Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούλιος, 2010

ΕΚ ΓΗΣ Ο ΚΑΛΕΣΑΣ ΣΕ, ΠΡΟΣ ΑΙΩΝΙΟΥΣ ΜΟΝΑΣ...

Ἐκ γῆς ὁ καλέσας σε, πρὸς αἰωνίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σῶμά σου, Ἅγιε· σὺ γὰρ ἐν σωφροσύνῃ, καὶ σεμνῇ πολιτείᾳ, μάκαρ ἐπολιτεύσω, μὴ μολύνας τὴν σάρκα· διὸ ἐν παρρησίᾳ Χριστῷ, πρέσβευε σωθῆναι ἡμᾶς.

Ο ΕΠΙ ΘΡΟΝΟΥ ΧΕΡΟΥΒΙΜ....

Ὁ ἐπὶ θρόνου Χερουβὶμ καθεζόμενος, καὶ ἐν τοῖς κόλποις τοῦ Πατρὸς αὐλιζόμενος, ὡς ἐπὶ θρόνου κάθηται ἁγίου αὐτοῦ, Δέσποινα ἐν κόλποις σου σαρκικῶς, ὁ Θεός γάρ· ὄντως ἐβασίλευσεν, ἐπὶ πάντα τὰ ἔθνη, καὶ συνετῶς νῦν ψάλλομεν αὐτῷ, ὃν ἐκδυσώπει σωθῆναι τοὺς δούλους σου.

ΣΥΜΠΑΣΑΣ ΦΥΣΙΣ ΑΝΘΡΩΠΩΝ ΝΥΝ ΠΡΟΕΟΡΤΑΖΕ

Σύμπασα φύσις ἀνθρώπων νῦν προεόρταζε, χαρμονικῶς καὶ σκίρτα· τοῦ Σταυροῦ γὰρ τὸ ξύλον, μέλλει προτεθῆναι πᾶσι πιστοῖς, ἰατρεῖον ἀδάπανον, καὶ νοσημάτων λυτήριον καὶ παθῶν, καὶ παντοίων περιστάσεων. Δεῦτε κατίδωμεν ξένον πιστοὶ τεράστιον, πῶς τοῦ Σταυροῦ τὸ ξύλον, καταπαύει φλογώσεις, κοιμίζει ἀλγηδόνας, πάθους παντός, ἀπαλλάττει τοὺς κάμνοντας. Προεορτάσωμεν τοίνυν, καὶ τῇ αὐτοῦ, προελεύσει νῦν σκιρτήσωμεν. Ζῶντες ὁμοῦ καὶ θανόντες προευτρεπίσθητε· τῆς γὰρ ζωῆς τὸ ξύλον, τὸ τὸν ᾍδην νεκρῶσαν, ὁ φύλαξ τῶν ἀνθρώπων, ἡ τῶν νεκρῶν ἐξανάστασις ἔρχεται, πᾶσι τήν ἄφθονον χάριν νῦν παρασχεῖν, τοῖς αἰτοῦσι μετὰ πίστεως.

ΕΥΔΟΚΙΜΗΣΑΣ ΑΓΑΘΑΙΣ ΕΡΓΑΣΙΑΙΣ, ΕΔΟΚΙΜΑΣΘΗΣ ΩΣ ΧΡΥΣΟΣ ΕΝ ΚΑΜΙΝΩ.... ΕΥΔΟΚΙΜΕ ΑΟΙΔΙΜΕ

Εὐδοκιμήσας ἀγαθαῖς ἐργασίαις, ἐδοκιμάσθης ὡς χρυσὸς ἐν καμίνῳ, τοῖς πειρασμοῖς Εὐδόκιμε ἀοίδιμε· ὅθεν μετὰ θάνατον, ἀναβλύζεις πλουσίως, θαύματα ὡς νάματα, καὶ νοσήματα παύεις, ὑπὲρ ἡμῶν ἀεὶ ἐκδυσωπῶν, ὅπως πταισμάτων συγχώρησιν λάβωμεν.

ΤΑ ΔΟΓΜΑΤΑ ΤΩΝ ΠΑΤΕΡΩΝ ΦΥΛΑΤΤΩΝ ΑΛΩΒΗΤΑ.... ΓΝΩΜΗΝ ΑΞΙΑΓΑΣΤΕ...

Τὰ δόγματα τῶν Πατέρων φυλάττων ἀλώβητα, ὀρθόδοξον φρόνημα, σὺ ἐκ νεότητος ἔσχηκας, βίον ἀκηλίδωτον, καὶ εὐσυμπάθητον γνώμην Ἀξιάγαστε. Οὐ σύγχυσις κοσμικὴ οὐκ ἀρχῆς ἐπικράτεια, οὐ δόξα ἐπίκηρος, σοῦ τὸν πρὸς Κύριον ἔρωτα, ἤμβλυνεν Εὐδόκιμε, ἀλλ' εὐδοκίμησας ὄντως θείαις πράξεσιν. Ὑψούμενος ταῖς ἐνθέοις μελέταις ἑκάστοτε, ἐχθρὸν ἐταπείνωσας, καὶ ἰαμάτων ἐνέργειαν, εἴληφας Εὐδόκιμε, κρίσει δικαίᾳ τοῦ πάντα διευθύνοντος. Σταλάζουσα γλυκασμὸν ἡ σορός, τῶν λειψάνων σου, πλουσίων ἰάσεων, πάθη καθαίρει Εὐδόκιμε, πίστει τῶν τιμώντων σε, καὶ καταφλέγει δαιμόνων πάσας φάλαγγας.

ΑΙΓΛΗ ΣΕΠΤΗ, ΤΗΣ ΑΓΝΕΙΑΣ ΘΕΟΦΡΟΝ ΛΕΛΑΜΠΡΥΣΜΕΝΟΣ... ΤΑ ΣΥΣΤΗΜΑΤΑ...

Αἴγλῃ σεπτῇ, τῆς ἁγνείας θεόφρον λελαμπρυσμένος, νόμῳ, τε τῷ ταύτης συμπεφραγμένος, νύκτα τοῦ βίου ἀπροσκόπτως διέβης, θεωρίαις θείαις πτερούμενος, Μάκαρ καὶ πρὸς θείαν, ζωὴν κατεσκήνωσας. Νῦν ἐπὶ σοί, θαῦμα μέγα ὁρᾶται, καὶ θάμβους πλῆρες, πῶς μετὰ κηδείαν ὄντως χρονίαν, διατηρεῖται ἀδιάλυτον Μακαρ, σοῦ τὸ σῶμα ἐν τάφῳ κείμενον, κρίμασιν οἷς οἶδε, Θεὸς ὁ δοξάζων σε. Εὖγε τῆς σῆς, πρὸς Θεὸν παρρησίας, εὖγε τοῦ πόθου, οὗπερ ἐκ καρδίας πρὸς τοῦτον ἔσχες, εὐδοκιμήσας φερωνύμως, καὶ λάμψας παραδόξως θείαις λαμπρότησι, καὶ καταφαιδρύνας, πιστῶν τὰ συστήματα.

ΠΑΝΤΟΣ ΔΙΚΑΙΟΥ ΜΝΗΜΗ ΜΕΤ ΕΓΚΩΜΙΩΝ...

Παντὸς Δικαίου μνήμη μέτ' ἐγκωμίων γίνεται, μεθ' ὧν καὶ ἡ σή, θεράπον Χριστοῦ Εὐδόκιμε· ὅπλον γὰρ ἔσχες Σταυρόν, καὶ κράτος ἀήττητον, Τριάδος ὁμοουσίου πίστιν· διὰ τοῦτο μετ' Ἀγγέλων, συναναπαύῃ ἀείμνηστε.

ΣΤΑΥΡΟΣ ΠΡΟΕΟΡΤΑΖΕΤΑΙ, ΚΑΙ ΚΟΣΜΟΣ ΑΓΙΑΖΕΤΑΙ, ΤΑΞΕΙΣ ΑΓΓΕΛΩΝ...

Σταυρὸς προεορτάζεται, καὶ κόσμος ἁγιάζεται, τάξεις Ἀγγέλων ὑμνοῦσι, τὸν δι' ἡμᾶς σταυρωθέντα, καὶ συμπανηγυρίζουσιν, ἡμῖν καὶ συναγάλλονται, δαυϊτικῶς κραυγάζοντες· Εἰργάσατο σωτηρίαν, ἐν μέσῳ γῆς ὁ Δεσπότης.

ΚΑΙ ΖΩΝ ΕΥΔΟΚΙΜΟΣ ΩΦΘΗΣ, ΚΑΤΑ ΠΑΘΩΝ ΠΑΝΤΟΔΑΠΩΝ....

Καὶ ζῶν Εὐδόκιμος ὤφθης, κατὰ παθῶν παντοδαπῶν, καὶ νῦν εἰσέτι ὑπάρχεις, πηγὴ θαυμάτων τηλαυγής, ἐξ ἧς καθαίρονται πάθη, ψυχῶν ὁμοῦ καὶ σωμάτων.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΕΥΔΟΚΙΜΟΥ & ΠΡΟΕΟΡΤΙΑ ΤΗΣ ΠΡΟΕΛΕΥΣΕΩΣ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ...

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Εὐδοκίμου, καὶ Προεόρτια τῆς προελεύσεως τοῦ Τιμίου Σταυροῦ. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Δικαίου Εὐδοκίμου. Στίχοι Τὸν θεῖον Εὐδόκιμον, ᾧ βίος γέλως, Τὸ θεῖον εὐδόκησεν ἐκστῆναι βίου. Δέχνυται Εὐδόκιμον πρώτῃ τάφος ἐν τριακοστῇ. Ὁ ἅγιος Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, ὁ κηδευτὴς τοῦ Δεσπότου Χριστοῦ, ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι δώδεκα μάρτυρες οἱ Ῥωμαῖοι ξίφει τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεβασμίου οἴκου τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου τοῦ ἐν Βλαχέρναις, ἔνθα ἀπόκειται ἡ Ἁγία Σορός. Καὶ προεόρτια τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, ἤτοι ἡ ἐξέλευσις αὐτοῦ ἐκ τοῦ βασιλικοῦ Παλατίου εἰς τὴν πόλιν. Στίχοι Οἴκου προελθών, Σταυρὸς τῶν Βασιλέων, Οἴκοις ἑορτὰς προξενεῖ τοῖς ἐν πόλει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΡΙΣΤΑΜΕΝΟΙ.... ΚΑΡΘΑΓΕΝΕΩΝ ΚΑΥΧΗΜΑ....

Παριστάμενοι, θρόνῳ τῷ θείῳ πάντοτε, φέγγει τε λαμπρυνόμενοι, ἀδύτῳ Ἅγιοι, φωτισμὸν πνευματικόν, ἅπασιν αἰτήσασθε, ἐκ τοῦ τῶν φώτων Πατρός, καταπεμφθῆναι ἡμῖν, πιστῶς ὑμᾶς γεραίρουσιν. Ἀναλάμψαντα, δικαιοσύνης ἥλιον, Ἔνδοξοι θεασάμενοι, Κόρης θεόπαιδος, ἐκολλήθητε αὐτῷ, θείαν κατὰ μέθεξιν, φῶς χρηματίζοντες, καὶ ἀπηλάσατε, ἀπάτης ζόφον ἅπαντα. Νόμον ἔνθεον, ἐπὶ τῆς γλώττης φέροντες, πᾶσαν τὴν γῆν διήλθετε, τὴν ἀνομίαν αὐτῆς, ὑπεξαίροντες σοφοί, Κρήσκη, Ἀνδρόνικε, Σίλα καὶ Σιλουανέ, καὶ κατασπείραντες, τὴν γνῶσιν τὴν σωτήριον. Ἐπαινέσωμεν, Ἐπαινετὸν τὸν ἔνδοξον, Καρθαγενέων καύχημα, θεῖον γενόμενον, καὶ τοῦ Λόγου Μαθητήν, καὶ τῶν ἰαμάτων, πηγὴν καὶ μέγαν κήρυκα, τῶν ὑπὲρ ἔννοιαν, καὶ πίστεως ἑδραίωμα.

ΚΑΤΑΚΡΙΣΕΩΣ ΛΥΤΡΩΣΑΙ ΠΑΝΑΓΙΑ ΘΕΟΝΥΜΦΕ.... ΧΥΣΕΣΙΝ...

Κατακρίσεως λύτρωσαι, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων, τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαῖς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι, μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.

...ΣΙΛΑΝ ΤΟΝ ΠΑΝΑΡΙΣΤΟΝ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΝ ΕΠΑΙΝΕΤΟΝ ΚΑΙ ΚΡΗΣΚΕΝΤΑ....

Συνελθόντες τιμήσωμεν, καὶ πιστῶς μακαρίσωμεν, Σίλαν τὸν πανάριστον, καὶ Ἀνδρόνικον, Ἐπαινετόν τε καὶ Κρήσκεντα, καὶ πόθῳ τιμήσωμεν, σὺν αὐτοῖς Σιλουανόν, τοὺς τῆς πίστεως κήρυκας, τοὺς προχέοντας, ποταμοὺς ἰαμάτων, καὶ παντοίων, παθημάτων ἐπηρείας, Πνεύματι θείῳ ἐξαίροντας.

ΩΣ ΝΕΦΕΛΑΙ ΜΑΚΑΡΙΟΙ....

Ὡς νεφέλαι μακάριοι, ἐπὶ πάντα τὰ πέρατα, ὑετὸν ἐρράνατε τὸν οὐράνιον, καὶ τὰς ψυχὰς κατηρδεύσατε, πιστῶν θείᾳ χάριτι, ἀποπνίξαντες δεινά, ἀθεΐας ζιζάνια, καὶ τελέσαντες, τὰς ψυχὰς καρποφόρους τῶν ἀνθρώπων· διὰ τοῦτο ἐν αἰνέσει, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.

ΑΣΤΡΑΠΑΙΣ ΦΩΤΙΖΟΜΕΝΟΙ, ΤΑΙΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΠΑΝΣΟΦΟΙ

Ἀστραπαῖς φωτιζόμενοι, ταῖς τοῦ Πνεύματος πάνσοφοι, τὰ τῆς γῆς πληρώματα περιήλθετε, καὶ τοὺς πιστοὺς ἐφωτίσατε, τὸν ζόφον μειώσαντες, ἀγνωσίας τοῦ βυθοῦ, ὡς τοῦ Λόγου Ἀπόστολοι· ὅθεν σήμερον, γεγηθότες τελοῦμεν τὴν ἁγίαν, καὶ φωσφόρον ὑμῶν μνήμην, ἁγιασμὸν κομιζόμενοι.

ΣΙΛΑ, ΣΙΛΟΥΑΝΟΥ, ΚΡΗΣΚΕΝΤΟΣ, ΕΠΑΙΝΕΤΟΥ ΚΑΙ ΑΝΔΡΟΝΙΚΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα, Σίλα, Σιλουανοῦ, Κρήσκεντος, Ἐπαινετοῦ καὶ Ἀνδρονίκου. Στίχοι Ἐπαινετὸς Κρήσκης τε καὶ Σιλουανός, Σίλας καὶ Ἀνδρόνικος, αἰνείσθων ἅμα. Πέντ' ἔβαν ἐκ βιότου μύσται Θεοῦ ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἰουλίττης τῆς ἐκ Καισαρείας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ, ΣΤΕΦΑΝΟΥΣ ΕΚΟΜΙΣΑΝΤΟ ΤΗΣ ΑΦΘΑΡΣΙΑΣ...

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΩΣ ΕΩΡΑΚΕ ΚΥΡΙΕ, Η ΠΑΡΘΕΝΟΣ ΚΑΙ ΜΗΤΗΡ ΣΟΥ

Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς Προπάτορας.

ΩΣ ΓΕΝΝΑΙΟΝ ΑΔΑΜΑΝΤΑ, ΩΣ ΘΕΟΦΡΟΝΑ ΜΑΡΤΥΡΑ....

Ὡς γενναῖον ἀδάμαντα, ὡς θεόφρονα Μάρτυρα, ὡς τὴν πλάνην λύσασαν τοῦ ἀλάστορος, καὶ τὸν τῆς Εὔας πολέμιον, γενναίῳ φρονήματι, συμπατήσασαν εἰς γῆν, εὐφημοῦμέν σε ἔνδοξε, καὶ χωρήσασαν, Παραδείσου πρὸς πλάτος Θεοδότη, θεωθεῖσαν καὶ τυχοῦσαν, ἐπιτηδείου μεθέξεως.

ΤΗΣ ΘΕΙΑΣ, ΦΩΤΟΔΟΣΙΑΣ ΧΑΡΙΤΙ...

Τῆς θείας, φωτοδοσίας χάριτι, καταλαμπρύνεσθαι, τοὺς ὑμνητάς σου μάρτυς τοῦ Χριστοῦ, Θεοδότη δυσώπησον, μαρτυρικῇ λαμπρότητι, καὶ παρθενίᾳ διαλάμπουσα. Ἡ θείῳ, δυναμωθεῖσα Πνεύματι, καὶ καταισχύνασα, τῶν πονηρῶν πνευμάτων τὴν πληθύν, Θεοδότη πανεύφημε, πνευματικαῖς φαιδρότησι, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον. Νομίμως, πρὸς τοὺς ἀγῶνας ἔνδοξε, Μάρτυς ἐχώρησας, τῶν θεοπνεύστων λόγων διδαχαῖς, κοσμουμένη λαμπρότατα, καὶ τὰς βουλὰς ἐμώρανας, τῶν ἀσεβούντων παναοίδιμε.

ΣΤΟΜΑΤΙ, ΘΕΟΛΟΓΩ ΚΑΙ ΓΛΩΣΣΗ ΘΕΟΦΡΟΝΙ, ΤΑΣ ΤΩΝ ΤΥΡΑΝΝΩΝ ΘΩΠΕΙΑΣ, ΑΠΕΚΡΟΥΣΩ ΜΑΡΤΥΣ ΤΟΝ ΕΚ ΠΑΡΘΕΝΟΥ, ΣΑΡΚΩΘΕΝΤΑ...

Στόματι, θεολόγῳ καὶ γλώσσῃ θεόφρονι, τὰς τῶν τυράννων θωπείας, ἀπεκρούσω Μάρτυς τὸν ἐκ Παρθένου, σαρκωθέντα, θεολογοῦσα τῆς Θεομήτορος.

ΥΦΑΝΘΗ ΣΟΙ ΑΝΩΘΕΝ, Ο ΧΙΤΩΝ ΤΗΣ ΠΙΣΤΕΩΣ....

Ὑφάνθη σοι ἄνωθεν, ὁ χιτὼν τῆς πίστεως, δι' οὗ ἀπεγύμνωσας τὸν ἐχθρὸν ἐν σταδίῳ, Μάρτυς ἔνδοξε. Μεμηνὼς ὁ τύραννος, ὑπεκλύειν ᾤετο, θωπείαις τὸν Μάρτυρα, ἀλλ' αὐτὸς τῇ πίστει ἐστερέωτο. Εὐθὲς ὁλοκαύτωμα, καὶ δεκτὸν θυμίαμα, Καλλίνικε ἔνδοξε, τῷ πυρὶ τῶν ἀγώνων προσηνέχθης Θεῷ. Νέον σε Παράδεισον, οἱ πιστοὶ γνωρίσαντες, τοῖς πόνοις τῶν ἄθλων σου, ὡς ἐκ θείων ναμάτων ποτιζόμεθα. Ὡραῖοι οἱ πόδες σου, ἀθλητὰ Καλλίνικε, τοῖς ἥλοις πειρώμενοι, καὶ πρὸς κήρυγμα θεῖον πορευόμενοι.

ΤΟΝ ΩΡΑΙΟΤΑΤΟΝ ΧΡΙΣΤΟΝ....

Τὸν ὡραιότατον Χριστὸν ἀγαπήσασα, καὶ δι' ἁγνείας τὴν ψυχὴν ὡραΐσασα, διὰ παντοίων πόνων τε καὶ θλίψεων, τούτῳ κατηγγύησαι, ὥσπερ ἄμωμος νύμφη· ὅθεν σε ἠξίωσεν, οὐρανίων θαλάμων, ὑπὲρ ἡμῶν πρεσβεύουσαν αὐτῷ, τῶν σὲ τιμώντων σεμνὴ Παμμακάριστε.

ΙΛΥΙ ΠΕΡΙΕΠΕΣΟΝ, ΑΝΥΠΟΣΤΑΤΩ....

Ἰλὺϊ περιέπεσον, ἀνυποστάτῳ Κύριε, καὶ ἐν βυθῷ τῆς ἁμαρτίας τε, καὶ τῇ καταιγίδι τῶν δεινῶν μου πράξεων, ἐμπαγεὶς κραυγάζω σοι· Σὺ γενοῦ μοι βοηθός. Κρηπῖσι καθηλούμενος, τοὺς πόδας Μάρτυς ἔψαλλες· Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου, πλουσίως κατετέρφθην, ἀθλοθέτα Δέσποτα, ὑπομένων στίγματα, τῇ ἐλπίδι τῶν μισθῶν. Ἐλαίῳ σῷ τὸν ἔλεον, καλῶς ἐμπορευσάμενος, τοῦ μαρτυρίου τὴν λαμπάδα σου, ἐφαίδρυνας Παμμάκαρ, δι' ἧς ὅλος γέγονας, ἱερεῖον ἄμωμον, ὁλοκαύτωμα δεκτόν.

ΜΑΡΤΥΣ ΠΑΜΜΑΚΑΡ ΚΑΛΛΙΝΙΚΕ, ΠΡΟΣ ΑΟΡΑΤΟΥΣ ΕΧΘΡΟΥΣ

Μάρτυς παμμάκαρ Καλλίνικε, πρὸς ἀοράτους ἐχθρούς, τὸν ἀόρατον Κύριον, συμμαχίαν ἄμαχον, κεκτημένος ἀνέστησας, ἀθανασίας μεγάλα τρόπαια, τὸν ἐξαλείφειν γῆν τε καὶ θάλασσαν, κατακαυχώμενον, τῇ πυγμῇ τῶν ἄθλων σου, καταβαλών, καὶ τῇ τῶν αἱμάτων σου, καταποντίσας ῥοῇ.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ

Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

ΤΟΝ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ ΠΡΟΜΑΧΟΝ, ΚΑΙ ΚΑΘΑΙΡΕΤΗΣ ΕΧΘΡΟΥ

Τὸν τῆς εὐσεβείας πρόμαχον, καὶ καθαιρέτην ἐχθροῦ, καὶ Μαρτύρων συνόμιλον, καὶ ναὸν τοῦ Πνεύματος, τοῦ Ἁγίου γενόμενον, τὸν στρατιώτην τοῦ Βασιλέως Χριστοῦ, τῶν ἰαμάτων τὸ ἀδαπάνητον, ὄντως θησαύρισμα, τῶν πιστῶν τὸ στήριγμα, τὸν θαυμαστόν, σήμερον Καλλίνικον, ὕμνοις τιμήσωμεν.

ΣΚΕΠΗΝ ΣΕ ΚΕΚΤΗΜΕΘΑ....

Σκέπην σε κεκτήμεθα, καὶ λιμένα Πάναγνε καὶ ὅπλον καὶ ἄγκυραν, καὶ βεβαίαν ἐλπίδα ἐν κινδύνοις ἀεί.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ ΑΥΤΩΝ, ΣΤΕΦΑΝΟΥΣ ΕΚΟΜΙΣΑΝΤΟ ΤΗΣ ΑΦΘΑΡΣΙΑΣ...

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΜΕΜΥΗΜΕΝΗ ΤΑ ΘΕΙΑ ΤΩ ΕΚ ΠΑΡΘΕΝΟΥ, ΚΑΙ ΘΕΟΤΟΚΟΥ ΚΟΡΗΣ...

Μεμυημένη τὰ θεῖα τῷ ἐκ Παρθένου, καὶ Θεοτόκου Κόρης, σαρκωθέντι ἐβόας· Σύ μου εἶ φιλάνθρωπε, ἰσχύς τε καὶ ὕμνησις.

ΤΗΣ ΘΕΙΑΣ, ΦΩΤΟΔΟΣΙΑΣ ΧΑΡΙΤΙ, ΚΑΤΑΛΑΜΠΡΥΝΕΣΘΑΙ, ΤΟΥΣ ΥΜΝΗΤΑΣ ΣΟΥ ΜΑΡΤΥΣ.... ΘΕΟΔΟΤΗ

Τῆς θείας, φωτοδοσίας χάριτι, καταλαμπρύνεσθαι, τοὺς ὑμνητάς σου μάρτυς τοῦ Χριστοῦ, Θεοδότη δυσώπησον, μαρτυρικῇ λαμπρότητι, καὶ παρθενίᾳ διαλάμπουσα. Ἡ θείῳ, δυναμωθεῖσα Πνεύματι, καὶ καταισχύνασα, τῶν πονηρῶν πνευμάτων τὴν πληθύν, Θεοδότη πανεύφημε, πνευματικαῖς φαιδρότησι, τοὺς σὲ ὑμνοῦντας καταφαίδρυνον. Νομίμως, πρὸς τοὺς ἀγῶνας ἔνδοξε, Μάρτυς ἐχώρησας, τῶν θεοπνεύστων λόγων διδαχαῖς, κοσμουμένη λαμπρότατα, καὶ τὰς βουλὰς ἐμώρανας, τῶν ἀσεβούντων παναοίδιμε.

ΚΑΙ ΘΑΝΟΥΣΑ ΖΩΗΡΟΝ, ΑΙΜΑΤΩΝ....

Καὶ θανοῦσα ζωηρόν, αἱμάτων μύρον ἔβλυσας, ὡς ἐν Θεῷ ζῶντι ζῶσα, καὶ διαθήκης τῆς αὐτοῦ, κληρονόμος ἠξίωσαι, Θεοδότη φρουροῦσα, τοὺς πόθῳ ὑμνοῦντάς σε.

ΑΡΜΑΤΙ ΝΟΗΤΩ, ΕΠΙΒΑΣ ΩΣ ΑΛΗΘΩΣ, ΤΡΙΣΤΑΤΑΣ ΕΠΟΝΤΙΣΑΣ...

Ἅρματι νοητῷ, ἐπιβὰς ὡς ἀληθῶς, τριστάτας ἐπόντισας, τοῦ νοητοῦ Αἰγυπτίου, ἐν τῇ τῶν αἱμάτων σου ἐρυθρᾷ, Μαρτύρων κλέος Καλλίνικε. Θείαν περιβολήν, ἐνδυσάμενος, Σοφέ, στολὴν τὴν ἐπίγειον, ἀπεξεδύσω παμμάκαρ, καὶ πρὸς τὸν ἀγῶνα ὥρμησας, καὶ τὸν ἐχθρὸν ἐθριάμβευσας. Λύσας τὰς τοῦ ἐχθροῦ, πολυπλόκους μηχανάς, δεσμεῖς ἐν τοῖς ἄθλοις σου, καὶ ἀνενέργητον τοῦτον, ἔρριψας εἰς γῆν Καλλίνικε, καὶ τοῖς ποσί σου συνέτριψας.

ΜΑΡΤΥΣ ΘΕΟΦΡΟΝ ΚΑΛΛΙΝΙΚΕ...

Μάρτυς Θεόφρον Καλλίνικε, ὑπὲρ τὸ ζῆν τὸ θανεῖν, εὐσεβῶς προελόμενος, τοῦ Χριστοῦ τὸν θάνατον, ἀληθῶς ἐξεικόνισας· ἀθανασίας ὅθεν ἐπέτυχες, καὶ ἀνεσπέρου μακαριότητος, ἔνθα τὰ τάγματα, τῶν Ἀγγέλων πέφυκε, καὶ ἀθλητῶν, πάντων ἀγαλλόμενος, σκηνώσας ἔνδοξε.

ΖΗΛΟΝ ΕΝΘΕΟΝ .... ΜΑΡΤΥΣ ΚΑΛΛΙΝΙΚΕ, ΧΡΙΣΤΟΝ

Ζῆλον ἔνθεον, ἐν τῇ ψυχῇ σου, ἔχων ἔνδοξε, τοὺς ἀνομοῦντας, διακενῆς καρτερικῶς διήλεγξας, καὶ ὁμιλήσας βασάνοις διήνυσας, τὸν σὸν ἀγῶνα γενναίῳ φρονήματι, Μάρτυς Καλλίνικε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΜΑΡΤΥΡΟΣ ΚΑΛΛΙΝΙΚΟΥ ΚΑΙ ΘΕΟΔΟΤΗΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλινίκου, καὶ τῆς Ἁγίας Μάρτυρος Θεοδότης. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου μάρτυρος Καλλινίκου Στίχοι Βληθεὶς ὁ Καλλίνικος ἐν τῇ καμίνῳ, Τὸ νικοκαλὲς εὗρε καὶ θεῖον στέφος. Εἰκάδι ἀμφενάτῃ φλὸξ Καλλίνικον κατέδαψε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας μάρτυρος Θεοδότης, καὶ τῶν τέκνων αὐτῆς. Στίχοι Θεῷ δοτὴν τίθησι τὴν Θεοδότην. Τὸ πῦρ καμίνου σὺν τρισὶ τέκνοις φίλοις. Οἱ ἅγιοι μάρτυρες πατὴρ καὶ μήτηρ μετὰ δύο τέκνων αὐτῶν, πυρὶ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων μαρτύρων Μάμαντος καὶ Βασιλίσκου, ἐν τοῖς Δαρείου, καὶ τῶν Ἁγίων Βενιαμὶν καὶ Βηρίου, πλησίον τῶν Παλατίων τοῦ Ἑβδόμου. Καὶ μνήμη τοῦ μακαρίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ Κωνσταντίνου Πατριάρχου Κωνσταντινουπόλεως, καὶ τοῦ εὐσεβοῦς Βασιλέως Θεοδοσίου τοῦ Νέου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΣΙΑΣ ΕΙΡΗΝΗΣ ΧΡΥΣΟΒΑΛΑΝΤΟΥ

Δεῦτε εὐφημήσωμεν οἱ πιστοὶ, Ὁσίαν Εἰρήνην τῶν ἀτέκνων καταφυγή, τῶν δὲ ὀρθοδόξων προστάτιδα καὶ κλέος καὶ πάντων τῶν ἐν θλίψει τὸ παραμύθιον.

ΟΣΙΑ ΕΙΡΗΝΗ Η ΧΡΥΣΟΒΑΛΑΝΤΩ 28 ΙΟΥΛΙΟΥ

Βασιλείας γήινους πάλαι οὐκ ἔτυχες, ἀλλ' ἄφθαρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος ὢ καθιέρωσας σαύτην, ὅλη καρδία καὶ ψυχή, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἠμῶν δὲ προσφυγὴ καὶ βοήθεια.

ΝΙΚΑΝΩΡ, ΤΗΝ ΖΩΗΝ ΚΑΤΑΓΓΕΛΩΝ ΤΗΝ ΑΛΗΚΤΟΝ, ΚΑΙ ΤΟΝ ΣΤΑΥΡΟΝ ΚΑΙ ΤΑ ΠΑΘΗ....

Νικάνωρ, τὴν ζωὴν καταγγέλλων τὴν ἄληκτον, καὶ τὸν Σταυρὸν καὶ τὰ πάθη, τοῦ δι' εὐσπλαγχνίαν σαρκὶ παθόντος, θανατοῦται, Ἰουδαίων χερσὶν ἀναιρούμενος. Ὁ μέγας ἐξαπτόμενος Τίμων τῷ ἔρωτι, τῆς τοῦ Κυρίου ἀγάπης, προσταγαῖς ἀνόμων πυρὸς ἐν μέσῳ, τελειοῦται, ὁλοκαύτωμα θεῖον γενόμενος. Ἡ θεία, καὶ φωσφόρος καὶ χάριτος ἔμπλεως, ὑμῶν Ἀπόστολοι μνήμη, ἁγιάζει πάντων τὰς διανοίας, τῶν ἐν πίστει, ἐπιτελούντων ταύτην μακάριοι.

... Ο ΜΕΓΑΣ ΠΑΡΜΕΝΑΣ, ΑΠΟΣΤΟΛΩΝ ΕΠ' ΟΨΕΣΙ....ΤΟ ΘΕΙΟΝ ΔΙΑΚΟΝΗΜΑ...

Σὺ Κύριε τοὺς σούς, Μαθητὰς ὥσπερ σάλπιγγας, ἀπέστειλας ἐγειρούσας, ἐκ μνημάτων ἀπάτης, ψυχὰς ὑμνολογούσας σε. Τίμων ὁ ἱερός, ποιμὴν Βόστρων γενόμενος, ἠνέγκατο μαρτυρίου, τὸ μακάριον τέλος, πυρὶ καταφλεγόμενος. Ὁ μέγας Παρμενᾶς, Ἀποστόλων ἐπ' ὄψεσι, κεκοίμηται ἐκτελέσας, σὺν σπουδῇ θερμοτάτῃ, τὸ θεῖον διακόνημα.

ΦΩΝΗΝ ΣΟΙ ΒΟΩΜΕΝ ΠΑΡΘΕΝΕ, ΠΕΡΙΧΑΡΩΣ...

Φωνὴν σοι βοῶμεν Παρθένε, περιχαρῶς τοῦ Ἀρχαγγέλου· Χαῖρε ἡ χαρὰ τῶν Ἀγγέλων, καὶ Ἀποστόλων τὸ σεμνολόγημα, καὶ Προφητῶν τὸ κήρυγμα, καὶ τῶν Μαρτύρων τὸ στεφάνωμα.

ΑΠΟΣΤΟΛΟΙ ΑΓΙΟΙ, ΠΡΕΣΒΕΥΣΑΤΕ ΤΩ ΕΛΕΗΜΟΝΙ ΘΕΩ...

Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

....ΜΑΚΑΡ ΝΙΚΑΝΟΡ ΑΝΑΙΡΟΥΜΕΝΟΣ....

Ὁλικωτάταῃ, διανοίᾳ Χριστὸν ἀγαπήσαντες, μόνον τὸν ἐν κάλλει ὄντα ὡς ἀληθῶς, Παναοίδιμοι ἀσύγκριτον, κλῆρον εἰλήφατε, τὴν βασιλείαν τὴν ἐπουράνιον. Ὑπὸ τοῦ Λόγου, τοῦ ἐκ Παρθένου ἡμῖν ἀνατείλαντος, λόγῳ τιμηθέντες ἔργοις τε ἱεροῖς, τῶν πιστῶν σωτῆρες ὤφθητε, τούτους μετάγοντες, πρὸς τὴν ὁμολογίαν θεόληπτοι. Ἤθλησας ξένως, μάκαρ Νικάνορ ἀναιρούμενος, γνώμῃ δυσσεβῶν Ἑβραίων, καὶ τῷ Χριστῷ, ὡς ἀρνίον προσαγόμενος· Εὐλογημένος εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.

ΙΛΥΟΣ ΕΡΡΥΣΑΣΘΕ ΠΑΘΩΝ, ΚΑΙ ΜΑΤΑΙΟΤΗΤΟΣ,,,

Ἰλύος ἐρρύσασθε παθῶν, καὶ ματαιότητος, τοὺς πειθαρχήσαντας, ὑμῶν διδάγμασι Πάνσοφοι, καὶ πρὸς ὕψος τούτους γνώσεως, ἀνεβιβάσατε Θεῷ, εὐαρεστοῦντας καλῶς καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὁ θεῖος τιμάσθω Παρμενᾶς, ἐνθέοις ᾄσμασιν, ἅμα τῷ Τίμωνι, καὶ ὁ πανεύφημος Πρόχορος, καὶ Νικάνωρ ὁ θαυμάσιος, ὡς μαθηταὶ τοῦ Ἰησοῦ, καὶ πλουτισταὶ τῶν ἐθνῶν, τῶν βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ὑμᾶς μετὰ Πέτρον καὶ λοιπούς, προκρίτους Κύριος, μαθητὰς εἵλετο, συνταττομένους μὲν Ἔνδοξοι, τοῖς λεχθεῖσιν Ἑβδομήκοντα, ἐκλελεγμένους δὲ καλῶς, ὡς πλήρεις πίστεως τῶν Ἁγίων, διακονῆσαι ταῖς χρείαις πανεύφημοι.

ΕΝ ΕΚΛΟΓΗ ΘΕΟΚΡΙΤΩ ΠΡΟΕΤΙΜΗΘΗΤΕ...

Ἐν ἐκλογῇ θεοκρίτῳ προετιμήθητε, διακονεῖν ταῖς χρείαις, τῶν Ἁγίων ὡς ὄντες, σοφίας θείας πλήρεις, καὶ φωτισμοῦ, καὶ τῆς χάριτος Ἔνδοξοι, καὶ νῦν οἰκεῖτε ἀπαύστως τοὺς οὐρανους, σὺν Ἀγγέλοις εὐφραινόμενοι. Φωτιστικαὶ ὡς λαμπάδες Πνεύματος χάριτι, ἀποδειχθέντες κόσμῳ, τὸ τῆς γνώσεως φέγγος, ἠστράψατε πλουσίως, καὶ τὴν ἀχλύν, τῆς κακίας ἐπαύσατε, καὶ μεταστάντες, Ἀπόστολοι πρὸς τὸ φῶς, ἐσκηνώσατε τὸ ἄδυτον. Ἀνευφημείσθω Νικάνωρ ὁ ἱερώτατος, καὶ Παρμενᾶς καὶ Τίμων, καὶ σὺν τούτοις τιμάσθω, ὁ Πρόχορος ὁ θεῖος, οἱ πληρωταί, τῶν τοῦ Λόγου προστάξεων, καὶ πλουτισταὶ τῶν ἀπόρων καὶ πρεσβευταί, πρὸς Θεὸν ἡμῶν θερμότατοι.

ΛΟΓΩ ΤΟΝ ΛΟΓΟΝ, ΤΟΝ ΤΟΥ ΠΑΤΡΟΣ ΚΟΡΗ ΤΕΤΟΚΑΣ....

Λόγῳ τὸν Λόγον, τὸν τοῦ Πατρὸς Κόρη τέτοκας, λόγῳ οὐρανὸν ποιήσαντα καὶ τὴν γῆν, καὶ δοξάζειν τοῦτον πάναγνε, λόγον παρέχοντα, τοῖς καθαρῶς αὐτῷ νῦν πιστεύουσιν.

ΠΡΟΧΟΡΟΝ, ΝΙΚΑΝΟΡΑ, ΤΙΜΩΝΑ ΚΑΙ ΠΑΡΜΕΝΑ

Εν δὲ ταῖς ἡμέραις ταύταις πληθυνόντων τῶν μαθητῶν ἐγένετο γογγυσμὸς τῶν ῾Ελληνιστῶν πρὸς τοὺς ῾Εβραίους, ὅτι παρεθεωροῦντο ἐν τῇ διακονίᾳ τῇ καθημερινῇ αἱ χῆραι αὐτῶν. προσκαλεσάμενοι δὲ οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· οὐκ ἀρεστόν ἐστιν ἡμᾶς καταλείψαντας τὸν λόγον τοῦ Θεοῦ διακονεῖν τραπέζαις. ἐπισκέψασθε οὖν, ἀδελφοί, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτά, πλήρεις Πνεύματος ῾Αγίου καὶ σοφίας, οὓς καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης· ἡμεῖς δὲ τῇ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου προσκαρτερήσομεν. καὶ ἤρεσεν ὁ λόγος ἐνώπιον παντὸς τοῦ πλήθους· καὶ ἐξελέξαντο Στέφανον, ἄνδρα πλήρη πίστεως καὶ Πνεύματος ῾Αγίου, καὶ Φίλιππον καὶ Πρόχορον καὶ Νικάνορα καὶ Τίμωνα καὶ Παρμενᾶν καὶ Νικόλαον προσήλυτον ᾿Αντιοχέα, οὓς ἔστησαν ἐνώπιον τῶν ἀποστόλων, καὶ προσευξάμενοι ἐπέθηκαν αὐτοῖς τὰς χεῖρας. καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, καὶ ἐπληθύνετο ὁ ἀριθμὸς τῶν μαθητῶν ἐν ῾Ιερουσαλὴμ σφόδρα, πολύς τε ὄχλος τῶν ᾿Ιουδαίων ὑπήκουον τῇ πίστει.

ΔΙΑΚΟΝΟΙ ΣΕΠΤΟΙ, ΚΑΙ ΑΥΤΟΠΤΑΙ ΤΟΥ ΛΟΓΟΥ, ΚΑΙ ΣΚΕΥΗ ΕΚΛΟΓΗΣ .... ΝΙΚΑΝΟΡ ΚΑΙ ΠΡΟΧΟΡΕ, ΠΑΡΜΕΝΑ, ΤΙΜΩΝ....

Διάκονοι σεπτοί, καὶ αὐτόπται τοῦ Λόγου, καὶ σκεύη ἐκλογῆς, ἀνεδείχθητε πίστει, Νικάνορ καὶ Πρόχορε, Παρμενᾶ, Τίμων ἔνδοξε· ὅθεν σήμερον, τὴν ἱερὰν ὑμῶν μνήμην, ἑορτάζομεν, ἐν εὐφροσύνῃ καρδίας, ὑμᾶς μακαρίζοντες.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ...

Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΚΑΙ ΔΙΑΚΟΝΩΝ ΠΡΟΧΟΡΟΥ, ΝΙΚΑΝΟΡΟΣ, ΤΙΜΩΝΟΣ ΚΑΙ ΠΑΡΜΕΝΑ....

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων καὶ Διακόνων, Προχόρου, Νικάνορος, Τίμωνος καὶ Παρμενᾶ. Στίχοι Τετρὰς Μαθητῶν, τοῦ θεανθρώπου Λόγου, Τριάδα σεπτὴν πᾶσι κηρύττει λόγῳ. Εἰκάδι ὀγδοάτῃ Μυστῶν ξυνελήλυθε τετράς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐσταθίου τοῦ ἐν Ἀγκύρᾳ. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Εἰρήνης τῆς ἐκ Καππαδοκίας, ἀσκησάσης ἐν τῇ μονῇ τοῦ Χρυσοβαλάντου. Ἡ ἁγία μάρτυς Δροσίς, ἐν χώνῃ χρυσῇ βληθεῖσα, τελειοῦται. Ὁ ὅσιος Παῦλος ὁ Ξηροποταμηνός, ὁ ἱδρύσας τὰς δύο μονάς, τὴν τοῦ Ξηροποτάμου καὶ τὴν τοῦ ἁγίου Παύλου, ἤτοι τὴν τοῦ ἁγίου Γεωργίου, ἐν Ἁγίῳ Ὄρει, καὶ ἐκ γένους βασιλικοῦ, ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Ἀκακίου, καὶ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Διακονίσσης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΞΕΛΑΜΨΕ ΣΗΜΕΡΟΝ, Η ΣΕΒΑΣΜΙΟΣ ΜΝΗΜΗ ΤΟΥ ΑΝΑΡΓΥΡΟΥ, ΤΟΥΣ ΠΙΣΤΟΥΣ ΣΥΓΚΑΛΟΥΣΑ... ΠΑΝΤΕΛΕΗΜΩΝ Ο ΣΤΕΡΡΟΣ ΑΘΛΗΤΗΣ...

Ἐξέλαμψε σήμερον, ἡ σεβάσμιος μνήμη τοῦ Ἀναργύρου, τοὺς πιστοὺς συγκαλοῦσα πρὸς εὐωχίαν μυστικήν, καὶ πρὸς πανήγυριν ἑόρτιον ἄγουσα, τῶν φιλεόρτων τὰ συστήματα, Ἐπέστη γὰρ ἡμῖν θαυματουργὸς ἰατρός, τὰς νόσους πάντων ἰώμενος, Παντελεήμων ὁ στερρὸς ἀθλητής, καὶ πρεσβεύει ἐκτενῶς τῷ Κυρίῳ, εἰς τὸ σωθῆναι τὰς ψυχάς ἡμῶν.

ΑΓΩΝΑ ΚΑΛΟΝ ΗΓΩΝΙΣΩ, ΚΑΙ ΔΡΟΜΟΝ ΤΕΤΕΛΕΚΑΣ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΣΟΥ, ΜΑΡΤΥΣ ΠΑΝΤΕΛΕΗΜΟΝ...

Ἀγῶνα καλὸν ἠγωνίσω, καὶ δρόμον τετέλεκας τοῦ μαρτυρίου σου, Μάρτυς Παντελεῆμον· διὸ ἐν ὑψίστοις μέτ' Ἀγγέλων χορεύεις, ἀντάξια τῶν πόνων σου, εἰληφὼς τὰ ἄνω βασίλεια. Ἀλλὰ πρέσβευε, Ἰατρὲ παμμακάριστε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

ΑΠΕΣΕΙΣΩ ΤΗΝ ΠΛΑΝΗΝ ΤΟΥ ΠΑΤΡΟΣ ΠΑΝΕΝΔΟΞΕ...

Ἀπεσείσω τὴν πλάνην τοῦ πατρὸς πανένδοξε, καὶ τοὺς λόγους τῆς μητρὸς ἐμφρόνως δεξάμενος, ὑπὲρ χρυσίον ἐκαρποφόρησας, κατὰ τὴν τοῦ Κυρίου φωνήν, καὶ Ἰατρός ἄριστος ἐδείχθης, Παντελεῆμον Μάρτυς ἔνδοξε. Βαίνων δὲ ἐν χάριτι ἐν τῇ ὁδῷ, εὗρες κείμενον χαμερπὲς νήπιον, ὑπὸ ἐχίδνης δηχθέν, καὶ πρὸς Θεὸν εὐξάμενος, καὶ ἐκτενῶς δυσωπήσας, εὐθὺς τὸν παῖδα ἀνέστησας, καὶ τὸ θηρίον διεσπάραξας. Διὸ μνημόνευε καὶ ἡμῶν, τῶν ἐν πίστει σου τελούντων τὸ μνημόσυνον.

ΠΑΝΤΕΛΕΗΜΟΝ ΜΑΡΤΥΣ ΕΝΔΟΞΕ.... ΣΩΘΗΝΑΙ ΗΜΑΣ...

Δεῦτε φιλομάρτυρες, ὁμοφρόνως ἅπαντες εὐφημήσωμεν, τὸν τοῦ Χριστοῦ, Ἀθλοφόρον, τὸν ὑπὲρ τῆς εὐσεβείας καλῶς ἀγωνισάμενον, καὶ τὸ βραβεῖον τῆς νίκης ἀναδησάμενον, τὸν φωστῆρα τῆς οἰκουμένης, καὶ ἀειλαμπῆ ἀστέρα τῆς Ἐκκλησίας· διὸ καὶ πρὸς αὐτὸν βοῶντες εἴπωμεν· Παντελεῆμον Μάρτυς ἔνδοξε, γενοῦ ἡμῶν ψυχῶν τε καὶ σωμάτων σωτηρία, καὶ σκέπη ἀσάλευτος, πρεσβεύων πρὸς Κύριον ὑπὲρ ἡμῶν ἀδιαλείπτως, εἰς τὸ σωθῆναι ἡμᾶς.

... ΜΑΡΤΥΣ ΕΝΔΟΞΕ, ΠΑΝΤΕΛΕΗΜΟΝ....

Μητρὸς τὸ εὐσεβές, ἀγαπήσας παμμάκαρ, πατρὸς τὸ ἀσεβές, εὐσεβῶς διωρθώσω· ὅθεν καὶ χάριν εἴληφας, ἐκ Θεοῦ παντοκράτορος, τὰ νοσήματα, τῶν ἀσθενῶν θεραπεύειν, Μάρτυς ἔνδοξε, Παντελεῆμον τῶν πίστει, θερμῇ προστρεχόντων σοι.

ΜΑΡΤΥΡΗΣΑΣ ΓΕΝΝΑΙΩΣ ΥΠΕΡ ΧΡΙΣΤΟΥ.... ΠΑΝΤΕΛΗΜΟΝ ΠΑΝΕΥΦΗΜΕ...

Μαρτυρήσας γενναίως ὑπὲρ Χριστοῦ, καὶ τὴν πίστιν κηρύξας τῷ σῷ πατρί, ἀνείλκυσας πανεύφημε, τοῦ βυθοῦ τῆς ἀγνοίας, καὶ τυράννων μὴ πτήξας, τὸ ἄθεον φρόνημα, τῶν δαιμόνων κατῄσχυνας, τὸ ἀνίσχυρον θράσος· ὅθεν καὶ τὴν χάριν, ἐκ Θεοῦ ἐκομίσω, ἰᾶσθαι νοσήματα, τῆς ψυχῆς καὶ τοῦ σώματος, Παντελεῆμον πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΠΑΝΤΕΗΛΗΜΟΝ ΜΙΜΗΤΗΣ ΥΠΑΡΧΩΝ ΤΟΥ ΕΛΕΗΜΟΝΟΣ ΚΑΙ ΙΑΜΑΤΩΝ ΤΗΝ ΧΑΡΙΝ ....

Μιμητὴς ὑπάρχων τοῦ Ἐλεήμονος, καὶ ἰαμάτων τὴν χάριν παρ' αὐτοῦ κομισάμενος, ἀθλοφόρε καὶ Μάρτυς Χριστοῦ τοῦ Θεοῦ, ταῖς εὐχαῖς σου, τὰς ψυχικὰς ἡμῶν νόσους θεράπευσον, ἀπελαύνων τοῦ ἀεὶ πολεμίου τὰ σκάνδαλα, ἐκ τῶν βοώντων ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

ΟΙ ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΑΙΔΕΣ....

Οἱ ἐν Βαβυλῶνι Παῖδες, τῷ θείῳ πυρπολούμενοι ζήλῳ, τυράννου καὶ φλογὸς ἀπειλήν, ἀνδρείως κατεπάτησαν, καὶ μέσον πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον

ΕΚ ΠΑΝΤΟΙΩΝ ΚΙΝΔΥΝΩΝ ΤΟΥΣ ΔΟΥΛΟΥΣ ΣΟΥ ΦΥΛΑΤΤΕ...

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΤΟΥ ΑΝΑΡΓΥΡΟΥ ΤΗΝ ΜΝΗΜΗΝ, ΤΟΥ ΓΕΝΝΑΙΟΥ...

Τοῦ Ἀναργύρου τὴν μνήμην, τοῦ γενναίου τὴν ἄθλησιν, τοῦ πιστοῦ τὰς ἰατρείας, εὐσεβῶς ὑμνήσωμεν φιλόχριστοι, ἵνα λάβωμεν ἔλεος, μάλιστα οἱ βορβορώσαντες, ὡς κἀγώ, τοὺς ἑαυτῶν ναούς· ψυχῶν γὰρ καὶ σωμάτων ὁμοῦ τὴν θεραπείαν περέχει. Σπουδάσωμεν οὖν, ἀδελφοί, ἐν ταῖς καρδίαις ἡμῶν ἔχειν τοῦτον ἀσφαλῶς, τόν ῥυόμενον ἐκ πλάνης τοὺς βοῶντας ἀπαύστως· Σῶσον ἡμᾶς Κύριε.

ΕΝ ΤΩ ΘΛΙΒΕΣΘΑΙ ΜΕ, ΕΒΟΗΣΑ ΠΡΟΣ ΚΥΡΙΟΝ...

Ἐν τῷ θλίβεσθαί με, ἐβόησα πρός Κύριον, καὶ ἐπήκουσέ μου, ὁ Θεὸς τῆς σωτηρίας μου

Ο ΕΞ ΑΫΛΩΝ ΠΗΓΩΝ ΤΟΥ ΣΩΤΗΡΙΟΥ, ΤΩΝ ΘΕΙΩΝ ΙΑΣΕΩΝ....

Ὁ ἐξ αΰλων πηγῶν τοῦ σωτηρίου, τῶν θείων ἰάσεων ἀεὶ τὴν χάριν ἀντλῶν, καὶ δαψιλῶς ἀρυόμενος, καὶ διανέμων, τοῖς προσιοῦσί σοι παμμακάριστε, πάντας τούς τὴν ἔνδοξον σοῦ καὶ πανίερον, καὶ φωτοφόρον πανήγυριν, πιστῶς τελοῦντας, χάριτι θείᾳ τούτους καταύγασον, θεομιμήτῳ κεχρημένος, προσωνυμίᾳ σαφῶς καὶ χρηστότητι, ἣν δυσώπησον πᾶσι, δωρηθῆναι τοῖς ὑμνοῦσί σε.

ΛΟΓΙΩΝ ΤΩΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Λογίων τῶν τοῦ Πνεύματος, ἐπακούσας γέγονας, ὡς γῆ καλὴ καὶ εὔκαρπος, δεξαμένη σπόρον πολύτιμον, καὶ τεκοῦσα τρισμάκαρ σωτηρίαν ψυχῶν. Ἐνέκρωσας τὸ φρόνημα, δρακοντείου δήγματος, καὶ τὴν ψυχὴν ἐζώωσας, θεοπνεύστως ἀναγεννώμενος, καὶ Βασιλεῖ τῶν ὅλων παριστάμενος. Ἠλλοίωσας τὸ ἄθεον, τῶν τυράννων πρόσταγμα, καὶ τῷ Χριστῷ προσέδραμες, ἀντὶ πάντων τοῦτον κτησάμενος, καὶ γέγονας θεόφρον μεγαλέμπορος. Μητρός σου τὴν εὐσέβειαν, ἀγαπήσας, Ἔνδοξε, τὴν πατρικὴν ἐμίσησας, ἀθεΐαν τὴν πολυτάραχον, ὡς ἐχέφρων τὸ κρεῖττον ἐκλεξάμενος.

ΡΟΜΦΑΙΑ ΤΟ ΠΡΙΝ, Η ΤΟΥ ΞΥΛΟΥ

Ῥομφαία τὸ πρίν, ἡ τοῦ ξύλου τῆς ζωῆς, ἡμᾶς χωρίσασα, νῦν στρεφομένη ὑποδέχεται, τοὺς σημανθέντας τῷ αἵματι, τῷ ἐκ τῆς πλευρᾶς τοῦ Υἱοῦ σου, προελθόντι Πανάμωμε, εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

ΑΘΑΝΑΣΙΑΣ ΔΙΑΥΓΗ, ΕΠΙΣΤΑΜΕΘΑ ΠΗΓΗΝ ΣΕ ΘΕΟΤΟΚΕ...

Ἀθανασίας διαυγῆ, ἐπιστάμεθα πηγὴν σε Θεοτόκε, ὡς τεκοῦσαν τὸν Λόγον, τοῦ ἀθανάτου Πατρός, τὸν πάντας θανάτου λυτρούμενον, τοὺς ὑπερυψοῦντας αὐτὸν εἰς τούς αἰῶνας.

Ο ΕΠΑΞΙΩΣ ΚΛΗΘΕΙΣ ΠΑΝΤΕΛΕΗΜΩΝ, ΟΤΕ ΤΟ ΦΙΛΑΝΘΡΩΠΟΝ ΠΑΣΙΣ ΕΦΗΠΛΩΣΑΣ...

Ὁ ἐπαξίως κληθεὶς Παντελεήμων, ὅτε τὸ φιλάνθρωπον πᾶσιν ἐφήπλωσας, τὴν τῶν ψυχῶν ἐπιμέλειαν, καὶ τῶν σωμάτων, τὴν θεραπείαν ἐπιδεικνύμενος, τότε τὴν φερώνυμον κλῆσιν ἐπλούτησας, τῆς ἀρετῆς τὴν ἀντίδοσιν, καὶ εὐσεβείας, ἀντιμισθίαν Μάρτυς εὑράμενος, στεφανηφόρος καὶ ἀήττητος, στρατιώτης δειχθεὶς τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

Ο ΤΟΚΟΣ ΣΟΥ ΑΦΘΟΡΟΣ ΕΔΕΙΧΘΗ, ΘΕΟΣ ΕΚ ΛΑΓΟΝΩΝ ΣΟΥ ΠΡΟΗΛΘΕ....

Ὁ τόκος σου ἄφθορος ἐδείχθη, Θεὸς ἐκ λαγόνων σου προῆλθε, σαρκοφόρος, ὃς ὤφθη ἐπὶ γῆς, καὶ τοῖς ἀνθρώποις συνανεστράφη, σὲ Θεοτόκε· διὸ πάντες μεγαλύνομεν

ΣΗΜΕΡΟΝ ΕΞΕΛΑΜΨΕ, ΤΟΥ ΑΘΛΟΦΟΡΟΥ Η ΜΝΗΜΗ....

Σήμερον ἐξέλαμψε, τοῦ Ἀθλοφόρου ἡ μνήμη. Δεῦτε πιστοὶ πνευματικῶς εὐφρανθῶμεν, καὶ τοῖς ᾄσμασι τοῦτον καταστέψωμεν· τὸν γὰρ ἀόρατον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ ἀνδρικῶς ἐτροπώσατο, καὶ τῶν τυράννων τὰς ἀπείρους βασάνους μὴ δειλιάσας, νομίμως τὸ βραβεῖον ἐδέξατο τῆς ἄνω κλήσεως, καὶ νῦν μέτ' Ἀγγέλων εἰς αἰῶνας συναγάλλεται. Ἀλλ' ὦ Μάρτυς τοῦ Χριστοῦ Παντελεῆμον, Ἰατρὲ τῶν νοσούντων, καὶ λιμὴν τῶν χειμαζομένων, μὴ διαλίπῃς πρεσβεύων τῷ ἐλεήμονι Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Η ΠΑΜΦΑΗΣ ΤΟΥ ΜΑΡΤΥΡΟΣ ΜΝΗΜΗ, ΛΑΜΠΕΙ ΩΣ ΗΛΙΟΣ ΤΟΙΣ ΠΕΡΑΣΙ.... ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ...

Ἡ παμφαὴς τοῦ Μάρτυρος μνήμη, λάμπει ὡς ἥλιος τοῖς πέρασι, καὶ ἀπαύστως δᾳδουχεῖ τοῖς πιστοῖς τὰ ἰάματα, νόσους ἀποσοβοῦσα, καὶ πάθη θεραπεύουσα· ἱκετεύει γὰρ ἀεὶ Παντελεήμων τῷ Χριστῷ, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΑΝΤΙΘΕΟΝ ΠΡΟΣΤΑΓΜΑ ΠΑΡΑΝΟΜΟΥΝΤΟΣ, ΤΥΡΑΝΝΟΥ ΜΕΤΑΡΣΙΟΝ, ΤΗΝ ΦΛΟΓΑΝ ΑΝΕΡΡΙΠΙΣΕ...

Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος. Ἰσχύς μου καὶ ὕμνησις καὶ σωτηρία, βεβαία ἀντίληψις, καὶ τεῖχος ἀπροσμάχητον, ὑπάρχουσα Δέσποινα, τοὺς πολεμοῦντάς με δαίμονας πολέμησον ἀεί, ἐπιζητοῦντας τοῦ θανατῶσαί με. Θεὸν σωματώσασα παρθενικῶν σου, αἱμάτων ἐθέωσας, Παρθένε, τὸ ἀνθρώπινον· διὸ με τοῖς πάθεσι καταρρυπούμενον, καὶ καταφθειρόμενον ἐχθροῦ ταῖς μεθοδείαις, ῥῦσαι πρεσβείαις σου. Ἡ κάμινος γέννησιν προδιετύπου, τὴν σὴν Παναμώμητε· τοὺς Παῖδας γὰρ οὐκ ἔφλεξεν, ὡς οὐδέ τὴν μήτραν σου τὸ πῦρ τὸ ἄστεκτον· ὅθεν ἱκετεύω σε, πυρὸς τοῦ αἰωνίου ῥῦσαι τὸν δοῦλόν σου.

ΑΝΑΡΧΟΥ ΓΕΝΝΗΤΟΡΟΣ, ΥΙΟΣ ΘΕΟΣ ΚΑΙ ΚΥΡΙΟΣ....

Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν. Γευσάμενος βρώσεως, μὴ προσηκούσης θάνατον, ὁ Ἀδὰμ ἐκ τοῦ ξύλου πικρῶς ἐτρύγησε, ξύλῳ δὲ παγεὶς ὁ Υἱός σου, τὸν γλυκασμὸν τῆς ἀθανασίας, ἐπήγασεν, Ἄχραντε· διὰ τοῦτό σε γεραίρομεν. Βασίλισσα πέφυκας, τὸν Βασιλέα Κύριον, ὑπὲρ λόγον τεκοῦσα τὸν διαλύσαντα, ᾍδου τὰ βασίλεια Κόρη· ὃν ἐκτενῶς δυσώπει τῆς ἄνω, βασιλείας ἅπαντας, ἀξιῶσαι τοὺς τιμῶντάς σε. Ἀγάθυνον Δέσποινα, τὴν ταπεινὴν καρδίαν μου, ἡδονῶν κακωθεῖσαν ταῖς ἐπικλύσεσιν, ὡς τὸν ἀγαθὸν τετοκυῖα, καὶ ἀγαθὴ ὑπάρχουσα ὅλη, καὶ πρὸς μετανοίας με ἀγαθὰς πύλας εἰσάγαγε.

ΑΝΑΡΓΥΡΩΣ ΤΗΝ ΧΑΡΙΝ ... ΠΑΝΤΕΛΕΗΜΟΝ ΜΑΡΤΥΣ ΕΝΔΟΞΕ....

Ἀναργύρως τὴν χάριν παρέχεις τοῖς ἀνθρώποις, Παντελεῆμον Μάρτυς ἔνδοξε, καὶ πνεύματα διώκεις, τῇ ἐπικλήσει Χριστοῦ, καὶ τυφλοῖς ἀναβλέπειν δεδώρησαι, ὡς αὐτοῦ θεράπων γνήσιος. Ἀλλὰ πρέσβευε Ἰατρέ, παμμακάριστε, τοῦ δωρηθῆναι τῷ κόσμῳ, εἰρήνην σταθηράν, καὶ τοῖς σὲ ποθοῦσι μέγα ἔλεος.

ΕΛΕΟΣ ΘΕΟΥ ΜΙΜΟΥΜΕΝΟΣ, ΠΑΝΤΕΛΕΗΜΩΝ ΣΑΦΩΣ

Ἔλεος Θεοῦ μιμούμενος, Παντελεήμων σαφῶς, ὠνομάσθης κατάλληλον, προσλαβὼν τὸ ὄνομα, καὶ συμβαῖνον τῷ πράγματι· ὡς συμπαθὴς γάρ, ἐλεεῖς ἅπαντας, διπλῆν παρέχων τούτοις τὴν ἴασιν, τρέφων ἰώμενος, καὶ πρὸς γνῶσιν, Ἔνδοξε, καθοδηγῶν, θείαν καὶ ὑπέρλαμπρον, Χριστοῦ πανόλβιε.

ΕΞΗΝΘΗΣΕΝ Η ΕΡΗΜΟΣ, ΩΣΕΙ ΚΡΙΝΟΝ ΚΥΡΙΕ...

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου. Φορέσας με τὸν ἄνθρωπον, ἐκ γαστρός σου πρόεισιν, ὁ Ποιητὴς Πανάμωμε, ἀφθαρσίας στολὴν δωρούμενος, τοῖς πολλοῖς γυμνωθεῖσαν ἀτοπήμασιν. Ὑπέρτιμον ἐκύησας, Θεὸν Λόγον Δέσποινα, ὃν ἐκτενῶς ἱκέτευε, οἰκτιρῆσαι τὴν ταπεινήν μου ψυχήν, ἡδονῶν ἀτιμίαις σκυθρωπάζουσαν. Τὰ τραύματα θεράπευσον, τῆς ψυχῆς μου, Ἄχραντε, τὴν ταπεινὴν καρδίαν μου, φαρμαχθεῖσαν ἰῷ τοῦ ὄφεως, δραστικῷ σου φαρμάκῳ περιποίησαι.

ΙΝΔΑΛΜΑΤΩΝ ΤΗΣ ΠΛΑΝΗΣ ΚΑΤΕΠΤΥΣΑΣ, ΚΑΙ ΚΟΡΥΦΟΥΜΕΝΗΝ ΑΠΑΤΗΝ ΚΑΤΗΡΓΗΣΑΣ...

Ἰνδαλμάτων τῆς πλάνης κατέπτυσας, καὶ κορυφουμένην ἀπάτην κατήργησας, θαυματουργῶν ἐξαίσια, καὶ τελῶν τὰς ἰάσεις θεόσοφε. Στεφανίτης ἐδείχθης πανάριστος· σὺ διὰ πυρὸς γὰρ διῆλθες καὶ ὕδατος, καὶ ἐν τροχῷ τεινόμενος, παραδόξως ἀνεῖλες τοὺς ἄφρονας. Τῶν τυράννων τὸ θράσος κατέβαλες, τὰς δυσφορωτάτας αἰκίας τοῦ σώματος, τῇ τῆς ψυχῆς στερρότητι, διαθλήσας θεόφρον ἐν χάριτι.

ΝΟΜΙΜΩΣ ΑΘΛΩΝ, ΚΑΙ ΝΙΚΗΣΑΣ ΤΟΝ ΕΧΘΡΟΝ

Νομίμως ἀθλῶν, καὶ νικήσας τὸν ἐχθρόν, λιμὴν πανεύδιος, τοῖς ἐν θαλάσσῃ Παναοίδιμε, χειμαζομένοις γεγένησαι, φῶς δὲ τοῖς ἐν σκότει τοῦ βίου, οὓς καὶ μέλπειν ἐδίδαξας· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν, Μακαριώτατε, ἀπολαβόντι τὴν τρισόλβιον, καὶ μακαρίαν ἐλπίδα σου, τὴν ἀποκειμένην τοῖς πίστει, τῷ Κυρίῳ κραυγάζουσιν· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ἁγίων ψυχαί, καὶ Δικαίων οἱ χοροὶ καὶ ἡ ἀσώματος, τάξις Ἀγγέλων προσεδέξαντο, συγχορευτὴν σε Μακαριε· ξίφει γὰρ τμηθεὶς τὸν αὐχένα, μελῳδεῖς ἀγαλλόμενος· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΧΟΡΟΙ ΙΣΡΑΗΛ, ΑΝΙΚΜΟΙΣ ΠΟΣΙ , ΠΟΝΤΟΝ ΕΡΥΘΡΟΝ, ΚΑΙ ΥΓΡΟΝ ΒΥΘΟΝ ΔΙΕΛΑΣΑΝΤΕΣ, ΑΝΑΒΑΤΑΣ ΤΡΙΣΤΑΤΑΣ....

Χοροὶ Ἰσραήλ, ἀνίκμοις ποσί, πόντον ἐρυθρόν, καὶ ὑγρὸν βυθὸν διελάσαντες, ἀναβάτας τριστάτας, δυσμενεῖς ὁρῶντες ἐν αὐτῷ ὑποβρυχίους, ἐν ἀγαλλιάσει ἔμελπον· ᾌσωμεν τῷ Θεῷ ἡμῶν, ὅτι δεδόξασται.

ΜΕΤΕΣΤΗΣ ΓΗΘΟΜΕΝΟΣ, ΠΡΟΣ ΟΡΕΚΤΩΝ ΤΟ ΕΣΧΑΤΟΝ....

Μετέστης γηθόμενος, πρὸς ὀρεκτῶν τὸ ἔσχατον, ἔνθα κατασκηνώσας Μακαριώτατε, τὸ μακαριώτατον τέλος ἀπολαβεῖν ὄντως ἠξιώθης, συνὼν τῷ Δεσπότῃ σου, εἰς αἰῶνα τὸν ἀπέραντον. Ἐφέσεως ἔτυχες, καὶ πόθου σου πληρώσεως, συσταζόμενος ἔτι θερμῷ τῷ αἵματι, τῷ ὑπὲρ Χριστοῦ κενωθέντι, καὶ δι' αὐτὸν παμμάκαρ χυθέντι, παρ' οὗ χαίρων εἴληφας, τοὺς στεφάνους τῶν ἀγώνων σου. Λεόντων τὰ χάσματα, καὶ τῶν θηρῶν τὰ στόματα, Δανιὴλ ὥσπερ πάλαι σὺ ἐχαλίνωσας· οἶδε γὰρ αἰδεῖσθαι Μαρτύρων, τὴν ἀρετὴν καὶ ἄλογος φύσις· διὸ σε Πανεύφημε, συνελθόντες μακαρίζομεν. Πλουσίαν χρηστότητα, σοὶ ὁ Χριστὸς χαρίζεται, θησαυρὸν ἰαμάτων ἡμῖν δωρούμενος, καὶ Παντελεήμονα θέσει, σὲ παρασχὼν παντὶ θλιβομένῳ, λιμένα τε εὔδιον, καὶ προστάτην καὶ συλλήπτορα.

ΕΡΓΟΝ ΠΡΟΝΟΙΑΣ ΤΗΣ ΑΝΩΘΕΝ...

Ἔργον προνοίας τῆς ἄνωθεν, τὸ ἐπὶ σοὶ γεγονός, τηλαυγῶς ἀναδέδεικται· τῶν σωμάτων πάθη γάρ, θεραπεύειν σαφέστατα, Παντελεῆμον ἐκδιδασκόμενος, ψυχῶν ἐδείχθης ἰατρὸς ἕτοιμος, λόγῳ τῆς χάριτος, ἰατρεύων ἅπαντας, καὶ ζοφερᾶς, πλάνης ἐκλυτρούμενος, τοὺς σοὶ προστρέχοντας.

ΚΑΜΙΝΟΣ ΠΟΤΕ, ΠΥΡΟΣ ΕΝ ΒΑΒΥΛΩΝΙ... ΔΟΞΗΣ ΤΟΥ ΠΑΤΡΟΣ.... ΔΟΞΑΖΩ ΣΕ...

Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον. Ζήλου τὰ καλά, κακῶν μακρυνομένη, δι' ἐμμελείας θείων πράξεων, ψυχή μου πρεσβεύουσαν, ὑπὲρ σοῦ τὴν Θεομήτορα, καὶ πάντων ἀκαταίσχυντον, ἔχουσαν προστασίαν, ὡς συμπαθῆ καὶ φιλάνθρωπον. Ἔλυσας δεσμοῦ, τῆς πάλαι καταδίκης, Θεοκυῆτορ τὸ ἀνθρώπινον· ὅθεν ἱκετεύω σε, διαλῦσαι πάντα σύνδεσμον, κακίας τῆς καρδίας μου, ἄχραντε συνδεσμοῦσα, θείᾳ στοργῇ με τοῦ Κτίσαντος. Δόξης τοῦ Πατρός, ἀπαύγασμα τεκοῦσα, τὴν ἀδοξίᾳ σκυθρωπάζουσαν, πταισμάτων καρδίαν μου, Θεοτόκε καταφαίδρυνον, καὶ δόξης με ἀνάδειξον, μέτοχον ἀϊδίου, ὅπως ἐν πίστει δοξάζω σε.

Ο ΙΑΜΑΤΩΝ ΤΗΝ ΧΑΡΙΝ ΔΕΔΕΓΜΕΝΟΣ, ΟΤΕ ΤΗΝ ΕΥΣΕΒΕΙΑΝ ΠΑΝΤΩΝ ΠΡΟΕΚΡΙΝΑΣ,,,, ΠΑΝΤΕΛΗΜΟΝ ΣΟΦΕ ΤΗΝ ΛΑΜΠΡΟΤΗΤΑ...

Ὁ ἰαμάτων τὴν χάριν δεδεγμένος, ὅτε τὴν εὐσέβειαν πάντων προέκρινας, τῆς μητρικῆς ἀντεχόμενος, θεοσεβείας, καὶ πατρικὴν μισήσας δυσσέβειαν, τότε σου τήν ἔνθεον αἴγλην δεδώρηται, τῶν φωτισμάτων ἡ ἄβυσσος, ὁ φωτοδότης, τοῦ Θεοῦ Λόγος ὁ μεγαλόδωρος, θείᾳ προγνώσει προειδώς σου, Παντελεῆμον σοφὲ τὴν λαμπρότητα, ἣν ὑπέδειξας πᾶσιν, εὐσεβῶς, πολιτευσάμενος.

ΠΑΝΤΕΛΕΗΜΟΝ ΠΑΝΣΟΦΕ...

Παντελεῆμον πάνσοφε, τῶν σεπτῶν Ἀναργύρων, τὸ ἱερὸν ἀγλάϊσμα, καὶ τῶν θείων Μαρτύρων, καὶ χριστωνύμων τὸ κλέος, οὐρανόθεν τὰς νίκας, τῷ Βασιλεῖ πρυτάνευσον, καὶ εἰρήνην τῷ κόσμῳ, καὶ τοῖς πιστῶς, σὲ ὑμνοῦσιν, Ἅγιε, σωτηρίαν, μετὰ τῆς Θεομήτορος, ὑπὲρ πάντων πρεσβεύων.

ΚΑΛΛΕΙ ΘΕΟΦΡΟΝ ΤΟΥ ΣΩΜΑΤΟΣ, ΤΗΝ ΨΥΧΙΚΗΝ ΚΑΛΛΟΝΗΝ...

Κάλλει θεόφρον τοῦ σώματος, τὴν ψυχικὴν καλλονήν, εὐθυβόλως ἀντέθηκας, καὶ φρενῶν εὐπρέπειαν, τῆς σαρκὸς ὡραιότητι, καὶ τοὺς ὁρῶντας Μάρτυς κατέπληξας, τερατουργίαις λάμπων καὶ θαύμασιν, ἄνθει νεότητος, πρεσβυτέρων σύνεσιν, προσειληφώς, πίστει τε καὶ χάριτι, καταλαμπόμενος.

ΩΣ ΣΤΡΑΤΙΩΤΗΝ ΤΟΥ ΧΡΙΣΤΟΥ ΑΚΑΘΑΙΡΕΤΟΝ...

Ὡς στρατιώτην τοῦ Χριστοῦ ἀκαθαίρετον, καὶ ἀθλοφόρον οἱ πιστοὶ γενναιότατον, σὲ εὐφημοῦμεν ἅπαντες, Μαρτύρων καλλονὴ πίστει ἑορτάζοντες, τὴν ἁγίαν σου μνήμην, Μάρτυς παναοίδιμε, τοὺς σεπτοὺς δὲ ἀγῶνας, μελῳδικῶς δοξάζομεν σοφέ, καὶ τὸν Σωτῆρα Χριστὸν μεγαλύνομεν.

ΑΒΡΑΜΙΑΙΟΙ ΠΟΤΕ, ΕΝ ΒΑΒΥΛΩΝΙ ΠΑΙΔΕΣ...

Ἀβραμιαῖοι ποτέ, ἐν Βαβυλῶνι Παῖδες, καμίνου φλόγα κατεπάτησαν, ἐν ὕμνοις κραυγάζοντες· ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΕ ΠΑΡΘΕΝΕ...

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟ ΠΕΡΙΔΕΞΙΟΝ ΤΗΣ ΣΗΣ, ....., ΤΗ ΧΡΙΣΤΟΥ

Τὸ περιδέξιον τῆς σῆς, εὐφυΐας ψυχικὴν ἀμβλυωπίαν, τοῦ πατρὸς θεραπεύει, ἀποδιδούσης τὸ φῶς, τοῖς πίστει Παμμάκαρ προστρέχουσι, καὶ πρὸς τὸν Σωτῆρα Χριστόν καθοδηγούσης. Ὑπὲρ Χριστοῦ σφαγιασθείς, πρὸς αἰώνιον ζωὴν διεβιβάσθης, καὶ θεόκλητος ὤφθης, προσηγορίᾳ Χριστοῦ, τῇ θείᾳ, θεόφρον τιμωμενος, καὶ ὑπερυψῶν τὸν Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥητορικὴν ἀποβαλών, καὶ δεινὴν τῶν σοφιστῶν, ἀδολεσχίαν, τῇ Χριστοῦ ἐπικλήσει, τῶν ἐπωδύνων παθῶν, τὰς ῥίζας ἐκτέμνεις ἰώμενος, τοὺς ὑπερυψοῦντας Χριστόν εἰς τοὺς αἰῶνας.

ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΚΑΙ ΙΑΜΑΤΙΚΟΥ ΠΑΝΤΕΛΕΗΜΟΝΟΣ...

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος καὶ ἰαματικοῦ Παντελεήμονος. Στίχοι Γαλακτόμικτον, Μάρτυς, αἷμα σῆς κάρας, Δι' ἣν ὑδατόμικτον ὁ Χριστὸς χέει. Φάσγανον ἑβδομάτῃ λάχεν εἰκάδι Παντελεήμων. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Ἀνθούσης τῆς ὁμολογητρίας, τῆς ἐν τῇ ἁγιωτάτῃ μονῇ τοῦ Μαντινέου. Οἱ ἅγιοι πεντήκοντα τρεῖς μάρτυρες, οἱ ἐκ τῆς Θράκης, ἐν τῇ θαλάσσῃ τελειοῦνται. Ὁ ὅσιος Μανουὴλ ἐν εἰρήνῃ τελειοῦται. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὑπὸ τοῦ Ἁγίου Παντελεήμονος ἰαθεὶς τυφλὸς ξίφει τελειοῦται. Στίχοι Αὐγὴν ἐφευρὼν σαρκικῶν τυφλὸς λύχνων, Καὶ ψυχικὴν ἤθρησεν αὐγὴν ἐκ ξίφους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΠΟΚΟΣ ΠΑΝΑΜΩΜΕ,,,

Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ συλλαβοῦσα ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδοῦντα, τοῖς ὡς Θεὸν αὐτὸν ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον καταγγέλλουσιν.

ΠΑΡΘΕΝΟΜΑΡΤΥΣ ΑΘΛΗΦΟΡΕ ΠΑΡΑΣΚΕΥΗ ΠΑΝΕΝΔΟΞΕ....

Παρθενομάρτυς ἀθληφόρε, Παρασκευὴ πανένδοξε, τοὺς τὴν ἄθλησιν τὴν σὴν ἑορτάζοντας ἀξίως, αἴτησαι ῥυσθῆναι πειρασμῶν καὶ θλίψεων, ταῖς πρὸς Θεὸν πρεσβείαις σου, καὶ τῆς μελλούσης κρίσεως, Μάρτυς παναοίδιμε.

ΑΓΙΑ ΠΑΡΑΣΚΕΥΗ Η ΜΕΓΑΛΟΜΑΡΤΥΣ

Μετὰ τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Χριστοῦ, καὶ τὴν ἐκ τῆς Παρ θένου γέννησιν, ὡς 150 χρόνους, ἦτο τις βασιλεὺς εἰς τὴν μεγαλόπολιν παλαιὰν Ρώμην, Ἀντωνῖνος λεγόμενος, τὸ ἐπίκλην εὐσεβής. Παλαιὰν δὲ Ρώμην ὀνομάζουσι τὴν πόλιν τῶν Λατίνων, διότι καὶ ἄλλη Ρώμη Νέα εἰς τὰ μέρη τῆς Θράκης, τὴν ὁποίαν καλοῦμεν Κων/πολιν. Ἦτο δὲ ὁ βασιλεὺς ἐκεῖνος εἰς τὴν ἀρχὴν Ἕλλην κατὰ τὴν θρησκείαν, καὶ ἐπροσκύνει τοῖς εἰδώλοις τοῖς ἀψύχοις ὡς θεοῖς. Ἐν δὲ ταῖς ἡμέραις τῆς βασιλείας αὐτοῦ ἐμαρτύρησεν αὓτη ἡ Ἁγία. Πλὴν ἀκούσατε ἀνέκαθεν τὴν ὑπόθεσιν πῶς ἦτο ἡ γέννησις καὶ ἡ ἀνατροφὴ αὐτῆς. Πρὸ τῆς βασιλείας τούτου τοῦ Ἀντωνίνου, ἐν ταῖς ἡμέραις τοῦ βασιλέως Ἀνδριανοῦ, ἦτο τις Χριστιανὸς εὐσεβὴς καὶ ὀρθόδοξος, καὶ πλούσιος κατὰ πολλά, Ἀγάθων λεγόμενος, ἔχων γυναῖκα καὶ αὐτὴν χριστιανήν, Πολιτείαν καλουμένην εὑρίσκετο δὲ εἰς μίαν χώραν, οὖσαν τῆς μεγα λουπόλεως Ρώμης, πλὴν ἐν ὅλαις ταῖς καλοσύναις καὶ ἐλεημοσύναις, τὰς ὁποίας εἶχεν ὁ Ἀγάθων ἐκεῖνος, καὶ παιδίον δὲν εἶχεν οὔτε ἄρρεν, οὔτα θῆλυ, καὶ διὰ τοῦτο ...

.... ΚΑΛΛΟΥΣ ΚΑΙ ΤΟΥ ΠΟΘΟΥ ΣΟΥ ΧΡΙΣΤΕ, ΠΑΡΑΣΚΕΥΗ Η ΑΓΝΗ....

Οὐκ ὄντας θεοὺς ἀλλὰ ψευδῆ, δαιμόνων φάσματα, Μάρτυς ἀπέδειξας, καὶ κατηδάφισας τέλεον, καὶ εἰς τέλος κατελέπτυνας, ἐν εὐφροσύνῃ τῷ Χριστῷ, ἀπαύστως μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Ναοῦ δονηθέντος ἐπὶ γῆς, ἐπιφοιτήσει σου, Ἀπόλλων πέπτωκε, καὶ κατηκόντισται ξόανα, ἐνεργείᾳ τοῦ ἀχράντου Σταυροῦ, δι' οὗ φραχθεῖσα μυστικῶς, ἐν παρρησίᾳ πολλῇ, ἀνεβόας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Κάλλους καὶ τοῦ πόθου σου Χριστέ, Παρασκευὴ ἡ ἁγνή, τρωθεῖσα ἔφερε, πυρὸς τὴν ἔκκαυσιν κράζουσα· εἰς ὀσμὴν τοῦ θείου μύρου σου, νῦν ἐναθλοῦσα καρτερῶς, δραμοῦμαι ἄληκτα, σοῦ ὀπίσω, ἐπευλογοῦσα τὸ θεῖόν σου ὄνομα.

ΟΙ ΜΑΡΤΥΡΕΣ ΣΟΥ ΚΥΡΙΕ, ΕΝ ΤΗ ΑΘΛΗΣΕΙ....

Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἤμων.

ΩΣ ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΜΟΝΗΝ ΕΝ ΓΥΝΑΙΞΙ, ΣΕ ΑΣΠΟΡΩΣ ΤΕΚΟΥΣΑΝ

Ὡς παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄσπορον τόκον σου.

....ΕΡΜΟΛΑΟΥ ΧΡΙΣΤΟΝ ΜΕΓΑΛΥΝΟΝΤΕΣ.....

Ὕμνοις τὴν φωτοφόρον, καὶ πανευκλεῆ καὶ ὑπερένδοξον, ἐπαινέσωμεν μνήμην, Ἑρμολάου Χριστὸν μεγαλύνοντες. Μέγιστόν σοι τὸ κλέος, πέφυκεν Ἑρμόλαε πανεύφημε· τοῦ μεγάλου Θεοῦ γάρ, ἀνεδείχθης θεράπων θερμότατος. Νόμιμον διανύσας, Ἔνδοξε ἀγῶνα κατεπάτησας, ἀνομούντων τὰ θράση, παναοίδιμε Μάρτυς Ἑρμόλαε. Ὄλβιος ἀπεφάνθης, πλοῦτον τὸν Χριστὸν ἔχων ἀκένωτον, καὶ πλουτίζων καρδίας, πενομένας παμμάκαρ Ἑρμόλαε.

ΕΝ ΤΑΙΣ ΑΥΛΑΙΣ ΤΟΥ ΚΥΡΙΟΥ, ΧΟΡΟΒΑΤΟΥΣΑ ΣΕΜΝΗ, ΑΜΑ ΠΑΡΘΕΝΟΙΣ ΜΑΡΤΥΣ, ΤΑΙΣ ΦΡΟΝΙΜΟΙΣ ΕΚΕΙΝΑΙΣ...

Ἐν ταῖς αὐλαῖς τοῦ Κυρίου, χοροβατοῦσα σεμνή, ἅμα Παρθένοις Μάρτυς, ταῖς φρονίμοις ἐκείναις, ἐκεῖθεν ἐκομίσω χάριν σοφή, τοῦ ἰᾶσθαι νοσήματα, ἀποδιώκειν τε πνεύματα μυσαρά, ἐκ τῶν πίστει προσιόντων σοι. Ῥήξασα κράτος τυράννων, ἀθεωτάτων σεμνή, καὶ πρὸς Θεὸν τὰς βάσεις, ἀναθεῖσα Παρθένε, οὐδόλως ἑπτοήθης, οὔτε κρουσμόν, μολυβδίνων σφυρῶν, οὔτε πῦρ, οὔτε ξεσμοὺς τῶν σαρκῶν σου, οὔτε βρασμόν, τῶν λεβήτων, οὔτε ξίφους σφαγήν. Ἀσκήσει πρώην τὸ σῶμα, τήξασα Ἔνδοξε, τὸ δεύτερον ἀθλήσει, στομωθεῖσα τὴν φρένα, τοῖς πᾶσιν ἀνεδείχθης, Μάρτυς Χριστοῦ, οὐρανοχάλκευτον φάσγανον, ὥσπερ χρυσὸς ἐν χωνείᾳ δοκιμασθέν, ταῖς αἰκίαις καλλιπάρθενε. Εν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἁγίῳ αὐτοῦ, ἐκεῖ κατεσκήνωσεν ἡ Ἁγία, τὴν λαμπάδα ἄσβεστον τηρήσασα. Ἀκούσωμεν τῆς παρθένου ἐγκώμιον· Ὦ Παρθενία, ναός Θεοῦ! ὦ Παρθενία, Μαρτύρων δόξαι ὦ Παρθενία, Ἀγγέλων συμμέτοχε.

ΠΑΡΑΣΚΕΥΗ ΟΣΙΑ ΚΑΙ ΘΕΟΤΙΜΗΤΕ...

Δεῦτε πάντα τῆς γῆς τὰ πέρατα, πνευματικὴν χορείαν ἐπικροτήσωμεν, καὶ τὴν Χριστοῦ Παρθενομάρτυρα εὐφημήσωμεν λέγοντες· Χαίροις, Παρασκευὴ Ὁσία καὶ θεοτίμητε· Χαίροις, ἡ τὸ μαρτύριον καλῶς ὑποδεξαμένη· Χαίροις τῶν μαρτύρων ἰσοστάσιε, καὶ τῶν Ὁσίων ὁμόσκηνε, μεθ' ὧν ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ᾑμων.

ΕΡΜΙΠΠΟΝ ΤΕ ΚΑΙ ΕΡΜΟΛΑΟΝ, ΚΑΙ ΕΡΜΟΚΡΑΤΗΝ ΠΙΣΤΩΣ, ΤΟΥ ΚΥΡΙΟΥ

Ἕρμιππόν τε καὶ Ἑρμόλαον, καὶ Ἑρμοκράτην πιστῶς, τοῦ Κυρίου τοὺς μάρτυρας, θαυμαστῶς ἀθλήσαντας, καὶ τὸν δόλιον κτείναντας, καὶ λουσαμένους λουτρὸν μηδέποτε, δευτέροις ῥύποις ἐπιθολούμενον, ἀνευφημήσωμεν, ἱερῶς δοξάζοντες, καὶ τὴν αὐτῶν, μνήμην ἑορτάζοντες πανηγυρίσωμεν.

Η ΤΟΥ ΝΥΜΦΙΟΥ ΣΕ ΦΩΝΗ ΚΑΛΕΣΑΣΑ ΩΣ ΝΥΜΦΗΝ,,, ΟΣΙΟΜΑΡΤΥΣ ΠΑΡΑΣΚΕΥΗ ΑΟΙΔΙΜΕ...

Ἡ τοῦ νυμφίου σε φωνὴ καλέσασα ὡς νύμφην, στεφάνῳ ἀφθαρσίας ἐκόσμησε, θεόφρον Παρασκευὴ πανευκλεής, καὶ μετὰ ἀθλοφόρων καὶ μαρτύρων τῶν σεπτῶν ἀξίως συνηρίθμησε, μεθ' ὧν εὐφραινομένη, μέμνησο τῶν ἐκτελούντων τὴν ἁγίαν ἑορτήν σου, καὶ συνελθόντων ἔνδον τοῦ ναοῦ σου· ἐν αὐτῷ γὰρ νυνὶ παρεστῶτες ἀπὸ ψυχῆς προσφέρομέν σοι τοὺς ὕμνους, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

ΕΚ ΣΠΑΡΓΑΝΩΝ ΜΗΤΡΩΩΝ ΣΥ ΤΩ ΧΡΙΣΤΩ.... ΠΑΡΑΣΚΕΥΗ ΑΞΙΑΓΑΣΤΕ

Ἐκ σπαργάνων μητρῴων σὺ τῷ Χριστῷ, σεαυτὴν ἀναθεῖσα διηνεκῶς, αὐτῷ εὐηρέστησας τῷ Σωτῆρι τῶν ὅλων, καί τυράννων θράση, στερρῶς κατεπάτησας, καὶ βασάνους ὄντως, ἀνδρείως ὑπέμεινας· ὅθεν ὁ Χριστὸς σοι, τοῖς στεφάνοις κοσμήσας, ἐνδόξως εἰσήγαγεν, εἰς νυμφῶνα οὐράνιον, Παρασκευὴ ἀξιάγαστε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΙΑΜΑΤΩΝ ΕΝΤΥΧΟΥΣΑ ΚΑΙ ΧΑΡΙΣΜΑΤΩΝ...

Ἰαμάτων ἐντυχοῦσα καὶ χαρισμάτων, καὶ ὀπτασίας Ἔνδοξε, τὰς θείας πηγάζεις, χάριτας ἑκάστοτε, τοῖς πίστει γεραίρουσι, καὶ τῷ σῷ τεμένει προστρέχουσι. Ῥυτίδα ὄντως καὶ σπίλον μηδόλως σχοῦσα, ἁγιασμόν τε σώματος, ἐπικτησαμένη, Ἀγγέλους τεθέασαι, μεθ' ὧν ἀνεκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε. Ὡς κατάπληκτον σημεῖον, φρικτῆς ἡμέρας· τοῦ σωτηρίου πάθους γάρ, ἐξεικονισθείσης, γυναικείῳ σώματι, Σταυρόν τε καὶ Κάλαμον, Στέφανον καὶ Σπόγγον τεθέασαι.

Ο ΙΕΡΟΣ ΕΡΜΟΛΑΟΣ, ΙΕΡΩΣ ΦΩΤΙΖΟΜΕΝΟΣ...

Ὁ ἱερὸς Ἑρμόλαος, ἱερῶς φωτιζόμενος, τῷ δι' εὐσπλαγχνίαν, δι' ἡμᾶς ὡς πρόβατον, τυθέντι ἀναίμακτον, θυσίαν προσενήνοχε, καὶ σφαγιασθεὶς ὑπὲρ αὐτοῦ ἑκουσίως, εὐπρόσδεκτος θυσία, προσηνέχθη κραυγάζων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Νενεκρωμένος πρόσεισιν, ἀπιστίᾳ τὸ πρότερον, ὁ Παντελεήμων, καὶ τὸ ζῆν δρεψάμενος, σεπτῇ παραινέσει σου, ζωοποιῷ προσκλήσει Χριστοῦ, τὸν θανατωθέντα, ἀναστήσας πρὸς ὕψος, ἀνῆλθε μαρτυρίου, μετὰ σοῦ τὸν Σωτῆρα, δοξάζων εἰς αἰῶνας, Ἑρμόλαε τρισμάκαρ. Ὁ Ἱερὸς Ἑρμόλαος, ὁ παμμέγιστος Ἕρμιππος, καὶ ὁ Ἑρμοκράτης, οἱ στερροὶ ἀδάμαντες, σαρκὸς οὐκ ἐφείσαντο, οὐ τοῖς γλυπτοῖς ἐπέθυσαν, θύματα δεκτὰ δέ, ἑαυτούς τῷ Δεσπότῃ, προσήγαγον βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑπὸ Χριστοῦ ῥωννύμενος, ὁ θεόφρων Ἑρμόλαος, ἀποκεκρυμμένον, γενεαῖς μυστήριον, πιστοῖς ἀπεκάλυπτεν, ἐγκεκρυμμένος φόβῳ ἐχθρῶν, καὶ φανερωθείς, τὸν φανερῶς ὑπὲρ πάντων, τυθέντα Θεὸν Λόγον, καταγγέλλει καὶ θνῄσκει, καὶ ζῇ μετὰ Μαρτύρων, εἰς πάντας...

ΙΕΡΩΣ ΤΗΝ ΖΩΗΝ ΣΟΥ ΔΙΑΤΕΛΩΝ... ΕΡΜΟΛΑΕ...

Ἱερῶς τὴν ζωήν σου διατελῶν, ἱερεὺς ἀνεδείχθης τοῦ Λυτρωτοῦ, φωτίζων τοὺς πίστει σοι, προσιόντας ἑκάστοτε, καὶ ἐπὶ τέλει μάκαρ ἐνθέως ἀπήστραψας, μαρτυρίου φέγγος, καὶ κόσμον κατηύγασας· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ὑμνοῦμέν σε, καὶ πιστῶς μακαρίζομεν, ἀθλοφόρε Ἑρμόλαε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

ΩΣ ΑΜΩΜΟΣ ΑΜΝΑΣ, ΚΑΙ ΑΓΝΗ ΤΩ ΚΥΡΙΩ, ΣΥΝΗΦΘΗΣ ΜΥΣΤΙΚΩΣ...

Ὡς ἄμωμος ἀμνάς, καὶ ἁγνὴ τῷ Κυρίῳ, συνήφθης μυστικῶς, ἐν σεμνότητι βίου, τῷ κάλλει τῆς ἀθλήσεως, σεαυτὴν ὡραΐσασα· ὅθεν εἴληφας, τῶν ἰαμάτων τὴν χάριν, ἰατρεύουσα τὰ ἀρρωστήματα πάντα, δυνάμει τοῦ Πνεύματος.

ΜΑΡΤΥΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΠΑΝΕΥΦΗΜΕ ΠΑΡΑΣΚΕΥΗ

Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε.

ΤΟΝ ΝΑΟΝ ΣΟΥ ΠΑΝΣΕΜΝΕ, ΩΣ ΙΑΤΡΕΙΟΝ ΨΥΧΙΚΟΝ ΕΥΡΑΜΕΝΟΙ...

Τὸν ναόν σου πάνσεμνε, ὡς ἰατρεῖον ψυχικὸν εὑράμενοι, ἐν τούτῳ πάντες οἱ πιστοί, μεγαλοφώνως τιμῶμέν σε, Ὁσιομάρτυς Παρασκευὴ ἀοίδιμε.

.... ΠΑΡΑΣΚΕΥΗ, ΝΥΜΦΗ ΤΟΥ ΠΑΝΤΑΝΑΚΤΟΣ...

Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

ΠΑΡΑΣΚΕΥΗ Η ΣΟΦΗ, ΑΝΤΩΝΙΝΟΥ ΤΟ ΦΡΥΑΓΜΑ

Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς.

... ΑΞΙΑΓΑΣΤΕ ΕΡΜΟΛΑΕ...

Αἱ πορεῖαί σου Πνεύματι, θείῳ εὐοδούμεναι ὑπεσκέλισαν, τὰς πορείας τοῦ ἀλάστορος, καὶ ὁδός εὐθεῖα πολλοῖς ὤφθησαν. Ἱερεὺς ἱερώτατος, Μάρτυς ἀληθέστατος ἐχρημάτισας, ἀξιάγαστε Ἑρμόλαε· διὰ τοῦτο πάντες εὐφημοῦμέν σε. Ῥωμαλέῳ φρονήματι, τῷ παρανομοῦντι ἀντιταξάμενος, μαρτυρίου στέφος εἴληφας, ἀνδρικῶς ἀθλήσας Ἱερώτατε.

ΡΕΥΣΤΗΣ ΒΙΟΤΗΣ ΚΑΙ ΠΡΟΣΚΑΙΡΟΥ, ΜΑΡΤΥΣ ΤΗΝ ΜΕΛΛΟΥΣΑΝ ΗΛΛΑΞΩ .... ΠΑΡΑΣΚΕΥΗ ΣΟΥ ΤΑΣ ΑΙΤΗΣΕΙΣ, ΘΕΙΑΣ ΟΥΡΑΝΟΘΕΝ... ΤΩΝ ΔΕΙΝΩΝ ΤΗΝ ΑΠΟΛΥΤΡΩΣΙΝ...

Ῥευστῆς βιοτῆς καὶ προσκαίρου, Μάρτυς τὴν μέλλουσαν ἠλλάξω, κάλλος τὸ ἀμήχανον ὁρᾶν, τοῦ σοῦ νυμφίου ἐπειγομένη τρανῶς· ὅθεν στεφάνων ἔτυχες, τῶν ἀκηράτων καλλιπάρθενε. Ἤκουσας φωνῆς βεβαιούσης, Παρασκευὴ σοῦ τὰς αἰτήσεις, θείας οὐρανόθεν καὶ τὸν δρόμον, προθύμως Μάρτυς σεμνὴ διήνυσας, καὶ πρὸς αὐτὸν ἀνέδραμες, κάραν τμηθεῖσα τὴν ἐρίτιμον. Νίκην κατ' ἐχθρῶν δωρηθῆναι, Παρασκευὴ Χριστὸν ἐξαίτει, πᾶσι τοῖς τῷ θείῳ ναῷ σου, προσερχομένοις ἐν θερμοτάτῃ πίστει, καὶ τῶν πταισμάτων ἄφεσιν, καὶ τῶν δεινῶν τὴν ἀπολύτρωσιν.

ΤΟΥ ΓΑΒΡΙΗΛ ΦΘΕΓΞΑΜΕΝΟΥ ΣΟΙ ΠΑΡΘΕΝΕ ΤΟ ΧΑΙΡΕ....

Τοῦ Γαβριὴλ φθεγξαμένου σοι Παρθένε τὸ χαῖρε, σὺν τῇ φωνῇ ἐσαρκοῦτο ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ, ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

ΛΑΜΠΡΥΝΘΕΙΣ ΤΩ ΑΔΥΤΩ, ΦΩΤΙΣΜΩ ΤΗΣ ΕΝΘΕΟΥ ΠΙΣΤΕΩΣ ΟΣΙΕ

Λαμπρυνθεὶς τῷ ἀδύτῳ, φωτισμῷ τῆς ἐνθέου πίστεως Ὅσιε, πρὸς φῶς θεογνωσίας, πληθὺν τῶν σῳζομένων, μελῳδοῦσαν ὡδήγησας, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ἀδελφὰ συμφρονοῦντες, Ἑρμοκράτης ὁ μέγας καὶ θεῖος Ἕρμιππος, Ἑρμόλαε παμμάκαρ, σὺν σοὶ τὸ μαρτυρίου, πόμα πίνουσι ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ὀρεκτῶν ἀκροτάτῳ, προσεπέλασας Μάρτυς θέσει θεούμενος, καὶ νῦν μετὰ Μαρτύρων, γηθόμενος κραυγάζεις· τῷ Δεσπότῃ Ἑρμόλαε· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ. Ὑπερθέου Τριάδος, ἐκκαιόμενοι πόθῳ, Μάρτυρες Ἔνδοξοι, τὸ πῦρ τῆς ἀθεΐας, αἱμάτων ταῖς ῥανίσι, κατεσβέσατε ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ΤΟΥΣ ΕΝ ΝΥΚΤΙ ΑΠΑΤΗΣ ΚΕΚΡΑΤΗΜΕΝΟΥΣ, ΠΡΟΣ ΦΩΣ ΚΑΘΩΔΗΓΗΣΑΣ,,,

Τοὺς ἐν νυκτὶ ἀπάτης κεκρατημένους, πρὸς φῶς καθωδήγησας, καὶ μισθὸν ἐκομίσω, τὸ τελειωθῆναι δι' αἵματος. Οἱ τοῦ Χριστοῦ ὁπλῖται Ἕρμιππός τε, καὶ ὁ θεῖος Ἑρμόλαος, ἅμα τῷ Ἑρμοκράτει, ἱερολογίαις δοξάζονται. Ὑπὲρ σεπτῆς Τριάδος, οἱ τρεῖς ὁμοῦ ἐναθλήσαντες Μάρτυρες, μυριάσιν Ἀγγέλων, νῦν ἐν οὐρανοῖς συναγάλλονται.

ΤΗΝ ΣΠΟΥΔΗΝ ΣΟΥ ΤΗ ΚΛΗΣΕΙ ΚΑΤΑΛΛΗΛΟΝ....ΠΑΡΑΣΚΕΥΗ ΑΘΛΟΦΟΡΕ...

Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΕΡΜΟΛΑΕ....

Μάρτυς ἀθλητὰ Ἑρμόλαε, διὰ τὸν φόβον ποτέ, τῶν ἀνόμων κρυπτόμενος, φανεροῖς γηθόμενος, κεκρυμμένον μυστήριον, τῷ ἀθλοφόρῳ Παντελεήμονι, τῆς εὐσεβείας καὶ ἐπιγνώσεως, καὶ φανερούμενος, θνῄσκεις προθυμότατα, διὰ Χριστόν, τὸν δι' ἀγαθότητα, παθεῖν ἑλόμενον.

ΠΟΛΥΩΔΥΝΑ ΒΑΣΑΝΑ, ΥΠΟΣΤΗΝΑΙ ΠΑΝΕΝΔΟΞΕ, ΑΝΔΡΙΚΩ ΦΡΟΝΗΜΑΤΙ ΗΥΤΟΜΟΛΗΣΑΣ, ΚΑΙ ΤΩΝ ΕΛΛΗΝΩΝ ΣΕΒΑΣΜΑΤΑ....

Πολυώδυνα βάσανα, ὑποστῆναι Πανένδοξε, ἀνδρικῷ φρονήματι ηὐτομόλησας, καὶ τῶν Ἑλλήνων σεβάσματα, ὡς κόνιν ἐλέπτυνας· τῷ γὰρ σθένει τοῦ Σταυροῦ, τὸν ἀντίπαλον ἔκτεινας, τὸν καυχώμενον, ὑπεράνωθεν ἄστρων θρόνον θεῖναι· πρὸ ποδῶν σου γὰρ ἐρράγη, ὥσπερ στρουθίον παιζόμενος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι. Τῆς πλακὸς τὴν βαρύτητα, καὶ πυρὸς τὴν κατάκαυσιν, θεϊκῇ προνοίᾳ Ἄγγελος τάχιστα, τὴν μὲν ὡς φύλλον ἀνέδειξε, τὴν δὲ αὔραν ἔνδροσον, οἷα πάλαι τοῖς παισί, τοῦ τετάρτου ἡ ὅρασις, μεθ' ὧν ἔκραζες· Σοῦ τὸ ἔλεος μέγα Πανοικτίρμον· ὅθεν σέβω γηθομένη, σοῦ τὸ πανύμνητον ὄνομα. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου. Καθαρότητα σώματος, καὶ ψυχῆς τὴν λαμπρότητα, κτησαμένη πάντοτε ὤφθης ἄμωμος· σὺ γὰρ νυμφίον ποθήσασα, κατ' ἴχνος ἐβάδισας, νοητοῦ μύρου Σεμνή, Παρασκευὴ ἀοίδιμε, καὶ νῦν πρέσβευε, τὸν Σωτῆρα τῶν ὅλων λύσιν δοῦναι, ὀφλημάτων τοῖς ἐν πίστει, ἐπιτελοῦσι τὴν μνήμην σου.

ΜΑΡΤΥΣ ΑΘΛΗΤΑ ΕΡΜΟΛΑΕ...

Μάρτυς ἀθλητὰ Ἑρμόλαε, ἱερωτάτην ζωήν, ἱερῶς ἐπεπόθησας, ἱερεὺς γενόμενος, Ἰησοῦ Παντοκράτορος, καὶ ἀνιέρου σκοτασμοῦ ἔσωσας, σεπτοῖς σου λόγοις λαούς, ἐν χάριτι, καὶ μεταβέβηκας, πρὸς τὰ ὑπερκόσμια τῶν ἀθλητῶν, αἵματι λουσάμενος, θεομακάριστε.

ΥΠΟ ΚΥΡΙΟΥ, ΣΥ ΦΡΟΥΡΟΥΜΕΝΗ ΠΡΟ ΒΗΜΑΤΟΣ ΑΣΕΒΩΝ, ΜΑΡΤΥΣ, ΤΑΣ ΜΑΣΧΑΛΑΣ ΕΣΤΕΓΕΣ....

Ὑπὸ Κυρίου, σὺ φρουρουμένη πρὸ βήματος ἀσεβῶν, Μάρτυς, τὰς μασχάλας ἔστεγες, καρτερῶς φλεγομένη καὶ ὑπέψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός μου βοῶσα καὶ Κύριος. Φλέξαν μηδόλως, τοὺς παρανόμους καίει μᾶλλον τὸ πῦρ, Κόρη, ὁ Χριστὸς δὲ φυλάττει σε ἀβλαβῆ, καθὼς πάλαι διεσώσατο, πυρὸς τοῦ βρέμοντος, ἀδεεῖς Νεανίας χειρὶ κραταιᾷ. Ἤπειρον πᾶσαν, σαφῶς καὶ πόλον μὴ τεκτηνάμενοι, ὄντως, τὰ δαιμόνια ξόονα καὶ θεοί, ἀπολέσθωσαν ἐκραύγαζες· Χριστὸς δὲ Κύριος, πλαστουργὸς ἐστι πάντων ἐκήρυττες.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΡΜΟΛΑΟΥ ΚΑΙ ΤΩΝ ΣΥΝ ΑΥΤΩ ΕΡΜΙΠΠΟΥ ΚΑΙ ΤΗΣ ΑΓΙΑΣ ΠΑΡΑΣΚΕΥΗΣ ΤΗΣ ΟΣΙΟΜΑΡΤΥΡΟΣ....

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑρμολάου, καὶ τῶν σὺν αὐτῷ Ἑρμίππου καὶ Ἑρμοκράτους, καὶ τῆς Ἁγίας Ὁσιομάρτυρος Παρασκευῆς. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἱερομαρτύρων Ἑρμολάου, Ἑρμίππου καὶ Ἑρμοκράτους. Στίχοι Ἕρμιππος, Ἑρμόλαος ἠδ' Ἑρμοκράτης Ἑρμῆν σέβοντας ᾔσχυναν παρρησίᾳ. Ἑρμόλεως ἕκτῃ τε καὶ εἰκάδι δειροτομήθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος τοῦ Χριστοῦ Παρασκευῆς. Στίχοι Θεῷ παρεσκεύασας ἁγνὸν ὡς δόμον, Σαυτὴν ἄγουσα, Σεμνή, εἰς κατοικίαν. Παρασκευὴν ἔκτανεν εἰκάδι χαλκὸς ἐν ἕκτῃ. Μνήμῃ τῆς ἁγίας μάρτυρος Ὡραιοζήλης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἰγνατίου τοῦ Στειρωνίτου, καὶ τῶν ἐγκαινίων τοῦ ναοῦ τοῦ, Ἀρχαγγέλου Γαβριήλ, πέραν ἐν Χάλδαις, καὶ τῶν Ἁγίων Ἀππίωνος καὶ Ἱερουσαλήμ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΡΑΣΚΕΥΗ Η ΣΟΦΗ...

Παρασκευὴ ἡ σοφή, Ἀντωνίνου τὸ φρύαγμα, ἀνδρικῶς κατέβαλες, προθύμως ἐναθλήσασα, καὶ τῶν βραβείων τῆς ἄνω κλήσεως, καὶ τῶν στεφάνων ἀξιωθεῖσα σεμνή, ὑπέρ τῶν δούλων σου, τῶν πιστῶς τιμώντων σε, μνείαν ποιοῦ, πάντοτε πρὸς Κύριον, ἐλεηθῆναι ἡμᾶς. Μάρτυς τοῦ Χριστοῦ Πανεύφημε, ἡ τὸν Δεσπότην Χριστόν, ὁλοψύχως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν, αἰκίας πάσας, διὰ τὸν σὸν ἐραστήν, καθυπομένουσα, τῶν στεφάνων ἔτυχες, τῶν παρ' αὐτοῦ· ὅθεν εὐφημοῦμέν σε θεομακάριστε. Ὁσιομάρτυς πανένδοξε, τὶς ἐξισχύσει ειπεῖν, τῶν σῶν πόνων τὰ ἔπαθλα, καὶ τοῦ μαρτυρίου σου, τὰ ἀνδρεῖα τεράστια, ὑπομονήν τε καὶ τὴν πραότητα, ἣν ἐνεδείξω Σεμνὴ ὡς ἄσαρκος; ὅθεν συνόμιλος, τῶν Ἀγγέλων γέγονας, Παρασκευή, νύμφη τοῦ Παντάνακτος, σκεῦος τοῦ Πνεύματος.

ΜΝΗΜΗΝ ΤΕΛΟΥΝΤΕΣ ΔΙΚΑΙΩΝ, ΤΩΝ ΠΡΟΠΑΤΟΡΩΝ ΧΡΙΣΤΟΥ, ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΗΣ, ΤΩΝ ΦΑΙΔΡΩΝ ΚΑΙ ΑΓΙΩΝ, ΔΟΞΑΖΟΜΕΝ ΑΠΑΥΣΤΩΣ...ΠΑΡΘΕΝΟΥ ΜΗΤΡΟΣ...

Μνήμην τελοῦντες Δικαίων, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν φαιδρῶν καὶ ἁγίων, δοξάζομεν ἀπαύστως, ᾠδαῖς μυστικαῖς, τὸν οἰκτίρμονα Κύριον, τὸν ἀναδείξαντα τούτους εἰς τὴν ἡμῶν, σωτηρίαν ἀκλινεῖς πρεσβευτάς. Ἡ πρώην ἄγονος στεῖρα, ἡ ἐκβλαστήσασα, τὴν ἀπαρχὴν τοῦ γένους, τῆς ἡμῶν σωτηρίας, σήμερον μετέστη πρὸς τὴν ζωήν, τὴν ἐκεῖθεν αἰτοῦσα Χριστόν, τοῦ δωρηθῆναι πταισμάτων τὸν ἱλασμόν, τοῖς ἐν πίστει ἀνυμνοῦσιν αὐτόν. Μνήμην Δικαίων τελοῦντες, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου, πρὸς ἄληκτον καὶ θείαν, μεταστήσαντα νῦν, ὡς Μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

ΟΙ ΑΚΟΛΟΥΘΙΕΣ ΤΩΝ ΩΡΩΝ

Οι ακολουθίες των ωρών είναι (4) τέσσερις. Περιλαμβάνουν τρείς ψαλμούς η κάθε μία, τροπάρια, Τρισάγιο κ.λ.π. Η εκλογή των θεμάτων που τις συνιστούν έγινε βάσει της ώρας της ημέρας και του σωτηριώδους γεγονότος που έγινε κατ' αυτή την ώρα η που συμβολίζεται από αυτή. Οι ώρες είναι Η Α ώρα (6 π.μ.) Η Γ ώρα (9 π.μ.) Η ΣΤ ώρα (12η μεσημβρινή) Η Θ ώρα (3 μ.μ.)

ΧΑΙΡΟΙΣ ΕΥΛΟΓΗΜΕΝΗ Η ΓΗ, Η ΤΗΝ ΘΕΟΒΛΑΣΤΟΝ ΤΩ ΚΟΣΜΩ ΑΝΘΗΣΑΣΑ...

Χαίροις εὐλογημένη ἡ γῆ, ἡ τὴν θεόβλαστον τῷ κόσμῳ ἀνθήσασα, ἡ νόμῳ ἀδιαλείπτως, ἐμμελετῶσα Θεοῦ, καὶ τὴν χάριν πᾶσιν ὑπογράψασα, δεσμὰ τῆς στειρώσεως ἡ φυγοῦσα τῷ τόκῳ σου, καὶ τῷ θανάτῳ, τὴν φθορὰν ἀνταμείψασα, καὶ πρὸς ἔνθεον, μεταστᾶσα λαμπρότητα, Ἄννα θεομακάριστε, Προμῆτορ Χριστοῦ τοῦ Θεοῦ, ἡ φωτοφόρον λυχνίαν, τὴν Θεοτόκον κυήσασα, μεθ' ἧς ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

Η ΕΥΚΛΕΕΣΤΑΤΟΣ ΚΑΙ ΑΞΙΕΠΑΙΝΟΣ, ΑΝΝΑ Η ΕΝΘΕΟΣ...

Ἡ εὐκλεέστατος καὶ ἀξιέπαινος, Ἄννα ἡ ἔνθεος, καὶ πανσεβάσμιος, γῆθεν ἀρθεῖσα ἐκ ζωῆς, προσκαίρου διαιωνίζει, εἰς ζωὴν ἀθάνατον, μέτ' Ἀγγέλων χορεύουσα, σὺν τῇ θυγατρὶ αὐτῆς, καὶ ἀχράντῳ Μητρὶ τοῦ Θεοῦ, πρεσβεύουσα ἀπαύστως σωθῆναι, τοὺς πίστει ταύτην μακαρίζοντας.

ΖΩΗΝ ΤΗΝ ΚΥΗΣΑΣΑΝ, ΕΚΥΟΦΟΡΗΣΑΣ, ΑΓΝΗΝ ΘΕΟΜΗΤΟΡΑ, ΘΕΟΦΡΟΝ ΑΝΝΑ....ΑΕΙΜΑΚΑΡΙΣΤΕ...

Ζωὴν τὴν κυήσασαν, ἐκυοφόρησας, ἁγνὴν Θεομήτορα, θεόφρον Ἄννα· διὸ πρὸς λῆξιν οὐράνιον, ἔνθα εὐφραινομένων, κατοικία ἐν δόξῃ, χαίρουσα νῦν μετέστης, τοῖς τιμῶσί σε πόθῳ, πταισμάτων αἰτουμένη, ἱλασμὸν ἀειμακάριστε.

ΧΑΙΡΟΙΣ ΕΥΠΡΑΞΙΑ ΝΥΜΦΗ ΧΡΙΣΤΟΥ....

Χαίροις Εὐπραξία νύμφη Χριστοῦ· χαίροις παρθενίας, καὶ ἀσκήσεως λαμπηδών· χαίροις ἡ τῆς δόξης, τρυφῶσα τοῦ Κυρίου· ᾧ πρέσβευε σωθῆναι, τοὺς σὲ γεραίροντας.

ΤΗΝ ΟΣΙΑΝ ΕΥΦΗΜΗΣΩΜΕΝ ΕΥΠΡΑΞΙΑΝ....

Τὴν τῶν παρθένων καλλονὴν καὶ ὑποτύπωσιν Καὶ τῶν ὁσίων στηλογράφημα καὶ σέμνωμα Τὴν Ὁσίαν εὐφημήσωμεν Εὐπραξίαν· Ἀρετῶν γὰρ εὐπραγίαις διαλάμπουσα Νύμφη ὤφθη τοῦ Σωτῆρος θεοδόξαστος. ᾟ βοήσωμεν· χαίροις Μῆτερ ἰσάγγελε.

ΕΚ ΝΕΟΤΗΤΟΣ ΜΗΤΕΡ ΤΟΝ ΧΡΙΣΤΟΝ ΑΓΑΠΗΣΑΣΑ...

Ἐκ νεότητος Μῆτερ τὸν Χριστὸν ἀγαπήσασα, κόσμου τὰ τερπνὰ ὑπερεῖδες, καὶ μνηστῆρα τὸν πρόσκαιρον, καὶ ἤσκησας ἰσάγγελον ζωήν, Ὁσία Εὐπραξία ἐπὶ γῆς· διὰ τοῦτο ἐδοξάσθης παρὰ Χριστοῦ, καὶ ᾔσχυνας τὸν δράκοντα· δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐκπληροῦντι διὰ σοῦ ἡμῶν τὰ αἰτήματα.

ΧΑΙΡΟΙΣ Η ΟΣΙΑ ΟΛΥΜΠΙΑΣ...

Χαίροις ἡ Ὁσία Ὀλυμπιάς, ἐναρέτων ἔργων, ὑποτύπωσις ἀληθής· χαίροις ἡ τῶν ἄθλων, καὶ τῆς ἁγίας δόξης, τῷ θείῳ Χρυσοστόμῳ συγκοινωνήσασα.

ΟΛΥΜΠΙΑΣ ΑΕΙΣΕΒΑΣΤΕ

Εὐσεβείᾳ λάμψασα καὶ ἐγκρατείᾳ, τὸν Θεὸν ἐδόξασας, ἔργοις καὶ τρόποις ἱεροῖς, Ὀλυμπιὰς ἀεισέβαστε· διὸ τῆς δόξης τῆς ἄνω ἠξίωσαι.

ΟΣΙΑΣ ΟΛΥΜΠΙΑΔΟΣ ΤΗΣ ΔΙΑΚΟΝΙΣΣΑΣ

Τὸν πλοῦτον σκορπίσασα, τὸν σὸν τελίῳ νοΐ, Χριστῷ ἠκολούθησας δι’ ἐναρέτου ζωῆς, Ὁσία πανεύφημε· σὺ γὰρ ἐφεπομένη, τῷ σοφῷ Χρυσοστόμῳ, χρύσεον ὤφθης σκεῦος, τῆς Χριστοῦ Ἐκκλησίας· διό σε Ὀλυμπιάς, ὁ Κύριος ἐδόξασε.

ΟΥΡΑΝΙΑΣ ΑΨΙΔΟΣ....ΧΡΙΣΤΟΝ ΚΥΗΣΑΣΑ... ΘΕΟΜΑΚΑΡΙΣΤΕ...

Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε. Προστασίαν καὶ σκέπην, ζωῆς ἐμῆς τίθημι, Σέ, Θεογεννῆτορ, Παρθένε, σὺ με κυβέρνησον, πρὸς τὸν λιμένα σου, τῶν ἀγαθῶν ἡ αἰτία, τῶν πιστῶν τὸ στήριγμα, μόνη πανύμνητε. Ἱκετεύω, Παρθένε, τὸν ψυχικὸν τάραχον, καὶ τῆς ἀθυμίας τὴν ζάλην, διασκεδάσαι μου· σὺ γάρ, Θεόνυμφε, τὸν ἀρχηγὸν τῆς γαλήνης, τὸν Χριστὸν ἐκύησας, μόνη πανάχραντε. Δόξα... Εὐεργέτην τεκοῦσα, τὸν τῶν καλῶν αἴτιον, τῆς εὐεργεσίας τὸν πλοῦτον, πᾶσιν ἀνάβλυσον· πάντα γὰρ δύνασαι, ὡς δυνατὸν ἐν ἰσχύϊ, τὸν Χριστὸν κυήσασα, Θεομακάριστε.

ΠΡΟΓΟΝΩΝ ΧΡΙΣΤΟΥ, ΤΗΝ ΜΝΗΜΗΝ ΕΟΡΤΑΖΟΜΕΝ, ΤΗΝ ΤΟΥΤΩΝ

Προγόνων Χριστοῦ, τὴν μνήμην ἑορτάζομεν, τὴν τούτων πιστῶς, αἰτούμενοι βοήθειαν, τοῦ ῥυσθῆναι ἅπαντας, ἀπὸ πάσης θλίψεως, τοὺς κραυγάζοντας· ὁ Θεὸς γενοῦ μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησας.

ΤΗΝ ΑΠΑΡΧΗΝ ΤΗΣ ΗΜΩΝ ΣΩΤΗΡΙΑΣ, ΦΑΙΔΡΩΣ Η ΓΕΝΝΗΣΑΣΑ, ΣΗΜΕΡΟΝ ΕΚ ΓΗΣ ΜΕΘΙΣΤΑΤΑΙ, ΑΝΝΑ Η ΠΑΝΣΕΒΑΣΜΙΟΣ......

Τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, φαιδρῶς ἡ γεννήσασα, σήμερον ἐκ γῆς μεθίσταται, Ἄννα ἡ πανσεβάσμιος. Δεῦτε οὖν φιλέορτοι καὶ φιλόχριστοι, τὰ τῶν ᾀσμάτων ἄνθη ἀναλαβόντες, πρὸς αὐτὴν ἀνακράξωμεν· Σῶφρον Ἄννα, μακαρία ἡ κοιλία σου, ἡ τὴν Μητέρα τοῦ Θεοῦ Λόγου βαστάσασα· καὶ οἱ μαστοί σου ὡραῖοι, οἷς αυτὴν ἐθήλασας· καὶ γὰρ αὕτη τεκοῦσα ἀσπόρως τὸν ζωοδότην, σὺν αὐτῷ ἠξίωται βασιλεύειν, καὶ σὲ νῦν μεταστήσας, πρὸς ἄληκτον καὶ θείαν ζωήν, τῇ Μητρὶ αὐτοῦ οἰκεῖν καὶ συναγάλλεσθαι κατηξίωσεν. Ὅθεν δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, σὺν αὐτῇ πρεσβεύειν, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΙΔΕ ΦΩΤΑΥΓΗΣ ΠΑΝΗΓΥΡΙΣ, ΚΑΙ ΦΑΙΔΡΑ ΗΜΕΡΑ, ..... ΑΝΝΑ, ΤΗΝ ΣΕΒΑΣΜΙΟΝ ΜΕΤΑΣΤΑΣΙΝ...

Ἴδε φωταυγὴς πανήγυρις, καὶ φαιδρὰ ἡμέρα, καὶ κοσμοχαρμόσυνος, ἡ κοίμησις ἡ σεπτὴ καὶ ἀξιέπαινος, τῆς Ἄννης τῆς εὐκλεοῦς, ἐξ ἧς ἐτέχθη Ζωὴν ἡ κυήσασα, ἡ ἔμψυχος Κιβωτός, ἡ τὸν ἀχώρητον Λόγον χωρήσασα, ἡ τῆς ἀθυμίας λύσις, καὶ χαρὰς ἡ πρόξενος, ἡ παρέχουσα πᾶσι, τοῖς πιστοῖς τὸ μέγα ἔλεος. Ὢ τοῦ παραδόξου θαύματος! ἡ ζωῆς τὴν πηγήν, θαυμαστῶς κυήσασα, τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην Ἁγνήν, μεθίσταται ἐκ ζωῆς, τῆς ἐπικήρου πρὸς τὴν ἀτελεύτητον, ἡ Ἄννα ἡ εὐκλεής, γῆθεν ἀρθεῖσα πρὸς τὰ οὐράνια, συνευφραινομένη δήμοις, τῶν Ἀγγέλων σήμερον, ἧσπερ νῦν τὴν ἁγίαν, ἑορτάζομεν πανήγυριν. Σήμερον φαιδρὰν πανήγυριν, τῶν πιστῶν χορεῖαι, τῇ σεπτῇ κοιμήσει σου, τελοῦμεν πανευλαβῶς, ἐν θείῳ Πνεύματι· ἐφέστηκε γὰρ ἡμῖν, τῶν ἰαμάτων ἀστράπτουσα χάριτας, καὶ φλέγουσα πονηρά, ἐν ἀερίων πνευμάτων συστήματα, καὶ φωταγωγοῦσα φρένας, τῶν πιστῶς ὑμνούντων σου, ἀξιάγαστε, Ἄννα, τὴν σεβάσμιον μετάστασιν.

ΧΑΙΡΟΙΣ Η ΝΟΗΤΗΣ ΧΕΛΙΔΩΝ.... ΑΝΝΑ ΠΡΟΜΗΤΟΡ ΚΥΡΙΟΥ...

Χαίροις ἡ νοητὴ χελιδών, ἔαρ τῆς χάριτος ἡμῖν ἡ γνωρίσασα, ἀμέμπτως ἐν σωφροσύνῃ βιωσαμένη καλῶς, καὶ τῆς παρθενίας τὸ κειμήλιον σεμνῶς ὠδινήσασα, Θεοτόκον τὴν ἄμωμον, Ἀμνὰς τιμία, ἡ κυήσασα δάμαλιν, τὸν ἐξαίροντα, ἀμνὸν κόσμου τὰ πταίσματα, Λόγον λόγῳ γεννήσασαν, τὴν μόνην ἀπείρανδρον, Ἄννα προμῆτορ Κυρίου, τοῦ σὲ ἐκ γῆς μεταστήσαντος, ὃν νῦν ἐκδυσώπει, ταῖς ψυχαῖς ὑμῶν δοθῆναι τὸ μέγα ἔλεος.

ΔΕΥΤΕ ΠΑΣΑ Η ΚΤΙΣΙΣ, ΕΝ ΚΥΜΒΑΛΟΙΣ ΨΑΛΜΙΚΟΙΣ....

Δεῦτε πᾶσα ἡ κτίσις, ἐν κυμβάλοις ψαλμικοῖς, εὐφημήσωμεν Ἄνναν τὴν θεόφρονα, τὴν τὸ θεῖον ὄρος ἀποκυήσασαν ἐκ λαγόνων αὐτῆς, καὶ πρὸς ὄρη νοητά, καὶ Παραδείσου σκηνώματα, σήμερον μεταβεβηκυῖαν, καὶ πρὸς αὐτὴν βοήσωμεν· Μακαρία ἡ κοιλία σου, ἡ βαστάσασα ἀληθῶς, τὴν τὸ φῶς τοῦ κόσμου ἔνδον ἐν κοιλίᾳ βαστάσασαν, καὶ οἱ μαστοί σου ὡραῖοι, οἱ θηλάσαντες τὴν θηλάσασαν Χριστόν, τὴν τροφὸν τῆς ζωῆς ἡμῶν, ὃν καθικέτευε τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, καὶ προσβολῆς τοῦ ἐχθροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ...

Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ στειρώσεως κατάρας, λυθεῖσα εὐλογίαν τὴν τέξασαν, ἐκύησας ἁγνὴν Θεομήτορα· ᾗ συγχορεύεις ἀξιάγαστε. Ἐκ γῆς τῆς γαστρός σου ἀληθῶς γεγέννηται, γῆ ἁγία ἀγεώργητος, στάχυν βλαστήσασα ἀσπόρως, τοῦ κόσμου τὸν τροφέα καὶ Κύριον, τὸν σὲ πρὸς τὴν τρυφὴν τὴν ἀδάπανον, Ἄννα πανσόφως μεταστήσαντα. Ἐδέξατο ἄλυπος ζωὴ καὶ ἄφθαρτος, μετὰ τέλος σὲ Πανεύφημε, ξύλου ζωῆς νυνὶ μετέχεις, Δικαίων συνευφραίνῃ συστήματι, καὶ θείων Ἀσωμάτων στρατεύμασιν· ὅθεν σε πάντες μακαρίζομεν. Ἡ μνήμη σου σήμερον ἡμῖν ἀνέτειλε, τοῦ ἡλίου τηλαυγέστερον, φέγγει πλουσίων χαρισμάτων, ἡμᾶς καταφαιδρύνουσα Πάνσεμνε, καὶ ζόφον παθημάτων ἐξαίρουσα, ἥν ἐκτελοῦντας ἡμᾶς φύλαττε.

ΧΑΙΡΟΙΣ ΠΕΠΟΘΗΜΕΝΗ ΘΕΩ, ΕΚΛΕΛΕΓΜΕΝΗ ΑΓΙΟΤΗΤΟΣ, ΛΑΜΨΕΣΙ, ΤΟΥ ΝΟΜΟΥ ΔΥΑΣ ΤΙΜΙΑ....

Χαίροις πεποθημένη Θεῷ, ἐκλελεγμένη ἁγιότητος, λάμψεσι, τοῦ νόμου δυὰς τιμία, ἡ τὰς ἐμφάσεις καλῶς, ἐν τῇ θείᾳ χάριτι μεθαρμόσασα, Χριστὸν τὴν τεκοῦσαν, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν, αὐτοὶ τεκόντες, Ἰωακεὶμ ὁ θεόληπτος, καὶ ἡ ἔνθεος, Ἄννα ἡ πανσεβάσμιος, λύχνοι οἱ ἀνατείλαντες, λαμπάδα τὴν ἄσκιον, οἱ εὐθηνοῦντες τὴν χάριν, τὴν Θεοτόκον τὴν ἄχραντον, μεθ' ἧς δυσωπεῖτε, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.

ΑΠΑΣ ΓΗΓΕΝΗΣ, ΣΚΙΡΤΑΤΩ ΤΩ ΠΝΕΥΜΑΤΙ ΛΑΜΠΑΔΟΥΧΟΥΜΕΝΟΣ.... ΘΕΟΤΟΚΕ ΑΓΝΗ ΑΕΙΠΑΡΘΕΝΕ

Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.

ΤΗΣ ΜΗΤΡΟΣ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΚΑΙ ΠΟΙΗΤΟΥ.............

Τῆς μητρὸς τοῦ Δεσπότου καὶ Ποιητοῦ, μήτηρ γέγονας Ἄννα πανευκλεής, αὐτοῦ τὰ προστάγματα, ἀνενδότως φυλάττουσα· διὰ τοῦτο θανοῦσα, ζωὴν πρὸς ἀθάνατον, μετετέθης ὄντως, καὶ φῶς πρὸς ἀνέσπερον· ὅθεν τὴν φωσφόρον, καὶ ἁγίαν σου μνήμην, τελοῦντες ἐν πνεύματι, φωτιζόμεθα πάντοτε, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΠΟΛΛΟΙΣ ΣΥΝΕΧΟΜΕΝΟΝ ΚΙΝΔΥΝΟΙΣ....ΚΑΙ ΣΑΛΩ ΤΗΣ ΑΜΑΡΤΙΑΣ...

Πολλοῖς συνεχόμενον κινδύνοις, καὶ σάλῳ τῆς ἁμαρτίας κινδυνεύοντα, ὅρμον πρὸς ἀκύμαντον, αὔραις ταῖς τοῦ Πνεύματος, Θεογεννῆτορ Δέσποινα, νῦν καθοδήγησον· λιμὴν Χριστιανῶν γὰρ ὑπάρχεις· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.

ΠΡΟΣ ΤΑΣ ΑΫΛΟΥΣ ΧΟΡΕΙΑΣ, ΚΑΙ ΤΩΝ ΔΙΚΑΙΩΝ ΣΚΗΝΑΣ... ΜΑΚΑΡΙΣΩΜΕΝ...

Πρὸς τὰς ἀΰλους χορείας, καὶ τῶν Δικαίων σκηνάς, ἔνθα Ἀγγέλων τάξεις, ἔνθα δῆμος Ἁγίων, χαρὰ ἑορταζόντων ἄγεται νῦν, τῶν Δικαίων τὰ πνεύματα, Ἰωακεὶμ καὶ τῆς Ἄννης, οὓς εὐσεβῶς, εὐφημοῦντες μακαρίσωμεν.

...ΘΑΝΑΤΟΥ ΚΑΙ ΤΗΣ ΦΘΟΡΑΣ ΩΣ ΕΣΩΣΕΝ.... ΠΑΡΘΕΝΕ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς, ὁ Θεὸς με ἀνάγαγε. Θανάτου καὶ τῆς φθορᾶς ὡς ἔσωσεν, ἑαυτὸν ἐκδεδωκὼς τῷ θανάτῳ, τὴν τῇ φθορᾷ καὶ θανάτῳ μου φύσιν, κατασχεθεῖσαν, Παρθένε, δυσώπησον, τὸν Κύριόν σου καὶ Υἱόν, τῆς ἐχθρῶν κακουργίας με ῥύσασθαι. Προστάτιν σε τῆς ζωῆς ἐπίσταμαι, καὶ φρουρὰν ἀσφαλεστάτην, Παρθένε, τῶν πειρασμῶν διαλύουσαν ὄχλον, καὶ ἐπηρείας δαιμόνων ἐλαύνουσαν, καὶ δέομαι διαπαντός, ἐκ φθορᾶς τῶν παθῶν μου ῥυσθῆναί με.

ΟΙ ΕΞ ΑΚΑΡΠΩΝ ΛΑΓΟΝΩΝ,,,,

Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἄμωμον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καὶ Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρί, ὑπεραχράντῳ Παρθένῳ, μετ' Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείαν ποιούμενοι, οὓς καὶ ἡμεῖς συνελθόντες, εὐσεβῶς ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβευσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ.....

Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΝΗΜΗΝ ΤΕΛΟΥΝΤΕΣ ΑΙΣΙΑΝ, ΣΕ ΑΝΥΜΝΟΥΜΕΝ ΧΡΙΣΤΕ....ΠΑΡΘΕΝΟΥ ΜΗΤΡΟΣ...

Μνήμην τελοῦντες αἰσίαν, σὲ ἀνυμνοῦμεν Χριστέ, τὸν παραδόξως Ἄνναν, ἐκ ζωῆς τῆς προσκαίρου πρὸς τὴν ἄληκτον δόξαν, μεταστήσαντα νῦν, ὡς μητέρα ὑπάρχουσαν, τῆς σὲ τεκούσης ἀσπόρως ὑπερφυῶς, Θεοτόκου καὶ Παρθένου Μητρός.

ΚΥΡΙΩΣ ΘΕΟΤΟΚΟΝ, ΣΕ ΟΜΟΛΟΓΟΥΜΕΝ, ΟΙ ΔΙΑ ΣΟΥ ΣΕΣΩΣΜΕΝΟΙ....

Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι, Παρθένε ἁγνή, σὺν Ἀσωμάτων χορείαις, σὲ μεγαλύνοντες. Ῥοήν μου τῶν δακρύων, μὴ ἀποποιήσῃς, ἡ τὸν παντὸς ἐκ προσώπου πᾶν δάκρυον, ἀφῃρηκότα Παρθένε, Χριστὸν κυήσασα. Χαρᾶς μου τὴν καρδίαν, πλήρωσον, Παρθένε, ἡ τῆς χαρᾶς δεξαμένη τὸ πλήρωμα, τῆς ἁμαρτίας τὴν λύπην, ἐξαφανίσασα. Λιμὴν καὶ προστασία, τῶν σοὶ προσφευγόντων, γενοῦ Παρθένε, καὶ τεῖχος ἀκράδαντον, καταφυγή τε καὶ σκέπη, καὶ ἀγαλλίαμα.

ΧΡΕΩΣΤΙΚΩΣ ΥΜΝΗΣΩΜΕΝ, ΤΗΝ ΘΕΟΚΛΗΤΟΝ ΑΝΝΑΝ, .... ΚΑΙ ΕΙΡΗΝΗΣ ΤΟΥ ΚΟΣΜΟΥ

Χρεωστικῶς ὑμνήσωμεν, τὴν θεόκλητον Ἄνναν· τὴν Θεοτόκον αὕτη γάρ, τὴν Παρθένον Μαρίαν, κυήσασα παρ' ἐλπίδα, ἀγχιστεὺς κατὰ σάρκα, Χριστοῦ τοῦ Λυτρωτοῦ ἡμῶν, ἀνεδείχθη τοῦ ταύτην, θεοπρεπῶς, προσλαβόντος σήμερον ἐν ὑψίστοις, ὑπὲρ ἡμῶν πρεσβεύουσα, καὶ εἰρήνης τοῦ κόσμου.

ΔΕΥΤΕ ΦΙΛΟΠΑΡΘΕΝΟΙ ΠΑΝΤΕΣ, ΚΑΙ ΤΗΣ ΑΓΝΕΙΑΣ ΕΡΑΣΤΑΙ, ΔΕΥΤΕ ΕΟΡΤΑΣΩΜΕΝ... ΑΝΝΗΣ ΤΗΝ ΣΕΒΑΣΜΙΟΝ ΚΟΙΜΗΣΙΝ.....

Δεῦτε φιλοπάρθενοι πάντες, καὶ τῆς ἁγνείας ἐρασταί, δεῦτε ἑορτάσωμεν, Ἄννης τὴν σεβάσμιον κοίμησιν· καὶ γὰρ ἔτεκεν ὑπερφυῶς τὴν πηγὴν τῆς ζωῆς, Μαρίαν τὴν θεόπαιδα, ἐξ ἧς ἐτέχθη ὁ Λυτρωτής, ὁ φωτίζων καὶ ἁγιάζων τὰς ψυχὰς ἡμῶν.

ΠΡΟΦΗΤΙΚΩΣ ΣΥΝΕΛΘΩΜΕΝ ΠΑΝΤΕΣ...

Προφητικῶς συνέλθωμεν πάντες, τοῦ ἀξίως ὑμνῆσαι τῆς προγόνου Χριστοῦ τὴν παναγίαν μετάστασιν· Σήμερον γὰρ ἐκ τῆς προσκαίρου μεταστᾶσα ζωῆς, ἐν τοῖς ἐπουρανίοις μετὰ χαρᾶς τὴν πορείαν ποιουμένη ἀγάλλεται, καὶ ὡς οὖσα Μήτηρ τῆς ὄντως ἀληθοῦς Θεοτόκου, κραυγάζει πιστῶς· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, ὅτι ἔτεκον τὴν τούτου Μητέρα ἐν τῇ γῇ. Γένοιτο οὖν μεθ' ἡμῶν, ὁ τούτους δοξάσας ὡς ηὐδόκησε.

ΜΝΗΜΗΝ ΑΓΙΑΝ ΤΕΛΟΥΝΤΕΣ.... ΙΩΑΚΕΙΜ ΚΑΙ ΑΝΝΗΣ.... ΑΝΩΛΕΘΡΟΝ...

Μνήμην ἁγίαν τελοῦντες, τῶν Προπατόρων Χριστοῦ, Ἰωακεὶμ καὶ Ἄννης, τῶν σεπτῶν καὶ ἀμέμπτων, δοξάζομεν ἀπαύστως, τὸν λυτρωτήν, καὶ οἰκτίρμονα Κύριον, τόν μεταστήσαντα τούτους πρὸς τὴν ζωήν, τὴν ἀγήρω καὶ ἀνώλεθρον.

MNHMH THΣ ΚΟΙΜΗΣΕΩΣ ΤΗΣ ΑΓΙΑΣ ΑΝΝΗΣ, ΜΗΤΡΟΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, Μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Κοιμήσεως τῆς Ἁγίας Ἄννης, μητρὸς τῆς Ὑπεραγίας Θεοτόκου. Στίχοι Μήτηρ τελευτᾷ Μητροπαρθένου Κόρης, Ἡ τῶν κυουσῶν μητέρων σωτηρία. Πέμπτῃ ἐξεβίωσε μογοστόκος εἰκάδι Ἄννα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων 165 Πατέρων, τῶν ἐν τῇ πέμπτῃ Οἰκουμενικῇ Συνόδῳ συνελθόντων καὶ τὰ Ὠριγένους δόγματα καθελόντων. Στίχοι Λόγοι Βελίαρ οἱ λόγοι Ὠριγένους, Οὕσπερ καθεῖλον προσκυνηταὶ τοῦ Λόγου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Οσίας Ευπραξίας. Τῇ αὐτῇ ἡμέρᾳ,  Μνήμη τῆς Οσίας Ολυμπιάδος τῆς Διακονίσσας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΘΕΟΤΟΚΕ

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.

ΦΘΟΓΓΟΙ

Οι Φθόγγοι (μικρές μουσικές συλλαβές) της Βυζαντινής Μουσικής είναι επτά και είναι οι παρακάτω: πΑ, Βου, Γα, Δι, κΕ, Ζω, νΗ.

ΑΜΑΡΤΩΛΩΝ ΤΑΣ ΔΕΗΣΕΙΣ ΠΡΟΣΔΕΧΟΜΕΝΗ

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμόν, μὴ παρορῶσα, πρέσβευε τῷ ἐξ ἁγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ, ΚΑΙ ΑΥΤΩ ΑΠΑΓΓΕΛΩ ΜΟΥ ΤΑΣ ΘΛΙΨΕΙΣ...

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΘΕΙΑΣ ΕΠΙΓΝΩΣΕΣΙ, ΤΗΝ ΚΑΘΑΡΑΝ ΣΟΥ ΔΙΑΝΟΙΑΝ... ΕΞΕΙΚΟΝΙΣΑΣ...

Θείαις ἐπιγνώσεσι, τὴν καθαράν σου διάνοιαν, καταυγάσας ὁ Κύριος, ἀγνοίας λυτροῦταί σε, βαθυτάτου σκότους, ἥλιος ὑπάρχων, δικαιοσύνης ἀληθοῦς, Μάρτυς Χριστῖνα θεομακάριστε, ἐντεῦθεν τὰ σεβάσματα, τῆς πονηρίας συνέτριψας, καὶ Χριστοῦ τὰ παθήματα, καρτερῶς ἐξεικόνισας.

ΝΟΗΣΑΝΤΕΣ ΘΕΗΓΟΡΟΙ ΠΡΟΦΗΤΑΙ, ΜΥΣΤΗΡΙΟΥ ΣΟΥ ΠΑΡΘΕΝΕ ΤΟ ΒΑΘΟΣ...

Νοήσαντες θεηγόροι Προφῆται, μυστηρίου σου Παρθένε τὸ βάθος, προφητικῶς, προκατήγγειλαν θείῳ, καταλαμπόμενοι πόρρωθεν Πνεύματι, Μητέρα σε παναληθῆ, τοῦ Δεσπότου τῶν ὅλων γενήσεσθαι.

ΦΩΤΟΕΙΔΗΣ ΠΕΡΙΣΤΕΡΑ ΕΓΝΩΡΙΣΘΗΣ, ΕΧΟΥΣΑ ΠΤΕΡΥΓΑΣ ΧΡΥΣΑΣ....

Φωτοειδὴς περιστερὰ ἐγνωρίσθης, ἔχουσα πτέρυγας χρυσᾶς, καὶ πρὸς ὕψος, τῶν οὐρανῶν κατέπαυσας Χριστῖνα σεμνή· ὅθεν σου τὴν ἔνδοξον, ἑορτὴν ἐκτελοῦμεν, πίστει προσκυνοῦντές σου, τῶν λειψάνων τὴν θήκην, ἐξ ἧς πηγάζει πᾶσιν ἀληθῶς, ἴαμα θεῖον, ψυχῆς τε καὶ σώματος.

ΓΕΡΑΙΡΟΥΣΙ ΤΟΝ ΤΟΚΟΝ ΣΟΥ, ΑΣΩΜΑΤΩΝ ΑΙ ΤΑΞΕΙΣ...

Γεραίρουσι τὸν τόκον σου, Ἀσωμάτων αἱ τάξεις· χαρᾶς γὰρ τὰ ἐπίγεια, σὺ πεπλήρωκας μόνη· διὸ σε τὴν πανάμωμον, οἱ πιστοὶ δοξάζομεν, ἐν ὕμνοις δοξολογοῦντες· φῶς γὰρ σὺ τοῖς ἐν σκότει, ἐξανατέλλον ὡς ὄρθρος, ἀνέτειλας τῆς ἡμέρας.

ΔΟΞΑΖΟΜΕΝ ΣΟΥ ΧΡΙΣΤΕ....

Δοξάζομέν σου Χριστέ, τὴν πολλὴν εὐσπλαγχνίαν καὶ τὴν ἀγαθότητα, τὴν εἰς ἡμᾶς γενομένην, ὅτι καὶ γυναῖκες κατήργησαν τὴν πλάνην τῆς εἰδωλομανίας, δυνάμει τοῦ Σταυροῦ σου φιλάνθρωπε. Τύραννον οὐκ ἐπτοήθησαν, τὸν δόλιον κατεπάτησαν, ἴσχυσαν δὲ ὀπίσω σου ἐλθεῖν, εἰς ὀσμὴν μύρου σου ἔδραμον, πρεσβεύουσαι ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ΩΣΠΕΡ ΩΡΑΪΣΜΑΤΑ, ΤΑ ΤΗΣ ΣΑΡΚΟΣ ΣΟΥ ΣΠΑΡΑΓΜΑΤΑ.... ΜΑΡΤΥΣΙ...

Ὥσπερ ὡραΐσματα, τὰ τῆς σαρκός σου σπαράγματα, νυμφικῶς περιστέλλουσα, πορφύραν ἐξ αἵματος, λαμπρῶς βεβαμμένην, Μάρτυς ἐνεδύσω, καὶ τῷ νυμφίῳ σου Χριστῷ, πεποικιλμένη θείαις λαμπρότησι, Χριστῖνα νῦν παρίστασαι, περιχαρῶς τῆς θεώσεως, ἀπολαύουσα πάντοτε, σὺν Παρθένοις καὶ Μάρτυσι.

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ, ΚΡΑΖΕΙ ΜΕΓΑΛΗ ΤΗ ΦΩΝΗ..... ΑΥΤΗΣ ΠΡΕΣΒΕΙΑΙΣ, ΩΣ ΕΛΕΗΜΩΝ, ΣΩΣΟΝ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσὰν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΟΛΒΟΝ ΛΙΠΟΥΣΑ ΠΑΤΡΙΚΟΝ, ΧΡΙΣΤΟΝ ΔΕ ΠΟΘΟΥΣΑΙ...

Ὄλβον λιποῦσα πατρικόν, Χριστὸν δὲ ποθοῦσαι εἰλικρινῶς, δόξαν εὕρατο ἡ Μάρτυς, καὶ πλοῦτον οὐράνιον, καὶ τῇ παντευχίᾳ περιπεφραγμένη τῆς χάριτος, τῷ ὅπλῳ τοῦ Σταυροῦ κατεπάτησε τὸν τύραννον· ὅθεν Ἄγγελοι τοὺς ἀγῶνας θαυμάζοντες, ἔλεγον· Πέπτωκεν ὁ ἐχθρός, ὑπὸ γυναικὸς ἡττηθείς, στεφανῖτις ἀνεδείχθη ἡ Μάρτυς, καὶ Χριστὸς εἰς τοὺς αἰῶνας βασιλεύει ὡς Θεός, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΣΤΑΥΡΟΝ ΩΣ ΟΠΛΟΝ ΚΡΑΤΑΙΟΝ....ΧΡΙΣΤΙΝΑ

Σταυρὸν ὡς ὅπλον κραταιόν, Χριστῖνα Μάρτυς κατέχουσα χερσί, τὴν πίστιν ὡς θώρακα, ἐλπίδα θυρεόν, ἀγάπην τόξον, τῶν τυράννων τὰς τιμωρίας ἐνίκησας ἀνδρείως, τῶν δαιμόνων τὰς πανουργίας κατήργησας ἐνθέως, τὴν κεφαλὴν δὲ τμηθεῖσα, χορεύεις ἐν Χριστῷ, ἀδιαλείπτως πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΚΥΜΑΙΝΟΜΕΝΗΝ ΘΑΛΑΣΣΑΝ .... ΤΩ ΚΤΙΣΤΗ ΜΕΛΩΔΟΥΣΑ ΧΡΙΣΤΙΝΑ....

Κυμαινομένην θάλασσαν, πειρασμῶν καὶ κολάσεων, θείᾳ κυβερνήσει, ἀβλαβῶς διέπλευσας, τὸν ὄφιν βυθίσασα, τῶν σῶν ἀγώνων Μάρτυς βυθῷ· ὅθεν Παραδείσου, τούς ἀκλύστους λιμένας, κατέλαβες βοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὄφιν δεινὸν ἐνέκρωσας, ζωτικοῖς ἀγωνίσμασι, καὶ τῶν προσευχῶν σου, ἐπῳδαῖς ἀνήμερα, θηρία ἐκοίμισας, καὶ τῆς ἐκ τούτων βλάβης ἐκτός, ἔμεινας τῷ Κτίστῃ μελῳδοῦσα Χριστῖνα· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ῥήματι ζῶντι ἤγειρας, τὸν θανέντα τοῖς δήγμασι, Μάρτυς ἀθληφόρε, ἰοβόλων ὄφεων· Χριστὸς γὰρ τὸν θάνατον, καταπατήσας θείᾳ ταφῇ, σοῦ τῶν προσευχῶν, καθυπακουει Χριστῖνα, πρὸς ὃν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἴώνας.

ΡΟΜΦΑΙΑ ΔΙΗΛΘΕΝ....

Ῥομφαία διῆλθεν, ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεὼν μοι προέφησεν. Ἀλλὰ ἀνάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.

ΠΟΝΟΥΣ ΚΑΡΤΕΡΗΣΑΣΑ, ΤΟΥΣ ΤΗΣ ΣΑΡΚΟΣ ΠΡΟΣ ΤΗΝ ΑΠΟΝΟΝ, ΜΕΤΑΒΕΒΗΚΑΣ ΧΑΙΡΟΥΣΑ, ΧΡΙΣΤΙΝΑ ΑΠΟΛΑΥΣΙΝ, ΕΝΘΑ ΓΕΝΟΜΕΝΗ....

Πόνους καρτερήσασα, τοὺς τῆς σαρκὸς πρὸς τὴν ἄπονον, μεταβέβηκας χαίρουσα, Χριστῖνα ἀπόλαυσιν, ἔνθα γενομένη, καθωραϊσμένη, οἷά περ νύμφη ἐκλεκτή, τοῦ Βασιλέως Χριστοῦ πανεύφημε, τῶν πίστει τὸ μνημόσυνον, ἐπιτελούντων σου μέμνησο, ὅπως εὕρωμεν ἔλεος, καὶ δεινῶν ἀπολύτρωσιν.

ΤΟ ΑΙΜΑ ΣΟΥ ΣΕΜΝΗ, ΩΣ ΑΛΑΒΑΣΤΡΟΝ

Τὸ αἷμά σου Σεμνή, ὡς ἀλάβαστρον μύρου, ἐνήνοχας Χριστῷ, τῷ νυμφίῳ σου πόθῳ, ἀντάμειψιν δὲ εἴληφας, παρ' αὐτοῦ ἀξιάγαστε, στέφος ἄφθαρτον, καὶ ἰαμάτων τήν χάριν, πᾶσαν φάλαγγα, ἀποσοβοῦσα δαιμόνων, δυνάμει τοῦ Πνεύματος.

Η ΚΡΑΤΑΙΑ ΒΟΗΘΕΙΑ, ΤΩΝ ΠΙΣΤΩΝ, ΑΕΙΠΑΡΘΕΝΕ...

Ἡ κραταιὰ βοήθεια, τῶν πιστῶν, Ἀειπάρθενε, ῥῦσαί με τῆς πλάνης, τοῦ δολίου δράκοντος, δεινῶς πολεμοῦντός με, καὶ ταπεινῶσαι σπεύδοντος· σὺ γὰρ ἀπλανής, τῶν ἐπὶ σοὶ πεποιθότων, ὑπάρχεις ὁδηγία, τῶν βοώντων ἀπαύστως· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

.... ΧΡΙΣΤΙΝΑ ΜΑΡΤΥΣ ΠΟΛΥΑΘΛΕ....

Ἰδεῖν κατηξιώθης, κατηγλαϊσμένη, καὶ μαρτυρίου στολαῖς ἐξαστράπτουσα, τὸν σὸν νυμφίον, Χριστῖνα Μάρτυς πολύαθλε. Ὡραῖόν σου τὸ κάλλος, ὅπερ ἀγαπήσας, ὁ ὑπὲρ ἅπαντας κάλλει ὡραῖος Χριστός, ἐπουρανίων θαλάμων σε κατηξίωσε. Συνήφθης ἀσωμάτων, ἔνδοξε χορείαις, καὶ ἀθλητῶν ὁμηγύρει συντέταξαι, ὑπὲρ ἡμῶν δυσωποῦσα τὸν Πανοικτίρμονα. Ἡλίου λαμπροτέρα, ὤφθη σου ἡ μνήμη, μαρμαρυγαῖς χαρισμάτων τοῦ Πνεύματος, τοὺς σὲ τιμῶντας Χριστῖνα καταφαιδρύνουσα.

ΒΟΤΡΥΝ, ΤΟΝ ΠΑΜΠΕΠΕΙΡΟΝ ΑΓΝΗ.... ΕΝΔΕΙΚΝΥΜΕΝΟΣ...

Βότρυν, τὸν παμπέπειρον ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες· Τέκνον, γλεῦκος ἐναπόσταξον, τὸ πᾶσαν μέθην Παθῶν, αἶρον παντελῶς εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

ΩΣ ΕΥΧΡΗΣΤΟΝ ΚΑΙ ΤΙΜΙΟΝ, ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΣΕ ΣΚΕΥΟΣ, ΧΡΙΣΤΙΝΑ ΧΡΗΜΑΤΙΣΑΣΑΝ....

Ὡς εὔχρηστον καὶ τίμιον, τοῦ Δεσπότου σε σκεῦος, Χριστῖνα χρηματίσασαν, κατὰ χρέος τιμῶμεν· ὑπῆρξας γὰρ ὡς ἀληθῶς, τῶν Μαρτύρων καύχημα, καὶ τῶν Παρθένων ἡ δόξα, ἰατήρ τε δαψιλής, ἀνεδείχθης πρὸς Θεοῦ, τοῖς βρέφεσι τοῖς νηπίοις.

ΤΗ ΠΑΡΘΕΝΙΚΗ ΣΟΥ ΘΕΛΧΕΙΣ ΩΡΑΙΟΤΗΤΙ....

Τῇ παρθενικῇ σου θελχεὶς ὡραιότητι, ὁ Βασιλεὺς τῆς δόξης Χριστός, ὡς ἀμώμητόν σε νύμφην ἑαυτῷ ἡρμόσατο, συναφείᾳ ἀκηράτῳ. Ἐν γὰρ τῷ θελήματι αὐτοῦ, παρασχόμενος τῷ κάλλει σου δύναμιν, κατ' ἐχθρῶν τε καὶ παθῶν ἀήττητον ἔδειξεν, ἐγκαρτερήσασαν δὲ αἰκίαις πικραῖς, καὶ βασάνοις δριμυτάταις, διπλῷ στέφει δισσῶς σε κατέστεψε, καὶ παρέστησεν ἐκ δεξιῶν αὐτοῦ, ὡς βασίλισσαν πεποικιλμένην. Αὐτὸν δυσώπησον, Παρθενομάρτυς Χριστώνυμε, τοῖς ὑμνηταῖς σου δοθῆναι σωτηρίαν, καὶ ζωήν, καὶ μέγα ἔλεος.

ΛΥΤΡΟΝ ΥΠΕΡ ΗΜΩΝ ΚΑΙ ΤΙΜΗΝ

Λύτρον ὑπὲρ ἡμῶν καὶ τιμήν, τὸ πανυπέρτιμον καὶ ἄχραντον αἷμά σου, Χριστέ μου, ὁ πάντας θέλων, τῆς σωτηρίας τυχεῖν, κατεδέξω δοῦναι ἀναμάρτητε. Διόπερ ὁρῶσά σε, προσηλωμένον ἡ Μήτηρ σου, ὀδυρομένη, παρειὰς κατεξαίνετο· Τέκνον, λέγουσα, ὁ ἀμνὸς ὁ πανάμωμος, κόσμον ὁ θέλων ῥύσασθαι, τιμίῳ σου αἵματι, ἐξ ὀφθαλμῶν μου πῶς ἔδυς, Σῶτερ ὁ ἄδυτος ἥλιος; ὁ πᾶσι παρέχων, φωτισμὸν καὶ τὴν εἰρήνην, καὶ μέγα ἔλεος.

ΕΘΕΛΧΘΗ ΣΟΥ ΚΑΛΛΟΝΑΙΣ Η ΚΑΡΔΙΑ....ΧΡΙΣΤΩΝΥΜΕ ΜΑΡΤΥΣ ΣΕΜΝΗ....

Ἐθέλχθη σου καλλοναῖς ἡ καρδία, γλυκυτάτου ἐραστοῦ Ἀθληφόρε, καὶ εἰς ὀσμήν, τῶν αὐτοῦ παθημάτων, ἀναδραμοῦσα ἐκραύγαζες· Φλέγομαι τῷ πόθῳ σου Παμβασιλεῦ, καὶ ἀγάπῃ τῇ σῇ σφαγιάζομαι. Πατέρα σε τὸν οὐράνιον Μάρτυς, ὁ γεννῆτορ κατιδὼν ἀγαπῶσαν, βαρβαρικήν, ἐπεδείξατο γνώμην, καὶ πολυτρόπῳ κολάσει ὑπέβαλε· τοὺς ὅρους γὰρ ὁ δυσσεβής, τῆς οἰκείας ἠγνόησε φύσεως. Ὡς κρίνον ταῖς τῶν Μαρτύρων κοιλάσιν, ὡς ἡδύπνοον ἐξήνθησας ῥόδον, μυρεψικήν, ἀποστάζουσα χάριν, καὶ τῶν πιστῶν τὰς καρδίας ἐμύρισας, Χριστώνυμε Μάρτυς σεμνή, τῶν Ἁγίων Ἀγγέλων συνόμιλε.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ, ΤΩΝ ΧΑΛΔΑΙΩΝ Ο ΤΥΡΑΝΝΟΣ, ΤΟΙΣ ΘΕΟΣΕΒΕΣΙΝ ΕΜΜΑΝΩΣ

Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΜΑΚΑΡΙΖΟΜΕΝ ΣΕ ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ...

Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.

ΑΓΙΑΣ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΧΡΙΣΤΙΝΗΣ...

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Χριστίνης. Στίχοι Τὴν Χριστίναν ἥνωσε Χριστῷ νυμφίῳ, Νύμφην ἄμωμον, αἷμα τοῦ μαρτυρίου. Εἰκάδι βλῆτο τετάρτῃ Χριστῖνα ὀξέσι πέλταις. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι Μάρτυρες Καπίτων, Ὑμέναιος καὶ Ἑρμογένης ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΟΣ -- ΡΗΜΑΤΙΚΟ ΕΠΙΘΕΤΟ ΑΠΟ ΤΟ ΘΕΕΙΝ

Η λέξη Θεός είναι ρηματικό επίθετο και παράγεται από το ρήμα "θέειν" που σημαίνει κινούμαι, τρέχω. Με την λέξη Θεός δηλώνεται όχι το όνομα της θείας Ύπαρξης, αλλά ο τρόπος με τον οποίο φανερώνεται στον κόσμο και τους ανθρώπους. Φανερώνει δηλαδή ότι ο Θεός είναι μια ζωντανη Ύπαρξη που δεν μένει ακίνητη και περιορισμένη στον εαυτό της, αλλά μια Ύπαρξη που αγαπά, που ανοίγεται δηλαδή και σε άλλες υπάρξεις, τις οποίες είτε γεννά, είτε δημιουργεί και με τις οποίες σχετίζεται με ακατάλυτους δεσμούς στοργής και αγάπης. Για αυτό και ο Χριστός ονόμαζε τον Θεό ΠΑΤΕΡΑ

ΑΘΛΗΤΙΚΩΝ ΕΞ ΑΙΜΑΤΩΝ...

Ἀθλητικῶν ἐξ αἱμάτων, κρατῆρα πλήσας πιστοῖς, ἰάσεις ἐπαρδεύει, καὶ τὰς νόσους ἐλαύνει, Φωκᾶς ὁ χριστομάρτυς, ἐν ὑψηλῷ, μαρτυρίας κηρύγματι, πάντα καλῶν, οἱ διψῶντες δεῦτε πιστῶς, ποταμοὺς χαρίτων δρέψασθε.

ΩΣ ΠΑΡΑΔΟΞΑ ΚΑΙ ΑΡΡΗΤΑ ΘΕΟΤΟΚΕ....

Ὡς παράδοξα καὶ ἄρρητα Θεοτόκε, τὰ τοῦ καινοῦ σου τόκου, ἀληθῶς ὑπάρχει, ξένα καὶ παράδοξα, ἐν οἷς ἡ διάνοια, καὶ ὁ νοῦς ἡττᾶται πανάχραντε.

ΘΥΣΙΑΝ ΑΝΑΙΜΑΚΤΟΝ ΧΡΙΣΤΩ ΠΡΟΣΦΕΡΩΝ ΦΩΚΑ

Θυσίαν ἀναίμακτον, Χριστῷ προσφέρων Φωκᾶ, θυσίαν προσήνεγκας, σαυτὸν δι' αἵματος, Ἱεράρχα θεόληπτε· ὅθεν ἐν εὐφροσύνῃ, αὐλιζόμενος Πάτερ, μνήσθητι τῶν ἐν πίστει, ἐκτελούντων τὴν θείαν, καὶ εὔσημον ἡμέραν τῆς σῆς ἀθλήσεως.

ΕΚ ΒΡΕΦΟΥΣ ΕΓΕΝΟΥ ΤΟΥ ΚΥΡΙΟΥ ΕΡΑΣΤΗΣ, ΦΩΚΑ ΠΑΜΜΑΚΑΡΙΣΤΕ...

Ἐκ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Φωκᾶ παμμακάριστε, Ἱερομάρτυς σοφέ· τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ' ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς ἀληθείας, δι' ἧς τῶν Ἀγγέλων ὑφέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτής, ὤφθης διαπρύσιος.

ΑΡΜΑ ΩΣ ΠΥΡΙΜΟΡΦΟΝ ΕΧΩΝ

Ἅρμα ὡς πυρίμορφον ἔχων, τὰς φωτοφόρους ἀρετάς σου, καὶ τὴν τῶν ἀγώνων διφρείαν, πρὸς οὐρανίους ἀνέπτης Ὅσιε, μονὰς ἐν αἷς κατέπαυσας, σὺν Ἀσωμάτοις αὐλιζόμενος. Ῥύσει τῆς ἐνθέου σοφίας, καὶ πλημμυρήσει τῇ τῶν λόγων, ἔλυσας τοῦ ψεύδους τὴν ὕλην, καὶ εὐσεβούντων ψυχὰς κατήρδευσας, καὶ καρποφόρους ἔδειξας, ἐνθέων ἔργων διὰ πίστεως. Ἴδες τὴν ὑπέρφωτον αἴγλην, τὴν νοουμένην θεωρίαν, ἐν τῇ τῶν ἀγώνων σου πάλῃ, τοῦ ποθουμένου ἀγωνοθέτου Χριστοῦ· καὶ φθάσαι ταύτην ἔσπευσας, Μάρτυς τῷ τέλει τῶν ἀθλήσεων. Νῦν ὡς τρανοτέρως τὴν δόξαν, ἐνοπτριζόμενος τοῦ Κτίστου, ὑπὲρ τῶν ἐκ πόθου Φωκᾶ σε, ἀνευφημούντων αὐτὸς δυσώπησον, τοῦ μετασχεῖν τῆς κρείττονος, τούτου καὶ δόξης καὶ λαμπρότητος.

ΣΥΝΑΞΑΡΙΟΝ ΚΑΙ ΕΟΡΤΕΣ ΑΓΙΩΝ

Τους Αγίους τιμούμε ιδιαιτέρως την ημέρα του ειρηνικού ή του μαρτυρικού θανάτου τους. Η ημέρα αυτή λέγεται εορτή ή μνήμη του Αγίου. Ο εορταζόμενος Άγιος τιμάται συνήθως με τέλεση της Θείας Λειτουργίας. Γι αυτό και για μερικούς Αγίους η μέρα της εορτής τους λέγεται Σύναξις (πχ. Σύναξις Ιωάννου του Προδρόμου). Έτσι προκύπτει και η λέξη Συναξάριον, που σημαίνει περιληπτική διήγηση του Βίου και της Πολιτείας του Αγίου που διαβάζεται στη Σύναξη των Πιστών, δηλαδή στη Θεία Λειτουργία.

ΠΟΡΘΗΣΑΣ ΤΑ ΕΧΘΡΟΥ, Ω ΦΩΚΑ ΟΧΥΡΩΜΑΤΑ...

Πορθήσας τὰ ἐχθροῦ, ὦ Φωκᾶ ὄχυρώματα, δυνάμει τῇ τῶν θαυμάτων, τοὺς ῥυσθέντας Κυρίῳ, ὡς σκῦλα προσενήνοχας. Ἀντώθησας Σοφέ, κατὰ σοῦ τὰ πεμπόμενα, τοξεύματα εἰς καρδίας, τῶν βαλλόντων, αὐτὸς δέ, ἐσώθης ἀπαράτρωτος. Συνέθλασας Φωκᾶ, κεφαλὴν τὴν τοῦ δράκοντος, πατήσας τοῦτον γενναίως, τῇ ἐνθέῳ δυνάμει, τῆς στερρᾶς σου ἀθλήσεως.

ΣΥ ΣΑΛΕΥΟΥΣΑΝ....

Σὺ σαλεύουσαν πελάγει τῆς ἀσεβείας, τὴν Ἐκκλησίαν εἵλκυσας, Φωκᾶ εἰς λιμένας, τοὺς τῆς εὐσεβείας Χριστοῦ, ἀπαύστως κραυγάζουσαν· Δόξα τῇ δυνάμει σου Κύριε. Τὸ γεῶδες ἐκτινάξας ζωῆς σαρκώδους, καὶ βιοτεύων ἔνδοξε, ἐν σαρκὶ πορείαν, ἄϋλον διήνυσας, Φωκᾶ· ὅθεν χάριτι, ἄγγελος ἐν σώματι πέφυκας. Ἡ ἀκένωτος πηγὴ σε τοῦ Παρακλήτου, τῶν νοητῶν ἐπληρωσε, καὶ θείων θαυμάτων, Ἱεράρχα ἔνδοξε, καὶ πᾶσι προτέθεικε, ποταμὸν χαρίτων ἀείρυτον.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΦΩΚΑ....

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομαρτυρος Φωκᾶ. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ. Στίχοι Φῶς Κυρίου, ἔνδοξε Φωκᾶ, φωτίσαν, Σὴν καρδίαν, ἔδειξε φωτὸς δοχεῖον. Εἰκάδι τῇ τριτάτῃ Φωκᾶ νεκρὸς ἀμφεκομίσθη. Μνήμη τῆς Ὁσίας Ἄννης, τῆς ἐν τῷ Λευκαδίῳ ἢ Λευκάτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἰεζεκιήλ. Στίχοι Ἰεζεκιὴλ ἑβράϊζε κἂν πόλω, Ἀδωναῒ βλέπω σε, φάσκων Κυρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀπολιναρίου καὶ Βιταλίου, Ἐπισκόπων Ῥαβέννης, καὶ Ἀπολλωνίου Ῥώμης, καὶ τῶν ἐν Καρχηδόνι ἑπτὰ Μαρτύρων, καὶ Ἀνάμνησις τῶν ἐν Βουλγαρίᾳ τελειωθέντων Χριστιανῶν ἐπὶ Νικηφόρου τοῦ Βασιλέως. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΣ ΑΘΕΪΑΣ ΤΗΝ ΠΛΑΝΗΝ, ΘΕΙΑ ΕΝΣΤΑΣΕΙ....

Τῆς ἀθεΐας τὴν πλάνην, θείᾳ ἐνστάσει σου, πολυθεΐας ζάλην, τῆς Τριάδος δυνάμει, Φωκᾶ μάρτυς ἐκτρέψας, ξίφους ἀκμήν, τοῦ πυρός τε τὴν ἔκκαυσιν, καὶ νιφετούς τῶν βασάνων βέλη σαφῶς, ὡς νηπίων ἐκαρτέρησας.

ΥΨΟΥΜΕΝΟΣ ΥΨΩΣΑΣ ....

Ὑψούμενος ὕψωσας, τοὺς πεπτωκότας ποτέ, ἐμὲ δὲ κατέβαλες, τῇ ἀνυψώσει τῇ σῇ· Ὦ φῶς τῶν ὀμμάτων μου, δέχου Υἱὲ τὸ πάθος, δι' ἡμᾶς ἑκουσίως. Φέρε Σταυρόν τοὺς Ἥλους, καὶ τὸν Σπόγγον τὴν Λόγχην, δι' ὧν τῆς ἀπαθείας χάριν ἑβράβευσας.

ΠΡΟΦΗΤΟΥ ΙΕΖΕΚΙΗΛ

Ἐγένετο ἐπ' ἐμὲ χεὶρ Κυρίου, καὶ ἐξήγαγέ με ἐν πνεύματι Κυρίου, καὶ ἔθηκέ με ἐν μέσῳ τοῦ πεδίου, καὶ τοῦτο ἦν μεστὸν ὀστέων ἀνθρωπίνων, καὶ περιήγαγέ με ἐπ' αὐτά, κύκλωθεν κύκλῳ· καὶ ἰδοὺ πολλὰ σφόδρα, ἐπὶ προσώπου τοῦ πεδίου, καὶ ἰδοὺ ξηρὰ σφόδρα. Καὶ εἶπε πρός με· Υἱὲ ἀνθρώπου, εἰ ζήσεται τὰ ὀστέα ταῦτα; καὶ εἶπα· Κύριε, Κύριε, σὺ ἐπίστασαι ταῦτα. Καὶ εἶπε πρός με· Προφήτευσον ἐπὶ τὰ ὀστᾶ ταῦτα, καὶ ἐρεῖς αὐτοῖς· Τὰ ὀστᾶ τὰ ξηρά, ἀκούσατε λόγον Κυρίου, τάδε λέγει Κύριος τοῖς ὀστέοις τούτοις. Ἰδοὺ ἐγὼ φέρω εἰς ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω εἰς ὑμᾶς νεῦρα, καὶ ἀνάξω εἰς ὑμᾶς σάρκας, καὶ ἐκτενῶ ἐφ' ὑμᾶς δέρμα, καὶ δώσω πνεῦμά μου εἰς ὑμᾶς, καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι Κύριος. Καὶ προεφήτευσα, καθὼς ἐνετείλατό μοι Κύριος. Καὶ ἐγένετο φωνὴ ἐν τῷ ἐμὲ προφητεῦσαι, καὶ ἰδοὺ σεισμός, καὶ προσήγαγε τὰ ὀστᾶ, ἑκάτερον πρὸς τὴν ἁρμονίαν αὐτοῦ. Καὶ εἶδον· καὶ ἰδοὺ ἐπ' αὐτὰ νεῦρα καὶ σάρκες ἐφύοντο, καὶ ἀνέβαινεν ἐπ' αὐτὰ δέρμα ἐπάνω, καὶ πνεῦμα οὐκ ἦν ἐν αὐτοῖς. Καὶ εἶπ...

ΠΡΟΦΗΤΟΥ ΙΕΖΕΚΙΗΛ Η ΜΝΗΜΗ 23 ΙΟΥΛΙΟΥ

Το όνομα του Προφήτη Ιεζεκιήλ σημαίνει «Θεός ισχυρός η Θεός ισχύων». Ο Προφήτης Ιεζεκιήλ του οποίου την μνήμη εορτάζουμε στις 23 Ιουλίου κάθε έτους, ήταν υιός του Βουζεί και ανήκε σε ιερατική οικογένεια. Ο Ιεζεκιήλ ήταν απόγονος του Σαδώκ.

ΜΝΗΜΟΣΥΝΑ, ΤΡΙΣΑΓΙΑ ΚΑΙ ΠΡΟΗΓΙΑΣΜΕΝΕΣ

Στη Προηγιασμένη Θεία Λειτουργία δεν τελούνται μνημόσυνα. Μπορούν να γίνουν μετά το "Δι ευχών..." Τρισάγια.

ΜΝΗΜΟΝΕΥΣΗ ΖΩΝΤΩΝ ΚΑΙ ΤΕΘΝΕΩΤΩΝ

Στις Προηγιασμένες Θείες Λειτουργίες δε μνημονεύονται ονόματα ζώντων και τεθνεώτων, ούτε στην Ιερά Πρόθεση, ούτε στη Θεία Λειτουργία. Γι' αυτό οι πιστοί δεν δίνουν ονόματα για μνημόνευση.

ΤΟΥ ΖΩΟΔΟΤΟΥ ΣΥ ΚΗΡΥΞ, ΘΕΟΥ ΓΕΝΟΜΕΝΟΣ, ΤΥΡΑΝΝΩΝ ΚΑΘΑΙΡΕΤΗΣ...

Τοῦ ζωοοδότου σὺ κήρυξ, Θεοῦ γενόμενος, τυράννων καθαιρέτης, Ἀθλητὰ ἀνεδείχθης, καὶ θεῖος ἀθλοφόρος· ὅθεν ζωήν, τῷ ἀθανάτῳ πιστούμενος, πρὸς τὴν ἀνέσπερον ἔβης μαρμαρυγήν, τοῦ Θεοῦ Φωκᾶ μακάριε.

ΤΩ ΕΚΟΥΣΙΩΣ ΠΤΩΧΕΥΣΑΝΤΙ ΤΗΝ ΠΤΩΧΕΙΑΝ ΤΗΝ ΕΜΗΝ...

Τῷ ἑκουσίως πτωχεύσαντι τὴν πτωχείαν τὴν ἐμήν, ὑπερβολῇ εὐσπλαγχνίας, Χριστῷ τῷ Θεῷ, ἡ Μαγδαληνὴ Μαρία, ὡς μαθήτρια πιστῶς διακονήσασα, ἐπὶ ξύλου ταθέντα, καὶ τάφῳ συγκλεισθέντα, κατιδοῦσα ἐβόα δακρυρροοῦσα· Τὶ τὸ ξένον θέαμα; ὁ νεκροὺς ζωοποιῶν, πῶς νεκρὸς λογίζεται; Ποῖα μύρα κομίσω, τῷ ἀπαλλάξαντί με δυσωδίας τῶν δαιμόνων; Ποῖα δάκρυα χέω, τῷ δακρύων τὴν ἐμὴν μεταμφιάσαντι προμήτορα; Ἀλλ' ὁ τοῦ σύμπαντος Ἄναξ, ὡς Παραδείσου φύλαξ φανείς, δροσισμῷ τῶν αὐτοῦ ῥημάτων τὸν καύσωνα ἀφανίζει, λέξας πρὸς αὐτήν· Τοῖς ἀδελφοῖς μου πορευθεῖσα, εὐαγγέλια χαρᾶς ἀναβόησον· Ἀναβαίνω πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν, ὅπως παράσχω τῷ κόσμῳ τὸ μέγα ἔλεος.

ΛΑΜΠΡΟΦΑΝΗΣ Ο ΒΙΟΣ ΣΟΥ.... ΜΑΓΔΑΛΗΝΗ

Λαμπροφανὴς ὁ βίος σου, ταῖς αὐγαῖς ἀστραπτόμενος, ὦ Μαγδαληνή, τῶν ἐναρέτων πράξεων, τοῦ θείου κηρύγματος, τῆς πρὸς τὸ θεῖον νεύσεως, καὶ μαρμαρυγαῖς, τῆς πρὸς τὸν Κτίστην ἀγάπης, ᾧ μέλπεις σὺν Ἀγγέλοις· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πρὸς τῷ Σταυρῷ παρίστασαι, καθορῶσα τὴν ἄδικον, ἔνδοξε σφαγὴν τοῦ ἑαυτὸν κενώσαντος, δι' ἄφατον ἔλεος, καὶ στεναγμοῖς καὶ δάκρυσι, περιαντλουμένη. Τὶ τὸ ξένον ἐβόας, Μαρία τοῦτο θαῦμα; πῶς νεκροῦται καὶ θνῄσκει, ὁ θάνατος νεκρώσας, ζωὴ ὑπάρχων φύσει;