ΠΟΔΕΣ ΟΙ ΣΕΠΤΟΙ ΣΟΥ ΑΘΛΟΦΟΡΕ

Πόδες οἱ σεπτοί σου ἀθλοφόρε, πρὸς τρίβους τοῦ μαρτυρίου κατηυθύνθησαν· ἐμπεριπατοῦσι δὲ νῦν ἐπαγαλλόμενοι, ἐν χώρᾳ ζώντων πάνσοφε, ἐν Παραδείσῳ τρυφῆς· διὸ καὶ συνελθόντες τιμῶμεν, ἀνυμνολογοῦντες Χριστὸν εἰς τοὺς αἰῶνας.

Ἐπλάκη σοι στέφος ἀφθαρσίας, στερρῶς ἀγωνισαμένῳ καὶ νικήσαντι, ὄφιν τὸν ἀρχέκακον, Μάρτυς ἀξιάγαστε, καὶ ἀθλητῶν ὁμήγυρις σὲ ὑπεδέξατο· Τὸν Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Θαυμάτων ἐκπέμπεις λαμπηδόνας, τὴν θείαν ἐνδεδυμένος Μάρτυς δύναμιν, παύεις ἀρρωστήματα, λύεις τε νοσήματα, ἀποδιώκεις πνεύματα, τῆς πονηρίας βοῶν· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ