅπας. Φρικτὸν τὸ μυστήριον! Ὢ πῶς ὁ δεινός, Ἡρῴδης οὐκ ἔφριξε, Κριτὴν ἀλάθητον! ἀλλ' ἐν τῇ ψυχῇ αὐτοῦ, ἔνδον δολίως φόνον ἐνέτρεφε, τοῦ Βαπτιστοῦ, μαινόμενος, ὡς ἐλεγχόμενος, καὶ μὴ φέρων, εὐκαιρίαν ἤθελε, καὶ εὑρών, ἀποτέμνει τὸν δίκαιον. Ὄντως ἀπὸ γῆς, εἰσέδυς εἰς Ἅγια, οἷά περ Ἄγγελος, ὡς ἀγγελικῶς ἐν γῇ, σοφὲ βιώσας Κυρίου Πρόδρομε, τῶν ὑμνητῶν σου μέμνησο, ἄνωθεν ἔνδοξε, καὶ πταισμάτων, αἴτησαι τὴν ἄφεσιν, καὶ εἰρήνην παράσχου καὶ ἔλεος.

ΡΩΜΑΛΕΩΣ ΤΩ ΗΡΩΔΗ ΑΝΘΙΣΤΑΜΕΝΟΣ

Ῥωμαλέως τῷ Ἡρῴδῃ ἀνθιστάμενος, ἔνδοξε Πρόδρομε, τοῦτον ἐλέγχεις βοῶν· Οὐκ ἔξεστιν ἔχειν σε εὐνὴν ὁμαίμονος, ὡς ἀθέμιτον· ὁ δὲ μὴ ἀνασχόμενος, τὴν σὴν κάραν ἀποτέμνει. Οἷα ἔνδοξος Προφήτης πρὸ γεννήσεως, ἔγνως τὸν Κύριον, καὶ ὡς ἀμνὸν τοῦ Θεοῦ, τοῖς πᾶσιν ὑπέδειξας, πρὸς θεοσέβειαν, ἕλκων ἅπαντας, ἀναβοᾶν πρὸς Κύριον· ὁ Θεὸς εὐλογητὸς εἶ. Μέλλων τέλος τὸ μακάριον ἐκδέχεσθαι, Πρόδρομε ἔνδοξε, σοὺς μαθητὰς πρὸς Χριστόν, τὸν Θεὸν ἀπέστειλας, ἐπερωτῶν αὐτόν· Σὺ εἶ Κύριε, τοῦ σῶσαι ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; Ὁ Χριστὸς τοῖς μαθηταῖς προσαπεφθέγξατο· Ἄπιτε εἴπατε, τῷ Ἰωάννῃ· ἰδού, νεκροὶ ἐξανίστανται, κωφοὶ ἀκούουσιν, ἐκκαθαίρονται λεπροί, καὶ ὥσπερ ἔλαφος οἱ χωλοὶ περιπατοῦσιν.

ΠΑΜΜΑΚΑΡ ΑΛΕΞΑΝΔΡΕ ΠΟΙΜΗΝ

Παμμάκαρ Ἀλέξανδρε ποιμήν, Ἐκκλησίας γέγονας, ὀρθοδοξίας ὑπέρμαχος, Ἀρείου καθελών, τὴν ἀλαζονείαν, προσευχαῖς συντόνοις σου, τὸν πάντων Λυτρωτὴν ἐξαιτούμενος, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἰωάννη τίμιε σαρκός, τὴν φθορὰν ἐμίσησας, δι' ἐγκρατείας καὶ πίστεως, δι' ἀγρυπνίας τε, καὶ ὁμολογίας, ἄγγελος ἐπίγειος, εὑρέθης καὶ οὐράνιος ἄνθρωπος. Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Παύλου θείοις δόγμασι σαφῶς, ὄντως ἐπειθάρχησας, μεθ' οὗ εἰς τρίτον ἀνέδραμες, οὐρανὸν Ὅσιε, ἀρετῶν τῷ ὕψει, καὶ ἤκουσας ῥήματα, τὰ ἄρρητα καὶ θεῖα τοῦ Πνεύματος, Παῦλε μακάριε, ὀρθοδόξων βάσις ἄσειστε, τὸν Σωτῆρα ἀπαύστως ἱκέτευε.

ΜΝΗΜΗ ΔΙΚΑΙΟΥ ΜΕΤ' ΕΓΚΩΜΙΩΝ, ΣΟΙ ΔΕ ΑΡΚΕΣΕΙ

Μνήμη Δικαίου μετ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε· ἀνεδείχθης γὰρ ὄντως καὶ Προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ῥείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον. Ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ τοῖς ἐν ᾍδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΤΡΙΑΡΧΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΑΛΕΞΑΝΔΡΟΥ, ΙΩΑΝΝΟΥ ΚΑΙ ΠΑΥΛΟΥ ΤΟΥ ΝΕΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου τοῦ νέου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Ἀλεξάνδρου, Ἰωάννου καὶ Παύλου τοῦ νέου. Σχοίνους διαδρὰς Ἀλέξανδρε σαρκίου, Σχοίνισμα κλήρου χρηματίζεις Κυρίου. Σκυθρωπὰ τὰ πρόσωπα τῆς Ἐκκλησίας, Στέρησιν οὐ φέροντα τὴν Ἰωάννου. Δρόμους ὁ Παῦλος ἐκλιπὼν τοὺς τοῦ βίου, Εὕρηκε παῦλαν τῶν πόνον τῶν τοῦ βίου. Τριττὺς τῇ Τριάδι τριακοστῇ νῦν πάρα ἔστη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου καὶ θαυματουργοῦ Φαντίνου. Καὶ γῆν ὑπελθὼν θαυματουργὸς Φαντῖνος, Ἄνωθεν ἡμῖν μάννα θαυμάτων βρύει. Φαντῖνος βιότου ἀνεχάζετο ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων δεκαὲξ μαρτύρων τῶν Θηβαίων. Ἐρεῖς ἀριθμοῦ τυγχάνειν ἕξ καὶ δέκα Τμηθέντας ἄνδρας ἀρτιάκις ἀρτίου Τῇ αὐτῇ ἡμέρᾳ οἱ ἅγιοι ἓξ Μάρτυρες οἱ ἐν Μελιτηνῇ, ἐν τῇ θαλάσσῃ βληθέντες τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

...ΔΙΑ ΤΟΝ ΝΟΜΟΝ ΚΥΡΙΟΝ, ΤΗΝ ΚΕΦΑΛΗΝ ΑΠΕΤΜΗΘΗΣ

Τῆς μετανοίας ὁ κήρυξ, Ἰωάννη Βαπτιστά, ἐκτμηθείς σου τὴν κάραν, τήν, γῆν ἡγίασας, ὅτι τὸν νόμον τοῦ Θεοῦ τοῖς πιστοῖς ἐτράνωσας, καὶ παρανομίαν ἐξηφάνισας. Ὡς παρεστηκὼς τῷ θρόνῳ τοῦ ἐπουρανίου Βασιλέως Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται. Διὰ τὸν νόμον Κυρίου, τὴν κεφαλὴν ἀπετμήθης, ὦ πανάγιε Ἰωάννη. Ἤλεγξας βασιλέα δυσσεβῆ παρανομήσαντα, παρρησίᾳ, ἀμέμπτῳ· διὸ θαυμάζουσί σε στρατιαὶ τῶν Ἀγγέλων, δοξάζουσί σε χοροὶ τῶν Ἀποστόλων καὶ Μαρτύρων, τιμῶμέν σου καὶ ἡμεῖς τὴν ἐτήσιον μνήμην πανένδοξε, δοξάζοντες τὴν Ἁγίαν Τριάδα, τὴν σὲ στεφανώσασαν Πρόδρομε μακάριε. Εὐφρανθήσεται δίκαιος ἐν Κυρίῳ, καὶ ἐλπιεῖ ἐπ' αὐτὸν καὶ ἐπαινεσθήσονται πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ. Ὁ ἐκ Προφήτου Προφήτης, καὶ μείζων Προφητῶν γενόμενος, ἐκ κοιλίας μητρὸς ὁ ἡγιασμένος, εἰς ὑπουργίαν Κυρίου, σήμερον ὑπ' ἀνόμου βασιλέως, τὴν κάραν ἀπετμήθη, καὶ τὴν ἀσέμνως ὀρχησαμένην κόρην, τρανῶς καὶ πρὸ τῆς ἐκτομῆς, καὶ μ...

...ΤΗΣ ΑΠΟΤΜΗΘΕΙΣΗΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τὶ σε καλέσωμεν Προφῆτα; Ἄγγελον, Ἀπόστολον, ἢ Μάρτυρα; Ἄγγελον, ὅτι ὡς ἀσώματος διήγαγες, Ἀπόστολον, ὅτι ἐμαθήτευσας τὰ ἔθνη, Μάρτυρα δέ, ὅτι σοῦ ἡ κεφαλὴ ὑπὲρ Χριστοῦ ἐτμήθη. Αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν. Τῆς ἀποτμηθείσης κεφαλῆς τοῦ Προδρόμου, τὰ μνημόσυνα τελέσωμεν, ποτὲ μὲν ἐπὶ πίνακι ἐκβλυζούσης αἵματα, νυνὶ δὲ ἐν τοῖς πέρασι προχεούσης ἰάματα. Σήμερον ἡ ἀνοσιουργότροπος μήτηρ τοῦ φόνου, τὴν ἐξ ἀνόμου συμπλοκῆς, αὐτῆς πανασελγῆ θυγατέρα. Κατὰ τοῦ πάντων τῶν Προφητῶν, θεοπροκρίτου μείζονος, φονοτρόπῳ συμβουλῇ ἐσκευώρητο. Τοῦ γὰρ ἐχθίστου Ἡρῴδου τελοῦντος συμπόσιον τοῦ Ἑαυτοῦ ἀθεμίτου γενεθλίου, μεθ' ὅρκου αἰτήσασθαι παρεσκεύασε, τὴν θαυματόβρυτον τοῦ θεοκήρυκος τιμίαν κεφαλήν, ὃ καὶ τετέλεκεν ὁ παράφρων, θυμελικοῦ ὀρχήματος δοὺς αὐτὴν ἀντίμισθον, εὐορκίας χάριν, ὅμως οὐκ ἐπαύσατο ὁ μύστης τῆς Χριστοῦ παρουσίας, τὴν θεοστυγῆ μίξιν αὐτῶν, καὶ μετὰ τὸ τέλος στηλιτεύειν, ἀλλ' ἐλέγχων ἐβόα· Οὐκ ἔξεστί σοι, λέγων, μοιχεύειν τοῦ ἀδελφοῦ σου Φιλίππου τὴν γυναῖκα. Ὢ γε...

......ΩΣ ΕΝ ΓΕΝΝΗΤΟΙΣ ΓΥΝΑΙΚΩΝ ΜΕΙΖΟΝΑ

Γενεθλίων τελουμένων, τοῦ ἀναιδεστάτου Ἡρῴδου, τῆς ἀσελγοῦς ὀρχηστρίδος, ἐπληροῦτο ἡ διάθεσις τοῦ ὅρκου· τοῦ γὰρ Προδρόμου ἡ κεφαλὴ ἀποτμηθεῖσα, ὡς ὀψώνιον ἐφέρετο, ἐπὶ πίνακι τοῖς ἀνακειμένοις. Ὢ συμποσίου μισητοῦ, ἀνοσιουργήματος καὶ μιαιοφονίας πλήρους! Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν. Ὠρχήσατο ἡ μαθήτρια, τοῦ παμπονήρου διαβόλου, καὶ τὴν κεφαλήν σου Πρόδρομε, μισθὸν ἀφείλετο. Ὢ συμποσίου πλήρους αἱμάτων! Εἴθε μὴ ὤμοσας Ἡρῴδη ἄνομε, ψεύδους ἔκγονε, εἰ δὲ καὶ ὤμοσας, μὴ εὐώρκησας· κρεῖττον γὰρ ψευσάμενον ζωῆς ἐπιτυχεῖν, καὶ μὴ ἀληθεύσαντα, τὴν κάραν τοῦ Προδρόμου ἀποτεμεῖν. Ἀλλ' ἡμεῖς τὸν Βαπτιστήν, ὡς ἐν γεννητοῖς γυναικῶν μείζονα, ἐπαξίως τιμῶντες μακαρίζομεν. Οὐκ ἔδει σε ὦ Ἡρῴδη, τὸν τῆς μοιχείας ἔλεγχον, δι' ἔρωτα σατανικόν, καὶ οἶστρον θηλυμανίας, θανάτῳ κατακρῖναι· οὐκ ἔδει σε τούτου τὴν πάντιμον κάραν, παρανόμῳ γυναικί, δι' ὅρκον ὀρχήσεως, παραδοῦναι σφαλερῶς. Ὤ! πῶς ἐτόλμησας τοιοῦτον φόνον τελέσαι; πῶ...

ΜΝΗΜΗ ΤΗΣ ΑΠΟΤΟΜΗΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῆς ἀποτομῆς τῆς τιμιας Κεφαλῆς τοῦ ἁγίου, ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ, Ἰωάννου. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀποτομῆς τῆς τιμίας κεφαλῆς τοῦ ἁγίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Τέμνει κεφαλὴν χεὶρ μιαιφόνος ξίφει, Τοῦ χεῖρα θέντος εἰς κεφαλὴν Κυρίου. Εἰκάδι ἀμφ' ἐνάτῃ Προδρόμου τάμεν αὐχένα χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὁσίας Θεοδώρας τῆς ἐν Θεσσαλονίκῃ, τῆς ἐξ Αἰγίνης καταγομένης. Ταῖς τοῦ σοῦ Προδρόμου Χριστὲ πρεσβείαις, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΝΟΗΤΩΝ ΔΙΕΚΟΨΑΣ, ΚΕΦΑΛΑΣ ΑΙΘΙΟΠΩΝ, ΠΑΤΕΡ ΜΩΣΗ

Τῶν νοητῶν διέκοψας, κεφαλὰς Αἰθιόπων, Πάτερ Μωσῆ μακάριε τῇ μαχαίρᾳ τῶν θείων, σοῦ προσευχῶν θεοφόρε· νίκης ὅθεν βραβεῖα, παρὰ Χριστοῦ ἀπείληφας· ᾧ καὶ νῦν σὺν Ἀγγέλοις, παρεστηκώς, ἀπαθείας λάμπων φωτοχυσίᾳ σοὺς ὑμνητὰς καὶ πρόσφυγας, λάμπρυνον σαῖς πρεσβείαις.

ΥΠΕΡΦΥΩΣ ΣΥΝΕΛΑΒΕΣ

Ὑπερφυῶς συνέλαβες, ὑπὲρ λόγον ἐκύησας, τὸν Δημιουργὸν τῆς ἀνθρωπίνης φύσεως, γενόμενον ἄνθρωπον, τὸν τοῦ Πατρὸς ἀχώριστον, Δέσποινα ἁγνή· ᾧ μελῳδεῖ πᾶσα κτίσις· Οἱ παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΤΑΙΣ ΠΡΟΣΕΥΧΑΙΣ ΝΕΥΡΟΥΜΕΝΟΣ

Ταῖς προσευχαῖς νευρούμενος, ταπεινώσει ὑψούμενος, τῇ δικαιοσύνῃ, τὴν ψυχὴν λαμπόμενος, ἀγάπῃ κοσμούμενος, πρὸς ἀρετῶν ἀκρώρειαν, πρὸς περιφανὲς Πάτερ ἀνέδραμες ὕψος, κραυγάζων· τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁ μελανὸς μὲν τῷ σώματι, τὴν ψυχὴν φαιδροτέραν δέ, τῶν ἡλιακῶν μαρμαρυγῶν κτησάμενος, δαιμόνων ἠμαύρωσεν, ἐζοφωμένα πρόσωπα, τὰς δὲ τῶν πιστῶν, καταλαμπρύνει καρδίας, αὐτοῦ τῇ ἐκμιμήσει, τῶν θερμῶς μελῳδούντων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τῇ ταπεινώσει πάντοθεν, πεφραγμένος διέφυγες, Πάτερ Αἰθιόπων, νοητῶν τοξεύματα, ἀλείπτης δὲ γέγονας, τῶν μοναστῶν πρὸς πάλην ἐχθρῶν, ἔργοις τε καὶ λόγοις, σὺν αὐτοῖς ἀνακράζων· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΕΝ ΕΡΓΟΙΣ ΟΝΤΩΣ ΤΗΝ ΖΩΗΝ

Ἐν ἔργοις ὄντως τὴν ζωήν, ἀγαθοῖς διατελέσας ἀπέλαβες, τῶν ἀγαθῶν τὴν πηγήν, καὶ τοῦ σοῦ πόθου πέρας κατέλαβες, ἑορταζόντων δὲ ἐν ᾧ, ἡ φωνὴ μετ' αἰνέσεως, χαίρων ἐσκήνωσας, ἀξιάγαστε Μωσῆ Πάτερ Ὅσιε. Στάζουσι Πάτερ γλυκασμόν, ὠφελείας οἱ τῶν πόνων ἱδρῶτές σου, καὶ τὴν πικρίαν ἡμῶν τῶν παθημάτων ἀποδιώκουσιν, ἀναβλυστάνουσιν ἡμῖν ἰάσεις τὰ λείψανα, καὶ σηπεδόνας κακῶν, καὶ ψυχῶν τὸν μολυσμὸν ἐκκαθαίρουσιν. Στεφάνοις ἔστεψε Χριστός, ἀμαράντοις σου τὴν κάραν θεσπέσιε, νενικηκότος στερρῶς, τὰς παρατάξεις τοῦ κοσμοκράτορος, καὶ τῶν Ὁσίων τοῖς χοροῖς, ὁσίως ἠρίθμησε, μεθ' ὧν ἱκέτευε, λυτρωθῆναι πειρασμῶν τοὺς τιμῶντάς σε.

ΛΥΜΗΣ ΠΑΘΩΝ ΚΕΚΑΘΑΡΜΕΝΟΣ, ΤΑΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ

Λύμης παθῶν κεκαθαρμένος, τὰς τοῦ Πνεύματος ἀστράπτων λαμπηδόνας, πρὸς τὸ φῶς ἀληθῶς, τὸ ἄϋλον μετέβης, ἔνθα χοροὶ μακάριε, ἀσκητῶν εἰς τοὺς αἰῶνας. Πᾶσαν ἐξέφυγες κακίαν, ᾠκειώσω δὲ καλῶν τὴν μετουσίαν, καὶ τερπνῷ ἐφετῷ, ἀΰλῳ συνεκράθης, ἀναβοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ. Πόνοις ἀσκήσεως ἀμέτροις, τὴν ἐπίπονον ἐξήρανας ἀπάτην, θεοφόρε· διό, τὴν ἄπονον ἐφεῦρες, τῶν ἀγαθῶν ἀπόλαυσιν, εὐλογῶν σου τὸν Δεσπότην.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΩΣΕΩΣ ΤΟΥ ΑΙΘΙΟΠΟΣ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μωσέως τοῦ Αἰθίοπος. Φήσεις τὸ ῥητὸν καὶ θανών, Μωσῆ μέλα. «Ἄνθρωπος ὄψιν, καὶ Θεὸς τὴν καρδίαν». Θάψαν ἐν εἰκάδι Μωσῆν ὀγδόῃ Αἰθιοπῆα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου τοῦ Νέου. Τράχηλον Ἀκάκιος ἐκτμηθεὶς ξίφει, Ψυχῆς τὸ λευκὸν μηνύων, βλύζει γάλα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Διομήδους καὶ Λαυρεντίου. Διττοῖς ἀθληταῖς προσδεθεῖσι πλατάνῳ, Ταθέντα τόξα, πλατάνων κενοὶ ψόφοι. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ δίκαιος Ἐζεκίας ὁ Βασιλεὺς ἐν εἰρήνῃ τελειοῦται. Εἰ δακρύσας ἦν Ἐζεκίας, ὡς πάλαι, Ζωῆς ἂν ἄλλην εὗρε προσθήκην πάλιν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας Ἄννης, τῆς θυγατρὸς Φανουήλ. Οὐ γῆς ἀπῆρεν ἡ Φανουὴλ θυγάτηρ, Ἕως ἐφ' αὐτῆς εἶδε τὸν Θεὸν βρέφος. Οἱ ἅγιοι τριάκοντα τρεῖς μάρτυρες, οἱ ἐξ Ἡρακλείας, πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ, ΤΗΣ ΕΡΗΜΟΥ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Ποιμὴν Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΙ ΣΕ ΝΥΝ ΠΟΙΜΗΝ ΟΝΟΜΑΣΩΜΕΝ

Τὶ σὲ νῦν Ποιμὴν ὀνομάσωμεν, μοναστῶν ὑπογραμμόν, καὶ ἰαμάτων αὐτουργόν, ἐγκρατείας ταῖς πληγαῖς, πάθη μαστίξαντα ψυχῆς, πολίτην, τῶν Ἀγγέλων καὶ συνόμιλον, τῆς ἄνω, μητροπόλεως οἰκήτορα, τῶν ἀρετῶν ἐνδιαίτημα, τὸν τῆς ἐρήμου κοσμήτορα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε νῦν Ποιμὴν πρεσφθεγξώμεθα; τῆς ἐρήμου πολιστήν, καὶ ἡσυχίας ἐραστήν, τῶν παθῶν ἐκμειωτήν, καὶ μοναστῶν καθηγητήν, πλημμύραν, διδαγμάτων θείου Πνεύματος, φωστῆρα, διακρίσεως ἀκοίμητον, θαυματουργὸν ἀληθέστατον, πάθη ποικίλα ἰώμενον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Λύχνος διακρίσεως γέγονας, καταυγάζων τὰς ψυχὰς τῶν προσιόντων σοι πιστῶς, καὶ τὴν τρίβον τῆς ζωῆς, ὑποδεικνὺς αὐτοῖς σοφέ· διὸ σε ἐν αἰνέσει μακαρίζομεν, τελοῦντες, τὴν ἁγίαν σου πανήγυριν, Ποιμὴν Πατέρων τὸ καύχημα, ἀσκητῶν ἐγκαλλώπισμα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΘΕΙΑΙΣ ΣΧΟΛΑΖΩΝ ΘΕΩΡΙΑΙΣ

Θείαις σχολάζων θεωρίαις, λαμπρυνόμενος ἀΰλοις θεαυγίαις, καὶ ἡμέρας υἱός, καὶ φῶς τῶν ἐν σκότει, ὡς ἀληθῶς γεγένησαι, θεοφόρε εἰς αἰῶνας. Ἤρθης πρὸς ὕψος ἀπαθείας, μετὰ σώματος Ἀγγέλους ἐμιμήσω, Παραδείσου τρυφῆς, ἐγένου κληρονόμος, ἀναβοῶν μακάριε· ὁ Θεὸς εὐλογητὸς εἶ. Λάμπων ἀκτῖσιν ἀπαθείας, ἀπημαύρωσας δαιμόνων ἐπηρείας, καὶ τῆς τούτων πολλούς, κακώσεως ἐρρύσω, ἀναβοῶντας Ὅσιε· ὁ Θεὸς εὐλογητὸς εἶ.

ΕΔΥΣ ΜΕΝ ΟΙΑ ΠΕΡ ΑΣΤΗΡ

Ἔδυς μὲν οἷά περ ἀστήρ, ἀπὸ κόσμου πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ ἥλιον, καὶ ὡς ἀκτῖνας τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τὴν ψυχῶν ἀμαυρότητα. Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος ἀοίδιμε γέγονε· καὶ γὰρ ὁσίως ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαίωμα Ποιμήν, τηρήσας ἀλώβητα· ὅθεν ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον. Ταῖς θείαις Πάτερ καλλοναῖς, ἐνηδόμενος καὶ θέσει θεούμενος, καὶ τῷ μεγάλῳ φωτί, πεφωτισμένος νῦν παριστάμενος, καὶ ἀκροτάτῳ ἐφετῷ, ἐγγίζων τρανότερον, τῶν σὲ τιμώντων Ποιμήν, καὶ τελούντων σου τὴν μνήμην μνημόνευε.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΟΙΜΕΝΟΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποιμένος. Ὡς ἐκ λύκου χαίνοντος ἡρπάγη βίου, Ποιμήν, τὸ θρέμμα τοῦ μεγίστου ποιμένος. Ποιμένα εἰς μέγαν ἑβδόμῃ εἰκάδι ᾤχετο Ποιμήν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Λιβερίου Πάππα Ῥώμης. Τὸν πλοῦτον ἀντλεῖν Λιβέριος νῦν ἔχει, Ὃν οὐρανοῖς ἦν ἐμφρόνως θησαυρίσας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Ὁσίου, Ἐπισκόπου Κουδρούβης. Τὴν κλῆσιν εἰπὼν Ὅσιε τὴν σὴν μόνην Πληρῶ θανόντι ἔπαινὸν σοι τὸ χρέος. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ὑπὸ τοῦ Ἁγίου Φιλίππου βαπτίσεως τοῦ Αἰθίοπος Εὐνούχου. Ἀνὴρ ἐλέγχει τὴν παροιμίαν Σπάδων. Λευκαίνεται γάρ, καὶ πεφυκὼς Αἰθίοψ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα ἡ Νέα, τρίχινον ῥάκος ἐνδυθεῖσα καὶ εἰς φρέαρ ῥιφθεῖσα, τελειοῦται. Ὁ μανδύας σοι πῖλος, ἡ πόρπη πέτρα· Μεθ' ὧν ὑπῆλθες, Ἀνθοῦσα, βαθὺ φρέαρ. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου μάρτυρος Φανουρίου ἀναφανέντος ἐν ἔτει 1500. Φ...

ΘΑΒΩΡ 2012

Εικόνα
ΠΗΓΗ : ΡΩΜΙΟΣΥΝΗ ΤV  http://youtu.be/rgXzuzluvfw

ΑΔΡΙΑΝΟΣ Ο ΠΑΝΣΟΦΟΣ

Ἀδριανὸς ὁ πάνσοφος, καὶ ἀήττητος μάρτυς, ὡς ἀθλητῶν ἑδραίωμα, παρ' ἡμῶν δοξαζέσθω, σὺν τῇ σεπτῇ Ναταλίᾳ, τούτοις τε συνεκλάμπει, μαρτύρων δῆμος Ἅγιος, φάλαγξ τροπαιοφόρος, ὧν τὴν λαμπράν, ἐκτελοῦντες μνήμην τούτους ὑμνοῦμεν· καὶ γὰρ αὐτοὶ πρεσβεύουσι, τῷ Χριστῷ ὑπὲρ πάντων.

ΑΔΡΙΑΝΕ ΓΕΝΝΑΙΟΤΑΤΕ,,,

Ἀδριανὲ γενναιότατε, τῆς τοῦ Δεσπότου φωνῆς, πληρωτὴς ἐχρημάτισας, κοσμικὴν τερπνότητα, ἀποθέμενος ἅπασαν, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων ἀράμενος, τῶν παθῶν τούτου κοινωνὸς γέγονας· ἐν ἀμφοτέροις γάρ, ὤφθης ὄντως δόκιμος· ὅθεν πιστοί, σήμερον γεραίρομεν, τὴν θείαν μνήμην σου. Ἀδριανὲ καρτερώτατε, πελάγει τῶν αἰκισμῶν, συνεχῶς κυματούμενος, πηδαλιουχοῦσάν σε, σοῦ τὴν σύνοικον ἔσχηκας, καὶ πρὸς γαλήνης, ὅρμον ἰθύνουσαν, τῇ ἄνω πόλει προσεμβιβάζουσαν, ἐν ᾗ πανεύφημε, μάρτυς αὐλιζόμενος, ὑπὲρ ἡμῶν, πρέσβευε δεόμεθα, τῶν εὐφημούντων σε. Μέχρι δεσμῶν καὶ στρεβλώσεων, καὶ τῶν μελῶν ἐκκοπῆς, καρτερῶς ἀνθιστάμενοι, τὰς ψυχὰς τῷ Κτίσαντι, ἀποδόντες εἰλήφατε, τὴν αἰωνίαν ὄντως ἀνάπαυσιν, καὶ τὴν ἀγήρω μακαριότητα. Ὢ ἧς ἐτύχατε, θείας ἀντιδόσεως παρὰ Χριστοῦ, μάρτυρες πανένδοξοι, σεβασμιώτατοι! Ὁ πάντα προγινώσκων Κύριος, ἀρρήτῳ προμηθείᾳ σε μάρτυς, ὡς εὔκαρπον κλῆμα προσήκατο, ξίφει μαρτυρίου ποικίλως τεμνόμενον, καρτερίας δαψιλοῦς ἐπιφέροντα καρπούς, ἐξ ὧν τρέφονται πιστῶν καρδίαι, τῶν εὐ...

ΜΕΛΩΝ ΣΤΡΕΒΛΩΣΕΙΣ ΔΕΙΝΩΝ ΕΠΙΤΑΣΙΣ

Μελῶν στρεβλώσεις δεινῶν ἐπίτασις, ξίφος οὐ πῦρ οὐ θάνατος, σαρκὸς ὁ ἐπίκηρος, τοῦ Χριστοῦ τῆς ἀγάπης χωρίσαι ὑμᾶς, ἔνδοξοι ἀθλοφόροι, ὅλως οὐκ ἴσχυσεν· ὅθεν εἰς αἰῶνας, σὺν αὐτῷ ἀεὶ εὐφραίνεσθε. Στρατὸς ἐχθροῖς πᾶσιν ἀπροσμάχητος, πόλις Θεοῦ, καὶ κατωχυρωμένον βασίλειον, κεκλεισμένος Παράδεισος ἄσυλος, φάλαγξ τροπαιοφόρος, δῆμος θεόλεκτος, στῦλοι Ἐκκλησίας, ἀρραγεῖς μάρτυρες ὤφθητε. Λαμπὰς θεόφωτος ἄστρα φαίνοντα, λύχνος ἡμῖν τὸ φῶς τῆς εὐσεβείας πυρσεύοντες, τοῦ ἡλίου τῆς δόξης αὐγάσματα, τέκνα τῆς ἀνεσπέρου μακαριότητος, μάρτυρες ἐδείχθητε, Χριστοῦ σεβασμιώτατοι. Πηγὴ ναμάτων πλήρης τοῦ Πνεύματος, καὶ ποταμὸς ἐνθέων, χαρισμάτων πληρούμενος, καὶ κρατὴρ ἀθλήσεως, προχέων κρουνούς, πέλαγος σωτηρίας, μάρτυρες ὤφθητε, ζάλης πειρασμῶν, παντοδαπῶν ἡμᾶς λυτρούμενοι. Χοροῖς μαρτύρων Χριστοῦ πανεύφημε, παρεστηκὼς τῷ θρόνῳ, τοῦ τῶν ὅλων δεσπόζοντος, τοὺς τελοῦντας σὴν μνήμην περίσῳζε, πίστει καὶ προθυμίᾳ, πάντων λυτρούμενος, τῶν παρενοχλούντων, πειρασμῶν ταῖς ἱκεσίαις σου.

ΤΗΝ ΠΑΣΑΝ ΕΛΠΙΔΑ

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

ΑΚΑΘΑΙΡΕΤΟΙ ΩΣ ΠΥΡΓΟΙ

Ἀκαθαίρετοι ὡς πύργοι ἀνεδείχθητε, Σιὼν τῆς ἄνω μάρτυρες, ἐδαφίσαντες, ἑλεπόλεις πάσας τοῦ ἐχθροῦ, μοχλῷ τῆς ἀθλήσεως ὑμῶν· διὸ τιμῶμεν εὐσεβῶς ὑμῶν τήν μνήμην ἀεί. Βοηθός, Ἀδριανῷ ἡ Ναταλία ὡς καὶ σύμψυχος, παρὰ Θεοῦ δεδώρηται, ἀνελκύουσα, ἐμπαρέντα τοῦτον τῷ βυθῷ, τῆς πλάνης καὶ πείθουσα βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ὡς πολύτιμον θησαύρισμα τοῦ μάρτυρος, τὴν χεῖρα θησαυρίσασα, οὐ προέδωκας, σωφροσύνης σου τὸν θησαυρόν, συλῆσαι τοῖς σπεύδουσι Σεμνή, κυβερνωμένη τῇ χειρὶ τοῦ τῶν ἁπάντων Θεοῦ.

ΜΑΡΤΥΡΩΝ ΑΔΡΙΑΝΟΥ ΚΑΙ ΝΑΤΑΛΙΑΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀδριανοῦ καὶ Ναταλίας. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων, Ἀδριανοῦ καὶ Ναταλίας καὶ τῆς συνοδίας αὐτῶν. Ἀδριανοῦ τέμνουσι χεῖρας καὶ πόδας Χεῖρες πονηρῶν, ὧν φονοδρόμοι πόδες. Ἐν τῷ βίῳ σύνευνος, ἐν δὲ τῷ πόλῳ Ἀδριανῷ σύσκηνος ἡ Ναταλία. Ἀδριανὸς τμήθη χεῖρας πόδας εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ οἱ συναθλήσαντες τῷ Ἁγίῳ Ἀδριανῷ ξίφει τελειοῦνται. Τέμνουσιν ἀνδρῶν εἰκοσιτριῶν ἄκρα, Τὰ τετράκις τοσαῦτα χεῖρας καὶ πόδας. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἀττικοῦ καὶ Σισινίου καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰβιστίωνος. Συσταδιοδρομοῦσιν ἀθληταὶ δύο, Ξίφους δραμόντες στάδιον κουφοδρόμως. Ῥυφθεὶς ὑσσώπῳ δακρύων, Ἰβιστίων, Εὔθυμος εἰς ἄδακρυ χωρεῖς χωρίον. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη ἑτέρου μάρτυρος Ἀδριανοῦ. Ἀδριανὸν τμηθέντα κοσμήσει στέφος, Ἐν τῇ μεγίστῃ τῶν στεφάνων ἡμέρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάσαφ, υἱοῦ Ἀβενὴρ τοῦ Βασιλέως. Ζήλῳ τὰ βασίλεια Παμβασιλέως, ᾬκησεν υἱὸς γη...

ΚΑΘΟΔΟΣ ΣΤΗ ΓΕΣΘΗΜΑΝΗ

Εικόνα
ΠΗΓΗ ΡΩΜΙΟΣΥΝΗ ΤV : http://youtu.be/BgWAkeBNWP4

ΑΓΕΙ ΕΟΡΤΗΝ, ΤΗ ΜΝΗΜΗ ΣΟΥ ΣΗΜΕΡΟΝ, ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΧΟΡΟΣ

Ἄγει ἑορτήν, τῇ μνήμῃ σου σήμερον, τῶν Ἀποστόλων χορός, μάρτυρες ἀγάλλονται, καὶ τῶν δικαίων πάντων τὰ πνεύματα, οἱ δὲ πιστοὶ τοῖς ὕμνοις σε καταγεραίρομεν, καὶ βοῶμεν· Πάσης ἡμᾶς θλίψεως, μαθητὰ τοῦ Χριστοῦ ἀπολύτρωσαι. Τὸ διὰ Σταυροῦ, μακάριον ἔνδοξε, τέλος δεξάμενος, σύμμορφος γεγένησαι, τῶν παθημάτων τοῦ Διδασκάλου σου, καὶ κοινωνὸς λαμπρότατος, καὶ θείας δόξης ἀεί, σὺν Ἀγγέλοις τούτῳ παριστάμενος, καὶ ἀρρήτου φωτὸς ἀξιούμενος. Ἡ πλησιφαής, καὶ εὔσημος μνήμη σου, ἡμῖν ἐπέλαμψεν, ἅπαντας φωτίζουσα, Χριστοῦ αὐτόπτα Βαρθολομαῖε σοφέ, ἐν ᾗ παρακαλοῦμέν σε, μνήσθητι πάντων ἡμῶν, ἐναντίας πάσης περιστάσεως, ταῖς εὐχαῖς σου ἡμᾶς ἐκλυτρούμενος.

ΩΦΘΗΣ ΜΕΓΑΣ ΗΛΙΟΣ, ΤΗ ΟΙΚΟΥΜΕΝΗ, ΔΙΔΑΓΜΑΤΩΝ ΛΑΜΨΕΣΙ, ΚΑΙ ΘΑΥΜΑΣΙΩΝ ΦΟΒΕΡΩΝ

Ὤφθης μέγας ἥλιος, τῇ οἰκουμένῃ, διδαγμάτων λάμψεσι, καὶ θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμῶντάς σε, Βαρθολομαῖε, Κυρίου Ἀπόστολε.

ΤΗΝ ΙΕΡΑΝ ΚΑΤΑΘΕΣΙΝ

Τὴν ἱερὰν κατάθεσιν, τοῦ σεπτοῦ σου λειψάνου, Βαρθολομαῖε πάνσοφε, ἑορτάζοντες πόθῳ, ἀνευφημοῦμέν σε πίστει· ἐξ Ἑῴας γὰρ μάκαρ, πρὸς νῆσον τῆς Λιπάρεως, παραδόξως ἐκπλεύσας, ταῖς θαυμασταῖς, σοῦ πορείαις ἅπασαν τὴν Ἑσπέραν, ἐφώτισας Ἀπόστολε, τοῦ Χριστοῦ Θεοκήρυξ.

ΤΟΝ ΕΠΙ ΓΗΣ ΟΦΘΕΝΤΑ

Τὸν ἐπὶ γῆς ὀφθέντα Σωτῆρα καταγγείλας ἐν κόσμῳ, τῆς αὐτοῦ ἀψευδοῦς Θεότητος ἐχρημάτισας φίλος οἰκεῖος καὶ κληρονόμος· ὅθεν πίστει προσπίπτων, σὲ ἱκετεύω, ὅπως ταῖς σαῖς ἱκεσίαις παράσχῃς μοι ἄφεσιν, διώκων τὴν ἀχλυώδη τῆς ψυχῆς μου σκοτόμαιναν ἔνδοξε, τοῦ ἐπαξίως ὑμνῆσαί σε, καὶ βοᾶν σοι ἀπαύστως Ἀπόστολε. Μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.

ΡΑΝΙΣΙΝ ΑΙΜΑΤΩΝ ΣΟΥ ΕΣΒΕΣΘΗ, ΤΟ ΠΥΡ ΤΗΣ ΑΠΑΤΗΣ ΤΟ ΑΛΛΟΤΡΙΟΝ...

Ῥανίσιν αἱμάτων σου ἐσβέσθη, τὸ πῦρ τῆς ἀπάτης τὸ ἀλλότριον, νόσοι ἐδιώχθησαν, δαίμονες ἠλάθησαν, τῇ πρὸς Θεὸν δεήσει σου, Τίτε' Ἀπόστολε· διὸ σε ὡς θεράποντα θεῖον, τοῦ παμβασιλέως, Χριστοῦ ἀνευφημοῦμεν. Ὅλος τῷ Θεῷ ἱερωμένος, καὶ θείαις ἠγλαϊσμένος Τίτε χάρισι, Λόγον τὸν σωτήριον, πᾶσι διετράνωσας, τὸν ἀλογίας πάνσοφε, ἡμᾶς ῥυσάμενον, τοὺς πίστει ἀληθεῖ εὐλογοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας. Φωτὸς καθαρώτατον δοχεῖον, ἐγένου καταφωτίσας τὴν ὑφήλιον, θείοις ἀμαρύγμασι, Τίτε ἀξιάγαστε, καὶ ἀμαυρώσας ἔντασιν, παρανομούντων ἐχθρῶν, τὸν Κύριον ὑμνεῖτε ἐβόας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΗΣ ΕΠΑΝΟΔΟΥ ΤΟΥ ΛΕΙΨΑΝΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΒΑΡΘΟΛΟΜΑΙΟΥ, ΚΑΙ ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΤΙΤΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου Ἁγίου Ἀποστόλου Βαρθολομαίου, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρθολομαίου. Ἵνα τρυγῶμεν ἄφθονον πιστοὶ χάριν, Βαρθολομαῖος εὑρέθη κεκρυμμένος. Σὸν νέκυν εἰκάδι Βαρθολομαῖε ἐφεῦρον πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Ἴτω παρ' ἡμῶν καὶ Τίτῳ βραχὺς τίτλος, Τούτου τελευτὴν τὴν ἐν εἰρήνῃ φέρων. Οὐράνιον δάπεδον λάχες εἰκάδι Τίτ' ἑνὶ πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήιμη τῶν Ἁγίων Πατέρων ἡμῶν Μηνᾶ, Ἐπιφανίου, Γενναδίου καὶ Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.Ὁ κόσμος ἐκλέλοιπε τῆς Ἐκκλησίας. Μηνᾶς γὰρ ἐκλέλοιπεν ἐκ τῶν ἐνθάδε, Σπάσας τελευτῆς Ἐπιφάνιος μέθυ, Κεῖται τραπεὶς εἰς ὕπνον εὐθὺς τῷ κάρῳ. Ἐπιφανίῳ, Γενναδίῳ ποιμέσι Χριστοῦ, Ἰωάννη τε ὕμνον προσφέρω. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς....

Ιερά Μονή Αγίου Κοσμά του Αιτωλού - Αρναία Χαλκιδικής

Εικόνα
ΠΗΓΗ : 4Ε ΕΚΚΛΗΣΙΑΣΤΙΚΗ ΤΗΛΕΟΡΑΣΗ :  http://youtu.be/VTTMvPJGeyU

ΜΑΡΤΥΣ ΕΥΤΥΧΗ ΜΑΚΑΡΙΕ, ΜΑΘΗΤΕΥΘΕΙΣ

Μάρτυς Εὐτυχῆ μακάριε, μαθητευθεὶς ἱερῶς, τῷ τοῦ Λόγου σεπτῷ μαθητῇ, Θεολόγῳ κήρυκι, πρὸς αὐτοῦ πᾶσαν μύησιν, ἱερωτάτην ἤδη μεμύησαι, καὶ φῶς ὡράθης, φωτίζων χάριτι, πᾶσαν διάνοιαν, ταῖς θεολογίαις σου ταῖς ἱεραῖς· ὅθεν τὴν ἁγίαν σου, μνήμην γεραίρομεν. Πλάνης καθεῖλες ὀχύρωμα, ἀναμοχλεύσει στερρᾶς, καρτερίας πανόλβιε, καὶ δεσμὰ ὑπήνεγκας, καὶ ἀοίδιμον θάνατον· ἀθανασίας ὅθεν ἐπέτυχες, χοροῖς μαρτύρων, Ἀγγέλων τάξεσι, συναυλιζόμενος, καὶ μεθέξει κρείττονι θεοπρεπῶς, κάλλιστα θεούμενος, καὶ τελεώτατα. Ἐν τῇ φρουρᾷ κεκλεισμένος ὤν, ἄρτον ἐδέξω ζωῆς, οὐρανόθεν ἀοίδιμε, ἐμβληθεὶς εἰς φλόγα δέ, ἀδιάφλεκτος ἔμεινας, πληγὰς ὑπέστης, δεινῶς ξεόμενος, ὁρμὰς θηρίων, εὐχαῖς ἐπράϋνας, ξίφει τὴν κάραν σου, ἀπετμήθης αἵματι πρὸς οὐρανόν, ἀνακουφιζόμενος, ὡς θείῳ ἅρματι.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ, ΚΑΙ ΤΗΣ ΓΗΣ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν».

ΙΑΣΕΙΣ ΑΝΑΒΛΥΖΕΙΣ ΠΑΝΤΟΔΑΠΑΣ

Ἰάσεις ἀναβλύζεις παντοδαπάς, καὶ νοσήματα παύεις βαρύτατα, πρὸ τοῦ Χριστοῦ, χάριν κομισάμενος ἀληθῆ, καλῶς ἀγωνισάμενος, καὶ καταπαλαίσας τοὺς δυσμενεῖς, θεόφρον ἀθλοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ τῶν μαρτύρων ἀκροθίνιον. Ὡραῖος τοῖς ἀγῶσιν ἀποφανθείς, πρὸς ὡραίους νυμφῶνας ἐσκήνωσας, ἀποτμηθείς, ξίφει τὴν ἁγίαν σου κεφαλήν, ἣν Ἰησοῦς κατέστεψε, νίκης διαδήματι εὐπρεπεῖ, φωστὴρ τῆς Ἐκκλησίας, κραταίωμα καὶ κλέος, τῶν εὐσεβῶς μακαριζόντων σε. Συνέτριψας τὸ κράτος τοῦ πονηροῦ, Εὐτυχῆ ἀθλοφόρε πανεύφημε, καὶ κατ' αὐτοῦ τρόπαιον ἐστήσω νεανικῶς, καὶ νικητὴς πανάριστος, ἤδη χρηματίζεις ἐν οὐρανοῖς, τῷ θρόνῳ τῆς Τριάδος, πολλῇ σὺν παρρησίᾳ, λελαμπρυσμένος παριστάμενος. Ἡ μνήμη σου ἡ θεία καὶ φωταυγής, ὑπὲρ ἥλιον πάσιν ἐξέλαμψε, φωτιστικαῖς, λάμψεσι φωτίζουσα τοὺς πιστῶς, καὶ εὐσεβῶς ἑκάστοτε, ταύτην ἑορτάζοντας Εὐτυχῆ· ἐν ᾗ σε δυσωποῦμεν, ὡς ἔχων παρρησίαν, τὴν σωτηρίαν ἡμῶν αἴτησαι.

ΚΑΙ ΤΡΟΠΩΝ..... ΙΕΡΟΜΑΡΤΥΣ ΕΥΤΥΧΙΕ....ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ.

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Εὐτυχῆ. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΤΥΧΟΥΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ, Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας. Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτῃ Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος. Ἕλξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα, Ἐδὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου. Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει, Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει. Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου. Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου, Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα. Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἔν γε τετάρτῃ. Ὁ ἅγιος νέος Ἱερομάρτυς καὶ ἰ...

ΔΕΥΤΕ ΑΝΥΜΝΗΣΩΜΕΝ... ΟΤΕ ΕΞΕΔΗΜΗΣΑΣ ΘΕΟΤΟΚΕ

Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· Εὐλογημένη σὺ ἐν γυναιξί, Μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου. Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεόν, τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε, καὶ ἀπειρόγαμε. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτήν. Δαυϊτικὴν ᾠδὴν σήμερον λαοί, ᾄσωμεν Χριστῷ τῷ Θεῷ. Ἀπενεχθήσονται φησί, τῷ Βασιλεῖ παρθένοι ὀπίσω αὐτῆς, ἀπενεχθήσονται ἐν εὐφροσύνῃ καὶ ἀγαλλιάσει. Ἡ γάρ ἐκ σπέρματος Δαυΐδ, δι' ἧς ἡμεῖς ἐθεώθημεν, ἐν ταῖς χερσὶ τοῦ ἑαυτῆς Υἱοῦ καὶ Δεσπότου, ἐνδόξως καὶ ὑπὲρ λόγον μετατίθεται, ἣν ὡς Μητέρα Θεοῦ...

Ο ΠΑΝΤΙΜΟΣ ΧΟΡΟΣ, ΤΩΝ ΣΟΦΩΝ ΑΠΟΣΤΟΛΩΝ

Ὁ πάντιμος χορός, τῶν σοφῶν Ἀποστόλων, ἠθροίσθη θαυμαστῶς, τοῦ κηδεῦσαι ἐνδόξως, τὸ σῶμά σου τὸ ἄχραντον, Θεοτόκε Πανύμνητε, οἷς συνύμνησαν, καὶ τῶν Ἀγγέλων τὰ πλήθη, τὴν Μετάστασιν, τὴν σὴν σεπτῶς εὐφημοῦντες, ἣν πίστει ἑορτάζομεν.

ΠΕΠΟΙΚΙΛΜΕΝΗ ΤΗ ΘΕΙΑ ΔΟΞΗ

«Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεὴς Παρθένε μνήμη σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων τῷ σῷ, ᾄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται». Ἀμφεπονεῖτο ἀΰλων τάξις, οὐρανοβάμων ἐν Σιὼν τὸ θεῖον σῶμά σου, ἄφνω δὲ συρρεύσασα, τῶν Ἀποστόλων ἡ πληθύς, ἐκ περάτων Θεοτόκε, σοὶ παρέστησαν ἄρδην, μεθ' ὧν ἄχραντε, σοῦ τὴν σεπτήν, Παρθένε μνήμην δοξάζομεν. Νικητικὰ μὲν βραβεῖα ἤρω, κατὰ τῆς φύσεως Ἁγνή, Θεὸν κυήσασα, ὅμως μιμουμένη δέ, τὸν ποιητήν σου καὶ Υἱόν, ὑπὲρ φύσιν ὑποκύπτεις, τοῖς τῆς φύσεως νόμοις· διὸ θνῄσκουσα, σὺν τῷ Υἱῷ ἐγείρῃ διαιωνίζουσα.

ΤΕΙΧΙΣΟΝ ΜΟΥ ΤΑΣ ΦΡΕΝΑΣ ΣΩΤΗΡ ΜΟΥ

Τείχισόν μου τὰς φρένας Σωτήρ μου· τὸ γὰρ τεῖχος τοῦ κόσμου ἀνυμνῆσαι τολμῶ, τὴν ἄχραντον Μητέρα σου, ἐν πύργῳ ῥημάτων ἐνίσχυσόν με, καὶ ἐν βάρεσιν ἐννοιῶν ὀχύρωσόν με· σὺ γὰρ βοᾷς τῶν αἰτούντων πιστῶς τὰς αἰτήσεις πληροῦν. Σὺ οὖν μοι δώρησαι γλῶτταν, προφοράν, καὶ λογισμὸν ἀκαταίσχυντον· πᾶσα γὰρ δόσις ἐλλάμψεως παρὰ σοῦ καταπέμπεται φωταγωγέ, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΟΥΠΠΟΥ.

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λούππου. Ὑπῆρχε Λοῦππος δοῦλος, ἐκ δὲ τοῦ ξίφους Ἐλεύθερος προσῆλθε τῷ Χριστῷ φίλος. Εἰκάδι ἐν τριτάτῃ πέφνε Λοῦππον φασγάνου ἀκμή. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Σιρμίου. Τμηθεὶς μετέσχε νεκρικῶν ὁ Σιρμίου, Λουτρῶν σχεδίων αἱμάτων ποταμίων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εἰρηναίου, Ἐπισκόπου Λουγδούνων. Σπεύδει λιπεῖν γῆν ἐκ ξίφους Εἰρηναῖος. Ἐρωτιᾷ γὰρ τῶ πρὸς οὐρανοὺς πόθῳ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Καλλινίκου, Πατριάρχου Κωνσταντινουπόλεως. Καλλίνικος μένουσαν ἡδονὴν μένων, Πρὸς τὴν τελευτὴν οὐκ ἀηδῶς ἦν ἔχων. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, οἱ ἐν Θράκῃ, ξίφει τελειοῦνται. Ἤνεγκε τριπλῆ μαρτύρων δεκὰς ξίφος, Ἔχουσα καὶ σύναθλον ἁπλὴν ὀκτάδα. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΚΛΗΣΙΝ ΑΓΑΘΗΝ, ΚΕΚΤΗΜΕΝΟΣ

Τὴν κλῆσιν ἀγαθήν, κεκτημένος θεόφρον, ἀνδρῶν τῶν πονηρῶν, ἀπεστράφης τὸ σέβας, μὴ πτήξας κολάσεων, εἶδος πᾶν, Ἀγαθόνικε· ὅθεν γέγονας, τῶν ἀγαθῶν κληρονόμος, καὶ ἀπείληφας, σὺν τοῖς συνάθλοις ἀξίως, τὸν ἄφθαρτον στέφανον.

ΑΓΑΘΟΝΙΚΟΥ ΜΑΡΤΥΡΟΣ, ΤΗΝ ΥΠΕΡΦΩΤΟΝ ΜΝΗΜΗΝ, ΛΑΜΠΡΟΦΑΝΩΣ

Ἀγαθονίκου μάρτυρος, τὴν ὑπέρφωτον μνήμην, λαμπροφανῶς τελέσωμεν, ἣν συνῆψεν ἡ χάρις, τῇ τῆς Πανάγνου Κοιμήσει· Οὗτος γὰρ ὁ γενναῖος, τυράννους μὲν κατῄσχυνεν, ἐναθλῶν στερροψύχως, τῷ δὲ Χριστῷ, χαίρων νῦν παρίσταται στεφηφόρος, ὑπὲρ ἡμῶν δεόμενος, τῶν αὐτὸν εὐφημούντων.

ΑΠΟΣΤΟΛΟΙ ΕΚ ΠΕΡΑΤΩΝ, ΣΥΝΑΘΡΟΙΣΘΕΝΤΕΣ ΕΝΘΑΔΕ

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σύ, Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

ΙΕΡΩΤΑΤΑΙΣ ΧΟΡΕΙΑΙΣ, ΤΩΝ ΙΕΡΩΝ ΑΠΟΣΤΟΛΩΝ....

Ἱερωτάταις χορείαις, τῶν ἱερῶν Ἀποστόλων, καὶ συναυλίαις Ἀθλητῶν, καὶ Ὁσίων ἀγέλαις, καὶ Προφητῶν ἀριθμηθείς, σοφὲ Ἀγαθόνικε, γηθόμενος, σὺν αὐτοῖς τῇ Τριάδι, στεφηφόρος, νῦν παρίστασαι φαιδρῶς. Ὡς θαυμαστός σου ὁ ζῆλος, ὡς σταθερά σου ἡ πίστις, ὡς ἀγαθὴ ἡ πρὸς Θεόν, σοῦ πεποίθησις μάρτυς, ὡς φωταυγής σου ἡ ζωή, ὡς χάριτος ἔμπλεως ὁ θάνατος, ἀθανάτου σε δόξης, ἀθλοφόρε, ἐκτελέσας κοινωνόν. Σὲ τοῦ Χριστοῦ τὸ ἀρνίον, τὸ ἱερώτατον θῦμα, τῶν ἀθλητῶν τὴν καλλονήν, τῶν θαυμάτων τὴν βρύσιν, τῆς Ἐκκλησίας τὸ τερπνόν, θεόφρον ἀγλάϊσμα, τὸ στήριγμα, τῶν πιστῶν εὐφημοῦμεν, κατὰ χρέος, Ἀγαθόνικε σοφέ. Ἡ παναγία σου μνήμη, καθαγιάζουσα κόσμον, νῦν ἐπεδήμησεν ἡμῖν, παναοίδιμε μάρτυς, ἐν ᾗ δεόμεθᾳ τυχεῖν, τῆς σῆς ἀντιλήψεως, τιμῶντές σε, Ἀγαθόνικε πόθῳ, ὡς τοῦ Λόγου, ἀγαθὸν θεραπευτήν.

ΕΚ ΤΟΠΟΥ ΣΥΡΟΜΕΝΟΣ, ΕΙΣ ΤΟΠΟΝ ΑΘΛΗΤΑ

Ἐκ τόπου συρόμενος, εἰς τόπον ἀθλητά, τὴν γῆν καθηγίασας, τοῖς βήμασι τοῖς σοῖς, καὶ κλίνας αὐχένα ξίφει τέμνοντι σαρκὸς διεζεύχθης, καὶ τῷ Θεῷ ἡνώθης. Μαστίγων παντοίων τε, βασάνων τῆς σαρκός, ἠλόγησας ἔρωτι, φλεγόμενος Θεοῦ, καὶ χαίρων συνήφθης τὸν ἀγῶνα καλῶς, τὸν σὸν ἐκτελέσας, ταῖς ἄνω μυριάσιν. Ἰσχὺς καταβέβληται, ἀσάρκου δυσμενοῦς· σαρκὸς ἀσθενεία γάρ, οἱ μάρτυρες Χριστοῦ, ἐτρέψαντο τοῦ, τὸν δυναμούμενοι, τῇ παντοδυνάμῳ, ἰσχύϊ τοῦ Δεσπότου.

ΜΕΤΑ ΠΛΕΙΣΤΑΣ ΒΑΣΑΝΟΥΣ ΜΑΚΑΡΙΕ

Μετὰ πλείστας βασάνους μακάριε, τῷ Θεῷ τὸν αὐχένα ὑπέκλινας, ξίφει καρατομούμενος, κεφαλὰς δὲ συγκόπτων ὡς ἐν ἐκστάσει, παρανόμων ἀνδρῶν διὰ πίστεως. Ἑαυτὸν πρὸς σφαγὴν ἐθελούσιον, ὡς ἀρνίον ἐκδέδωκας ἄκακον, Ἀμνὸν Θεοῦ τὸν αἴροντα, εἰκονίζων τοῦ κόσμου τὴν ἁμαρτίαν, οὐκ ἐρίζοντα οὐδὲ κραυγάζοντα. Νοσημάτων παντοίων ἀλέξημα, ἰατρεῖον ψυχῶν ἀδαπάνητον, σοῦ ἡ σορὸς γεγένηται, πρὸς Θεοῦ δὲ τὴν χάριν τῶν ἰαμάτων, κατεπλούτησας Λοῦππε πανεύφημε.

ΦΙΛΑΜΑΡΤΗΜΟΝΑ ΓΝΩΜΗΝ, ΚΑΙ ΑΔΙΟΡΘΩΤΟΝ ΒΙΟΝ, ΚΑΙ ΠΛΗΜΜΕΛΗΣΑΣΑΝ ΨΥΧΗΝ

Φιλαμαρτήμονα γνώμην, καὶ ἀδιόρθωτον βίον, καὶ πλημμελήσασαν ψυχήν, καὶ καρδίαν ῥυπῶσαν, ἔχων ὁ ἄσωτος ἐγώ, προσπίπτω σοι Δέσποινα, βοήθει μοι, καὶ διόρθωσιν δίδου, πρὶν με φθάσῃ, τοῦ θανάτου ἡ τομή.

ΤΟΝ ΑΓΑΘΟΝ ΚΑΙ ΦΙΛΑΝΘΡΩΠΟΝ ΚΑΘΙΚΕΤΕΥΕ

Τὸν ἀγαθὸν καὶ φιλάνθρωπον καθικέτευε, Ἀγαθόνικε πάνσοφε, τοῦ ἀγαθῦναι τὴν κάκωσιν τῆς ἐμῆς καρδίας, καὶ δωρήσασθαι λόγον μοι, τοῦ ἀξίως ὑμνῆσαί σου τούς ἀγῶνας, οὓς ἤθλησας ὑπὲρ τῆς πίστεως τοῦ Χριστοῦ καὶ Θεοῦ ἡμῶν, πῶς πανταχόθεν περιεσκόπεις οἷά περ ποιμήν, μάρτυς, καὶ τοὺς λύκους ἐκδιώκων ἐποδήγεις σου τὴν ποίμνην πρὸς γῆν ἀληθείας, βοῶν ἐν παρρησίᾳ· Ὡς πρόβατα ἐγνώσθημεν σφαγῆς· διὸ θάνωμεν, ἵνα κομισώμεθα τὸν ἄφθαρτον στέφανον.

ΠΡΩΤΗΝ ΑΓΑΘΟΤΗΤΑ, ΚΑΙ ΥΠΕΡ ΝΟΥΝ ΩΡΑΙΟΤΗΤΑ

Πρώτην ἀγαθότητα, καὶ ὑπὲρ νοῦν ὡραιότητα, ἐκζητῶν Ἀγαθόνικε, χαίρων προσεχώρησας, πρὸς τοὺς προκειμένους, γενναίους ἀγῶνας, καὶ συμπλακεὶς τῷ δυσμενεῖ, ἀνδρειοτάτως εἰς γῆν κατέρραξας, καὶ νίκης τὸ φαιδρότατον, προσανεπλέξω διάδημα, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε. Σοφίᾳ κοσμούμενος, λόγον ζωήρρυτον ἔβλυσας, ἐπιστρέφων τοὺς ἄφρονας, ἐλέγχων τὸν τύραννον, τῆς πολυθεΐας, ζάλην κατευνάζων, ἐπιστηρίζων τοὺς πιστούς, προσεπιμένειν τῇ θείᾳ χάριτι· διὸ τὰ χαλεπώτατα, ὑπενεγκὼν πειρατήρια, πρὸς τὰ ἄνω βασίλεια, στεφηφόρος ἀνέδραμες. Αἵματι σταζόμενος, τῆς καρτερᾶς σου ἀθλήσεως, τῷ Δεσπότῃ παρέστηκας, θῦμα εὐωδέστατον, καθαρὰ θυσία, εὐπρόσδεκτον δῶρον, ἱερωτάτη προσφορά, καὶ ἱερεῖον τέλειον ἄμωμον· διὸ ταῖς ἱκεσίαις σου, τῆς Ἐκκλησίας τὸ πλήρωμα, ἐν εἰρήνῃ συντήρησον, ἀθλητὰ Ἀγαθόνικε.

ΕΠΟΥΡΑΝΙΟΥ ΔΟΞΗΣ ΚΟΙΝΩΝΟΣ ΓΕΓΕΝΗΣΑΙ

Ἐπουρανίου δόξης κοινωνὸς γεγένησαι, πάντα τὰ ἐν γῇ παραδραμών, καὶ ἐκ ψυχῆς τὸν οὐρανοῦ καὶ γῆς Δεσπότην, ἀγαπήσας ἔνδοξε· ὅθεν τιμῶμεν τὴν σήν, ἁγίαν μνήμην πιστῶς. Ἰχνηλατῶν τὸ πάθος τοῦ Χριστοῦ, τοῦ βλύσαντος πᾶσι τὴν ἀπάθειαν πιστοῖς, ὑπέμεινας ὀνειδισμοὺς καὶ θλίψεις μάρτυς, καὶ θάνατον ἄδικον, ξίφει τὴν σὴν κεφαλήν, ἀποτμηθεὶς ἐν χαρᾷ. Νεκροῖς ξοάνοις σέβας οὐδαμῶς, ἀπένειμας σέβων τὸν ἀθάνατον Θεόν, τὸν δι' ἡμᾶς νεκρὸν ὀφθέντα, καὶ τοῦ πλάνου τὴν ἰσχὺν νεκρώσαντα· ὅθεν ζωῆς ἀληθοῦς, ἔτυχες μάρτυς σοφέ.

ΛΕΛΑΜΠΡΥΣΜΕΝΟΣ ΚΑΛΛΟΝΑΙΣ

Λελαμπρυσμένος καλλοναῖς, τῶν καλλοποιῶν παθημάτων, ἐπὶ Σταυροῦ τῷ δι' ἡμᾶς, ἐνεγκόντι παθήματα ἔνδοξε, γεγηθὼς νῦν παρίστασαι, αὐγαζόμενος ταῖς θείαις φωτοχυσίαις. Ἀπ' οὐρανοῦ σοι φανερῶς, ὕδωρ ἐκχυθὲν παραδόξως, φωταγωγεῖ καὶ δυναμοῖ, τὴν ψυχήν σου βοᾶν προτρεπόμενον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Ἵστασο μέσον τῶν ἐχθρῶν, πύργος ἀπερίτρεπτος ὥσπερ, οὐ σαλευόμενος τὸν νοῦν, πολυτρόπων βασάνων ἀοίδιμε, ἀθλητὰ μηχανήμασι, καταράσσων δὲ τὴν πλάνην μεγαλοφρόνως.

ΘΕΟΣ ΕΚ ΣΟΥ ΕΓΕΝΕΤΟ ΒΡΟΤΟΣ

Θεὸς ἐκ σοῦ ἐγένετο βροτός, τὸ φύραμα Ἄχραντε θεώσας τῶν βροτῶν, καὶ κοινωνοὺς φύσεως θείας ἐκτελέσας, τοὺς σὲ μακαρίζοντας, ἐν γυναιξὶν ἀληθῶς, εὐλογημένη Ἁγνή.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΓΑΘΟΝΙΚΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀγαθονίκου καὶ τῶν σὺν αὐτῷ, Ζωτικοῦ Ζήνωνος, Θεοπρεπίου, Ἀκινδύνου καὶ Σεβηριανοῦ. Ἀγαθονίκου κλῆσις ἀψευδεστάτη, Χρηστὴν βοῶσα τοῦδε νίκην ἐκ ξίφους. Τρεῖς καρτεροῦντες μηχανήματος βίαν, Τὰς μηχανὰς λύουσι τοῦ παμμηχάνου. Ἐν μάρτυσι τμηθεῖσιν αὐχένα ξίφει, Σεβηριανὸς τάττεται τμηθεὶς ξίφει. Ἰδοὺ παρ᾽ ἡμῖν καὶ Κυρηναῖος νέος, Οὐκ ἀγγαρευθείς, ἀλλ' ἑκὼν Σταυρὸν φέρων. Ἔκτανε δευτερίῃ ξίφος εἰκάδι Ἀγαθόνικον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Ἀνθούσης καὶ Ἀθανασίου Ἐπισκόπου, τοῦ βαπτίσαντος αὐτήν, καὶ Χαρησίμου καὶ Νεοφύτου τῶν οἰκετῶν αὐτῆς. Ἀνθῆσαν ἐκ γῆς τῆς Σελευκείας ῥόδον, Ἀνθοῦσαν ἐδρέψαντο χεῖρες Ἀγγέλων. Ἀθανάσιος κἂν τεθνήξωμαι ξίφει, Τοῖς ζῶσι Χριστοῦ ζῶν τετάξομαι φίλοις. Δοῦλοι δύο τμηθέντες, εὗρον οἱ δύο Τὴν εὐγένειαν, ἣν ἀπώλεσαν πάλαι. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι μάρτυρες Εἰρηναῖος, Ὤρ καὶ Ὄροψις ξίφει τελειοῦντ...

ΜΑΚΑΡ ΘΑΔΔΑΙΕ ΑΠΟΣΤΟΛΕ

Μάκαρ Θαδδαῖε Ἀπόστολε, προσομιλήσας φωτί, ἀκροτάτῳ φῶς δεύτερον, κατὰ θείαν μέθεξιν, ἀληθῶς ἐχρημάτισας, καὶ διαλύσας νύκτα πολύθεον, ψυχὰς προσῆξας τῷ Παντοκράτορι· ὅθεν γηθόμενοι, τὴν λαμπρὰν καὶ εὔσημον καὶ φωταυγῆ, μνήμην σου γεραίροντες, Χριστὸν δοξάζομεν. Μάκαρ Θαδδαῖε Ἀπόστολε, μετὰ τὴν θείαν Χριστοῦ, καὶ φωσφόρον Ἀνάστασιν, καὶ τὴν πρὸς οὐράνια, παναγίαν Ἀνάληψιν, Ἐδέσσῃ πόλει τὸ θεῖον κήρυγμα, κατεπιστεύθης, ἐν ᾗ γενόμενος, λόγοις καὶ θαύμασι, τὸν Τοπάρχην Αὔγαρον, καὶ σὺν αὐτῷ, πάντας ἐβεβαίωσας, πρὸς τὴν ἀλήθειαν. Μάκαρ Θαδδαῖε Ἀπόστολε, τυφλοῖς τὸ βλέπειν τῇ σῇ, ἐπαφῇ θείᾳ δέδοται, καὶ χωλοῖς ἀρτίωσις, καὶ νοσοῦσιν ὑγίωσις, καὶ παρειμένοις αὖθις ἀνόρθωσις, καὶ ἀμυήτοις γνῶσις σωτήριος· σὺ γὰρ ἀνάπλεως, χαρισμάτων πέφυκας, τοῦ παντουργοῦ, Πνεύματος πανόλβιε· ὅθεν ὑμνοῦμέν σε.

ΑΘΛΗΣΙΝ ΠΟΘΗΣΑΣΑ, ΠΟΛΛΑΣ ΒΑΣΑΝΟΥΣ

Ἄθλησιν ποθήσασα, πολλὰς βασάνους πανεύφημε, σταθερῶς ἐκαρτέρησας, ἐντεῦθεν πρὸς ἄπονον, μετετέθης λῆξιν, καὶ ἄδυτον φέγγος, καὶ φανοτάτην χαρμονὴν καὶ δι' αἰῶνος θείαν ἀπόλαυσιν· διὸ σε μακαρίζομεν, καὶ τὴν ἁγίαν σου σήμερον, ἐκτελοῦμεν πανήγυριν, ἀθληφόρε θεόληπτε. Μετὰ πολυώδυνα, καὶ πολυποίκιλα βάσανα, ἐν θαλάσσῃ βληθεῖσάν σε, Θεὸς διεσώσατο, ὁ Σωτὴρ τῶν ὅλων, θείᾳ δυναστείᾳ, καταπατοῦσαν τὴν ἰσχύν, τοῦ ἀλλοτρίου Βάσσα πολύαθλε, ἐντεῦθεν κατεφώτισας, τῶν εὐσεβῶν τὰ φρονήματα, ἐκτελοῦσα τεράστια, ὑπὲρ νοῦν καὶ διάνοιαν. Ὄρνις ὡς εὐκέλαδος, ἐπὶ τὸ ἄλσος φωνήσασα, τῆς ὡραίας ἀθλήσεως, τοὺς σοὺς συνεκάλεσας, νεοττοὺς ὡραίους, θήρατρα τῆς πλάνης, διαφυγοῦσα σὺν αὐτοῖς, Βάσσα θεόφρον ἀξιοθαύμαστε, μεθ' ὧν καὶ κατεσκήνωσας, πρὸς καλιὰς παμμακάριστε, οὐρανίους πρεσβεύουσα, ὑπὲρ πάντων ἑκάστοτε. Δεῦτε τὴν παγκόσμιον Κοίμησιν, τῆς παναμώμου Θεοτόκου ἑορτάσωμεν· σήμερον γὰρ Ἄγγελοι πανηγυρίζουσι, τὴν σεπτὴν Μετάστασιν τῆς Θεομήτορος, καὶ πρὸς εὐωχίαν ἡμᾶς τοὺς γηγενεῖς συγκαλο...

ΤΗΝ ΣΗΝ ΕΟΡΤΑΖΟΜΕΝ, ΚΟΙΜΗΣΙΝ ΑΧΡΑΝΤΕ

Τὴν σὴν ἑορτάζομεν, Κοίμησιν Ἄχραντε, ἐν ᾗ παραγέγονεν ὁ διὰ σοῦ σαρκωθείς, Χριστὸς ὁ Θεὸς ἡμῶν, μετὰ δόξης ἀφάτου, προσλαβεῖν τὸ σὸν πνεῦμα, καὶ μετέστης ἐν δόξῃ, μὴ λιποῦσα τὸν κόσμον, πρεσβείαις σου Θεοτόκε, σκέπουσα τοὺς ὑμνοῦντάς σε.

ΤΟΝ ΧΡΙΣΤΟΥ ΜΑΘΗΤΗΝ ΑΠΑΝΤΕΣ ΕΥΦΗΜΗΣΩΜΕΝ

Τὸν Χριστοῦ Μαθητὴν ἅπαντες εὐφημήσωμεν, τὸν αὐτόπτην τοῦ Λόγου τιμήσωμεν σήμερον. Οὗτος γὰρ τῷ κόσμῳ ἐκήρυξε τὸ πάνσεπτον Εὐαγγέλιον, καὶ τὰ ἔθνη σαγηνεύσας ἐκ τοῦ βυθοῦ τῆς πλάνης ἀνήγαγε, τὴν δὲ ὁδὸν τῆς ἀληθείας ὑποδείξας, δι' αὐτῆς ἀνάγει τοὺς πιστοὺς πρὸς πατρίδα οὐράνιον, καὶ τῷ θείῳ θρόνῳ λαμπρῶς παριστάμενος, φωτισμὸν παρέχει δαψιλῶς τοῖς αὐτὸν ἐκ πόθου γεραίρουσι. Καὶ γὰρ ἔχει παρρησίαν, ὡς θεῖος μύστης Χριστοῦ τῆς χάριτος.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΑΔΔΑΙΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΒΑΣΣΗΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου καὶ τῆς Ἁγίας Μάρτυρος Βάσσης. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Θαδδαίου. Θαδδαῖε! ποῖον ἄλλο σοι πλέξω στέφος, Ἤ αὐτόπτην λέγειν σε, καὶ μύστην Λόγου; Εἰκάδι πρώτῃ Θαδδαῖος βιότοιο ἀπέπτη. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Βάσσης, καὶ τῶν τέκνων αὐτῆς Θεογνίου, Ἀγαπίου καὶ Πιστοῦ. Μητρὸς μιᾶς κάλλιστα παιδία τρία, Σὺν μητρὶ Βάσσῃ πρὸς τομὴν ψυχὴ μία. Βάσσαν σὺν τοκέεσσι τάμε ξίφος εἰκάδι πρώτῃ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΣΑΜΟΥΗΛ ΥΜΝΕΙΣΘΩ

Ὁ Σαμουὴλ ὑμνείσθω, ὁ πρὸ συλλήψεως δοθείς, δοτὸς Θεῷ τῷ Ὑψίστῳ ὑπὸ μητρὸς πανευκλεοῦς, καὶ βασιλεῖς χρίων οὗτος, ὡς Ἱερεὺς καὶ Προφήτης.

ΙΣΤΑΜΕΝΟΣ ΟΙΑ ΛΕΙΤΟΥΡΓΟΣ

Ἱστάμενος οἷα λειτουργός, ἐπίπροσθεν, τοῦ Δεσπότου καὶ Θεοῦ ἡμῶν, μάκαρ ἀμέμπτῳ πολιτείᾳ, κοσμούμενος αὐτῷ ἐλειτούργησας, τὰς θείας ἐκφαντορίας δεχόμενος, καὶ προφητεύων ἐμφανέστατα. Ὤφθης ἐκ νηδύος μητρικῆς, ἀοίδιμε τοῦ Ἁγίου σκεῦος Πνεύματος, τῷ ἱερῷ συναυξηθεὶς δέ, ἐνδύματι Θεὸν ἐθεράπευσας, πραότητι καρδίας πανόλβιε, καὶ διανοίας ὡραιότητι. Σήμερον ἡ μνήμη σου ἡμῖν, ὡς ἥλιος θεοφόρε ἀνατέταλκε, φέγγει πλουσίῳ χαρισμάτων, φωτίζουσα ψυχὰς τῶν τιμώντων σε, ὁμίχλην τε δεινῶν ἀπελαύνουσα· ὅθεν σε πάντες μεγαλύνομεν. Ἤρθης πρὸς μονὰς φωτοειδεῖς, καὶ ἔλαμψας τοῦ ἡλίου τηλαυγέστερον, βλέπεις ἃ βλέπουσι Προφῆται, Ἀπόστολοι καὶ ἅπαντες Δίκαιοι, θεούμενος μεθέξει θεόπνευστε· ὅθεν σε πάντες μακαρίζομεν.

ΚΟΣΜΗΘΕΙΣ ΑΑΡΩΝ ΤΩ ΕΝΔΥΜΑΤΙ, ΤΩΝ ΑΓΙΩΝ ΕΙΣΗΛΘΕΣ

Κοσμηθεὶς Ἀαρὼν τῷ ἐνδύματι, τῶν Ἁγίων εἰσῆλθες εἰς Ἅγια, θυσίαις παμμακάριστε Ἰσραὴλ ἐφαγνίζων προμηνυούσαις τὴν σφαγὴν τοῦ Ἀμνοῦ τὴν σωτήριον. Λογισμῷ καθαρῷ εἰσδεχόμενος, τὰς αὐγὰς Σαμουὴλ τὰς τοῦ Πνεύματος, οἷα Προφήτης ἔνθεος, προμηνύεις τὰ πόρρω ὡς ἐνεστῶτα· διὰ τοῦτο πιστῶς εὐφημοῦμέν σε. Ἐκλεκτὸς ὁ Δαυῒδ ἐχρημάτισεν, ἐν υἱοῖς Ἱεσσαὶ ὡς ἐδήλωσας χρίων αὐτὸν τῷ χρίσματι, Σαμουὴλ τῷ ἁγίῳ καὶ ἀνακράζων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον. Οἱ τὴν σὴν ἐκτελοῦντες πανήγυριν, Σαμουὴλ τῶν Δικαίων συνόμιλε ταῖς σαῖς πρεσβείαις τύχοιμεν, βασιλείας τῆς ἄνω ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸ Κύριον.

ΜΕΓΙΣΤΟΝ ΣΕ Η ΤΕΚΟΥΣΑ

Μέγιστόν σε ἡ τεκοῦσα, δῶρον τῷ Παμβασιλεῖ, προσάγει μακάριε, εὐχὴν ἱερὰν ἐκπληροῦσα, καὶ μελῳδοῦσα· Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ. Ἔνδον ὄντα τοῦ ναοῦ σε, καὶ κατὰ τοῦ Ἀαρών, τὴν τάξιν λατρεύοντα, τῷ ἐπουρανίῳ Δεσπότῃ, ἡ θεία χάρις ἔνδοξε, Σαμουὴλ κατελάμπρυνεν. Λόγῳ θείῳ κρίνεις μάκαρ, τὸν λαὸν τοῦ Ἰσραήλ, τούτῳ τὸ δικαίωμα, πάντοτε Θεοῦ διαγγέλλων, καὶ ἀποστρέφων πᾶσαν βλάβην, ἐχθρῶν προσευχῇ ἐκτενεῖ. Πᾶσαν ὕλην ἐκκενώσας, ἔνδοξε τοῦ σοῦ νοός, ἔσοπρον τοῦ Πνεύματος, ἐδείχθης βοῶν ἀσιγήτως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εἰς τοὺς αἰῶνας.

ΦΘΟΡΑΝ ΜΗ ΓΝΩΡΙΣΑΣΑ

Φθορὰν μὴ γνωρίσασα ἀνδρός, τὸν ἄφθαρτον ἐν νηδύϊ ὑποδέδεξαι, Λόγον ἡμᾶς καταφθαρέντας, ῥυόμενον πολλοῖς παραπτώμασι, τῷ πάθει τῆς ἀφθάρτου σαρκὸς αὐτοῦ, ἄφθορε μόνη Παναμώμητε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΣΑΜΟΥΗΛ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Σαμουήλ. Τῇ Κ´ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου Σαμουήλ. Μύσας τελευτῇ καὶ Σαμουὴλ ὁ βλέπων, Τὸ ζῶν ἀεὶ φῶς καὶ τελευτήσας βλέπει. Βῆ δ' ὁρόων μέλλοντα Σαμουὴλ εἰκάδι ἔνθεν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριάκοντα ἑπτὰ μαρτύρων, τῶν ἐν Βιζύῃ τῆς Θράκης μαρτυρησάντων. Τρεῖς ἐνδέουσι πρὸς τὸ τοὺς κεκαυμένους. Χάριν Τριὰς σοῦ, τετράκις τελεῖν δέκα. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Σεβήρου καὶ Μέμνονος Κεντυρίωνος. Ξίφει παθῶν Σεβῆρος εὗρεν ἀξίως, Ἐπαθλα λαμπρὰ τοῦ διὰ ξίφους πάθους. Ἐχει τὸ πῦρ σε πρὸς βραχὺν Μέμνον χρόνον, Μένει δὲ σε στέφανος ἐς ἀεὶ μένων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς Ἁγίας μάρτυρος Φωτεινῆς, ἔξω τῆς πόρτης τῶν Βλαχερνῶν, καὶ τοῦ Ἁγίου μάρτυρος Λουκίου τοῦ Βουλευτοῦ. Βουλὰς ὅλας παρῆλθες τὰς Ἀχιτόφελ, Βουλῇ μιᾷ Λούκιος ἀθλήσας ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τῶν Ἁγίων μαρτύρων Ἡλιοδώρου καὶ Δοσαῖ (ἢ Δοσᾶ ἢ Σοδᾶ). Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλ...

ΚΗΡΥΓΜΑ ΑΝΘΙΜΟΥ ΑΠΟ ΘΕΣΣΑΛΟΝΙΚΗ

Εικόνα

ΑΝΔΡΕΙΑΣ ΥΠΟΔΕΙΓΜΑ

Ἀνδρείας ὑπόδειγμα δειχθείς, δῆμον παρεθάρρυνας, καθυπεισδῦναι τὸ στάδιον, τὸ τῆς ἀθλήσεως, οἷα στρατηγέτης, τούτου προηγούμενος, Ἀνδρέα ἀθλοφόρε πανόλβιε, πιστοῖς δὲ πάντοτε, ἰαμάτων βρύεις νάματα, οὐρανόθεν χάριν κομισάμενος. Ἀνδρείας ἐπώνυμος δειχθείς, ἀνδρικῶς ἠρίστευσας, τῷ δυσμενεῖ συμπλεκόμενος, καὶ τοῦτον ὤλεσας, Φαραὼ ὡς ἄλλον, ῥείθροις τῶν αἱμάτων σου, βυθίσας πανστρατὶ ἀξιάγαστε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Ὅπλον ἀπροσμάχητον Σταυρόν, μάκαρ ἐνδυσάμενος, ὡς θυρεόν τε καὶ θώρακα, πίστιν ἐνδέδυσαι καὶ τοῖς ἐναντίοις, ὤφθης φοβερώτατος, τροπούμενος τὰ τούτων στρατεύματα· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος. Ὅτε ἐξεδήμησας Θεοτόκε Παρθένε, πρὸς τὸν ἐκ σοῦ τεχθέντα ἀφράστως, παρῆν Ἰάκωβος ὁ ἀδελφόθεος, καὶ πρῶτος Ἱεράρχης, Πέτρος τε ἡ τιμιωτάτη κορυφαία τῶν θεολόγων ἀκρότης, σύμπας ὁ θεῖος τῶν Ἀποστόλων χορός, ἐκφαντορικαῖς θεολογίαις, ὑμνολογοῦντες, τὸ θεῖον καὶ ἐξαίσιον, τῆς Χριστοῦ τοῦ Θεο...

ΕΝ ΧΕΡΣΙ ΤΟΥ ΔΙ'ΗΜΑΣ

Ἐν χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ἀκήρατον μετέστησεν εὐφροσύνην· ὅθεν σε σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τάς ψυχὰς ἡμῶν.

ΡΟΑΙΣ ΑΙΜΑΤΩΝ, ΠΗΓΗΝ ΕΚΒΛΥΣΑΙ ΠΕΠΟΙΗΚΑΣ

Ῥοαῖς αἱμάτων, πηγὴν ἐκβλῦσαι πεποίηκας, πᾶσαν νοσημάτων μάρτυς ὡς ἀληθῶς, ἀλγηδόνα θεραπεύουσαν, τῶν προσιόντων σοι, ἐν ἀδιστάκτῳ πίστει θεόπνευστε. Ἅγιον δῆμον, τῷ παναγίῳ Λόγῳ, μάρτυς σοφέ, ὅλον προσηγάγω αἵματι τὴν ζωήν, τὴν ἀγήρω κληρωσάμενον· μεθ᾽ ὧν δυσώπησον, ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεὸν ἤμων. Τῷ θείῳ λύθρῳ, τῶν σῶν αἱμάτων χλαῖναν σεαυτῷ, μάρτυς πορφυρώσας, ταύτην τε στολισθείς, τῶν ὅλων βασιλεύοντι, συμβασιλεύεις νῦν, νικητικῷ στεφάνῳ κοσμούμενος.

ΠΥΛΑΙ ΤΩΝ ΟΥΡΑΝΩΝ, ΑΝΟΙΧΘΗΤΕ

Πύλαι τῶν οὐρανῶν, ἀνοίχθητε· ἰδοὺ γάρ, ἡ τοῦ Ὑψίστου Μήτηρ, ἡ πάναγνος Παρθένος, θανοῦσα παραγίνεται. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου. Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. Πόλις νέα Σιών, χαῖρε, ὁ Βασιλεύς σου, ἐλήλυθεν ἐν δόξῃ, μορφῆς τοῦ θεανθρώπου, ἀΰλως ἣν ἐμόρφωσεν. Δεῦτε φιλεορτων τὸ σύστημα, δεῦτε καὶ χορείαν στησώμεθα, δεῦτε καταστέψωμεν ᾄσματι τὴν Ἐκκλησίαν, τῇ καταπαύσει τῆς Κιβωτοῦ τοῦ Θεοῦ. Σήμερον γὰρ οὐρανός ἐφαπλοῖ τοὺς κόλπους, δεχόμενος τὴν τετοκυῖαν τὸν ἐν πᾶσι μὴ χωρούμενον, καὶ ἡ γῆ τὴν πηγὴν τῆς ζωῆς ἀποδιδοῦσα, τὴν εὐλογίαν στολίζεται καὶ εὐπρέπειαν. Ἄγγελοι χοροστατοῦσι σὺν Ἀποστόλοις, περιδεῶς ἐνατενίζοντες ἐκ ζωῆς εἰς ζωὴν μεθισταμένης, τῆς τεκούσης τὸν ἀρχηγὸν τῆς ζωῆς. Πάντες προσκυνήσωμεν αὐτήν δεόμενοι, συγγενοῦς οἰκειότητος μὴ ἐπιλάθῃ Δέσποινα, τῶν πιστῶς ἑορταζόντων, τὴν παναγίαν σου Κοίμησιν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΑΝΔΡΕΟΥ ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνδρέου τοῦ Στρατηλάτου καὶ τῶν σὺν αὐτῷ δισχιλίων πεντακοσίων ἐνενήκοντα τριῶν. Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μεγαλομάρτυρος Ἀνδρέου τοῦ Στρατηλάτου, καί τῶν σὺν αὐτῷ τελειωθέντων δισχιλίων πεντακοσίων ἐνενήκοντα τριῶν. Ἔστησε τμηθεὶς αἱμάτων λίμνας ὄχλος, Σοὶ τῷ παραστήσαντι λίμνας ὑδάτων. Ἐννεακαιδεκάτῃ τάμον Ἀνδρέου αὐχένα λαμπρόν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Τιμοθέου, Ἀγαπίου καὶ Θέκλης. Πυρεῖον ἡ κάμινος, ἐν μέσῳ φέρον, Ἄρωμα Τιμόθεον εὔοσμον μάλα. Ἀγάπιος τὸ δῆγμα τοῦ θηρὸς φέρει, Καὶ ψυχοδήκτης δάκνεται θὴρ τὴν καρδίαν. Ἔμοιγε κλῆσις Θέκλα· πατρὶς Βιζύη. Γάζης τόπος θέατρον, ἆθλον θὴρ δάκνων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Εὐτυχιανοῦ τοῦ στρατιώτου καὶ Στρατηγίου, διὰ πυρὸς τελειωθέντων. Ὁ ὅσιος Θεοφάνης ὁ νέος καὶ θαυματουργός, ὁ ἐν τῷ ὄρει τῆς κατὰ Μακεδονίαν Ναούσης ἀσκήσας, οὗ καὶ τὸ λείψανον ἐν τῇ Ναούσῃ ἤδη ἐστίν, ἐν εἰρήνῃ τελειοῦται. Εὐτυχιανὸς καίε...

ΟΥΧ ΑΡΜΑ ΠΥΡΙΜΟΡΦΟΝ....

Οὐχ ἅρμα πυρίμορφον, τῶν ἀπὸ γῆς σε μετέστησεν, ὡς Ἠλίαν τὸν δίκαιον· ἀλλ' αὐτὸς ὁ Ἥλιος, τῆς δικαιοσύνης, ἐν χερσὶν οἰκείαις, τὴν παναγίαν σου ψυχήν, ὡς ὑπεράμωμον προσλαβόμενος, ἐν ἑαυτῷ κατέπαυσε, καὶ παραδόξως σε Ἄχραντε, μεταστήσας ἐτίμησεν, ἐν χαρᾷ ὑπὲρ ἔννοιαν. Δεῦτε ὦ φιλέορτοι, τῆς Θεομήτορος σήμερον, τὴν ἁγίαν Μετάστασιν, φαιδρῶς ἑορτάσωμεν· ἐν χερσὶ γὰρ ὄντως, τοῦ ἐξ ἀκηράτου, Πατρὸς ἐκλάμψαντος τὸ πρίν, καὶ ἐπ' ἐσχάτων ἐκ τῆς νηδύος αὐτῆς, τὴν θείαν καὶ πανάχραντον, ψυχὴν παρέθετο χαίρουσα, Ἰησοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ πρεσβεύει σωθῆναι ἡμᾶς. Θαῦμα φρικωδέστατον, ἡ ἐν γαστρὶ τὸν ἀχώρητον, Βασιλέα βαστάσασα, τάφῳ κατατίθεται, καὶ Ἀγγέλων δῆμοι, σὺν τοῖς Ἀποστόλοις, φόβῳ κηδεύουσιν αὐτῆς, τὸ θεοδόχον Σῶμα καὶ τίμιον, καὶ τοῦτο δὲ μετάρσιον, εἰς οὐρανοὺς ἀνεβίβασεν, Ἰησοῦς ὁ Υἱὸς αὐτῆς, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.

ΜΕΡΙΣΜΟΝ ΟΥΧ ΥΠΕΣΤΗ, ΘΕΙΑ ΞΥΝΩΡΙΣ ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΑΥΤΑΔΕΛΦΟΣ

Μερισμὸν οὐχ ὑπέστη, θεία ξυνωρὶς τῶν μαρτύρων αὐτάδελφος· τῇ γὰρ ἀμερίστῳ, καὶ Ἁγίᾳ Τριάδι πιστεύσασα, ἐν μιᾷ ἐλπίδι, τοὺς μερισμῷ πλάνης ἀτόπου, συσχεθέντας συνῆψεν ἐν χάριτι. Ἀληθείας σπαρτίῳ, τῷ λαξευτηρίῳ τε τῆς θείας γνώσεως, τὰς λιθώδεις φρένας, εὐσεβῶς ἀθλοφόροι λαξεύοντες, ναοὺς τῆς Τριάδος, πανευσεβῶς ἐνθέῳ σθένει, ἀπειργάσασθε λάμψει τοῦ Πνεύματος. Ῥιζοτόμοι κακίας, πάσης ἀνεδείχθητε μάρτυρες ἔνδοξοι, φυτουργοὶ δὲ πάσης, εὐσεβείας καὶ λόγοις καὶ πράγμασι, τὸν ἐκφύντα κλάδον, τοῦ Ἱεσσαὶ ἐκ ῥίζης θείας, ἐν ἀβάτοις καρδίαις φυτεύσαντες.

ΝΟΜΟΝ ΘΕΙΟΝ ΠΛΗΡΟΥΝΤΕΣ, ΠΑΝΕΥΚΛΕΕΙΣ ΜΑΡΤΥΡΕΣ, ΠΕΝΗΣΙ ΠΛΟΥΣΙΩΣ

Νόμον θεῖον πληροῦντες, πανευκλεεῖς μάρτυρες, πένησι πλουσίως, τὸν ἄρτον ἐχορηγήσατε, καὶ πρὸς εὐσέβειαν, καθωδηγήσατε θείαν, σωτηρίας πρόξενοι, τούτοις γενόμενοι. Ἡ δυὰς ἡ φωσφόρος, τῶν ἀθλητῶν λάμψασα, ταῖς τῶν θαυμασίων ἀκτῖσι, σκότος ἀπήλασε, πλάνης πολύθεον, καὶ πλανωμένους πρὸς φέγγος, τῆς ἐνθέου πίστεως, πάντας ὡδήγησε. Νηπιάζοντα δῆμον, πανευσεβῶς μάρτυρες, θείαις ὑποθήκαις, πρὸς τρίβον ἐνθέου γνώσεως, καθωδηγήσατε, καὶ τοὺς βωμοὺς τῶν δαιμόνων, προσευχῇ μακάριοι, κατηδαφίσατε.

ΡΗΜΑΤΙ ΖΩΝΤΙ ΤΡΕΦΟΝΤΕΣ

Ῥήματι ζῶντι τρέφοντες, τὰς ψυχὰς παναοίδιμοι, τὰς λιμῷ τακείσας, σωτηρίου βρώσεως, πενήτων προμήθεια, καὶ ὀρφανῶν ἐδείχθητε, πᾶσιν ἐπαρκοῦντες καὶ Χριστόν μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἱερωτάτην ἔχοντες, καὶ ζωὴν καὶ τελείωσιν, χρόνον ἐπιμήκιστον, σοφοὶ κρυπτόμενοι, ἐκ γῆς ἀνεδόθητε, ὑπὲρ αὐγὰς ἡλίου ἡμῖν, λάμψαντες ἀκτῖνας παραδόξων θαυμάτων, τοῖς πίστει μελῳδοῦσιν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Δύο φωστῆρες ὤφθητε, νοητῷ στερεώματι, τῷ τῆς Ἐκκλησίας, ἱερῶς ἐμπρέψαντες, καὶ πᾶσαν φωτίζετε, περιφανῶς τὴν κτίσιν ἀεί, θαυματοποιΐαις, ἀθλοφόροι βοῶντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Η ΘΕΟΝ ΣΥΛΛΑΒΟΥΣΑ ΑΝΕΥ ΣΠΟΡΑΣ

Ἡ Θεὸν συλλαβοῦσα ἄνευ σπορᾶς, σαρκωθέντα τεκοῦσα δίχα φθορᾶς, τὴν νέαν ἀμφιέννυσαι, ἀφθαρσίαν τοῦ Πνεύματος· ὡς γὰρ ζωῆς σὺ Μήτηρ, καὶ πάντων Βασίλισσα, πρὸς τὴν ζωὴν μετέστης, Παρθένε τὴν ἄϋλον· ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς ἡμῶν νάματα, Θεομῆτορ πανάμωμε. Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὴν θείαν σου Κοίμησιν.

ΩΣ ΡΟΔΟΝ ΚΟΙΛΑΔΩΝ ΣΕ, ΤΟΥ ΒΙΟΥ ΚΟΡΗ ΘΕΟΣ ΕΚΛΕΓΕΤΑΙ

Ὡς ῥόδον κοιλάδων σε, τοῦ βίου Κόρη Θεὸς ἐκλέγεται, καὶ ἐν σοὶ κατοικήσας, σαρκὶ προῆλθεν εὐωδιάζων ἡμᾶς, θεογνωσίας πνοαῖς παναμώμητε, τοὺς Θεοτόκον ἀεὶ ὁμολογοῦντάς σε.

ΞΥΛΙΝΟΥΣ ΛΙΘΙΝΟΥΣ ΤΕ, ΘΕΟΥΣ ΑΘΕΩΝ ΚΑΤΑΣΤΡΕΨΑΜΕΝΟΙ

Ξυλίνους λιθίνους τε, θεοὺς ἀθέων καταστρεψάμενοι, στήλας θεογνωσίας, Λαῦρος καὶ Φλῶρος οἱ μεγαλώνυμοι, τοῖς μελῳδοῦσιν ἑαυτοὺς ἀνέστησαν· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ὑπάρχοντες ἔμπλεοι, πυρὸς τοῦ θείου μάρτυρες Πνεύματος, τοὺς καμίνῳ βληθῆναι, ὁσίους ἄνδρας, κατακριθέντας δεινῶς, ταῖς ἐπομβρίαις τῶν θείων εὐχῶν ὑμῶν, διετηρήσατε ἀσινεῖς ἔνδοξοι μάρτυρες. Νοσοῦσι τὴν ἴασιν, ἀδικουμένοις τὴν ἀπολύτρωσιν, κινδυνεύουσι πᾶσι, τὴν σωτηρίαν ἀεὶ παρέχουσι, Φλῶρος καὶ Λαῦρος βοῶντες οἱ μάρτυρες· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.

ΤΟΥΣ ΣΟΦΟΥΣ ΑΡΙΣΤΕΑΣ ΚΑΙ ΑΘΛΗΤΑΣ

Τοὺς σοφοὺς ἀριστέας καὶ ἀθλητάς, ἐν ᾠδαῖς κατα χρέος πάντες πιστοί, Φλῶρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Λαῦρον· τὸν γὰρ Χριστὸν ἐκήρυξαν, Θεὸν προαιώνιον, καὶ τῶν εἰδώλων τὴν πλάνην, ἀθλήσει κατήργησαν· ὅθεν τοὺς τυράννους, καταισχύναντες πίστει, τῆς δόξης ἐπέτυχον, τῆς ἀφθάρτου τῇ χάριτι. Διὰ τοῦτο βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΦΛΩΡΟΥ ΚΑΙ ΛΑΥΡΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Φλώρου καὶ Λαύρου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Φλώρου καὶ Λαύρου. Δίψει τελευτῆς τῆς ὑπὲρ Θεοῦ Λόγου, Χωροῦσι Φλῶρος καὶ Λαῦρος πρὸς τὸ φρέαρ Φλώρῳ ἀμφ' ὀγδοάτῃ δεκάτῃ φρέαρ εἰσέδυ Λαῦρος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία τῶν πενήτων πληθύς, ἡ τὰ εἴδωλα συντρίψασα, πυρὶ ἐτελειώθη Πένητες ἄνδρες πλοῦτον εὗρον ἀθρόον, Τὸ σύντροφον δός, εἰς τὸ πῦρ λελοιπότες. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Ἕρμου, Σεραπίωνος καὶ Πολυαίνου. Ἕρμῳ βιαίως ἐν πέτραις συρομένῳ, Ὑπῆρξε πέτρα προσφυγὴ λαγῷ πόλος. Τὸν ἐκ πέτρας πάνδεινον ἑλκυσμὸν φέρει, Καὶ Σεραπίων, ὁ πλέον στερρὸς πέτρας. Ὁ Πολύαινος αἷμα χεῖ συρεὶς πέτραις, Ὑπὲρ Χριστοῦ, χέαντος ἐκ πέτρας ὕδωρ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἁγίας μάρτυρος Ἰουλιανῆς πλησίον τοῦ Στροβίλου, καὶ τοῦ Ἁγίου μάρτυρος Λέοντος, ὃς ἤθλησε παρὰ τὴν θάλασσαν, πλησίον Μύρων τῆς Λυκίας. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἐν τῇ ἐρήμῳ τέσσαρες ἀσκηταὶ ἐν εἰρήνῃ τελειοῦνται. Ἀδελ...

ΟΤΕ ΑΘΕΪΑΣ Η ΠΥΡΑ

Ὅτε ἀθεΐας ἡ πυρά, πᾶσαν κατενέμετο χώραν μακαριώτατε, τότε ἐξαπτόμενος ζέσει τοῦ Πνεύματος, τὸν ἐκ Κόρης θεόπαιδος, ἐκήρυξας Λόγον, σάρκα ἐνδυσάμενον δι' ἀγαθότητα· ὅθεν καὶ πυρὸς καὶ βασάνων, ἤνεγκας δεινὰς τιμωρίας, σθένει δυναμούμενος τοῦ Πνεύματος. Ὅτε ὁ δυσώνυμος ἐχθρός, ἔσπευδε θωπείαις συλῆσαι, τὴν σὴν διάνοιαν, τότε γενναιότητι καλλωπιζόμενος, ἀντετάξω στερρότατα, καὶ ἤνεγκας πόνους, ἄπονον πρός λῆξίν σε διαβιβάζοντας, μάρτυς ἀξιάγαστε Μύρων, τοῖς ἐν οὐρανοῖς βασιλείας, καὶ τῆς δι' αἰῶνος ἀπολαύσεως. Ὅτε τοῖς βουνεύροις ὁ ἐχθρός, ἔτυπτε ξεσμοῖς ἀνενδότως, ἐκδαπανώμενον, μάρτυς τὸ σαρκίον σου τὸ ἱερώτατον, πρὸς Χριστὸν ἐνητένιζες, τὸν ἀγωνοθέτην, χεῖρά σοι προτείνοντα θείας δυνάμεως· ὅθεν ἐκτελέσας τον δρόμον, ἔτυχες μεγίστων ἐπάθλων, Μύρων ἀθλοφόρε γενναιότατε.

ΙΝΑ ΤΗΝ ΜΕΛΛΟΥΣΑΝ ΔΟΞΑΝ

Ἵνα τὴν μέλλουσαν δόξαν, καὶ τὸ ἄφραστον κάλλος, Χριστοῦ τοῦ ἀθλοθέτου κατιδεῖν, ἀξιωθῇς γενναιότατε, ὑποκλίνεις αὐχένα, καὶ δέχῃ τὴν τοῦ ξίφους ἐκτομήν· καὶ χαρᾶς τῶν μαρτύρων, πληροῖς τὰς θείας φάλαγγας. Ὥσπερ ἡδύπνοον μύρον, ἀξιάγαστε Μύρων, μυρίζουσα καρδίας τῶν πιστῶν, ἡ ἀξιάγαστος μνήμη σου, τοῖς ποθοῦσιν ἐπέστη, ἐν ᾗ πανηγυρίζοντας ἡμᾶς, εὐωδίας ἐνθέου, ταῖς σαῖς πρεσβείαις πλήρωσον. Σοῦ Ἀχαΐα καυχᾶται, τοῖς σπαργάνοις καὶ ἄθλοις, γενναῖε τοῦ Κυρίου ἀθλητά, πλέον δὲ τέρπεται Κύζικος, τὸ πολύαθλον σῶμα, κατέχουσα ὡς ὄλβον ἀληθῆ, καὶ πηγήν ἰαμάτων, καὶ νόσων καθαρτήριον. Ἡ τῶν Ἁγίων ἁπάντων, ἐκλεκτὴ ἐν ὑψίστοις, μητρόπολις Σιὼν ἡ νοητή, τῶν πρωτοτόκων ὡς γέγραπται, ἡ σεπτὴ Ἐκκλησία, ὡς μάρτυρα ἀεὶ ὑπὲρ ἡμῶν, δυσωποῦντά σε ἔχει, μαρτύρων ἀκροθίνιον.

ΜΕΤΑ ΒΡΟΝΤΗΣ ΕΝ ΝΕΦΕΛΑΙΣ

Μετὰ βροντῆς ἐν νεφέλαις, τοὺς Ἀποστόλους ὁ Σωτήρ, πρὸς τὴν τεκοῦσαν ἐκπέμπει, πόθῳ κηδεύσοντας αὐτήν, κατέρχεται δὲ καὶ οὗτος, δορυφορούντων Ἀγγέλων.

Ο ΝΟΥΣ ΣΟΥ ΦΑΙΔΡΟΣ, ΠΥΡΑΚΤΟΥΜΕΝΟΣ

Ὁ νοῦς σου φαιδρός, πυρακτούμενος σοφὲ τῷ θείῳ πόθῳ ἠγαλλιᾶτο καὶ ηὐφραίνετο, μέσον φλογὸς ἱσταμένου σου, ὥσπερ τῶν τριῶν ποτε Παίδων· μεθ᾽ ὧν πιστῶς ἀνεκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὁρῶντες φλογός, συνεστῶτάς σοι σοφὲ μέσον Ἀγγέλους, μορφῇ ἀρρήτῳ ἐξαστράπτοντας, οἱ θεωροὶ κατεπλήττοντο, καὶ πρὸς ὑμνῳδίαν τραπέντες, τῷ Δεσπότῃ ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Νοῒ καθαρῷ, συνεστὼς τοῖς νοεροῖς ὕμνοις Ἀγγέλοις, μέσον καμίνου ἀγαλλόμενος, τὸν ὑπεράγαθον Κύριον, ὥσπερ χαλινοῦντα τὴν φλόγα, καὶ μελῳδοῦντά σε σῴζοντα· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΠΟΙΟΙΣ ΟΙ ΕΥΤΕΛΕΙΣ ΧΕΙΛΕΣΙ, ΜΑΚΑΡΙΣΩΜΕΝ

Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον, τὴν τιμιωτέραν τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος. Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία, τῇ γὰρ ἀθανάτῳ Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος, κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τούτῳ, οἷά περ Μήτηρ συναγάλλεσθαι, ἀγγελικῶν σοι ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν δικαίων, μεθ' ὧν αἴτησαι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος. Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ τῆς σῆς κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες; Ἀπαίρει, τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος. Πύλαι ἐπάρθητε ὅπως, τοῦ Θεοῦ ἡ πύλη, ἐν πολλῇ εἰσέλθῃ χαρᾷ ἀπαύστως τῷ κόσμῳ, αἰτουμένη τὸ μέγα ἔλεος.

ΜΥΡΙΠΝΟΟΝ ΩΣ ΡΟΔΟΝ ΣΕ

Μυρίπνοον ὡς ῥόδον σε, ἡ Ἐκλησία κέκτηται, Μύρων πολύαθλε μάρτυς· τοῦ γὰρ Χριστοῦ εὐωδία, ἐδείχθης παναοίδιμε, ὑπὲρ οὗ χαίρων ἤθλησας, παρ' οὗ καὶ δόξης ἔτυχες, πρὸς ὃν ἀεὶ μνημονεύεις, τῶν σὲ τιμώντων ἐκ πόθου.

ΡΗΜΑΤΩΝ ΤΟΥ ΣΕΠΤΟΥ ΓΑΒΡΙΗΛ

Ῥημάτων τοῦ σεπτοῦ Γαβριήλ, τὸ Χαῖρέ σοι βοῶμεν ἁγνὴ μεμνημένοι· ἀλλ' ὦ ἄχραντε σεμνή, καὶ Μήτηρ τοῦ Κυρίου, πρὸς τοῦτον μεταστᾶσα, μνείαν ποιοῦ τῶν ἀνυμνούντων σε. Ἡ ἄπειρος Σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, Θεοτόκε, ᾠκοδόμησεν ἐκ σοῦ, ἐν Πνεύματι Ἁγίῳ, καὶ νῦν σε πρὸς ἀΰλους, σκηνὰς μετέθηκε πανύμνητε. Ἱκέτης νῦν προσέρχομαι, σοὶ τῇ Μητρὶ τοῦ πάντων Θεοῦ, λυτρωθῆναι, ἐκ παντοίων πειρασμῶν· ἀλλ' ὦ Θεογεννῆτορ, συνοῦσα τῷ Υἱῷ σου, Χριστιανῶν τὸ γένος φύλαττε.

ΡΗΜΑΤΩΝ ΤΟΥ ΣΕΠΤΟΥ ΓΑΒΡΙΗΛ

Ῥημάτων τοῦ σεπτοῦ Γαβριήλ, τὸ Χαῖρέ σοι βοῶμεν ἁγνὴ μεμνημένοι· ἀλλ' ὦ ἄχραντε σεμνή, καὶ Μήτηρ τοῦ Κυρίου, πρὸς τοῦτον μεταστᾶσα, μνείαν ποιοῦ τῶν ἀνυμνούντων σε. Ἡ ἄπειρος Σοφία Θεοῦ, τὸν οἶκον ἑαυτῆς ὑπὲρ νοῦν, Θεοτόκε, ᾠκοδόμησεν ἐκ σοῦ, ἐν Πνεύματι Ἁγίῳ, καὶ νῦν σε πρὸς ἀΰλους, σκηνὰς μετέθηκε πανύμνητε. Ἱκέτης νῦν προσέρχομαι, σοὶ τῇ Μητρὶ τοῦ πάντων Θεοῦ, λυτρωθῆναι, ἐκ παντοίων πειρασμῶν· ἀλλ' ὦ Θεογεννῆτορ, συνοῦσα τῷ Υἱῷ σου, Χριστιανῶν τὸ γένος φύλαττε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΜΥΡΩΝΟΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μύρωνος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Μύρωνος. Τὶ μοι κεφαλῆς ἡ τομή, Μύρων λέγει. Πρὸς τὸ στέφειν μέλλον με πάντιμον στέφος; Ἑβδομάτῃ δεκάτῃ Μύρωνα τάμε ξίφος ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Στράτωνος, Φιλίππου, Εὐτυχιανοῦ καὶ Κυπριανοῦ. Ἔθεντὸ με βδέλυγμα, φησὶν ὁ Στράτων, Ἄνδρες βδελυκτοί, καὶ πυρὶ κτείνουσί με. Φιλῶν Θεόν, Φίλιππε, καὶ ψυχῆς πλέον Κατακριθεὶς πῦρ, οὐ φιλόψυχος γίνῃ. Εὐτυχιανὸς εἰς κάμινον ἡμμένην, Ὡς ἵππος εἰς πεδίον ἦν, τὸ τοῦ λόγου. Πῦρ Κυπριανὸς καρτερήσας καμίνου Ἐξώτερον πῦρ, ὃ Γραφὴ λέγει, φύγε. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παύλου καὶ Ἰουλιανῆς τῆς ἀδελφῆς αὐτοῦ. Ἰουλιανή, Παῦλος, ἀδελφοὶ φύσει, Ὤφθησαν ὄντες καὶ ἀδελφοὶ τῷ ξίφει Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Θύρσου, Λευκίου, Κορωνάτου καὶ τῆς συνοδίας αὐτῶν, καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας ἐν τοῖς Ἁρματίου. Οἱ τρεῖς ἀθλ...

ΠΟΛΛΑΙΣ ΠΡΟΣΒΟΛΑΙΣ ΑΜΑΡΤΗΜΑΤΩΝ

Πολλαῖς προσβολαῖς ἁμαρτημάτων, κλονούμενοι σοῦ πρὸς τὴν ἀκλόνητον, σκέπην καταφεύγομεν. Στήριξον τοὺς δούλους σου, κατὰ παθῶν ἐνίσχυσον, καὶ ἐκ σεισμοῦ καὶ λιμοῦ, ἐθνῶν ἐπιδρομῆς τε παρθένε, ῥῦσαί σου τὴν πόλιν, ὡς σοὶ ἀνακειμένην.

... ΛΑΟΣ ΑΣΥΝΕΤΟΣ ΣΩΤΕΡ... ΤΗΝ ΣΩΤΗΡΙΑΝ ΑΥΤΩΝ

Ἐξέμηνε κατὰ σοῦ, λαὸς ἀσύνετος Σῶτερ, καὶ ἀντ' εὐεργεσίας, σοὶ τὰ ἀνήκεστα, τολμηρῶς ἐπανετείνετο, ἀλλ' ἡμεῖς οἱ μακρὰν ἀπωσθέντες, τοῖς σοῖς πάθεσι Σῶτερ υἱοθετήθημεν. Βοήθειαν κατ' ἐχθρῶν, τοῖς εὐσεβέσι παράσχου, καὶ πιστοῖς βασιλεῦσιν, ὅτι τὰ σύμβολα τῆς σαρκός σου, ὥσπερ ἄμαχον φρούριον, Δέσποτα κεκτημένοι, δι' αὐτῶν ἀφορῶσι τὴν σωτηρίαν αὐτῶν.

ΠΟΔΕΣ ΟΙ ΣΕΠΤΟΙ ΣΟΥ ΑΘΛΟΦΟΡΕ

Πόδες οἱ σεπτοί σου ἀθλοφόρε, πρὸς τρίβους τοῦ μαρτυρίου κατηυθύνθησαν· ἐμπεριπατοῦσι δὲ νῦν ἐπαγαλλόμενοι, ἐν χώρᾳ ζώντων πάνσοφε, ἐν Παραδείσῳ τρυφῆς· διὸ καὶ συνελθόντες τιμῶμεν, ἀνυμνολογοῦντες Χριστὸν εἰς τοὺς αἰῶνας. Ἐπλάκη σοι στέφος ἀφθαρσίας, στερρῶς ἀγωνισαμένῳ καὶ νικήσαντι, ὄφιν τὸν ἀρχέκακον, Μάρτυς ἀξιάγαστε, καὶ ἀθλητῶν ὁμήγυρις σὲ ὑπεδέξατο· Τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Θαυμάτων ἐκπέμπεις λαμπηδόνας, τὴν θείαν ἐνδεδυμένος Μάρτυς δύναμιν, παύεις ἀρρωστήματα, λύεις τε νοσήματα, ἀποδιώκεις πνεύματα, τῆς πονηρίας βοῶν· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΠΟΛΙΣ ΤΟΥ ΘΕΟΥ, ΑΥΤΟΣ ΗΝ ΚΑΤΩΚΗΣΕΝ

Πόλις τοῦ Θεοῦ, αὐτὸς ἣν κατῴκησεν, ἡ ὄντως ἄσειστος, λύτρωσαι τὴν πόλιν σου, σεισμοῦ Παρθένε τῆς καταπτώσεως, βαρβαρικῆς ἁλώσεως, πυρὸς μαχαίρας ἐχθρῶν, ἀπὸ πάσης, Πάναγνε κακώσεως, τῇ θερμῇ πρὸς Θεὸν παρρησίᾳ σου.

ΕΥΡΕΣ ΑΜΟΙΒΗΝ, ΚΑΜΑΤΩΝ ΤΗΝ ΑΝΩ ΣΟΙ

Εὗρες ἀμοιβήν, καμάτων τὴν ἄνω σοι, ἑτοιμασθεῖσαν τρυφήν, ἔνθα αὐλιζόμενος, ὡραϊσμένος μάρτυρι καὶ καλλοναῖς, κατατρυφᾷς τοῦ Κτίστου σου τῆς ὡραιότητος, ἱκετεύων, δοῦναι τοῖς τιμῶσί σε, ἱλασμὸν καὶ κακῶν ἀπολύτρωσιν. Στήλη ἀρετῶν, καὶ πίστεως ἔρεισμα, καὶ στῦλος ἄσειστος, πύργος τε ἀκλόνητος, ἐδείχθης Μάρτυς τῆς Ἐκκλησίας Χριστοῦ, καὶ ποταμὸς ἰάσεων, ἀναβλυστάνων κρουνούς, ἰατρεῖον, ἄμισθον τοῖς πόθῳ σου, ἐκτελοῦσι τὴν μνήμην Διόμηδες. Ἔδυς ἀπὸ γῆς, εἰδώλων τὴν ἄθεον ἐξαφανίσας ἀχλύν, καὶ πρὸς τὴν ἀνέσπερον, αὐγὴν μετῆλθες τῆς ἀρχιφώτου ζωῆς· ἧς τὰς ἐμφάσεις ἔνδοξε, πρῴην ἐκέκτησο, ταῖς ἐκεῖθεν, λάμψεσι λαμπόμενος, καὶ χαρὰς ἀϊδίου πληρούμενος.

Η ΒΑΣΙΛΙΣΣΑ, ΤΟΥ ΚΟΣΜΟΥ Η ΚΥΗΣΑΣΑ, ΤΟΝ ΒΑΣΙΛΕΑ ΧΡΙΣΤΟΝ, ΡΥΣΑΙ ΦΘΟΡΑΣ ΚΑΙ ΣΕΙΣΜΟΥ

Ἡ Βασίλισσα, τοῦ κόσμου ἡ κυήσασα, τὸν Βασιλέα Χριστόν, ῥῦσαι φθορᾶς καὶ σεισμοῦ, ἐθνῶν ἐπηρείας τε, τὴν βασιλεύουσαν πόλιν ψάλλουσαν· Εὐλογητὸς Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ΣΑΡΚΑ ΦΟΡΕΣΑΙ ΠΡΟΕΛΟΜΕΝΟΣ

Σάρκα φορέσαι προελόμενος, τῆς τοῦ Πατρός, μεγάλης βουλῆς ὁ Ἄγγελος, ἐν νηδύϊ σου Πανάχραντε, ἐτελεσιουργήθη, καὶ σὲ Μητέρα κάτω, ἀπεγράψατο σεμνή, καὶ φθαρεῖσαν ἐκαίνισε τὴν βροτείαν οὐσίαν, ὃν πάντες εὐλογοῦμεν ὡς Κτίστην, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ΩΣΠΕΡ ΕΝ ΟΨΕΙ, ΣΕ ΤΟΝ ΚΥΡΙΟΝ, ΕΛΠΙΖΩΝ ΕΝΔΗΜΗΣΑΙ

Ὥσπερ ἐν ὄψει, σὲ τὸν Κύριον, ἐλπίζων ἐνδημῆσαι πᾶς ὁ τῆς πόλεως, λαὸς ἔκκριτος ὑπάντησιν, θαυμαστὴν σοι ποιεῖται, Ἀρχιερέων θεῖον ἐπαγόμενος χορόν, ὧν ἐπ' ὤμων ὀχούμενος, καὶ πρὸς κληρονομίαν, εἰσβαλὼν τὴν οἰκείαν Οἰκτίρμον, ἐν τῷ τῆς Μητρός σου, κατέπαυσας τεμένει. Στόματα παίδων, τῶν ἀκάκων σε, πρὸς τὴν προφητοκτόνον πόλιν ὁδεύοντα, ὑμνολόγουν, ἀλλ' ἡ ἄνομος, συναγωγὴ Ἑβραίων, φονῶσαν χεῖρα, ὥπλιζε λυττῶσα κατὰ σοῦ· νῦν δὲ πόλις ἡ ἔννομος, πανδημεὶ προχυθεῖσα, ὡς οἷά σε τὸν Κτίστην ὁρῶσα, χαίρει δεχομένη τὸν τύπον τῆς μορφῆς σου.

Η ΤΜΗΘΕΙΣΑ, ΚΕΦΑΛΗ ΣΟΥ ΦΩΣ ΑΠΗΣΤΡΑΨΕ

Ἡ τμηθεῖσα, κεφαλή σου φῶς ἀπήστραψε, τοῖς ματαιόφροσιν· ἣν ὥσπερ ζῶσαν ἰδών, ᾐδέσθη ὁ τύραννος, νενεκρωμένος τὸν νοῦν, οὐ συνῆκε δέ, ἀναβοᾶν Πανένδοξε· ὁ Θεὸς εὐλογητὸς εἶ. Ἀπεδύσω, τῆς νεκρώσεως ἀοίδιμε, χιτῶνα δύσμορφον, ἀθανασίας στολήν, ὡραίαν ἐν χάριτι· ὅθεν ἐνδέδυσαι τῷ Δεσπότῃ σου, ἀναβοῶν γηθόμενος· ὁ Θεὸς εὐλογητός εἶ. Τῷ πυρί, τῆς καρτερίας ἀπετέφρωσας, ὑλώδη πλάνην ἐχθρῶν, θεολαμπὴς δὲ ἀστήρ, ἐφάνης ἰάσεων Μάρτυς ἀστράπτων βολάς, τοῖς κραυγάζουσιν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.

ΕΛΥΘΗ ΤΗΣ ΚΑΤΑΔΙΚΗΣ, ΤΗΣ ΠΑΛΑΙΑΣ ΤΟ ΑΝΘΡΩΠΙΝΟΝ

Ἐλύθη τῆς καταδίκης, τῆς παλαιᾶς τὸ ἀνθρώπινον, τῇ κυήσει τῇ σῇ· σὲ γὰρ μόνην πλατυτέραν εὑράμενος, τῶν οὐρανῶν Πανάμωμε, ὁ Θεὸς κατεσκήνωσεν.

ΡΗΜΑΤΙ ΜΕΝ ΠΑΣΑΝ ΝΟΣΟΝ, ΛΟΓΕ ΘΕΟΥ ΕΦΥΓΑΔΕΥΣΑΣ

Ῥήματι μὲν πᾶσαν νόσον, Λόγε Θεοῦ ἐφυγάδευσας, ἐπὶ γῆς ἐνδημῶν, ἀλλὰ θώκους πρὸς πατρικοὺς ἀνερχόμενος, διὰ τοῦ Ἐκτυπώματος, θεραπεύεις τὰς νόσους ἡμῶν. Ὁ κτίσας λόγῳ τὰ πάντα, καὶ μορφωθεὶς τὸ ἀλλότριον, τῆς ἰδίας μορφῆς, καταλέλοιπεν ἡμῖν ἰδιώματα, ἅπερ ὑποδεχόμενοι, ἐν χαρᾷ εὐφραινόμεθα. Ψυχῆς ἐξ ὅλης ζητήσας, τῆς σῆς ἰδέας ἐκσφράγισμα, ὁ πιστὸς Βασιλεὺς ὡς ἐζήτησεν, οὕτως ἔτυχε Κύριε, κατάλληλον εὑράμενος, θείου πόθου τὸ πλήρωμα.

ΑΝΑΚΟΜΙΔΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΝΔΗΛΙΟΥ, ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΔΙΟΜΗΔΟΥΣ, ΟΣΙΟΥ ΧΑΙΡΗΜΟΝΟΣ .....

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῆς ἐξ Ἐδέσσης ἀνακομιδῆς τῆς ἀχειροποιήτου Εἰκόνος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἤτοι τοῦ Ἁγίου Μανδηλίου, καὶ τοῦ Ἁγίου Μάρτυρος Διομήδους. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Μάρτυρος Διομήδους. Ἠθλησε καὶ ζῶν, καὶ θανὼν Διομήδης, Προαιρέσει ζῶν, καὶ νεκρὸς τομῇ κάρας. Ἕκτῃ καὶ δεκάτῃ νέκυς ἐτμήθη Διομήδους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Χαιρήμων ἐν εἰρήνῃ τελειοῦται. Λήξει βίου σου χαῖρε, Χαιρήμων μάκαρ. Ἀρχὴν γὰρ εἶδες τῆς ἀμοιβῆς τῶν πόνων. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων τριακοντατριῶν μαρτύρων τῶν ἐκ Παλαιστίνης, ξίφει τελειωθέντων. Στερρὸς στρατός τε καὶ συνασπισμὸς μέγας, Ξίφει πεσών, στράτευμα δαιμόνων πρέπει. Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς εἰσόδου τῆς ἀχειροτεύκτου Μορφῆς τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐκ τῆς Ἐδεσσηνῶν πόλεως, εἰς ταύτην τήν θεοφύλακτον καὶ Βασιλίδα τῶν πόλεων ἀνακομισθείσης. Ἐν σινδόνι ζῶν ἐξεμάξω σὴν θέαν, Ὁ νεκρὸς εἰσδὺς ἔσχατον τὴν σινδόνα. Ἀχειρότευκτον χε...

ΔΟΞΑΣΤΙΚΟΝ ΚΟΙΜΗΣΕΩΣ

Εικόνα

ΚΟΙΜΗΣΙΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

Εικόνα

ΠΟΤΗΡΙΟΝ ΣΩΤΗΡΙΟΥ ΛΗΨΟΜΑΙ

Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

ΔΕΥΤΕ ΠΡΟΣΚΥΝΗΣΩΜΕΝ, ΚΑΙ ΠΡΟΣΠΕΣΩΜΕΝ

Δεῦτε προσκυνήσωμεν, καὶ προσπέσωμεν Χριστῷ. Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι· Ἀλληλούϊα.

ΕΝ ΤΗ ΓΕΝΝΗΣΕΙ ΤΗΝ ΠΑΡΘΕΝΙΑΝ ΕΦΥΛΑΞΑΣ

Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ

Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον, Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος. Βαβαὶ τῶν σῶν μυστηρίων ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι, Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. Τὴν σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ σοῦ τὸ μέγα ἔλεος. Θεαρχίῳ νεύματι, πάντοθεν οἱ θεοφόροι Ἀπόστολοι, ὑπὸ νεφῶν μεταρσίως αἰρόμενοι. Καταλαβόν...

ΑΠΟΣΤΟΛΟΙ ΕΚ ΠΕΡΑΤΩΝ

Ἀπόστολοι ἐκ περάτων, συναθροισθέντες ἐνθάδε, Γεθσημανῇ τῷ χωρίῳ, κηδεύσατέ μου τὸ σῶμα, καὶ σὺ Υἱὲ καὶ Θεέ μου, παράλαβέ μου τὸ πνεῦμα.

ΝΕΝΙΚΗΝΤΑΙ ΤΗΣ ΦΥΣΕΩΣ ΟΙ ΟΡΟΙ

«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου». Ἐξίσταντο Ἀγγέλων αἱ δυνάμεις, ἐν τῇ Σιὼν σκοπούμεναι, τὸν οἰκεῖον Δεσπότην, γυναικείαν ψυχὴν χειριζόμενον· τῇ γὰρ ἀχράντως τεκούσῃ, υἱοπρεπῶς προσεφώνει· Δεῦρο Σεμνή, τῷ Υἱῷ καὶ Θεῷ συνδοξάσθητι. Συνέστειλε χορὸς τῶν Ἀποστόλων, τὸ θεοδόχον Σῶμά σου, μετὰ δέους ὁρῶντες, καὶ φωνῇ λιγυρᾷ προσφθεγγόμενοι· Εἰς οὐρανίους θαλάμους, πρὸς τὸν Υἱὸν ἐκφοιτῶσα, σῴζοις ἀεί, Θεοτόκε τὴν κληρονομίαν σου.

ΔΗΜΟΣ ΤΩΝ ΜΑΘΗΤΩΝ, ΑΘΡΟΙΖΕΤΑΙ

Δῆμος τῶν Μαθητῶν, ἀθροίζεται κηδεῦσαι, Μητέρα Θεοτόκον, ἐλθόντες ἐκ περάτων, παντοδυνάμῳ νεύματι. Ἀνάστηθι Κύριε εἰς τὴν ἀνάπαυσίν σου. Νύμφη ἡ τοῦ Θεοῦ, Βασίλισσα Παρθένος, τῶν ἐκλεκτῶν ἡ δόξα, καύχημα τῶν παρθένων, πρὸς τὸν Υἱὸν μεθίσταται. Ὤμοσε Κύριος τῷ Δαυῒδ ἀλήθειαν. Ἤθροισται ὁ χορός, Μαθητῶν παραδόξως, ἐκ τῶν περάτων κόσμου, κηδεῦσαί σου τὸ σῶμα, τὸ θεῖον καὶ ἀκήρατον. Δέσποινα ἀγαθή, τὰς ἁγίας σου χεῖρας, πρὸς τὸν Υἱόν σου ἆρον, τὸν φιλόψυχον πλάστην, οἰκτιρῆσαι τοὺς δούλους σου.

ΝΕΝΙΚΗΝΤΑΙ ΤΗΣ ΦΥΣΕΩΣ ΟΙ ΟΡΟΙ

«Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν σοὶ Παρθένε ἄχραντε· παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετὰ τὸκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σῴζοις ἀεί, Θεοτόκε, τὴν κληρονομίαν σου».

ΤΗ ΕΝΔΟΞΩ ΚΟΙΜΗΣΕΙ ΣΟΥ, ΟΥΡΑΝΟΙ ΕΠΑΓΑΛΛΟΝΤΑΙ

Τῇ ἐνδόξῳ Κοιμήσει σου, οὐρανοὶ ἐπαγάλλονται, καὶ Ἀγγέλων γέγηθε τὰ στρατεύματα, πᾶσα ἡ γῆ δὲ εὐφραίνεται, ᾠδὴν σοι ἐξόδιον προσφωνοῦσα τῇ Μητρί, τοῦ τῶν ὅλων δεσπόζοντος, ἀπειρόγαμε, Παναγία Παρθένε, ἡ τὸ γένος τῶν ἀνθρώπων ῥυσαμένη, προγονικῆς ἀποφάσεως. (Δίς) Ἐκ περάτων συνέδραμον, Ἀποστόλων οἱ πρόκριτοι, θεαρχίῳ, νεύματι τοῦ κηδεῦσαί σε, καὶ ἀπὸ γῆς αἰρομένην σε, πρὸς ὕψος θεώμενοι, τὴν φωνὴν τοῦ Γαβριήλ, ἐν χαρᾷ ἀνεβόων σοι· Χαῖρε ὄχημα, τῆς Θεότητος ὅλης, χαῖρε μόνη, τὰ ἐπίγεια τοῖς ἄνω, τῷ τοκετῷ σου συνάψασα. Τὴν ζωὴν ἡ κυήσασα, πρὸς ζωὴν μεταβέβηκας, τῇ σεπτῇ Κοιμήσει σου τὴν ἀθάνατον, δορυφορούντων Ἀγγέλων σοι, Ἀρχῶν καὶ Δυνάμεων, Ἀποστόλων Προφητῶν, καὶ ἁπάσης τῆς κτίσεως, δεχομένου τε, ἀκηράτοις παλάμαις τοῦ Υἱοῦ σου, τὴν ἀμώμητον ψυχήν σου, Παρθενομῆτορ Θεόνυμφε. Τῇ ἀθανάτῳ σου Κοιμήσει, Θεοτόκε Μήτηρ τῆς ζωῆς, νεφέλαι τοὺς Ἀποστόλους, αἰθερίους διήρπαζον, καὶ κοσμικῶς διεσπαρμένους, ὁμοχώρους παρέστησαν τῷ ἀχράντῳ σου σώματι· οἳ καὶ κηδεύσαντες σεπτῶς, τὴν φωνὴν τ...

ΑΠΑΣ ΓΗΓΕΝΗΣ, ΣΚΙΡΤΑΤΩ ΤΩ ΠΝΕΥΜΑΤΙ

«Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδοχούμενος, πανηγυριζέτω δέ, ἀΰλων νόων φύσις γεραίρουσα, τὴν ἱερὰν Μετάστασιν τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε ἁγνὴ ἀειπάρθενε». Δεῦτε ἐν Σιών, τῷ θείῳ καὶ πίονι, ὄρει τοῦ ζῶντος Θεοῦ, ἀγαλλιασώμεθα, τὴν Θεοτόκον ἐνοπτριζόμενοι· πρὸς γὰρ τὴν λίαν κρείττονα, καὶ θειοτέραν σκηνήν, ὡς Μητέρα, ταύτην εἰς τὰ Ἅγια, τῶν Ἁγίων Χριστὸς μετατίθησι. Δεῦτε οἱ πιστοί, τῷ τάφῳ προσέλθωμεν, τῆς Θεομήτορος, καὶ περιπτυξώμεθα, καρδίας χείλη ὄμματα μέτωπα, εἰλικρινῶς προσάπτοντες, καὶ ἀρυσώμεθα, ἰαμάτων, ἄφθονα χαρίσματα, ἐκ πηγῆς ἀενάου βλυστάνοντα. Δέχου παρ' ἡμῶν, ᾠδὴν τὴν ἐξόδιον, Μῆτερ τοῦ ζῶντος Θεοῦ, καὶ τῇ φωτοφόρῳ σου, καὶ θείᾳ ἐπισκίασον χάριτι, τῷ Βασιλεῖ τὰ τρόπαια, τῷ φιλοχρίστῳ λαῷ, τήν εἰρήνην, ἄφεσιν τοῖς μέλπουσι, καὶ ψυχῶν σωτηρίαν βραβεύουσα.

ΟΥΚ ΕΛΑΤΡΕΥΣΑΝ ... ΥΠΕΡΥΜΝΗΤΕ, Ο ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΥΡΙΟΣ

«Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ». Νεανίσκοι καὶ παρθένοι τῆς Παρθένου τε, καὶ Θεομήτορος, τὴν μνήμην σέβοντες, πρεσβῦται καὶ ἄρχοντες, καὶ βασιλεῖς σὺν κριταῖς, μελῳδήσατε· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Σαλπισάτωσαν τῇ σάλπιγγι τοῦ Πνεύματος, ὄρη οὐράνια, ἀγαλλιάσθωσαν νῦν, βουνοὶ καὶ σκιρτάτωσαν θεῖοι, Ἀπόστολοι, ἡ Βασίλισσα, πρὸς τὸν Υἱον μεθίσταται, σὺν αὐτῷ ἀεὶ κρατοῦσα. Ἡ πανίερος Μετάστασις τῆς θείας σου, καὶ ἀκηράτου Μητρός, τὰ ὑπερκόσμια, τῶν ἄνω Δυνάμεων, ἤθροισε τάγματα, συνευφραίνεσθαι, τοῖς ἐπὶ γῆς σοι μέλπουσιν· ὁ Θεὸς εὐλογητὸς εἶ. «Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενής, ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι, τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας»....

ΠΟΙΟΙΣ ΟΙ ΕΥΤΕΛΕΙΣ ΧΕΙΛΕΣΙ, ΜΑΚΑΡΙΣΩΜΕΝ

Ποίοις οἱ εὐτελεῖς χείλεσι, μακαρίσωμεν τὴν Θεοτόκον; τὴν τιμιωτέραν τῆς κτίσεως, καὶ ἁγιωτέραν ὑπάρχουσαν, Χερουβὶμ καὶ πάντων τῶν Ἀγγέλων, τὸν θρόνον, τοῦ Βασιλέως τὸν ἀσάλευτον, τὸν οἶκον, ἐν ᾧ κατῴκησεν ὁ Ὕψιστος, τὴν σωτηρίαν τοῦ κόσμου, τοῦ Θεοῦ ἁγίασμα, τὴν παρέχουσαν τοῖς πιστοῖς, ἐν τῇ θείᾳ μνήμῃ αὐτῆς, πλουσίως τὸ μέγα ἔλεος. Τίνα τὰ φοβερὰ ᾄσματα, ἃ προσῆξάν σοι τότε Παρθένε; κύκλῳ τῆς σῆς κλίνης ἱστάμενοι, πάντες οἱ τοῦ Λόγου Ἀπόστολοι, καὶ θαμβητικῶς ἀναβοῶντες· Ἀπαίρει, τοῦ Βασιλέως τὸ παλάτιον, ὑψοῦται, ἡ κιβωτὸς τοῦ ἁγιάσματος, πύλαι ἐπάρθητε ὅπως, τοῦ Θεοῦ ἡ πύλη, ἐν πολλῇ εἰσέλθῃ χαρᾷ, τῷ κόσμῳ ἀπαύστως, αἰτουμένη τὸ μέγα ἔλεος. Ποῖα πνευματικὰ ᾄσματα, νῦν προσάξωμέν σοι Παναγία; τῇ γὰρ ἀθανάτῳ Κοιμήσει σου, ἅπαντα τὸν κόσμον ἡγίασας, καὶ πρὸς ὑπερκόσμια μετέβης, τὸ κάλλος, κατανοεῖν τοῦ Παντοκράτορος, καὶ τούτῳ, οἷά περ Μήτηρ συναγάλλεσθαι, ἀγγελικῶν σε ταγμάτων, δορυφορησάντων ἁγνή, καὶ ψυχῶν Δικαίων, μεθ' ὧν αἴτησαι ἡμῖν, εἰρήνην καὶ μέγα ἔλεος. Ἡ τῶν ο...

ΙΤΑΜΩ ΘΥΜΩ ΤΕ ΚΑΙ ΠΥΡΙ, ΘΕΙΟΣ ΕΡΩΣ ΑΝΤΙΤΑΤΤΟΜΕΝΟΣ

«Ἰταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός, ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν Θεὸς εὐλογητὸς εἶ». Θεοτεύκτους πλάκας Μωϋσῆς, γεγραμμένας τῷ θείῳ Πνεύματι, ἐν θυμῷ συνέτριψεν, ἀλλ' ὁ τούτου Δεσπότης, τὴν τεκοῦσαν ἀσινῆ, τοῖς οὐρανίοις φυλάξας δόμοις, νῦν εἰσῳκίσατο. Σὺν αὐτῇ σκιρτῶντες βοῶμεν Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ἐν κυμβάλοις χείλεσιν ἁγνοῖς, μουσικῇ τε καρδίας φόρμιγγι, ἐν εὐήχῳ σάλπιγγι, ὑψηλῆς διανοίας, τῆς Παρθένου καὶ ἁγνῆς, ἐν τῇ εὐσήμῳ κλητῇ ἡμέρᾳ τῆς Μεταστάσεως, πρακτικαῖς κροτοῦντες βοῶμεν χερσίν· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὁ θεόφρων ἤθροισται λαός· τῆς γὰρ δόξης Θεοῦ τὸ σκήνωμα, ἐν Σιὼν μεθίσταται πρὸς οὐράνιον δόμον, ἔνθα ἦχος καθαρὸς ἑορταζόντων, φωνὴ ἀφράστου ἀγαλλιάσεως, καὶ ἐν εὐφροσύνῃ βοώντων Χριστῷ· ὁ δεδοξασμένος, τῶν Πατέρων καὶ ἡμῶν,...

ΤΗΝ ΕΝ ΠΡΕΣΒΕΙΑΙΣ ΑΚΟΙΜΗΤΟΝ ΘΕΟΤΟΚΟΝ

Τὴν ἐν πρεσβείαις ἀκοίμητον Θεοτόκον, καὶ προστασίαις ἀμετάθετον ἐλπίδα, τάφος καὶ νέκρωσις οὐκ ἐκράτησεν· ὡς γὰρ ζωῆς Μητέρα, πρὸς τὴν ζωὴν μετέστησεν, ὁ μήτραν οἰκήσας ἀειπάρθενον.

ΑΓΓΕΛΟΙ ΤΗΝ ΚΟΙΜΗΣΙΝ ΤΗΣ ΠΑΡΘΕΝΟΥ

Ἄγγελοι τὴν Κοίμησιν τῆς Παρθένου, ὁρῶντες ἐξεπλήττοντο, πῶς ἡ Παρθένος ἀπαίρει, ἀπὸ τῆς γῆς εἰς τὰ ἄνω.

ΜΝΗΜΗ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΔΕΣΠΟΙΝΗΣ ΗΜΩΝ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΑΕΙΠΑΡΘΕΝΟΥ ΜΑΡΙΑΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τῆς Κοιμήσεως τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς πανσέπτου Μεταστάσεως τῆς ὑπερενδόξου Δεσποίνης ἡμῶν καὶ ἀειπαρθένου Μαρίας. Οὐ θαῦμα θνῄσκειν κοσμοσώτειραν Κόρην, Τοῦ κοσμοπλάστου σαρκικῶς τεθνηκότος. Ζῇ ἀεὶ Θεομήτωρ, κἂν δεκάτῃ θάνε πέμπτῃ. Ἧς ταῖς ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.

ΩΣ ΕΣΟΠΡΟΝ ΟΝΤΩΣ ΕΙΛΙΚΡΙΝΕΣ

Ὡς ἔσοπρον ὄντως εἰλικρινές, Θεοῦ καὶ τῶν θείων, χρηματίζων τῷ Πλαστουργῷ, παρίστασαι Μάκαρ ὃν δυσώπει, κινδύνων σῶσαι τοὺς πίστει ὑμνοῦντάς σε. Συνέσεως πλήρης πνευματικῆς, ὑπάρχων Μιχαία, καὶ σοφίας παρὰ Θεοῦ, τὴν τῶν ἐσομένων ἐμυήθης, ὡς καθαρὸς γνῶσιν πανάριστε. Χρησμοὺς ἐκτιθέμενος εὐσεβῶς, τὸν Κύριον ἔφης, οὐρανόθεν ἐπὶ τῆς γῆς, φανῆναι Παμμάκαρ διαγράφων, τὴν πρὸς ἡμᾶς αὐτοῦ φανέρωσιν.

ΑΣΩΜΕΝ ΤΩ ΚΥΡΙΩ

«ᾌσωμεν τῷ Κυρίῳ, τῷ διαγαγόντι τὸν λαὸν αὐτοῦ ἐν Ἐρυθρᾷ θαλάσσῃ, ᾠδὴν ἐπινίκιον, ὅτι δεδόξασται». ᾌσωμεν τῷ Κυρίῳ, τῷ ἐν χώρᾳ ζώντων μεταστήσαντι, τὴν αὐτοῦ κατὰ σάρκα, Παναγίαν Μητέρα τὴν ἄχραντον. Ἵνα τὸ κάλλος βλέπῃς, καὶ καταπολαύῃς ὡραιότητος, τοῦ Υἱοῦ σου Παρθένε, πρὸς αὐτὸν μεταστᾶσα ἀνέδραμες. Νέκρωσιν πῶς ὑπέστης, ἡ τὸν νεκρωτὴν ᾍδου κυήσασα, καὶ νεκροῖς τοῖς ἀνθρώποις, διὰ σοῦ τὴν ζωὴν χαρισάμενον. Ὤφθης καθαρωτέρα, πάντων τὸν καθαίροντα κυήσασα, ἁμαρτίας Παρθένε· διὰ τοῦτο σε πίστει δοξάζομεν.

ΓΗ ΚΑΙ ΤΑ ΟΥΡΑΝΙΑ, ΤΗ ΜΕΤΑΣΤΑΣΕΙ

Γῆ καὶ τὰ οὐράνια, τῇ Μεταστάσει σου χαίρουσι, Μήτηρ Θεοῦ, διὰ σοῦ τυχόντα, παραδόξου ἑνώσεως. Ἔχαιρον οὐράνιοι, ὑποδεχόμενοι Ἄγγελοι, σὲ ἀπὸ γῆς, ἀναφερομένην, Θεοτόκε Πανύμνητε. Γέγονε παράδοξος, ὥσπερ ἡ κύησις Ἄχραντε, σοῦ ἀληθῶς, οὕτω καὶ ἡ θεία, καὶ σεπτή σου Μετάστασις. Ἤρθης πρὸς σκηνώματα, τὰ ἐπουράνια πάναγνε, οὖσα Θεοῦ, ἄχραντε Παρθένε, καθαρώτατον τέμενος.

ΣΕ ΧΕΡΣΙ ΤΟΥ ΔΙ'ΗΜΑΣ, ΕΝΑΝΘΡΩΠΗΣΑΝΤΟΣ ΕΚ ΣΟΥ

Σὲ χερσὶ τοῦ δι' ἡμᾶς, ἐνανθρωπήσαντος ἐκ σοῦ, παραθεμένην τὴν ψυχήν, ὡς πλαστουργός σου καὶ Θεός, πρὸς τὴν ζωὴν τὴν ἀκήρατον μετέστησεν· ὅθεν νῦν σεπτῶς μακαρίζομεν, τὴν μόνην καθαρὰν καὶ ἀμόλυντον, καὶ Θεοτόκον ἅπαντες κυρίως, ὁμολογοῦντες κραυγάζομεν· Χριστὸν δυσώπει, πρὸς ὃν μετέστης, σῶσαι τὰς ψυχάς ἡμῶν.

ΕΙΣ ΤΑ ΟΥΡΑΝΙΑ, ΜΕΤΑ ΤΗΝ ΚΟΙΜΗΣΙΝ, ΑΝΗΛΘΕΣ

Εἰς τὰ οὐράνια, μετὰ τὴν κοίμησιν, ἀνῆλθες Πάναγνε, ψυχῇ καὶ σώματι, τοῦ σοῦ Υἱοῦ θεοπρεπῶς, ἄνωθεν καταβάντος, τὸν δὲ ἐφορμήσαντα, ἀνατρέψαι σὸν φέρετρον, ἀνοσιουργότροπον, θεία δίκη ἐπέταξε. Διὸ σὺν τῷ Ἀγγέλῳ βοῶμέν σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΤΗΝ ΠΑΝΣΕΠΤΟΝ ΣΟΥ ΚΟΙΜΗΣΙΝ

Τὴν πάνσεπτόν σου Κοίμησιν, Παναγία Παρθένε ἁγνή, τῶν Ἀγγέλων τὰ πλήθη ἐν οὐρανῷ, καὶ ἀνθρώπων τὸ γένος ἐπὶ τῆς γῆς μακαρίζομεν, ὅτι Μήτηρ γέγονας τοῦ ποιητοῦ τῶν ἁπάντων Χριστοῦ τοῦ Θεοῦ. Αὐτὸν ἱκετεύουσα, ὑπὲρ ἡμῶν μὴ παύσῃ δεόμεθα, τῶν εἰς σὲ μετὰ Θεὸν τὰς ἐλπίδας θεμένων, Θεοτόκε πανύμνητε καὶ ἀπειρόγαμε.

ΝΥΝ ΕΥΦΡΑΙΝΕΣΘΩ ΟΥΡΑΝΟΣ

Νῦν εὐφραινέσθω οὐρανός, σκιρτάτω πᾶσα κτίσις· ἰδοὺ γὰρ ἡ Παρθένος ἀπὸ γῆς ἀπαίρει, καὶ πρὸς Παράδεισον μολεῖ, πᾶσι σωτηρία ἐπεφάνη ἐκ Θεοῦ, πρεσβεύουσα καὶ σκέπουσα. Διὸ καὶ Ἀποστόλων ἐπέδραμε πᾶσα ἡ χορεία, ἐκ περάτων ἀθροισθεῖσα· νεφέλαι γὰρ ἐφάνησαν ἄφνω ἁρπάσασαι αὐτούς, ἐπέστησαν ἅμα τῇ Μητρὶ καὶ τῷ Υἱῷ, καὶ ἀνεβόων· Χαῖρε θησαυρὲ τοῦ Μάννα τῆς διαθήκης, Χαῖρε Παρθένε, Χριστιανῶν τὸ καύχημα.

ΟΡΟΣ ΠΡΟΗΓΟΡΕΥΣΑΣ

Ὄρος προηγόρευσας, τὸ ἐμφανὲς καὶ περίοπτον, τοῦ Σωτῆρος τὸ κήρυγμα, ἐπ' ἄκρων φανήσεσθαι, τῶν ὀρέων Μάκαρ, τὴν ὑψηλοτάτην, θεογνωσίαν προδηλῶν, ἐφ' ἥν τὰ ἔθνη πίστει συντρέχοντα, προθύμως καταφεύγουσι, καὶ τὴν ᾠδὴν ἐκδιδάσκονται, τοῦ Κυρίου καὶ σῴζονται, σωτηρίαν αἰώνιον. Ἄρχων ἐξελεύσεται, καὶ ποιμανεῖ τὸν λαὸν αὐτοῦ, Βηθλεὲμ ἐξορμώμενος, προέφης θεσπέσιε, Προφητῶν Μιχαία, γλώσσῃ θεοπνεύστῳ, οὗ ἀπ' ἀρχῆς ἐξ ἡμερῶν, τῶν τοῦ αἰῶνος εἰσὶν αἱ ἔξοδοι, τανῦν δέ σου τὴν πρόρρησιν, ἐκβεβηκυῖαν θεώμενοι, διὰ σοῦ τὸν λαλήσαντα, θεοφρόνως δοξάζομεν. Θρόνῳ παριστάμενος, Θεοῦ Προφῆτα σεβάσμιε, καὶ χαρᾶς ἀξιούμενος, καὶ δόξαν θεώμενος, καὶ τρυφῆς ἐνθέου, θείως ἀπολαύων, καὶ χαρμονῆς πνευματικῆς, καὶ εὐφροσύνης ἀναπιμπλάμενος, τοὺς πίστει νῦν τὴν μνήμην σου, ἐπιτελοῦντας ἐπόπτευε, πειρασμῶν ἐκλυτρούμενος, ταῖς ἀπαύστοις πρεσβείαις σου.

ΕΝ ΚΥΜΒΑΛΟΙΣ ΗΧΗΣΩΜΕΝ, ΕΝ ΩΔΑΙΣ ΑΛΑΛΑΞΩΜΕΝ

Ἐν κυμβάλοις ἠχήσωμεν, ἐν ᾠδαῖς ἀλαλάξωμεν, Ἑορτὴν ἐξόδιον προεξάρχοντες, καὶ ἐπιτύμβια ᾄσματα, φαιδρῶς ἐκβοήσωμεν· ἡ γὰρ Μήτηρ τοῦ Θεοῦ, κιβωτός τε ἡ πάγχρυσος, ἑτοιμάζεται, νῦν ἐκ γῆς πρὸς τὰ ἄνω μεταβῆναι, πρὸς παλίνζωον καὶ θείαν, μεθισταμένη λαμπρότητα. Ἀποστόλων ὁ θίασος, παράδόξως ἀθροίσθητε, ἐκ περάτων σήμερον· ἡ γὰρ ἔμψυχος, πόλις τοῦ πάντων δεσπόζοντος, ἀπαίρειν ἐπείγεται, πρὸς τὰ κρείττω εὐκλεῶς, συγχορεύειν βασίλεια, τῷ Υἱῷ αὐτῆς, ἧς τῇ θείᾳ κηδείᾳ ὁμοφρόνως, σὺν ταῖς ἄνω στρατηγίαις, ὕμνον ἐξόδιον ᾄσατε. Ἱερέων ὁ σύλλογος, βασιλεῖς τε καὶ ἄρχοντες, σὺν παρθένων τάγμασι νῦν προφθάσετε, ἅπας λαός τε συνδράμετε, ᾠδὴν ἐπιτάφιον, ἀναπέμποντες ὁμοῦ· ἡ γὰρ πάντων δεσπόζουσα, μέλλει αὔριον, τὴν ψυχὴν παραθέσθαι εἰς τὰς χεῖρας, τοῦ Υἱοῦ μεθισταμένη, πρὸς αἰωνίαν κατοίκησιν.

ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ΚΑΙ ΜΙΧΑΙΟΥ ΠΡΟΦΗΤΟΥ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Προεόρτια τῆς Κοιμήσεως τῆς Ὑπεραγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, καὶ μνήμη τοῦ Ἁγίου Προφήτου Μιχαίου. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Προφήτου Μιχαίου. Ἐκ γῆς μὲν ἤρθην, εἰδὲ καὶ πόλον φθάσω, Χάριν Μιχαίας εἴσομαί σοι τῷ ξύλῳ. Μιχαίας δεκάτῃ ξύλῳ ἤρθη ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκέλλου Ἐπισκόπου Ἀπαμείας. Κνίσσαις νοηταῖς τὸν Θεὸν καθηδύνας, Καὶ σαρκὸς αὐτὸν ἡδύνεις κνίσσῃ Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς εἰς τὸ παλάτιον ἀνακομιδῆς τοῦ τιμίου Σταυροῦ. Λόγους ἀνάψας, ἀντὶ φαιδρῶν λαμπάδων, Σταυρὸν προπέμπω τῶν ἀνακτόρων ἔσω. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Οὐρσικίου. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΑΙΔΕΣ

«Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Νεύματι τὸ πᾶν ὁ φέρων, ποσὶν ἀχράντοις ὅρους ἐπέβη Θαβώρ, ἐν ᾧ ἡλίου μᾶλλον αὐγῆς, ἐξαστράψας τὸ πρόσωπον, νόμου προκρίτους, καὶ τῆς χάριτος ἔδειξε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἐν τῇ ἀπροσίτῳ δόξῃ, κατ' ὄρος ἐκφανθὲν ἀπορρήτως Θαβώρ, τὸ ἄσχετον καὶ ἄδυτον φῶς, τοῦ Πατρὸς τὸ ἀπαύγασμα, τὴν κτίσιν φαιδρῦναν, τοὺς ἀνθρώπους ἐθέωσε μέλποντας· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ἱεροπρεπῶς ἑστῶτες, Μωσῆς τε καὶ Ἠλίας ἐν ὄρει Θαβώρ, τῆς θείας χαρακτῆρα, τρανῶς ὑποστάσεως βλέποντες, Χριστὸν ἐν πατρῴᾳ, ἐξαστράψαντα δόξῃ ἀνέμελπον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Διὰ τῆς ἐν γνόφῳ θείας ὀμφῆς, τὸ πρόσωπον ποτὲ ἐδοξάσθη Μωσῆς, Χριστὸς δὲ ὡς ἱμάτιον, φῶς καὶ δόξαν ἀναβάλλεται· φωτὸς αὐτουργὸς γὰρ πεφυκὼς καταυγάζει τοὺς μέλποντας· Εὐλογεῖτε πάν...

ΦΩΣ ΑΝΑΛΛΟΙΩΤΟΝ ΛΟΓΕ

Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τόν, Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.

Ο ΤΟΚΟΣ ΣΟΥ ΑΦΘΟΡΟΣ ΕΔΕΙΧΘΗΣ

«Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν». Σύντρομοι καινῇ φωτοχυσίᾳ, ἀθρόως οἱ Μαθηταὶ ἐλλαμφθέντες, πρὸς ἀλλήλους ἑώρων, καὶ πρηνεῖς εἰς γῆν καταπεσόντες, σοὶ τῷ Δεσπότῃ τῶν ἁπάντων προσεκύνησαν. Ἦχος ἐκ νεφέλης ἀνεπέμπετο, θεόκτυπος βεβαιῶν τὸ θαῦμα· ὁ Πατὴρ γὰρ τῶν φώτων. Οὗτός ἐστιν Υἱὸς ὁ ἀγαπητός μου, τοῖς Ἀποστόλοις ἀνεβόα· οὗ ἀκούετε. Καινὰ κατιδόντες καὶ παράδοξα, φωνῆς πατρικῆς ἐνωτισθέντες, ἐν Θαβὼρ οἱ τοῦ Λόγου ὑπηρέται, ἐκμαγεῖον τοῦ ἀρχετύπου. Οὗτος ὑπάρχει ἀνεβόων ὁ Σωτὴρ ἡμῶν. Εἰκὼν ἀπαράλλακτε τοῦ Ὄντος, ἀκίνητε σφραγὶς ἀναλλοίωτε, Υἱὲ Λόγε σοφία καὶ βραχίων, δεξιὰ Ὑψίστου σθένος, σὲ ἀνυμνοῦμεν, σὺν Πατρί τε καὶ τῷ Πνεύματι.

ΑΒΡΑΜΙΑΙΟΙ ΠΟΤΕ, ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΑΙΔΕΣ, ΚΑΜΙΝΟΥ ΦΛΟΓΑ ΚΑΤΕΠΑΤΗΣΑΝ

Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, καὶ ὑμνοῦντες ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Περιχυθέντες φωτί, τῆς ἀπροσίτου δόξης, Θαβὼρ ἐν ὄρει οἱ Ἀπόστολοι, Χριστὲ ἀνεβόησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Λαίλαπι θείας ἠχῆς, καὶ δροσοβόλῳ νεφέλῃ, Χριστὲ καὶ αἴγλῃ σου ἡδόμενοι, οἱ Ἀπόστολοι ἔψαλλον· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Ἐν ἀπροσίτῳ φωτί, ὡς σὲ κατεῖδε Πέτρος, Θαβὼρ ἐν ὄρει ἐξαστράψαντα, Χριστὲ ἀνεβόησεν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ. Τῷ ἀρχηγῷ τῆς γῆς, Χριστῷ συνόντες παῖδες, οἱ Ζεβεδαίου ὡς ἀπέπεμψε, μορφῆς φῶς ἑβρόντησαν· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.

ΜΥΣΤΙΚΩΣ ΕΙ ΘΕΟΤΟΚΕ ΠΑΡΑΔΕΙΣΟΣ

Μυστικὸς εἶ Θεοτόκε Παράδεισος, ἀγεωργήτως βλαστήσασα Χριστόν, ὑφ' οὗ τὸ τοῦ Σταυροῦ ζωηφόρον ἐν γῇ, πεφυτούργηται δένδρον. Διὸ νῦν ὑψουμένου προσκυνοῦντες αὐτόν, σὲ μεγαλύνομεν

ΑΚΗΚΟΟΤΕΣ ΔΕΣΠΟΤΑ

Ἀκηκοότες Δέσποτα, ἐκ Πατρὸς μαρτυρούμενον, καὶ ὡς ἀνθρωπίνης, στερροτέραν ὄψεως, ὁρᾶν τοῦ προσώπου σου τὴν ἀστραπὴν μὴ φέροντες, σοῦ οἱ μαθηταί, ἐπὶ τήν γῆν κατέπιπτον, ἐν φόβῳ μελῳδοῦντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Βασιλευόντων πέφυκας, Βασιλεὺς ὡραιότατος, καὶ τῶν πανταχοῦ κυριευόντων Κύριος, δυνάστης μακάριος, καὶ φῶς οἰκῶν ἀπρόσιτον, ᾧ οἱ Μαθηταί, καταπλαγέντες ἐβόων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Ὡς οὐρανοῦ δεσπόζοντι, καὶ τῆς γῆς βασιλεύοντι, καὶ καταχθονίων, τὴν κυρείαν ἔχοντι, Χριστὲ σοι παρέστησαν, ἐκ μὲν τῆς γῆς Ἀπόστολοι, ὡς ἐξ οὐρανοῦ δὲ ὁ Θεσβίτης Ἠλίας, Μωϋσῆς δὲ ἐκ νεκάδων, μελῳδοῦντες συμφώνως· Λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥαθυμοτόκοι μέριμναι, ἐπὶ γῆς κατελείφθησαν, τῇ τῶν Ἀποστόλων, ἐκλογῇ φιλάνθρωπε, ὡς σοὶ ἠκολούθησαν, πρὸς τὴν ἐκ γῆς μετάρσιον, θείαν πολιτείαν· ὅθεν καὶ ἐπαξίως, τῆς σῆς θεοφανείας, ἐμελῴδουν τυχόντες· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΕΚΝΟΟΝ ΠΡΟΣΤΑΓΜΑ ΤΥΡΑΝΝΟΥ

«Ἔκνοον πρόσταγμα τυράννου, δυσσεβοῦς, λαοὺς ἐκλόνησε, πνέον ἀπειλῆς, καὶ δυσφημίας θεοστυγοῦς. Ὅμως τρεῖς Παῖδας οὐκ ἐδειμάτωσε θυμὸς θηριώδης, οὐ πῦρ βρόμιον, ἀλλ' ἀντηχοῦντι δροσοβόλῳ πνεύματι, πυρὶ συνόντες ἔψαλλον· ὁ ὑπερύμνητος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ».

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ. Η ΑΠΟ ΔΟΣΙΣ ΤΗΣ ΕΟΡΤΗΣ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΥΓΟΥΣΤΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. Ἡ ἀπόδοσις τῆς Ἑορτῆς. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς μεταθέσεως τοῦ λειψάνου τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. Κινοῦσί σου Μάξιμε πιστοὶ τὴν κόνιν, Δηλοῦντες, ὡς ζῇς, ἐξαμείβων καὶ τόπους. Μαξίμου ἀμφὶ τρίτην νεκρὸν δεκάτην μεταθῆκαν. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῆς ἀοιδίμου καὶ Παμμακαρίστου Βασιλίσσης καὶ κτιτορίσσης τῆς σεβασμίας μονῆς τοῦ Παντοκράτορος Σωτῆρος Χριστοῦ, Εἰρήνης, τῆς διὰ τοῦ Ἁγίου καὶ Ἀγγελικοῦ σχήματος μετονομασθείσης Ξένης Μοναχῆς. Παντοκράτωρ δέδωκέ σοι Μονὴν ἄνω, Ὡς κτιτορίσσῃ ἰδίας Μονῆς κάτω. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΛΗΝ ΜΟΙ ΤΗΝ ΘΕΟΠΝΟΥΝ, ΕΚ ΤΗΣ ΜΕΛΙΡΡΥΤΟΥ ΚΑΙ ΗΔΕΙΑΣ

Ὅλην μοι τὴν θεόπνουν, ἐκ τῆς μελιρρύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης, θεῖε Μάξιμε χάριν τοῦ Πνεύματος. Πῦρ καιόμενον ὤφθης, κατὰ τῶν αἱρέσεων μακάριε· ὡς καλάμην γὰρ ταύτας, κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος. Ἄλογον προετέθη, ἐκ δυσσεβεστάτης προαιρέσεως, μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις σου Πάτερ διήλεγκται.