Αναρτήσεις

Προβολή αναρτήσεων από Ιανουάριος, 2011

ΤΟΝ ΕΞ ΑΝΑΡΧΟΥ ΤΟΥ ΠΑΤΡΟΣ ΓΕΝΝΗΘΕΝΤΑ...

Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ᾿ ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ Σταυροῦ κρεμάμενον ὁρῶσά σε Χριστέ, Οἴμοι! ποθεινότατε Ἰησοῦ ἀνεβόα, πῶς ὁ δοξαζόμενος, ὡς Θεὸς ὑπ᾿ Ἀγγέλων, ὑπὸ ἀνόμων νῦν βροτῶν Υἱέ, θέλων σταυροῦσαι; Ὑμνῶ σε Μακρόθυμε.

ΤΑΣ ΧΑΜΑΙΖΗΛΟΥΣ ΗΔΟΝΑΣ ΣΥΜΠΑΤΟΥΝΤΕΣ

Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, Κῦρε Ἰωάννη τε, οἰκουμένης φωστῆρες· ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες

ΕΚ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ....

Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμάτων, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τὰ πάθη, τῇ χειρουργίᾳ, τέμνοντες τῇ ἀοράτῳ, Κῦρε θεόφρον, σὺν τῷ θείῳ Ἰωάννῃ· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΤΑ ΘΑΥΜΑΤΑ ΤΩΝ ΑΓΙΩΝ ΣΟΥ ΜΑΡΤΥΡΩΝ, ΤΕΙΧΟΣ ΑΚΑΤΑΜΑΧΗΤΟΝ

Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταῖς αὐτῶν ἱκεσίαις, βουλὰς Ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΟΥ ΦΕΡΩ ΤΕΚΝΟΝ ΒΛΕΠΕΙΝ ΣΕ, ΤΟΝ ΤΗΝ ΕΓΡΗΓΟΡΣΙΝ ΠΑΣΙ ΔΙΔΟΝΤΑ...

Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλῳ ὑπνώσαντα, ὅπως τοῖς πάλαι, ἐν παραβάσεως καρπῷ, ὕπνῳ ὀλεθρίῳ ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν παράσχῃς, ἡ Παρθένος ἔλεγε θρηνῳδοῦσα, ἣν μεγαλύνομεν.

ΕΓΩ ΕΙΜΙ ΠΑΝΑΜΩΜΕ, ΔΕΝΔΡΟΝ ΤΟ ΑΚΑΡΠΟΝ ΤΟΥ ΘΕΙΟΥ ΛΟΓΟΥ....

Ἐγὼ εἰμι Πανάμωμε, δένδρον τὸ ἄκαρπον τοῦ θείου λόγου, καρπὸν σωτήριον μηδόλως φέρον, καὶ δειλιῶ τὴν ἐκκοπήν, μήπως εἰς τὸ πῦρ βληθῶ τὸ ἄσβεστον· ὅθεν δυσωπῶ σε. Τούτου ῥῦσαί με, δείξασα καρποφόρον, Ἄχραντε, τῷ Υἱῷ σου τῇ μεσιτείᾳ σου.

ΜΕΤΑ ΘΕΟΝ ΕΠΙ ΤΗΝ ΣΗΝ ΘΕΟΤΟΚΕ, ΠΡΟΣΠΕΦΕΥΓΩΣ

Μετὰ Θεὸν ἐπὶ τὴν σὴν Θεοτόκε, προσπεφευγὼς ὁ ταπεινὸς σκέπην θείαν, παρακαλῶ δεόμενος. Ἐλέησον Ἁγνή, ὅτι ὑπερῆράν μου, κεφαλὴν ἁμαρτίαι, καὶ πτοοῦμαι Δέσποινα, τὰς κολάσεις καὶ φρίττω, ἱκετηρίαν ποίησον σεμνή, πρὸς τὸν Υἱόν σου, ἐκ τούτων ῥυσθῆναί με.

ΔΥΑΣ ΜΑΡΤΥΡΩΝ ΣΗΜΕΡΟΝ ΑΝΕΤΕΙΛΕΝ ΗΜΙΝ

Δυὰς μαρτύρων σήμερον ἀνέτειλεν ἡμῖν, τὰς ψυχικὰς ἀλγηδόνας ἡμῶν θεραπεύουσα, Κῦρος καὶ Ἰωάννης οἱ θαυματουργοί· ὁ μὲν γὰρ ἰσάγγελον ἀσπασάμενος ἅμιλλαν, τῷ μονήρει βίῳ, μέχρι τέλους ἐνδιαπρέψας, αἵματι τοῦ Μαρτυρίου οἰκειοῦται τῷ Χριστῷ, ὁ δέ, στρατιωτικοῖς ἐνδιαπρέψας καταλόγοις, ταῖς οὐρανίαις στρατολογίαις συγκαταριθμεῖται. Διὸ ἰάσεις νέμουσι τοῖς ἐν πίστει τελοῦσι τὴν μνήμην αὐτῶν, πρεσβεύοντες ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΑΥΤΟΥΣ ΤΩ ΘΕΩ ΑΝΑΘΕΜΕΝΟΙ ΑΓΙΟΙ, ΠΑΣΑΝ ΠΕΙΡΑΝ ΔΕΙΝΩΝ....

Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι᾿ αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

Πως να χρησιμοποιώμεν τον χρόνον -- Αποσπάσματα από τους Λόγους του Μ. Βασιλείου εις την Εξαήμερον.

Αλλά καi τό νά σας κρατώ εδώ περισσότερον χρόνον δεν είναι ανωφελές. Διότι τί θα κάμη κανείς κατά το μέχρι τής εσπέρας διάστημα; Δέν σας βιάζουν οι εστιάτορες. Δέν σας περιμένουν τά συμπόσια. Δι αυτό, εάν συμφωνήτε, τήν σωματικήν νηστείαν ας την χρησιμοποιήσωμεν προς ευφροσύνην τών ψυχών. Πολλάκις υπηρέτησες εις την απόλαυσιν της σαρκός. Σήμερον παράμεινε εδώ, δια να υπηρετήσης την ψυχήν. «Κατατρύφησον του Κυρίου και δώσει σοι τα αιτήματα τής καρδίας σου», λέγει ο Προφήτης. Εάν είσαι φιλόπλουτος, έχεις πλούτον πνευματικόν. «Τά κρίματα Κυρίου τα αληθινά, τά δεδικαιωμένα επί το αυτό, τα επιθυμητά υπέρ χρυσίον και λίθον τίμιον πολύν», λέγει πάλιν ό Προφήτης. Εάν αγαπάς τας απολαύσεις και τας ηδονάς, έχεις τα λόγια του θεου, τα όποια δι' εκείνον που έχει άνεπτυγμένην την πνευ-ατικήν αίσθησιν είναι «γλυκύτερα υπέρ μέλι και κηρίον». Εάν σας αφήσω και διαλύσω την σύναξιν, άλλοι μεν θα τρέξουν εις τους κύβους (ζάρια). Αλλ' εκεί γίνονται όρκοι και φιλονεικίαι σφοδραί και στενοχωρίαι ...

ΑΘΛΗΤΑΙ ΓΕΝΝΑΙΟΤΑΤΟΙ, ΙΑΤΡΟΙ ΘΕΟΠΡΟΒΛΗΤΟΙ, ΚΥΡΕ ΙΩΑΝΝΗ ΤΕ ΜΕΓΑΛΩΝΥΜΟΙ

Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας με θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες. Τοῦ συνέχοντος κλύδωνος, καὶ τῆς ζάλης τῶν θλίψεων, τῆς ἐπερχομένης μοι καὶ τοῦ σώματος, τῶν ὀδυνῶν με λυτρώσασθε, κουφίζοντες Ἅγιοι, πάντα πόνον τῆς ψυχῆς, ὁρατῶς ἀοράτως τε, προσγινόμενον, ὅπως πίστει καὶ πόθῳ μακαρίζω, τὴν ὑμῶν σεπτὴν δυάδα, ὑπὲρ Τριάδος ἀθλήσασαν. Ὡς ναοὶ χρηματίσαντες, τοῦ Θεοῦ ὡραιότατοι, Κῦρε Ἰωάννη τε τὸν ναὸν ὑμῶν, πηγὴν ἰάσεων δείκνυσθε, ἐν ᾧ με προστρέχοντᾳ, ἀρρωστήματος παντός, ἀπαλλάξατε Ἅγιοι, εἰρηνεύοντες, τὴν ἀθλίαν ψυχήν μου ἐπηρείαις, τοῦ ἐχθροῦ ταραττομένην, καὶ τῇ κακίᾳ δουλεύουσαν.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΑΝΑΡΓΥΡΩΝ ΚΥΡΟΥ ΚΑΙ ΙΩΑΝΝΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου. Τῇ ΛΑ´ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας. Στίχοι Κύρῳ συναθλῶν Ἰωάννης πρὸς ξίφος, Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρῳ. Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων, Πόθῳ Πατρὸς θνῄσκουσι τοῦ πάντων ξίφει. Κῦρον Ἰωάννην τε τάμον πρώτῃ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐΐκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ. Στίχοι Ὅλμῳ μέλη τρεῖς συντριβέντες γεννάδαι, Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη. Καλὴν ἀπαρχὴν Κλαύδιος τῷ Κυρίῳ, Ἐκ σώματος δίδωσι χεῖρας καὶ πόδας. Ἐν τῇ καμίνῳ καὶ τὸ τοῦ πόνου στέφος. Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου. Εἰ τοῦ ξίφους στέρξω σὲ τῷ φόβῳ βίε, Καὶ πῶς Θεὸς στέρξει με τὸν Σαραπῖνον. Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία, Καὶ τοῦ γλυκ...

ΧΑΙΡΟΙΣ ΜΗΤΗΡ ΑΠΕΙΡΟΓΑΜΕ, Η ΤΟΝ ΘΕΟΝ ΛΟΓΟΝ

Εικόνα
Ἄφλεκτον Μωϋσῆς, ἐν τῷ ὄρει Σινᾷ, βάτον ἐθεάσατο, σὲ ζωγραφοῦσαν Παρθένε, αἴγλῃ μὴ φλεχθεῖσαν θείου πυρός∙ καὶ γὰρ Θεὸν ἐκύησας. Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον. Ὡς εἶδον οἱ Ἄγγελοι Παρθένε Ἁγνή, ἐκ τῆς γαστρός σου προελθόντα τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν εὐφροσύνῃ ἔλεγον∙ Δόξα τῇ κυήσει σου Δέσποινα. Σὲ ὅπλον ἀρραγές, κατ᾿ ἐχθρῶν προβαλλόμεθα∙ σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ ΑΙΝΕΣΕΩΣ...

Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι᾿ οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι». Τέθυκας, τῷ Σωτῆρι θυσίαν αἰνέσεως, ἐν Ἐκκλησίᾳ Ὁσίων, ὡς Θεοῦ μεσίτης τε καὶ ἀνθρώπων, καὶ προθύμως, τὴν ψυχήν σου προσῆξας δι᾿ αἵματος. Εἴληφας, χαρισμάτων πληθὺν διὰ Πνεύματος Ἱερομάρτυς θεόθεν, ἐν ἀνοίξει θείων χειλέων σου, καὶ προσάγεις, εὐχαρίστως σαυτὸν θανατούμενος. Ὡς θεῖον, τῶν ἀθλητῶν σου Χριστὲ τὸ σύστημα, τῶν ἐν ἐλπίδι κειμένων, ὡς παρόντων ἤδη κατατρυφώντων, καὶ ἡδίῳ, τῆς ζωῆς ἡγουμένων τὸν θάνατον.

ΗΤΤΑΤΑΙ ΜΑΚΑΡΙΟΙ ΚΑΙ ΔΡΑΠΕΤΕΥΕΙ, Η ΠΡΙΝ ΑΝΥΠΟΣΤΑΤΟΣ

Ἡττᾶται Μακάριοι καὶ δραπετεύει, ἡ πρὶν ἀνυπόστατος, θρασύτης τῶν αἱρέσεων∙ κηρὸς δὲ τηκόμενος, ἀπὸ προσώπου πυρός, νόθον ἅπαν δόγμα τοῖς ὑμῶν, πυρπνόοις φθόγγοις, προσβάλλον δείκνυται. Ψευδεῖς μὲν ἐξέκλιναν Ἑλλήνων ὕθλους, πειθὼ δὲ τὴν τύραννον, ἀνθρώποις μόνην εἵλκοντο· ὑφ᾿ ἧς τὴν ἀλήθειαν, οἱ τρεῖς τονώσαντες, οὕτως ἅπαν σύστημα Πιστῶν, χειροῦνται λόγοις καὶ καταπείθουσι.

ΤΟΝ ΕΝ ΜΟΡΦΗ ΑΓΓΕΛΟΥ ΟΡΑΘΕΝΤΑ...

Τὸν ἐν μορφῇ Ἀγγέλου ὁραθέντα, ἐν καμίνῳ πυρὸς τοῖς ὑμνολόγοις, Χριστὸν τὸν Θεὸν ὑμνεῖτε Παῖδες, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ὡς λιπαρὰ καὶ πίων ἡ θυσία! ὁ καλὸς γὰρ Ποιμήν, προβάτου δίκην προσάγεται, Χριστῷ κραυγάζων. Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Μαρτυρικῷ στεφάνῳ ἐξαστράπτων, τῇ Ἐκκλησίᾳ σου Χριστέ, ὁ Ἱεράρχης ἀνέτειλεν· Ὑμνεῖτε παῖδες, γεγηθὼς ἀνακράζων, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τῇ τοῦ ἀπειλουμένου ἀποφάσει, ὁ τοῦ Χριστοῦ ἀθλητής, θανάτου χαίρων Ἱππόλυτος, ἐβόα∙ Παῖδες, τὸν Χριστὸν εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΕΙΚΟΝΟΣ ΧΡΥΣΗΣ, ΕΝ ΠΕΔΙΩ ΔΕΗΡΑ...

«Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος∙ μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Σταυρῷ προσπαγείς, ὁ ἐκ σοῦ σωματωθεὶς Θεογεννήτρια, Ἀδὰμ διέρρηξε τὸ χειρόγραφον∙ ὃν νῦν δυσώπει Πανάμωμε, ἅπαντας κινδύνων ῥυσθῆναι, τοὺς ἐν πίστει κράζοντας∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἐλπὶς ἀγαθή, προσδοκία τε Πιστῶν ὑπάρχεις Δέσποινα∙ καὶ νῦν δεόμεθα δωρήσασθαι, σῆς συμπαθείας τὸ πέλαγος, πᾶσι τοῖς εἰς σὲ πεποιθόσι, καὶ τῷ Υἱῷ σου κραυγάζουσιν∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Σκοτίᾳ δεινῇ, τῇ τοῦ βίου συσχεθεὶς τὸν συλλυπούμενον, καὶ συναλγοῦντα οὐ κατέλαβον∙ τῇ σῇ Παρθένε λαμπρότητι, λῦσον τὴν ἀχλὺν τῶν πταισμάτων, καὶ καταύγασον ψάλλοντα∙ Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὡραίαν στολήν, σωτηρίων ἐντολῶν διὰ Βαπτίσματος, ἀμφιασάμενος ἀπημαύρωσα, δι᾿ ἀμελείας ὁ δείλαιος∙ νῦν δὲ σοι προστρέχω Παρθένε, τὸν χιτῶνα αἰτούμενος, τῆς σωφροσύνης διὰ σοῦ, ...

ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ ΚΑΙ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΠΠΟΛΥΤΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἱππολύτου, Πάπα Ῥώμης. Τῇ Λ᾿ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου. Στίχοι Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους, Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ. Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις, Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν. Ἔαρ χελιδὼν οὐ καθίστησι μία· Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ. Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν, Τριάς γε μὴν αὕτη δὲ τὴν ὁρωμένην. Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας, Ἐξ Ἡλίου τε καὶ Σελήνης ἀφρόνως∙ Κὰλλoς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος, Ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας. Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν, Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας, Κάλλει βίου γάρ, τῇ τε πειθοῖ τῶν λόγων, Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν. Κτίσιν συνιστᾷ τὴν δὲ τὴν ὁρωμένην, Τὸ Πῦρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γῆς ἡ φύσις. Οἱ δ᾿ αὖ συνιστῶντές τε κόσμον τὸν μέγαν, Τὴν πρὸς Θεό...

ΙΕΡΕΜΙΑΝ Ο ΘΕΟΣ ΕΚ ΜΗΤΡΑΣ ΑΓΙΑΣΑΣ...

Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλᾷ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πᾶσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν θεοφόρον καὶ θεῖον Ἰγνάτιον.

Η ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου. Στίχοι Χάρις λέουσιν Ἰγνάτιε παμβόροις, Σοῦ σώματος λιποῦσι καὶ πιστοῖς μέρος. Τῇ ἐνάτῃ ἐπάνοδος Ἰγνατίῳ εἰκάδι τύχθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου. Στίχοι Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου, Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κάραι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου. Στίχοι Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίῳ, Ἤμβλυναν ὁρμὰς καὶ λεόντων ἀγρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἐν Ἐδέσσῃ παθόντων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης. Στίχοι Δοὺς τὴν βαρεῖαν σάρκα γῇ Βαρσιμαῖος, Σύνεστι βαστάσασιν...

ΩΣ ΠΟΤΑΜΟΣ ΥΠΑΡΧΕΙΣ, ΡΕΙΘΡΑ ΧΡΥΣΟΡΡΥΤΑ ΒΡΥΩΝ....

Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόρρυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον.

ΕΝ ΔΥΩ ΦΥΣΕΣΙΝ Ο ΕΙΣ ΤΗΣ ΑΓΙΑΣ ΤΡΙΑΔΟΣ, ΕΞ ΑΓΝΩΝ ΣΟΥ ΑΙΜΑΤΩΝ....

Ἐν δύω φύσεσιν ὁ εἷς, τῆς Ἁγίας Τριάδος, ἐξ ἀγνῶν σου αἱμάτων, σαρκωθεὶς θεοπρεπῶς, προῆλθε τοὺς ἐξ Ἀδάμ, διασῴζων, Πάναγνε χρηστότητι.

ΟΥΚ ΕΣΤΙΝ ΑΓΙΟΣ ΩΣ ΣΥ, ΚΥΡΙΕ Ο ΘΕΟΣ ΜΟΥ

«Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου». Ἰλύος πάσης ἐμπαθοῦς, σεαυτὸν ἐκκαθάρας, ἀνεδείχθης δοχεῖον ἀρετῶν ὡς ἀληθῶς, καὶ σκεῦος χωρητικόν, χαρισμάτων, τοῦ Ἁγίου Πνεύματος. Μηδόλως ὕπνον ὀφθαλμοῖς, δεδωκὼς οἶκος ὤφθης, τῆς Ἁγίας Τριάδος, καὶ σοφίας θησαυρός, τὸν κόσμον καταπλουτῶν, χρυσαυγέσι, δόγμασι Μακάριε. Γνωρίζει ἄλλον σε Χριστοῦ, ἡ σεπτὴ Ἐκκλησία, χρυσορρόαν Εὐφράτην, πελαγίζοντα σοφῶν, δογμάτων ἐπιροαῖς, καὶ τὴν κτίσιν, πᾶσαν καταρδεύοντα.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ...

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας∙ καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας∙ καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ, λάμπων τοῖς θαύμασιν, Ἐφραὶμ Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΚΑΤΑΚΡΙΣΕΩΣ ΡΥΣΑΙ ΜΕ, ΠΑΝΑΓΙΑ ΘΕΟΝΥΜΦΕ...

Κατακρίσεως ῥῦσαί με, Παναγία Θεόνυμφε∙ καὶ δεινῶν πταισμάτων, τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαῖς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρᾳ ἐτάσεως, ἧς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι μετανοίᾳ, καθαρθέντα με πρὸ τέλους, καὶ τῶν δακρύων ταῖς χύσεσιν.

ΠΡΟΦΗΤΙΚΩΣ ΚΑΤΑΒΡΕΧΩΝ ΤΗΝ ΣΤΡΩΜΝΗΝ ΤΟΙΣ ΔΑΚΡΥΣΙ...

Προφητικῶς καταβρέχων τὴν στρωμνὴν τοῖς δάκρυσι, καὶ μελέτην βίου ποιούμενος τὴν μετάνοιαν, τῆς κρίσεως τὸν φόβον ἔργοις ἡμῖν, καὶ διὰ λόγων ὑπέδειξας. Διὸ τὴν σὴν τιμῶμεν ἅπαντες, συνελθόντες Παμμάκαρ μνήμην, παραδόξων πραγμάτων αὐτουργέ, Ἐφραὶμ ἀοίδιμε∙ καὶ νῦν δυσωποῦμέν σε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ΥΒΡΕΙΣ, ΥΠΟΜΕΙΝΑΝΤΑ ΠΟΛΛΑΣ

Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα∙ Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ἀτιμίαν, δόξα τῇ πολλῇ εὐσπλαγχνίᾳ, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

ΩΣΠΕΡ ΦΟΙΝΙΞ ΔΑΥΪΔΙΤΙΚΩΣ ΕΞΑΝΘΗΣΑΣ ΟΣΙΕ ΠΑΤΕΡ

Ὥσπερ φοίνιξ δαυϊτικῶς ἐξανθήσας Ὅσιε Πάτερ, τὰς γλώσσας τῶν βλασφήμων ἐξέκοψας, ἐν τῇ μαχαίρᾳ τῶν λόγων σου Ἐφραίμ∙ τὰς ἀβύσσους τῶν παθῶν ἐξήρανας δι' ἐγκρατείας∙ ὄργανον ἀνεδείχθης τοῦ Ἁγίου Πνεύματος, τοῦ Σταυροῦ τὸ ὅπλον ἀναλαβών, Χριστὸν ἀπαύστως δυσώπει ὑπὲρ ἡμῶν, τῶν ἐπιτελούντων τὴν πανέορτον μνήμην σου.

ΤΗΝ ΩΡΑΝ ΑΕΙ, ΠΡΟΒΛΕΠΩΝ ΤΗΣ ΕΤΑΣΕΩΣ, ΕΘΡΗΝΕΙΣ

Τὴν ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρῶς, Ἐφραὶμ ὡς φιλήσυχος∙ πρακτικὸς δὲ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος Ὅσιε. Ὅθεν Πάτερ παγκόσμιε, ῥαθύμους ἐγείρεις πρὸς μετάνοιαν.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΤΟΥ ΣΥΡΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου. Στίχοι Ἤκουσε γλῶτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω, Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος. Εἰκάδι ὀγδοάτῃ Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου. Στίχοι Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων, Σκιρτᾷ παρ᾿ αὐτῷ Παλλάδιος τῷ πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ. Στίχοι Ἀπῆλθε σαρκός, ὥσπερ ἒκ τινος πάγης, Ὁ σαρκός, Ἰάκωβος οὐχ ἁλοὺς πάγαις. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται. Στίχοι Τῇ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν, Ξίφει συνεξέπνευσε τῷ θυγατρίῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται. Στίχοι Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει∙ Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Η ΛΑΜΠΑΣ, Η ΤΩΝ ΕΡΓΩΝ ΜΟΥ ΣΤΥΓΝΗ

Ἡ λαμπάς, ἡ τῶν ἔργων μου στυγνὴ πέφυκεν, Ἰωάννη Χρυσόστομε, καὶ δειλιῶ πρὸς ὑπάντησιν τοῦ ἱεροῦ σου σκήνους∙ ἀλλ᾿ αὐτὸς με ὁδήγησον, καὶ τὰς τρίβους μου εὔθυνον, μετανοίας παρέχων μοι καιρὸν πανάγιε, ὡς αὐτῆς κήρυξ ἔνθεος, καὶ τῶν παθῶν μου τῶν πολυτρόπων κατεύνασον ζάλην∙ καὶ παγίδων τοῦ Βελίαρ ἀφαρπάσας με, εἰς τέλος σῶσόν με, ὅπως ὑμνῶ σου ἀξίως τὴν θείαν ἐπάνοδον, ὡς πρὶν καὶ τὴν κοίμησιν τολμήσας ἐδόξασα, Ἰωάννη Χρυσοστομε.

ΟΣΙΕ ΤΡΙΣΜΑΚΑΡ, ΑΓΙΩΤΑΤΕ...

Ὅσιε τρισμάκαρ, Ἁγιώτατε Πάτερ, ὁ Ποιμὴν ὁ καλός, καὶ τοῦ Ἀρχιποίμενος Χριστοῦ Μαθητής, ὁ τιθεὶς τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων, αὐτὸς καὶ νῦν πανεύφημε, Ἰωάννη Χρυσόστομε, αἴτησαι πρεσβείαις σου, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.

ΤΗΝ ΔΕΗΣΙΝ, ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ, ΚΑΙ ΑΥΤΩ ΑΠΑΓΓΕΛΩ ΜΟΥ ΤΑΣ ΘΛΙΨΕΙΣ

«Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς∙ Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε». Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος∙ ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγῆ, ἐρυθρὰν ἁλουργίδα, τῷ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα∙ τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε. Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη∙ Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ᾀδόμενον ἅγιον ὄνομα∙ ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοι. Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον ὄρος∙ χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε∙ παλάτιον χαῖρε Χριστοῦ∙ χαῖρε τέμενος θεῖον πολύφωτον. Ὑπέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος∙ χαῖρε κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῷ τόκῳ σου.

ΩΣ ΧΡΥΣΑΥΓΕΣ ΤΕ ΚΑΙ ΤΕΡΠΝΟΝ ΘΕΟΡΡΗΜΟΝ....

Ὡς χρυσαυγές τε καὶ τερπνὸν θεορρῆμον, ὄργανον θεῖον κελαδοῦν Ἐκκλησία, ὑπὸ Χριστοῦ Χρυσόστομε δεδώρησαι∙ χελιδὼν ἡ εὔλαλος, χρυσαυγίζουσα Μάκαρ, νοῦς ὁ χρυσοστόλιστος, λύρα τῆς μετανοίας, τοὺς σὲ τιμῶντας ῥῦσαι πειρασμῶν, σαῖς ἱκεσίαις Ποιμὴν ἀξιάγαστε.

ΙΕΡΩΤΑΤΗΝ ΣΤΗΣΩΜΕΘΑ...

Ἱερωτάτην στησώμεθα χορείαν· στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας Χριστοῦ, βασιλικῇ δόξῃ σήμερον, ἀπὸ Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν, λάμπει στίλβον ἄνωθεν, τῇ ἐπανόδῳ αὐτοῦ, πρὸς βασιλείαν τὴν ἄϋλον, πιστοὺς εἰσάγει, καὶ τῷ τῶν ὅλων προσοικειοῖ Βασιλεῖ· διὸ βοῶμεν· Χρυσεπώνυμε, Πάτερ θεῖε Χρυσόστομε πάγχρυσε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Ὡς οὐρανὸς φαεινὸς τῆς Ἐκκλησίας, δύσιν ὦ Χρυσόστομε τὴν ὑπερόριον, καθυποστὰς ἀπηνέστατα, ἐπανατέλλεις, σήμερον χαίρων τῇ κτίσει ἄδυτος· θάλπεις ἐγκοσμούμενος, θαυμάτων ἄστροις σοφέ, φέρεις Χριστὸν ὑπερλάμποντα, ἡλίου δίκην, σοῦ δᾳδουχοῦντα νῦν τὴν ἐπάνοδον· διὸ βοῶμεν· Φωταυγέστατε, φωτολόγε Χρυσόστομε πάνσοφε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν. Νῦν οὐρανὸς τοῖς Ἀγγέλοις συγχορεύει, κτίσει συνευφραίνονται, βροτῶν συστήματα· ὁ γὰρ ἐν γῇ οὐρανόφρονας, δεικνὺς τοὺς πάντας, κλίμακι θείᾳ, σεπτῶν ῥημάτων αὐτοῦ· οὗτος τὴν ἐπάνοδον, τῶν θεοδρόμων βαθμῶν, ὡς, Ἰακὼβ νέος δείκνυσιν, Ἀγγέλων θείων, ἀγαλλομένων τῇ με...

ΧΑΙΡΕΙ Η ΕΚΚΛΗΣΙΑ ΧΡΙΣΤΟΥ, ΕΠΙ ΛΥΧΝΙΑΣ ΙΕΡΑΣ ΚΑΤΟΠΤΕΥΟΥΣΑ

Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, ἐπὶ λυχνίας Ἱερὰς κατοπτεύουσα, τὸν λύχνον τὸν φωτοφόρον, ὃν καθελόντες ἐχθροί, τῆς σιγῆς μοδίῳ συγκατέκρυψαν. Τιμᾷ ἐπὶ ὄρους σε, τῶν ἀρετῶν Πάτερ Ὅσιε, πυρσὸν ὡς θεῖον, οἰκουμένης τὰ πέρατα, ὑπὲρ ἥλιον, ἀπαστράπτοντα θαύμασι. Σήμερον ἡ ἀδέκαστος, Θεοῦ κρίσις δείκνυσι, δικαιοσύνην ἐξ ὕψους, ὡς μεσημβρίαν ὑπέρφωτον, τὴν σὴν καὶ παρέχει, τοῖς ἐν κόσμῳ τὴν εἰρήνην, καὶ μέγα ἔλεος. Τὸ στόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν. Βρύει ὡς μυροθήκη τερπνή, τὰ τῶν θαυμάτων θεῖα ῥεῖθρα Χρυσόστομε, ἡ λάρναξ ἡ σὴ ἐν κόσμῳ, καὶ ἰαμάτων ῥοαῖς, τὰς ψυχὰς μυρίζει τῶν τιμώντων σε· Χριστοῦ τῶν χαρίτων γάρ, τοῖς ἀΰλοις ἀρώμασι, καταπλουτήσας, εὐωδίαν δεδώρησαι, τὴν ἀείζωον, τοῖς ἐν πίστει προστρέχουσιν· ὅθεν καταπολαύοντες, χαρίτων σῶν Πάνσοφε, καὶ τῶν ἀχράντων καὶ θείων, κατατρυφῶντες λειψάνων σου, πιστῶς ἐξαιτοῦμεν, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Στόμα δικαίου μελετήσει σοφίαν, καὶ ἡ γλῶσσα αὐτοῦ λαλήσει κρίσιν. Κόσμου ὁ σιτομέτρης πιστοί, ὁ...

Ο ΔΙΑ ΣΕ ΘΕΟΠΑΤΩΡ ΠΡΟΦΗΤΗΣ ΔΑΥΪΔ, ΜΕΛΩΔΙΚΩΣ ΠΕΡΙ ΣΟΥ ΠΡΟΑΝΕΦΩΝΗΣΕ....

Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι, ταῖς οὐρανίαις συνάψει Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

ΤΗΝ ΧΡΥΣΗΛΑΤΟΝ ΣΑΛΠΙΓΓΑ, ΤΟ ΘΕΟΠΝΕΥΣΤΟΝ ΟΡΓΑΝΟΝ...

Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατῆρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελῳδικῶς εὐφημήσωμεν. Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτῖσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἁμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν. Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδων ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων Ἀποστόλων, ὁ ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.

ΩΣ ΕΙΔΕΝ ΗΣΑΪΑΣ ΣΥΜΒΟΛΙΚΩΣ, ΕΝ ΘΡΟΝΩ ΕΠΗΡΜΕΝΩ ΘΕΟΝ, ΥΠ ΑΓΓΕΛΩΝ

Ὡς εἶδεν Ἡσαΐας συμβολικῶς, ἐν θρόνῳ ἐπηρμένῳ Θεόν, ὑπ᾿ Ἀγγέλων δόξης δορυφορούμενον, ὢ τάλας! ἐβόα, ἐγώ∙ πρὸ γὰρ εἶδον σωματούμενον Θεόν, φωτὸς ἀνεσπέρου, καὶ εἰρήνης δεσπόζοντα

Η ΤΟΥ ΣΤΟΜΑΤΟΣ ΣΟΥ ΚΑΘΑΠΕΡ ΠΥΡΣΟΣ ΕΚΛΑΜΨΑΣΑ ΧΑΡΙΣ

Ἡ τοῦ στόματός σου καθάπερ πυρσὸς ἐκλάμψασα χάρις, τὴν οἰκουμένην ἐφώτισεν· ἀφιλαργυρίας τῷ κόσμῳ θησαυροὺς ἐναπέθετο, τὸ ὕψος ἡμῖν τῆς ταπεινοφροσύνης ὑπέδειξεν. Ἀλλὰ σοῖς λόγοις παιδεύων, Πάτερ, Ἰωάννη Χρυσόστομε, πρέσβευε τῷ Λόγῳ Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΦΡΑΝΘΗ ΜΥΣΤΙΚΩΣ, Η ΣΕΠΤΗ ΕΚΚΛΗΣΙΑ, ΤΗ ΑΝΑΚΟΜΙΔΗ, ΤΟΥ ΣΕΠΤΟΥ ΣΟΥ ΛΕΙΨΑΝΟΥ

Ἐφράνθη μυστικῶς, ἡ σεπτὴ Ἐκκλησία, τῇ ἀνακομιδῇ, τοῦ σεπτοῦ σου λειψάνου∙ καὶ τοῦτο κατακρύψασα, ὡς χρυσίον πολύτιμον, τοῖς ὑμνοῦσί σε, ἀδιαλείπτως παρέχει, ταῖς πρεσβείαις σου, τῶν ἰαμάτων τὴν χάριν, Ἰωάννη Χρυσόστομε

ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου. Στίχοι Νεκρὸς καθίζῃ, ὦ Ἰωάννη, θρόνῳ, Ἀλλ᾿ ἐν Θεῷ ζῶν, πᾶσιν Εἰρήνη, λέγεις. Ἄπνουν ἑβδομάτῃ κόμισαν δέμας εἰκάδι χρυσοῦν. Τῇ αὐτῇ ἡμέρᾳ, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου, Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ψυχῆς ἰδὼν σῆς κάλλος ἐξῃρημένον, Ὁ ψυχεραστὴς λαμβάνει σε Κλαυδῖνε. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὡς ὥριμός τις σῖτος ἐκ γήρως Πέτρε, Οἶνον ταμείῳ συγκομίζει τῷ τάφῳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΠΑΡΘΕΝΟΝ ΚΑΙ ΜΟΝΗΝ ΕΝ ΓΥΝΑΙΞΙ, ΣΕ ΑΣΠΟΡΩΣ ΤΕΚΟΥΣΑΝ ΘΕΟΝ ΣΑΡΚΙ

Ὡς Παρθένον καὶ μόνην ἐν γυναιξί, σὲ ἀσπόρως τεκοῦσαν Θεὸν σαρκί, πᾶσαι μακαρίζομεν, γενεαὶ τῶν ἀνθρώπων· τὸ γὰρ πῦρ ἐσκήνωσεν, ἐν σοὶ τῆς Θεότητος, καὶ ὡς βρέφος θηλάζεις, τὸν Κτίστην καὶ Κύριον· ὅθεν τῶν Ἀγγέλων, καὶ ἀνθρώπων τὸ γένος, ἀξίως δοξάζομεν, τὸν πανάγιον Τόκον σου, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἀνυμνοῦσιν ἀξίως, τὴν δόξαν σου Ἄχραντε.

ΔΕΥΤΕ ΛΑΟΙ, ΑΣΩΜΕΝ ΑΣΜΑ...

«Δεῦτε λαοί, ᾄσωμεν ᾄσμα Χριστῷ τῶ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται». Ξύλου ζωῆς, καὶ Παραδείσου τῆς ὄντως τρυφῆς, πανοικεσίᾳ Πάνσοφοι, νῦν ἀπολαύοντες, τοὺς ὑμᾶς εὐφημοῦντας, πρεσβεύσατε σωθῆναι, πρὸς τὸν Φιλάνθρωπον. Ἐν τῇ ὁδῷ τῶν ἐντολῶν σου βαδίζων θερμῶς, ὁ σὸς ἱκέτης Δέσποτα, μονὰς κατέλαβε, καταλλήλους τῷ πόθῳ, ζωῆς τῆς αἰωνίου ἐπιλαβόμενος. Νέαν σκηνήν, Ἀβραμιαίαν σὺ ἔδειξας, τὴν σὴν οἰκίαν ἅπασι· διὸ θεσπέσιε, Ἀβραὰμ ἐν τοῖς κόλποις, ἀξίως καὶ δικαίως ἐπαναπέπαυσαι.

ΒΟΤΡΥΝ, ΤΟΝ ΠΑΜΠΕΠΕΙΡΟΝ ΑΓΝΗ, ΟΝ ΑΓΕΩΡΓΗΤΩΣ ΕΝ ΜΗΤΡΑ

Βότρυν, τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλῳ ὡς ἑώρακας τοῦτον κρεμάμενον, θρηνῳδοῦσα ὠλόλυζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι᾿ οὗ ἡ μέθη ἀρθῇ, πᾶσαν τῶν παθῶν Εὐεργέτα, δι᾿ ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

ΕΝΤΟΛΑΙΣ ΤΟΥ ΔΕΣΠΟΤΟΥ ΕΠΑΓΡΥΠΝΩΝ, ΕΦ' ΟΜΟΙΟΙΣ ΤΕ ΤΡΟΠΟΙΣ ΠΑΙΔΑΣ ΤΟΥΣ ΣΟΥΣ....

Ἐντολαῖς τοῦ Δεσπότου ἐπαγρυπνῶν, ἐφ᾿ ὁμοίοις τε τρόποις παῖδας τοὺς σούς, ῥυθμίζων Μακάριε, Ξενοφῶν καὶ τὴν σύζυγον, σὺν αὐτοῖς τὰ ἄνω, κληροῦσαι βασίλεια, πειρασμῶν παντοίων, λιπὼν τὸ κλυδώνιον· ὅθεν εὐφημοῦμεν, εὐσεβῶς ὑμᾶς πάντας, καὶ πόθῳ γεραίρομεν καὶ πιστῶς ἀνακράζομεν, θεοφόροι πανόλβιοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Ο ΘΕΟΣ ΤΩΝ ΠΑΤΕΡΩΝ ΗΜΩΝ Ο ΠΟΙΩΝ.... ΖΩΗΝ ΗΜΩΝ

Ὁ Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ᾿ ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ᾿ ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίας, ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

ΞΕΝΗΝ ΟΔΟΝ ΘΕΟΠΡΕΠΩΣ, ΞΕΝΟΦΩΝ ΔΙΟΔΕΥΣΑΣ, ΜΕΤΑ ΚΑΙ ΤΗΣ ΣΥΖΥΓΟΥ

Ξένην ὁδὸν θεοπρεπῶς, Ξενοφῶν διοδεύσας, μετὰ καὶ τῆς συζύγου ἐλάθετε τὴν φύσιν, ὥσπερ ἀσώματοι σαφῶς ἐν τῇ γῇ ὀφθέντες· διὸ καὶ πύλαι ἡμῖν οὐράνιαι ἠνοίγησαν, καὶ μετὰ τῶν Ἀγγέλων χορεύετε, ὡς τοῦ ἀμπελῶνος γεγονότες τοῦ Κυρίου ἐργάται, μετὰ καὶ τῶν τέκνων. Αἰνεῖτε οὖν Χριστόν, δωρήσασθαι αἴγλην φωτισμοῦ ταῖς ζοφεραῖς ἡμῶν καρδίαις, μνήμην ὑμῶν τελούντων τὴν φωτοφόρον, τὸν στεφοδότην Χριστὸν μεγαλύνοντες.

ΛΑΜΠΩΝ, ΑΞΙΩΜΑΣΙ ΨΥΧΗΣ, ΕΛΕΗΜΟΣΥΝΗ ΚΑΙ ΠΙΣΤΕΙ ΣΑΥΤΟΝ

Λάμπων, ἀξιώμασι ψυχῆς, ἐλεημοσύνῃ καὶ πίστει σαυτὸν ἐλάμπρυνας, χαίρων γὰρ ἐσκόρπισας, τὸν πλοῦτον πένησιν, εἰς αἰῶνας δὲ μένει σου, ἡ δικαιοσύνη, φῶς σοι ἀνατέλλουσα Πάτερ ἀνέσπερον, ἔνθα, τοὺς ὁσίους σου Παῖδας, ὄψει καὶ τὴν τούτους τεκοῦσαν, Πόλιν τὴν οὐράνιον οἰκήσαντας. Δόξαν, παριδόντες τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας κατηξιώθητε· πᾶσαν γὰρ πατήσαντες, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν θεοφόροι, ἄγαν ἐποθήσατε, τὸν ὑμᾶς σώσαντα, κόσμου τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντα Πανόλβιοι. Πάθη, θανατώσαντες σαρκός, τοὺς τῆς ἀπαθείας χιτῶνας περιεβάλεσθε, βίου καθαρότητι, τούτους ὑφάναντες, πολιτείαν δ᾿ ἰσάγγελον, ἐν σώματι ὄντες, ἔτι καρτερόφρονες ἐπιδεικνύμενοι, δόξης ἠξιώθητε πάντες, τῆς Ἀγγελικῆς ἐν ὑψίστοις, θείας ἀπολαύοντες λαμπρότητος.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΞΕΝΟΦΩΝΤΟΣ ΚΑΙ ΤΗΣ ΣΥΝΟΔΙΑΣ ΑΥΤΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συνοδίας αὐτοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ξενοφῶντος καὶ τῆς συμβίου αὐτοῦ Μαρίας καὶ τῶν τέκνων αὐτοῦ Ἀρκαδίου καὶ Ἰωάννου. Στίχοι Καὶ γῆν λιπόντας, τοὺς περὶ Ξενοφῶντα, Ἁβρᾷ ξενίζω τοῦ λόγου πανδαισίᾳ. Παισὶν ἅμ' ἠδ' ἀλόχῳ Ξενοφῶν θάνεν εἰκάδι ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου σεισμοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐπιλεγομένου Παλαιοῦ. Στίχοι Τὸν χοῦν παλαιὲ Συμεὼν ἀπεξύσω, Ἐχθροῦ παλαιοῦ λεπτύνας εἰς χοῦν κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνανίου πρεσβυτέρου καὶ Πέτρου δεσμοφύλακος καὶ τῶν σὺν αὐτοῖς ἑπτὰ στρατιωτῶν. Στίχοι Πέτρος σὺν ἑπτὰ τὴν θάλασσαν εἰσέδυ, Οἷς Ἀνανίας ἡδέως συνεισέδυ. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀμωνᾶς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ζωῆς Ἀμωνᾶς νῆμα πληρώσας ἅπαν, Ζωὴν ἐφεῦρεν, οὔποτε πληρουμένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Γαβριὴλ ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Σὺν τῷ Γαβρ...

ΕΝ ΝΟΜΩ, ΣΚΙΑ ΚΑΙ ΓΡΑΜΜΑΤΙ, ΤΥΠΟΝ ΚΑΤΙΔΩΜΕΝ ΟΙ ΠΙΣΤΟΙ....

Ἐν νόμῳ, σκιᾷ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί· πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ· διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρῳ, μεγαλύνομεν

ΔΙΑΤΕΜΩΝ ΤΟΝ ΤΟΥ ΓΡΑΜΜΑΤΟΣ ΣΥ ΓΝΟΦΟΝ, ΕΙΣΕΔΥΣ ΤΩ ΠΝΕΥΜΑΤΙ

Διατεμὼν τὸν τοῦ γράμματος σὺ γνόφον, εἰσέδυς τῷ πνεύματι πρὸς φῶς ὑπέρτερον· καὶ τὴν ἐκεῖθεν δεξάμενος, φωτοχυσίαν, θεολογίας πάντας ἐπλούτισας, Γρηγόριε πάνσοφε, τῆς Ἐκκλησίας φωστήρ· ταῖς ἀστραπαῖς δὲ τῶν λόγων σου, σκοτώδη νέφη, τὰ τῶν αἱρέσεων ἀπεμείωσας· ὅθεν αὐλίζῃ ἔνθα ἦχος, ἑορταζόντων Ἀγγέλοις συνόμιλος, ἱκετεύων ἀπαύστως τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ὁ Θεολόγος ὁ δεύτερος καὶ μύστης, τῆς θείας ἐλλάμψεως, ὁ τῆς Τριάδος φαιδρός, ὑπογραφεὺς ὁ τὴν ἄρρητον, καὶ θείαν φύσιν, ὑπερφυῶς διδάσκων Γρηγόριε· καὶ νῦν τηλαυγέστερον, ἐπαπολαύων Θεοῦ, τῶν σὲ τιμώντων μνημόνευε, καὶ ὑπερμάχει, τῆς Ἐκκλησίας, ἣν συνεκρότησας· σοῦ γὰρ ὁ φθόγγος ἐπὶ πάντα, τῆς οἰκουμένης διῆλθε τὰ πέρατα, ἐκδιδάσκων δοξάζειν, τὴν Τριάδα ὁμοούσιον. Γεωπονήσας τῇ γλώσσῃ Θεηγόρε, καρδίας ταῖς αὔλαξι σπόρον τὸν ἔνθεον, θεολογίας ἐπλούτισας, τῆς ἀνωτάτω, τῆς Ἐκκλησίας ἄπαν τὸ πλήρωμα· ἐντεῦθεν ζιζάνια πυρὶ τοῦ Πνεύματος, τὰ τῶν αἱρέσεων ἔφλεξας, φιλοσοφίας, τῆς θεϊκῆς τρεφόμενος ἔρωτι, Πάτερ Πατέρων, καὶ Ποιμὴν ...

ΣΥ ΧΩΡΙΟΝ ΑΓΝΗ, ΤΗΣ ΘΕΙΑΣ ΑΠΕΡΙΛΗΨΙΑΣ,,,

Σὺ χωρίον Ἁγνή, τῆς θείας ἀπεριληψίας, ὑπὲρ φύσιν ἐχρημάτισας, ὡς Θεῷ τὴν σάρκα δανεισαμένη, τῷ σοῦ τὴν παρθενικήν, μὴ διαρρήξαντι μήτραν, ἐν τῷ τίκτειν ἀσπόρως, σὲ μεγαλύνομεν.

ΜΟΝΑΔΑ ΤΡΙΣΥΠΟΣΤΑΤΟΝ, ΚΑΙ ΤΡΙΑΔΑ ΤΕΛΕΙΑΝ, ΕΝ ΜΙΑ ΤΗ ΘΕΟΤΗΤΙ

Μονάδα τρισυπόστατον, καὶ Τριάδα τελείαν, ἐν μιᾷ τῇ θεότητι, πάνσοφε Θεολόγε, ἐδίδαξας προσκυνεῖσθαι, φῶς εἰπὼν τὸν Πατέρα, καὶ τὸν Υἱὸν φῶς αὖθις τε, φῶς τὸ Ἅγιον Πνεῦμα· ἀλλὰ ἓν φῶς, ἀμερὲς ἀσύγχυτον· εἷς Θεὸς γάρ, τρανῶν τὸ ὁμοούσιον, ὦ Γρηγόριε μάκαρ.

ΤΗΝ ΛΥΡΑΝ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΤΟ ΤΩΝ ΑΙΡΕΣΕΩΝ ΘΕΡΙΣΤΡΟΝ

Τὴν λύραν τοῦ Πνεύματος, τὸ τῶν αἱρέσεων θέριστρον, καὶ ὀρθοδόξων ἥδυσμα, τὸν δεύτερον Ἐπιστήθιον, τὸν τοῦ Λόγου αὐτόπτην, τοῖς δόγμασι γενόμενον, τὸν σοφόν Ἀρχιποίμενα, τῆς Ἐκκλησίας τὰ θρέμματα, θεολογικοῖς ὕμνοις προσείπωμεν. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ δοὺς σεαυτὸν Γρηγόριε, ὡς ὁ Διδάσκαλος Χριστός, ὑπὲρ ἡμῶν, καὶ σὺν Παύλῳ χορεύεις, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΥΨΗΓΟΡΙΑ ΧΡΩΜΕΝΟΣ, ΣΩΝ ΔΟΓΜΑΤΩΝ ΠΑΝΣΟΦΩΣ, ΤΡΑΝΩΣ ΕΘΕΟΛΟΓΗΣΑΣ

Ὑψηγορίᾳ χρώμενος, σῶν δογμάτων πανσόφως, τρανῶς ἐθεολόγησας, τὸ ἀπόρρητον βάθος, τῶν τοῦ Χριστοῦ μυστηρίων, ἄθλους τε τῶν Ἁγίων, καὶ βίους ἐρρητόρευσας, ὦ Γρηγόριε μάκαρ· καὶ νῦν Θεός, ἐν μεθέξει πέλων τῇ πρὸς τὸ θεῖον, σώζοις κἀμέ καὶ δέχοιο, σαῖς σκηναῖς Θεολόγε.

ΑΓΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΓΡΗΓΟΡΙΟΥ, ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Θεολόγου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Θεολόγου. Στίχοι Θεοῦ γινώσκειν ὀρθοδόξως οὐσίαν, Χριστιανοῖς λεγάτον ἐκ Γρηγορίου. Εἰκάδι Γρηγόριος Θεορήμων ἔκθανε πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πουπλίου. Στίχοι Ζωὴν ἔνυλον Πούπλιος καταστρέφει Καὶ τὴν ἄϋλον καὶ νοητὴν λαμβάνει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μάρη. Στίχοι Πάσης ἀποστὰς ἀγάπης κόσμου Μάρης Εἰ θεῖον ὕψος ἧκε θείας ἀγάπης. Τῇ αὐτῇ ἡμέρᾳ ἡ ἁγία Μεδούλη, σὺν τῇ συνοδίᾳ αὐτῆς, πυρὶ τελειοῦται. Στίχοι Σεπτὴ Μεδούλη, τοῦ Θεοῦ Λόγου δούλη, Δούλοις Θεοῦ σύναθλος εἰς πῦρ ὡράθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δημητρίου τοῦ σκευοφύλακος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀπολλὼς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Χριστὸν βιώσας μέχρι καὶ τέλους βίον, Θραύει πονηροῦ πᾶν Ἀπολλὼς τὸ θρά...

ΠΕΙΡΑΣΜΟΙΣ ΠΟΛΥΤΡΟΠΟΙΣ ΠΕΡΙΠΕΣΩΝ, ΕΞ ΕΧΘΡΩΝ

Πειρασμοῖς πολυτρόποις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμῇ ἀντιλήψει, καὶ σκέπῃ μου ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, Θεοτόκε πανάχραντε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν Πανάγιον τόκον σου.

ΜΕΤΑΝΑΣΤΕΥΟΥΣΑ ΠΡΩΗΝ, ΤΗ ΔΙΑΘΕΣΕΙ ΣΕΜΝΗ, ΚΑΙ ΒΕΒΑΙΟΥΣΑ ΕΡΓΩ....

Μεταναστεύουσα πρῴην, τῇ διαθέσει Σεμνή, καὶ βεβαιοῦσα ἔργῳ, τὸ κριθὲν σοι ἐννοίᾳ, ἐξῆλθες τῆς ματαίας τῶν ἡδονῶν, μακαρία λειότητος, καὶ ἀρετῶν τῇ τραχεία εὐθυδρομεῖς, ἀναβάσει ξενιτεύουσα. Ἐν τῷ λιμένι τοῦ θείου, προσορμισθεῖσα ἰσθμοῦ, διαπερᾷς κυμάτων, τῶν τοῦ κόσμου τὸν σάλον, ψυχῆς δέ σου τὸ πλοῖον, ὅλον σεμνή, ἀδιάκλυστον φέρουσα, ἐξ ἡδονῶν τὰς πικρίας τῶν μυστικῶν, ἀγωγίμων μένεις ἔμπλεως. Θεοπρεπεῖ τῇ μιμήσει, σὺ ξενιτεύσασα, τοῦ δι’ ἡμᾶς ἐξ ἄνω, πρὸς ἡμᾶς κατελθόντος, ὑψῶσαι τοὺς πεσόντας, μένεις σοφή, συγγενέσι μὲν ἄγνωστος, ἀλλ’ εὐσεβέσι γνωστή, ὡς πρὸς τὸν Θεόν, Ξένη Πάντοτε πρεσβεύουσα.

ΞΕΝΙΑΝ ΤΗΝ ΟΥΡΑΝΙΟΝ, ΠΟΘΟΥΣΑ ΞΕΝΗ ΠΑΝΣΕΜΝΕ, ΞΕΝΗΝ ΣΑΥΤΗΝ ΘΕΟΦΟΡΕ....

Ξενίαν τὴν οὐράνιον, ποθοῦσα Ξένη πάνσεμνε, ξένην σαυτὴν θεοφόρε, πατρίδος πλούτου καὶ γένους, φιλευσεβῶς πεποίηκας· τὸν σταυρόν σου δὲ ἄρασα, Χριστῷ προθύμως ἔδραμες, τῷ ξενοτρόπως ἐλθόντι, σῶσαι βροτοὺς ἐκ Παρθένου.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, Η ΑΜΝΑΣ ΘΩΡΟΥΣΑ....

Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θωροῦσα, ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοὶς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.

ΑΣΜΑ ΑΝΑΠΕΜΨΩΜΕΝ ΛΑΟΙ

«ᾌσμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότη». Ξένον ὄντα πάσης ἀρετῆς, καὶ μακρυνθέντα πράξεσιν, ἀπὸ Θεοῦ ἀτόποις, οἰκείωσόν με τούτῳ, εὐχαῖς εὐπροσδέκτοις σου, Ξένη σεμνὴ Ὁσία, σοῦ τὸν ξένον βίον εὐφημοῦντα. Πῦρ σε ἀναφλέξαν νοητόν, ὡς ὕλην εὐκατάπρηστον, τὴν κοσμικὴν ἀπάτην, καὶ σαρκικὸν μνηστῆρα, ἀρνήσασθαι ἔπεισε, γνώμῃ ἀνδρειοτάτῃ, καὶ Κυρίῳ ἀγνῶς μνηστευθῆναι. Ξένην ἐννοήσασα ζωήν, ἐν οὐρανοῖς τὴν μένουσαν, καὶ μὴ παρεχομένην τὴν κλῆσιν ὡς τὴν πρᾶξιν, ἠμείψω καὶ ἔδραμες, ἔλαφος ὡς διψῶσα, ἀθανάτου κατ’ ἴχνος μνηστῆρος.

ΕΥΛΟΓΗΤΟΣ ΚΥΡΙΟΣ, Ο ΘΕΟΣ ΤΟΥ ΙΣΡΑΗΛ, Ο ΕΓΕΙΡΑΣ ΚΕΡΑΣ ΣΩΤΗΡΙΑΣ ΗΜΙΝ

«Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ἐγείρας κέρας σωτηρίας ἡμῖν, ἐν οἴκῳ Δαυῒδ τοῦ παιδὸς αὐτοῦ· ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς ὁδὸν εἰρήνης». Δι’ ἀσθενείας Ἔνδοξε, τὸν ἀνίσχυρον ἐχθρόν, ἐτροπώσω ξένην μετελθοῦσα ζωήν, καὶ πάθη σαρκὸς θανατώσασα· καὶ νῦν οὐρανοὺς περιπολεῖς, ἔνθα τὸ σὸν ὑπῆρχεν, ἀληθῶς πολίτευμα, ὡς Ἁγνὴ Παρθένος. Εὐλογητὸς Κύριος, ὁ λιμένα γαληνόν, ἰαμάτων δείξας τὴν σεπτήν σου σορόν, τοῖς ἀεὶ κινδυνεύουσι πελάγει, καὶ ζάλῃ τῶν παθῶν, Μοναζουσῶν τὸ κλέος, καὶ Παρθένων καύχημα, θεοφόρε Ξένη. Τῶν ἐφετῶν τὸ ἀκρότατον, καθαρώτερον ὁρᾷς, θεουμένη λάμψεσι ταῖς θείαις Ἁγνή· Ὁρᾷς δὲ ἃ βλέπουσιν Ἄγγελοι· χορεύεις σὺν πᾶσιν ἐκλεκτοῖς ἁμαρτημάτων λύσιν, αἰτουμένη πάντοτε, τοῖς σὲ εὐφημοῦσιν. Ὡς παρθενίας τέμενος, ὡς ἁγνὴν περιστεράν, ὡς τρυγόνα ἄμωμον, ὡς νύμφην Χριστοῦ, ὡραίαν καλὴν σε καὶ ἄμεμπτον, ὡς ἄγαλμα θείων ἀρετῶν, ὡς κῆπον κεκλεισμένον, οἱ πιστοὶ γεραίρομεν, θεοφόρε Ξένη.

ΜΟΝΗΝ ΣΕ ΕΞΕΛΕΞΑΤΟ, ΚΑΙ ΚΑΛΛΟΝΗΝ ΙΑΚΩΒ, ΤΟΥ ΠΑΤΡΟΣ Ο ΛΟΓΟΣ

Μονὴν σε ἐξελέξατο, καὶ καλλονὴν Ἰακώβ, τοῦ Πατρὸς ὁ Λόγος, καὶ σοῦ ἐν μέσῳ κατεσκήνωσε· καὶ ὡς ηὐδόκησεν, ὑπὲρ πάντας ὡραῖος, τοὺς ἀνθρώπους Πάναγνε προῆλθε, τὴν ἀμαυρωθεῖσαν, ἡμῶν καθᾶραι φύσιν.

Ο ΣΤΕΓΑΖΩΝ ΕΝ ΥΔΑΣΙ, ΤΑ ΥΠΕΡΩΑ ΑΥΤΟΥ,

«Ὁ στεγάζων ἐν ὕδασι, τὰ ὑπερῷα αὐτοῦ· ὁ τιθεὶς θαλάσσῃ ὅριον ψάμμον, καὶ συνέχων τὸ πᾶν, σὲ ὑμνεῖ ἥλιος, σὲ δοξάζει σελήνη, σοὶ προσφέρει ὕμνον πᾶσα κτίσις, τῷ Δημιουργῷ, καὶ Κτίστῃ εἰς τοὺς αἰῶνας». Ἁρμοσθεῖσα γέγραπται, ἑνὶ ἀνδρὶ τῶ Χριστῷ, τῷ ὡραίῳ κάλλει πᾶσαν ἰδέαν, ἀρετῶν εὐσεβῶς, ἤσκησας Ἔνδοξε, καὶ πρὸς θάλαμον θεῖον, εἰσῳκίσθης προῖκα δεξαμένη, χάριν ἰαμάτων, εἰς πάντας τοὺς αἰῶνας. Ἡ ψυχή μου ὀπίσω σου, προσεκολλήθη Χριστέ, ἀνεβόας πόθῳ, ὡς γῆ διψῶσα· σὲ τὸ ὕδωρ τὸ ζῶν, ἐκζητῶ Κύριε· σοὶ τοὺς ὄμβρους προσφέρω τῶν δακρύων· σῆς ἀγάπης ῥεῖθρα, πότισόν με Σῶτερ, εἰς πάντας τοὺς αἰῶνας. Ὡραιώθης ποθήσασα, τὸ ὄντως ὂν ἐφετόν, ἐδοξάσθης Κόρη δεδοξασμένῳ κολληθεῖσα Χριστῷ· σὺ χορὸν ἅγιον, προσηγάγω Παρθένων, τῷ Σωτῆρι σὲ μιμησαμένων, μεθ’ ὧν εἰς τὰς ἄνω, χορεύεις κατοικίας.

ΑΝΑΡΤΗΘΕΝΤΑ ΩΣ ΕΙΔΕΝ, ΕΠΙ ΣΤΑΥΡΟΥ ΤΟΝ ΥΙΟΝ, Η ΑΜΩΜΟΣ ΠΑΡΘΕΝΟΣ...

Ἀναρτηθέντα ὡς εἶδεν, ἐπὶ Σταυροῦ τὸν Υἱόν, ἡ ἄμωμος Παρθένος, θρηνῳδοῦσα ἐβόα· Γλυκύτατόν μου τέκνον, τὶ τὸ καινόν, καὶ παράδοξον θέαμα; πῶς ὁ κατέχων τὰ πάντα ἐν τῇ δρακί, ἐπὶ ξύλου προσηλώθης σαρκὶ;

ΕΝ ΣΟΙ ΜΗΤΕΡ ΑΚΡΙΒΩΣ ΔΙΕΣΩΘΗ ΤΟ ΚΑΤ' ΕΙΚΟΝΑ

Ἐν σοὶ Μῆτερ ἀκριβῶς διεσώθη τὸ κατ’ εἰκόνα· λαβοῦσα γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ· καὶ πράττουσα ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὁσία Ξένη τὸ Πνεῦμά σου.

ΟΣΙΑΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΞΕΝΗΣ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ξένης. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μητρὸς ἡμῶν Ξένης καὶ τῶν δύω αὐτῆς θεραπαινίδων. Στίχοι Ἀποξενοῦται τοῦδε τοῦ βίου Ξένη, Οὗ ζώσα καὶ πρίν, ὡς ἀληθῶς ἦν ξένη. Θνῄσκουσιν ἄμφω τῆς Ξένης αἱ δουλίδες, Οὐ τῶν ἐκείνης ἀρετῶν οὖσαι ξέναι. Εἰκάδι οὐρανοῦ εἰς ξενίην Ξένη ἦλθε Τετάρτη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Παύλου Παυσιρίου καὶ Θεοδοτίωνος, τῶν αὐταδέλφων. Στίχοι Παυσίριον καὶ Παῦλον ἄμφω συγγόνους, Ποτάμιος ῥοῦς καὶ συνάθλους δεικνύει. Ἰδοὺ τράχηλος ἐλθέτω δὴ τὸ ξίφος, Θεὸν ποθῶν ἔκραζε Θεοδοτίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαβύλα, τοῦ ἐν Σικελίᾳ, καὶ Τιμοθέου καὶ Ἀγαπίου τῶν μαθητῶν αὐτοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακεδονίου. Στίχοι Μονῶν ἀπείρων πατρικῆς σῆς οἰκίας, Μακεδόνιος Χριστὲ λαμβάνει μίαν. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ τῶν λειψάνων τοῦ ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος ...

ΤΟΝ ΔΙ' ΟΙΚΤΟΝ ΟΦΘΕΝΤΑ ΕΠΙ ΤΗΣ ΓΗΣ, ΑΓΑΠΗΣΑΣΑ ΛΟΓΟΝ ΘΕΟΥ ΠΑΤΡΟΣ....

Τὸν δι’ οἶκτον ὀφθέντα ἐπὶ τῆς γῆς, ἀγαπήσασα Λόγον Θεοῦ Πατρός, αὐτῷ ἠκολούθησας, ὡς νυμφίῳ Πανόλβιε, καὶ φθαρτὸν νυμφίον, προθύμως κατέλιπες, καὶ ἐνεγκαμένην, καὶ πλοῦτον ἐπίκηρον· ὅθεν ἐπὶ ξένης, φερωνύμως βιοῦσα, τὰ πάθη ἐνέκρωσας, καὶ τῶν ζώντων ἀπείληφας, κληρουχίαν θεόπνευστε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθω, τὴν Ἁγίαν μνήμην σου.

ΤΗΣ ΑΜΠΕΛΟΥ ΓΕΓΟΝΑΣ....

Τῆς ἀμπέλου γέγονας, τίμιον κλῆμα, τοῦ Χριστοῦ πανεύφημε, Κλήμη πολύαθλος ὀφθείς, σὺν τοῖς συνάθλοις τε ἔκραζες· Χριστέ, Μαρτύρων φαιδρὸν ἀγαλλίαμα.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΚΛΗΜΕΝΤΟΣ ΑΓΚΥΡΑΣ, ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΑΓΑΘΑΓΓΕΛΟΥ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κλήμεντος, Ἐπισκόπου. Ἀγκύρας, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἀγαθαγγέλου. Στίχοι Ἀγαθαγγέλου καὶ Κλήμεντος αἱμάτων, Τὸ τοῦ ξίφους δίψαιμον ἐπλήσθη στόμα. Εἰκάδι δ’ ἐτμήθητε τρίτῃ, Ἀγαθάγγελε, Κλήμη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Εὐσεβίου. Στίχοι Δεῦρο πρὸς ἡμᾶς εἰς τὰ τερπνὰ τοῦ πόλου, Εὐσεβίῳ λέγουσιν οἱ τερπνοὶ Νόες. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Μαϋσιμᾶ τοῦ Σύρου. Στίχοι Γλώσσαις λαλῶν πρὶν Μαϋσιμᾶς τῶν Σύρων, Γλώσσαις, λαλεῖ νῦν, Ἀγγέλων πρὸς Ἀγγέλους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Σαλαμάνου τοῦ ἡσυχαστοῦ. Στίχοι Οἴχῃ χαμερποῦς καὶ χαμαιζήλου βίου, Ὑψηλὲ πράξει καὶ λόγῳ Σαλαμάνη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύω Μάρτυρες οἱ ἐν τῷ Παρίῳ λάκκῳ ἐμβληθέντες τελειοῦνται. Στίχοι Ἔνδον βόθρου χωροῦσι Μάρτυρες δύω, Θείου πόθου βάλλοντος ἔξω τὸν φόβον. ...

ΧΡΗΣΤΟΤΗΤΑ ΕΚΔΙΔΑΧΘΕΙΣ, ΚΑΙ ΝΗΦΩΝ ΕΝ ΠΑΣΙΝ

Χρηστότητα ἐκδιδαχθείς, καὶ νήφων ἐν πᾶσιν, ἀγαθὴν συνείδησιν ἱεροπρεπῶς ἐνδυσάμενος, ἤντλησας ἐκ τοῦ Σκεύους τῆς ἐκλογῆς τὰ ἀπόρρητα· καὶ τὴν πίστιν τηρήσας, τὸν ἴσον δρόμον τετέλεκας, Ἀπόστολε Τιμόθεε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΧΑΡΑΝ ΣΟΙ ΣΑΦΩΣ ΟΥΡΑΝΟΘΕΝ ΑΦΙΚΟΜΕΝΟΣ

Χαρὰν σοι σαφῶς οὐρανόθεν ἀφικόμενος, ὁ Ἀρχιστράτηγος Ἁγνή, εὐηγγελίσατο εἰπών· Θεὸς ἐξελεύσεται, μετὰ σαρκός, ἐκ σοῦ Παρθένε πανάχραντε, εἰς σωτηρίαν τῶν πόθῳ ὑμνούντων σε.

ΤΟΝ ΘΕΙΟΝ ΜΑΘΗΤΗΝ, ΚΑΙ ΣΥΝΕΚΔΗΜΟΝ

Τὸν θεῖον Μαθητήν, καὶ συνέκδημον Παύλου, Τιμόθεον πιστοί, ἀνυμνήσωμεν πάντες, σὺν τούτῳ γεραίροντες, τὸν σοφὸν Ἀναστάσιον, τὸν ἐκλάμψαντα, ἐκ τῆς Περσίδος ὡς ἄστρον, καὶ ἐλαύνοντα, τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.

ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΤΟ ΚΛΕΟΣ, ΚΑΙ ΟΣΙΩΝ ΤΟ ΚΑΥΧΗΜΑ... ΤΟΝ ΣΟΦΟΝ ΑΝΑΣΤΑΣΙΟΝ

Τῶν Μαρτύρων τὸ κλέος, καὶ Ὁσίων τὸ καύχημα, καὶ τὸν θησαυρὸν τῆς Περσίας, τὸν σοφὸν Ἀναστάσιον· τὸν μέγαν ἀντιλήπτορα πιστῶν, τὸν κήρυκα τῆς πίστεως ἡμῶν· ταῖς ἀγγελικαῖς ὑμνῳδίαις, εὐφημοῦμέν σε λέγοντες·Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πᾶσιν ἰάματα.

ΠΑΡΘΕΝΕ ΠΑΝΑΜΩΜΕ

Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν πὲρ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.

ΟΥΔΕΝ ΣΕ ΤΗΣ ΠΡΟΣ ΧΡΙΣΤΟΝ ΑΓΑΠΗΣ ΕΧΩΡΗΣΕΝ...

Οὐδὲν σε τῆς πρὸς Χριστὸν ἀγάπης ἐχώρησεν, οὐ τῶν μελῶν ἡ ἐκκοπή, οὐ τῶν βασάνων ἀπειλή, οὐ ξίφος οὐ θάνατος, ἀλλ’ οὐδὲ πῦρ, οὐδὲ λιμὸς Ἀναστάσιε, τῆς οὐρανίου χορείας ὁμόσκηνε. Συντόνως ἐπ’ ὤμων τὸν σταυρόν σου ἀράμενος, κατηκολούθησας Χριστοῦ, ταῖς σωτηρίοις ἐντολαῖς· καὶ τούτου γενόμενος, ἐκμιμητής, μέχρι θανάτου Πανάριστε, νῦν ἀπολαύεις αὐτοῦ τῆς λαμπρότητος.

ΘΕΟΣ ΩΝ ΕΙΡΗΝΗΣ, ΠΑΤΗΡ ΟΙΚΤΙΡΜΩΝ....

Θεὸς ὤν εἰρήνης, πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε φιλάνθρωπε. Τοῦ πρώτου καὶ πάντων, αἰτίου Φωτός, ταῖς ἀΰλοις λαμπάσι πυρσούμενος, τὸν κόσμον κατεφαίδρυνας, κηρύγματι σεπτῷ, φωστὴρ τῆς εὐσεβείας, ζωῆς λόγον ἐπέχων, προφανῶς δεδειγμένος, ἱερομύστα παμμακάριστε. Ὁ Παύλου τοῦ θείου, στερρὸς μαθητής, διδασκάλου τοῖς ἴχνεσιν ἕπεται τὰ τούτου σπείρων ἅπασι, διδάγματα πιστοῖς, δι’ ὧν τῆς εὐσεβείας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε Φιλάνθρωπε. Λαμπρότης ὁ Παῦλος, δευτέρα φανεὶς, λειτουργοῦσα τῇ πρώτῃ λαμπρότητι, τῇ ταύτης ἐπιγνώσει, κατεφώτισεν ἡμᾶς· τούτου συστρατιώτης, Τιμόθεος ἐδείχθη, τῇ αὐτοῦ παντευχίᾳ , νικητικῶς περιφραξάμενος.

ΩΣ ΑΛΙΕΥΣ ΕΜΠΕΙΡΟΤΑΤΟΣ, ΤΑ ΤΗΣ ΧΑΡΙΤΟΣ ΗΠΛΩΣΕ

Ὡς ἁλιεὺς ἐμπειρότατος, τὰ τῆς χάριτος ἥπλωσε δίκτυα Παῦλος ὁ μέγας Ἀπόστολος, καὶ τὸν θεηγόρον, ὥσπερ θήραμα ἅγιον, εἵλκυσε πρὶν Τιμόθεον· καὶ σὺν τούτῳ τὰ πέρατα περιερχόμενος, ἐκ τοῦ φάρυγγος εἵλκυσε τοῦ διαβόλου τοὺς δεξαμένους τῆς Πίστεως τὸν λόγον, ἐν οἷς ἦν καὶ ὁ γενναῖος Ἀναστάσιος· πιστεύσας γάρ, τῶν Περσῶν τὴν πλάνην κατέλιπε πᾶσαν, καὶ τοῦ Χριστοῦ τὸ ὄνομα ἐπ’ ὤμων ἐβάστασεν· ὅθεν χάριτι θείᾳ ἀπελαύνει τὰ ψυχικὰ ἡμῶν πάθη, καὶ νόσους τοῦ σώματος.

ΕΝ ΔΟΞΗ ΤΕΛΕΙΟΤΗΤΟΣ....

Ἐν δόξῃ τελειότητος, ὤφθης ὑπέρτιμος, ὡς θείαις λαμπόμενος, φωταγωγίαις τὸν νοῦν, καὶ γνοὺς τοῦ Σταυροῦ τὴν ἰσχύν, ὅσιος ἐν ἀσκήσει, καὶ ἐν αἵματι Μάρτυς, γέγονας θεοφρόνως Ἀναστάσιε Μάρτυς· διὸ καὶ τῶν θαυμάτων ἐν σοί, βλύζει τὴν χάριν Χριστός.

Ο ΜΟΝΟΣ ΕΙΔΩΣ ΤΗΣ ΤΩΝ ΒΡΟΤΩΝ

«Ὁ μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· ἅγιος ὁ τῆς δόξης Κύριος, ὁ ἀνείκαστος ἐν ἀγαθότητι». Ἐχύθη παμμάκαρ δαψιλῶς, ἡ χάρις σοῦ τοῖς χείλεσι, καὶ ποταμοὺς δογμάτων ἀνέβλυσε, τὴν Ἐκκλησίαν Χριστοῦ ἀρδεύοντας, καὶ πολύχουν φέροντας, τὸν καρπὸν Τιμόθεε, χριστοκήρυξ θεόφρον Ἀπόστολε. Οἱ πόδες οἱ σοὶ προφητικῶς, Παμμάκαρ ὡραιώθησαν· πάντα γὰρ νοῦν σαφῶς ὑπερέχουσαν, εὐηγγελίσω εἰρήνην πάνσοφε, τὴν τὸν πάλαι λύσασαν, τῶν ἀνθρώπων πόλεμον, τὸν Σωτῆρα τῶν ὅλων καὶ Κύριον. Νεκρῶν σου τὰ μέλη τῆς σαρκός, τῷ λόγῳ καθυπέταξας, τὴν τῶν χειρόνων Μάκαρ Τιμόθεε, ἡγεμονίαν διδοὺς τῷ κρείτονι, καὶ παθῶν ἐκράτησας, καὶ ψυχὴν ἐφαίδρυνας, ῥυθμιζόμενος Παύλου διδάγμασι.

ΤΟΙΣ ΘΕΙΟΙΣ ΧΑΡΙΣΜΑΣΙΝ ΑΓΛΑΪΖΟΜΕΝΟΣ...

Τοῖς θείοις χαρίσμασιν ἀγλαϊζόμενος, ἐκόσμησας ἔνδοξε, τὴν Ἐφεσίων λαμπράν, μητρόπολιν Ἀπόστολε· κήρυξ γὰρ ἀνεδείχθης, μετὰ Παύλου τοῦ θείου, πᾶσι προκαταγγείλας, τὸν σωτήριον λόγον· διὸ πανηγυρίζομεν πίστει τὴν μνήμην σου.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΤΙΜΟΘΕΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΟΥ ΤΟΥ ΠΕΡΣΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, καὶ τοῦ Ἁγίου Ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τιμοθέου, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου. Στίχοι Ἔρωτι θείων Τιμόθεος στεμμάτων, Τυφθεὶς βάκλοις, ἔβαψε γῆν ἐξ αἱμάτων. Εἰκάδι δευτερίῃ πνεῦμ’ ἤρθη Τιμοθέοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ὁσιομάρτυρος Ἀναστασίου τοῦ Πέρσου. Στίχοι Ἀναστάσιος ἐν τραχήλῳ τὸν βρόχον, Ὡς λαμπρὸν ὅρμον ὡραΐζεται φέρων. Εἰκάδι δευτερίῃ Ἀναστάσιος βρόχον ἔτλη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων μαρτύρων Μανουήλ, Γεωργίου, Πέτρου, Λέοντος, Σιωνίου, Γαβριήλ, Ἰωάννου, Λέοντος, Παρόδου καὶ τῶν λοιπῶν τριακοσίων ἑβδομήκοντα ἑπτά. Στίχοι Ξίφος Μανουὴλ εἰς μέρη τέμνει δύω, Τιμῶντ’ ἀτμήτους οὐσίας Χριστοῦ δύω. Γεώργιον καὶ Πέτρον, οἷς κοινὸν σέβας, Τέμνουσι κοινῇ Δεσπότου κοινοῦ χάριν. Ἄρρητον εἶχε τὴν προθυμίαν Λέων, Ῥήσσοντος αὐτοῦ τοῦ ξίφους τὴν γαστέρα. Δέος, ξίφους ταθέντος ἐγγὺς αὐχένων, Μακρὰν Γαβριήλ, κα...

ΤΟΝ ΔΙ' ΟΙΚΤΟΝ ΓΕΝΟΜΕΝΟΝ, ΩΣ ΕΥΔΟΚΗΣΕΝ ΑΝΘΡΩΠΟΝ....

Τὸν δι᾿ οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν, τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονενέργητον τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος. Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα, καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος δεινῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἱρομένην θείαν χεῖρα, δι’ ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα. Ὀξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Πάτερ γλῶσσά σου, καλλιγραφοῦσα ἐν χάριτι, πλαξὶ καρδιῶν ἡμῶν, τόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύω οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.

ΝΙΚΗΤΑΙ ΤΥΡΑΝΝΟΥ, ΚΑΙ ΦΛΟΓΟΣ ΤΗ ΧΑΡΙΤΙ

Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολών σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ὁλικῶς ποθήσας, τὸν ὑπερποθήσαντα γένος ἀνθρώπων, τὸν σταυρὸν σου ἦρας, καὶ σὺν αὐτῷ Μακάριε συνεσταυρώθης, Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Ξενωθεὶς ἀπάσης, ἡδονῆς μακάριε θανατηφόρου, σεαυτὸν εἰργάσω, ὅλον ἀκηλίδωτον ἔσοπτρον θεῖον· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας. Ἀπηνοῦς τυράννου, δυσσεβῆ ὠμότητα οὐ κατεπλάγης, ἀλλ' ὡς πύργος ἔστης, ἀκλινὴς ἀκράδαντος ὀρθοδοξίας· Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Ζωηφόρον αἴγλην, ἐκ μιᾶς θεότητος Τρισυποστάτου, δεδεγμένος ὤφθης, τοῖς ἐν σκότει ἥλιος πεπλανημένοις· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

ΤΟ ΞΕΝΟΝ ΚΑΙ ΑΠΟΡΡΗΤΟΝ, ΤΟΥ ΑΧΡΑΝΤΟΥ ΣΟΥ ΤΟΚΟΥ

Τὸ ξένον καὶ ἀπόρρητον, τοῦ ἀχράντου σου τόκου, θεοπρεπὲς μυστήριον, καταπλήττει Ἀγγέλους, καὶ τῶν βροτῶν τὰς χορείας, Μητροπάρθενε Κόρη· καὶ γὰρ Θεὸς ἐν μήτρᾳ σου, σαρκωθεὶς ἀσυγχύτως, ἄνευ σπορᾶς, ὤφθης ὁ ἀπρόσιτος προσιτὸς μοι, ἑνώσας με θεότητι, τῇ αὐτοῦ παραδόξως.

... ΝΕΟΦΥΤΩ ΤΩ ΜΑΡΤΥΡΙ

Ὢ τοῦ παραδόξου θαύματος! Περιστερὰ ὁμιλεῖ, Νεοφύτῳ τῷ Μάρτυρι, ἀνθρωπίνῳ φθέγματι, ἐκ τῶν ἄνω φοιτήσασα· δι’ ἧς ἀστράπτει, βίον ἰσάγγελον, ὑφ’ ἧς νεάζων, ἀθλουργεῖ κράτιστα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος. Ὢ τοῦ παραδόξου θαύματος! ἀπὸ σπαργάνων αὐτοῦ, ὁ ἀρτίφρων Νεόφυτος, ἐκτελεῖ θαυμάσια, ἐνεργείᾳ τοῦ Πνεύματος· ἐκ πέτρας ὕδωρ, εὐχαῖς ἀρύεται, νεκρὰν ἐγείρει, ἧς ὤφθη γέννημα. Ὢ θείων πράξεων, τοῦ πεντάθλου Μάρτυρος! οὗ ταῖς εὐχαῖς, σῶσον τὰς ψυχὰς ἡμῶν, Χριστὲ ὡς εὔσπλαγχνος. Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ ἐναθλῶν, ὁ γενναῖος Νεόφυτος, τοὺς ἐχθροὺς ἐξίστησιν, ἐξαισίοις ἐν θαύμασι, τὸ πῦρ κοιμίζει, τούτῳ βαλλόμενος, ἀγρίους θῆρας, πτήσσοντας δείκνυσιν. Ὢ κράτος ἄμαχον, ἐν ᾧ τεθαυμάστωται, ὁ Ἀθλητής! ἀλλὰ ταῖς εὐχαῖς αὐτοῦ, σῶσον ἡμᾶς ὁ Θεός.

ΕΠΙΦΑΝΕΙΣ ΝΕΟΦΥΤΕ, ΗΓΕΙΡΑΣ ΠΑΡΑΔΟΞΩΣ, ΝΕΚΡΑΝ ΤΗΝ ΣΕ ΚΥΗΣΑΣΑΝ

Ἐπιφανεὶς Νεόφυτε, ἤγειρας παραδόξως, νεκρὰν τὴν σὲ κυήσασαν, θαῦμα μέγιστον δείξας, Χριστοῦ θεράπων ὡς μέγας· ᾧ καὶ νῦν στεφηφόρος, θεόφρον παριστάμενος, μὴ ἐλλίπῃς πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων, ἅγιε καὶ τελούντων, τὴν φωτοφόρον μνήμην σου, Ἀθλοφόρε καὶ Μάρτυς.

ΦΟΥΡΝΟΝ ΖΩΟΚΑΥΣΤΟΝ ΠΟΙΗΣΑΣ, Ο ΠΑΡΑΝΟΜΟΣ ΕΝ ΤΟΥΤΩ ΚΑΤΑΚΛΕΙΕΙ

Φοῦρνον ζωόκαυστον ποιήσας, ὁ παράνομος ἐν τούτῳ κατακλείει, ἐν ἡμέραις τρισίν, ἐφλέχθης δὲ οὐδόλως, ἀναβοῶν Νεόφυτε· Ὁ Θεὸς εὐλογητὸς εἶ. Ἤδετο ὕμνος παραδόξως, ἱσταμένου σου φλογὸς ἐν μέσῳ μάκαρ· ἡ γὰρ δρόσος Θεοῦ, ἀνέψυχέ σε Μάρτυς, ἀναβοῶντα· Κύριε, ὁ Θεὸς εὐλογητὸς εἶ. Μέγιστον θαῦμα καταπλῆττον, πᾶσαν ἔννοιαν ἐν σοὶ τὸ πεπραγμένον· τὸ γὰρ πῦρ οὐδαμῶς, συμφλέξαν σε θεόφρον, διεκχυθὲν κατέκαυσε, τοῦ πυρὸς τοὺς κληρονόμους.

ΟΙ ΕΚ ΤΗΣ ΙΟΥΔΑΙΑΣ, ΚΑΤΑΝΤΗΣΑΝΤΕΣ ΠΑΙΔΕΣ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ». Μίαν φύσιν Τριάδος, μίαν θέλησιν ἔφης, μίαν ἐνέργειαν· Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις θελήσεις, ἐνεργείας, ἐκήρυξας· ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητός εἶ. Οὐ θελήματα δύω, διαιρούμενα γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας Πάτερ, φυσικῇ διαφέρόντα· Ὁ τῶν Πατέρων Θεός, βοῶν εὐλογητὸς εἶ. Στήλην ὀρθοδοξίας, τοὺς ἐνθέους σου λόγους, Πάτερ κατέχοντες, τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ ταῖς οὐσίαις, καὶ θελήσεσι σέβομεν· Εὐλογητὸς εἶ Χριστέ, αὐτῷ ἀναβοῶντες. Δύο Πάτερ εἰδότες, ἐνεργείας τοῦ οἴκτῳ, σεσαρκωμένου Θεοῦ, διττὰς αὐτεξουσίους, θελήσεις διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.

ΘΕΟΛΟΓΩΝ ΕΚΗΡΥΞΑΣ ΜΙΑΝ ΦΥΣΙΝ ΤΡΙΑΔΟΣ, ΚΑΙ ΜΙΑΝ ΠΑΤΕΡ ΘΕΛΗΣΙΝ

Θεολογῶν ἐκήρυξας μίαν φύσιν Τριάδος, καὶ μίαν Πάτερ θέλησιν, καὶ ἐνέργειαν μίαν· Θεοῦ δὲ τοῦ σαρκωθέντος, δύω φύσεις θελήσεις, καὶ ἐνεργείας Μάξιμε, πάνσοφε θεοφάντορ, ὁμολογῶν, θεομάχον αἵρεσιν καταστρέφεις· ὑφ' ὧν τὴν χεῖρα γλῶσσάν τε, ἐκτμηθεὶς Μάρτυς ὤφθης.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΞΙΜΟΥ ΤΟΥ ΟΜΟΛΟΓΗΤΟΥ ΚΑΙ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΝΕΟΦΥΤΟΥ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ, καὶ τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ. Στίχοι Ἄχειρ, ἄγλωττος, χεῖρα καὶ γλῶτταν φύεις Καὶ χερσὶ Θεοῦ, Μάξιμε, ψυχὴν δίδως. Εἰκάδι πρώτῃ πότμος Μαξίμου ὄσσ’ ἐκάλυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νεοφύτου. Στίχοι Τὸν Νεόφυτον ἐκριζοῖ γῆθεν δόρυ, Νέου φυτοῦ κάλλιστον οἷὰ περ θάλος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνὴμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσίμου, Ἐπισκόπου Συρακούσης, Σικελῶν νήσου. Στίχοι Μετάστασιν Ζώσιμος εὗρεν ἐκ βίου, ᾯ καὶ πρὸ ταύτης πᾶς μετάστασις βίος. Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τῶν Ἁγίων Μαρτύρων Εὐγενίου, Οὐαλλεριανοῦ, Κανδίδου, καὶ Ἀκύλα. Στίχοι Τὸν Εὐγένιον, καὶ συνάθλους τρεῖς ἅμα, Δι’ εὐγένειαν ψυχικὴν κτείνει ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ἁγίας Εἰρήνης, ἐν τῇ ἁγιωτάτῃ Ἐκκλησίᾳ τῇ οὔσῃ πρὸς θάλασσαν καὶ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἁγνῆς. Στίχοι Ὑπὲρ νέον σοι μόσχον, ὡς Δαυὶδ λέγει ...

ΕΓΚΡΑΤΕΙΑΣ ΕΛΑΙΩ ΤΗΝ ΤΗΣ ΨΥΧΗΣ, ΕΚΠΛΗΡΩΣΑΣ ΛΑΜΠΑΔΑ

Ἐγκρατείας ἐλαίῳ τὴν τῆς ψυχῆς, ἐκπληρώσας λαμπάδα πνευματικῶς, ποθῶν τὴν ἀείφωτον, τοῦ Νυμφίου σου ἔλευσιν, προσευχαῖς ἀγρύπνοις, ἐτήρησας, Ὅσιε, καὶ νυμφῶνι τούτου, εὐφραίνει μακάριε· ὅθεν ἐπαξίως τὴν τρυφὴν ἐκομίσω, τὴν ὄντως ἀείζωον, καὶ θαυμάτων ἐνέργειαν. Θεοφόρε Εὐθύμιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΟΛΟΝ ΣΑΥΤΟΝ, ΠΑΤΕΡ ΘΕΩ ΚΑΘΙΕΡΩΣΑΣ

Ὅλον σαυτόν, Πάτερ Θεῷ καθιέρωσας, ἀθανάτου, δόξης ἐφιέμενος, καὶ πρὸς αὐτόν, ἕδραμες θερμῶς, διὰ πολιτείας, ἀμέμπτου καὶ δι᾿ ἀσκήσεως, καὶ βίου λαμπροτάτου, ἀνενδότως κραυγάζων· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε. Σὺ τὴν πηγήν, Ὅσιε τῆς ἀγαθότητος, ἀγαπήσας, ὅλης ἐκ δυνάμεως, τοῖς Ἀσκηταῖς, γέγονας πηγή, θείων χαρισμάτων, διψῶντας, τούτους ἰώμενος· πηγὰς γὰρ ὥσπερ πάλαι, Μωϋσῆς ἐν ἐρήμῳ, παραδόξως Παμμάκαρ ἀνέβλυσας. Ἐπιφανείς, ἐκ τῶν ἀδύτων τοῦ Πνεύματος, τῆς παιδίσκης, γόνους ἠλευθέρωσας, υἱοὺς Θεοῦ ἀξιοπρεπῶς, τούτους ἀναπλάσας, υἱοθεσίας Βαπτίσματι· τοῦ θείου γάρ Προδρόμου, μιμησάμενος βίον, Βαπτιστὴς ἀνεδείχθης Εὐθύμιε. Ὑπὸ Θεοῦ, τοῖς ἀγνοοῦσιν Εὐθύμιε, ἐπεγνώσθης, χάριτι λαμπόμενος· οὐ γὰρ τὴν σήν, ἔδει ἀρετήν, ὄντως ἐν ἐρήμῳ, λαθεῖν καὶ κατακαλύπτεσθαι· διὸ σε φωτοφόρον, ὡς φωστῆρα τοῖς πᾶσιν, ὁ Δεσπότης τῶν ὅλων ἀνέδειξε.

ΟΣΙΕ ΠΑΤΕΡ ΕΥΘΥΜΙΕ, ΚΑΤΑΛΙΠΩΝ ΤΑ ΕΝ ΓΗ

Ὅσιε Πάτερ Εὐθύμιε, καταλιπὼν τὰ ἐν γῇ, τῷ Χριστῷ ἠκολούθησας, μὴ προκρίνας ἔνδοξε, τὰ φθαρτὰ πρὸς τὰ μένοντα· καὶ ἐν ἐρήμῳ, ὥσπερ ἐν πόλει οἰκῶν, τάς τῶν δαιμόνων, φάλαγγας ὤλεσας. Ὢ τὶς ἰσχύσειεν, ἐξειπεῖν Ἀοίδιμε, τῆς σῆς ψυχῆς, ὄντως τὴν θερμότητα, τὴν πρὸς τὸν Κύριον! Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀνεδείχθης κανών, Μοναζόντων καὶ καύχημα, ὀρθοδόξων ἥδυσμα, καὶ λαμπρὸς οἰκουμένης φωστήρ· τοῦ γὰρ δολίου ἐχθροῦ οὐκ ἔπτηξας, τάς ἐκφοβήσεις, ἐν τῷ σπηλαίῳ οἰκῶν. Ὢ τοῦ χαρίσματος, τοῦ ἐν σοὶ Μακάριε! δι᾿ οὗ σαφῶς, πᾶσαν κατεπάτησας, τὴν τῶν δαιμόνων ὀφρύν. Ὅσιε Πάτερ Εὐθύμιε, σὺ ἀληθῶς πρὸς Θεόν, τὴν ψυχὴν ἀνεπτέρωσας, καὶ ἀσκήσει Ἅγιε, τὰς αἰσθήσεις ἐκάθηρας· καὶ ταῖς ἀπαύστοις, εὐχαῖς πανόλβιε, τῆς ἀθανάτου ζωῆς ἠξίωσαι. Ὦ ἐγκαλλώπισμα, Ἀσκητῶν ἀοίδιμε, σὲ ὁ Χριστὸς χαίρων ὑπεδέξατο· εἰς τὰς ἀΰλους μονάς.

ΧΑΙΡΕ ΣΕΜΝΗ, ΧΑΙΡΕ ΠΑΡΘΕΝΕ ΠΑΝΑΧΡΑΝΤΕ... ΧΑΙΡΕ ΚΙΒΩΤΕ...

Χαῖρε σεμνή, χαῖρε Παρθένε πανάχραντε, χαῖρε Ὄρος, χάριτι κατάσκιον, χαῖρε Σκηνή· χαῖρε Κιβωτέ, χαῖρε Λυχνία, τὸ Φῶς τὸ θεῖον βαστάζουσα· χαρᾶς γὰρ ἀνεκφράστου, καὶ ψυχῶν εὐφροσύνης, τοῖς πιστεύουσι πρόξενος γέγονας.

ΕΚΑΛΥΨΕΝ ΟΥΡΑΝΟΥΣ, Η ΑΡΕΤΗ ΣΟΥ ΧΡΙΣΤΕ...

«Ἐκάλυψεν οὐρανούς, ἡ ἀρετή σου Χριστέ· τῆς κιβωτοῦ γὰρ προελθών, τοῦ ἁγιάσματός σου, τῆς ἀφθόρου Μητρός, ἐν τῷ ναῷ τῆς δόξης σου, ὤφθης ὡς βρέφος ἀγκαλοφορούμενος, καὶ ἐπληρώθη τὰ πάντα, τῆς σῆς αἰνέσεως».

ΑΣΚΗΤΩΝ ΕΥΣΕΒΕΙΑΣ, ΕΠΙ ΤΗΝ ΟΥΡΑΝΙΟΝ ΤΡΙΒΟΝ ΕΥΘΥΜΙΕ...

Ἀσκητῶν εὐσεβείας, ἐπὶ τὴν οὐράνιον τρίβον Εὐθύμιε, προηγήσω Πάτερ, καὶ πρὸς κληροδοσίαν ἀνώλεθρον, ἐν ὑψίστοις ἄγων, στῦλος πυρός τε καὶ νεφέλης, δεδειγμένος τῇ αἴγλῃ τοῦ Πνεύματος. Ἰατρὸν ἀσθενούντων, ἄγαν συμπαθέστατον κόσμῳ δεδώρηται, ὁ Χριστὸς σε Πάτερ, καὶ πεινώντων τροφέα παράδοξον, παιδευτὴν ἀφρόνων, σωφρονιστὴν ἀγνωμονούντων, ὀρφανῶν καὶ πτωχῶν ἀντιλήπτορα. Συμπαθὴς ἐλεήμων, γνώμην ταπεινόφρονα φέρων γεγένησαι, τῶν παθῶν ἐκτέμνων, τὰς αἰτίας ἐνθέοις διδάγμασι, καὶ σοφίζων Πάτερ, καὶ νουθετῶν τοὺς φοιτητάς σου, καὶ ψυχῶν θεραπεύων νοσήματα. Πανταχοῦ τὰς ἀκτῖνας, πέμπων τῶν θαυμάτων σου πάντας ἐφώτισας· καὶ μαγνῆτις ὥσπερ, ἐφειλκύσω πρὸς τὰ σὰ παιδεύματα, διαπλάττων ἤθη, καὶ τῶν ψυχῶν τὰς διαθέσεις, ἐμβατεύων ψυχῆς καθαρότητι.

ΤΩΝ ΜΟΝΑΣΤΩΝ ΤΑ ΠΛΗΘΗ, ΤΟΝ ΚΑΘΗΓΗΤΗΝ ΣΕ ΤΙΜΩΜΕΝ ΕΥΘΥΜΙΕ....

Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Εὐθύμιε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΚ ΡΑΘΥΜΟΥ ΚΑΡΔΙΑΣ ΤΗΝ ΑΙΝΕΣΙΝ

Ἐκ ῥᾳθύμου καρδίας τὴν αἴνεσιν, πῶς προσοίσω ὁ ἄθλιος δέδοικα, καὶ ὑμνήσω τὸν μέγαν Εὐθύμιον; ἀλλὰ τούτου θαρρῶν ταῖς δεήσεσιν, ἐν εὐθυμίᾳ καὶ σπουδῇ πολλῇ, τῇ ᾠδῇ ἐγχειρήσω, καὶ πᾶσιν ἐξείπω αὐτοῦ τὴν πολιτείαν, καὶ τὴν γέννησιν, καὶ πῶς οἱ τούτου γονεῖς ἔψαλλον τό, Ἀλληλούϊα.

ΝΕΟΙ ΤΡΕΙΣ ΕΝ ΒΑΒΥΛΩΝΙ, ΠΡΟΣΤΑΓΜΑ ΤΥΡΑΝΝΙΚΟΝ,....ΕΝΑ ΚΑΙ ΜΕΤΑ ΤΗΝ ΘΕΙΑΝ.... ΕΥΘΥΜΙΕ ΣΕΒΩΝ ΕΒΟΑΣ...Υ

Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον θέμενοι, ἐν μέσῳ φλογὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ὤφθης εἴσω τῆς νεφέλης, Πάτερ τῷ ὑπερφυεῖ, πυρὶ καλυπτόμενος, ὡς θεῖος βοῶν μυστιπόλος· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Νέμει σοι τὰ ὑπὲρ φύσιν, Πάτερ ὁ Δημιουργός, ἀφθόνως τῆς φύσεως, ψυχῶν διαθέσεις προφαίνων, τῶν μετασχόντων Ὅσιε, τῆς σαρκὸς τοῦ Κυρίου σου. Ἕνα καὶ μετὰ τὴν θείαν, σάρκωσιν μονογενῆ, ἐν δύω ταῖς φύσεσιν, Εὐθύμιε σέβων ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΕΝ ΤΗ ΣΕΠΤΗ ΓΕΝΝΗΣΕΙ ΣΟΥ, ΧΑΡΑΝ Η ΚΤΙΣΙΣ...

Ἐν τῇ σεπτῇ γεννήσει σου, χαρὰν ἡ κτίσις εὕρατο, καὶ ἐν τῇ θείᾳ μνήμῃ σου Ὅσιε, τὴν εὐθυμίαν ἔλαβε τῶν πολλῶν σου θαυμάτων· ἐξ ὧν παράσχου πλουσίως ταῖς ψυχαῖς ἡμῶν, καὶ ἀποκάθαρον ἁμαρτημάτων κηλῖδας, ὅπως ψάλλωμεν, Ἀλληλούϊα.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΥΘΥΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ...

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Εὐθυμίου τοῦ Μεγάλου. Στίχοι Τὶ κοινὸν Εὐθύμιε σοὶ καὶ τῷ βίῳ; Πρὸς Ἀγγέλους ἄπαιρε τοὺς ξένους βίου Λῆξε βίου Εὐθύμιος εἰκάδι ἠϋγένειος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βάσσου, Εὐσεβίου, Εὐτυχίου καὶ Βασιλίδου. Στίχοι Χεῖρας Βάσσου τέμνουσι χεῖρες δημίων, Χεῖρες βέβηλοι, χεῖρας ἡγιασμένας. Τμηθεὶς πέλυξιν Εὐσέβιος πᾶν μέλος, Τὴν Ὀρθόδοξον Πίστιν ἄτρωτος μένει. Εὐτύχιον διεῖλον εἰς μέρη τρία, θείως Θεοῦ Πρόσωπα τιμῶντα τρία. Ἀπορραγῆναι μὴ θέλων Βασιλίδης, Μοίρας Ἀθλητῶν, ἐρράγη τὴν γαστέρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰννᾶ, Πιννᾶ, καὶ Ῥιμμᾶ. Στίχοι Θάλψις δεχέσθω τοὺς Ἀθλητὰς τοῦ κρύους, Ἰννᾶν, Πιννᾶν, Ῥιμμᾶν τε τοὺς κρυσταλλίνους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μακαρίου Πέτρου τοῦ Τελώνου. Στίχοι Καλεῖ σε Πέτρε Χριστὸς ἐκ τελωνίου Πρὸς ἀρετὴν πρίν, νῦν δὲ πρὸς τρυφὴν πόλου. Ταῖς αὐτῶν ἁγίαις πρε...

ΩΣ ΠΑΝΤΩΝ, ΚΤΙΣΜΑΤΩΝ ΠΟΙΗΤΗΝ ΓΕΝΝΗΣΑΣΑ

Ὡς πάντων, κτισμάτων Ποιητὴν γεννήσασα, Θεομῆτορ ὑπερβέβηκας, πᾶσαν τὴν κτίσιν θείᾳ δόξῃ, καὶ τῇ ἁγιωσύνῃ καὶ χάριτι, καὶ πᾶσι τῆς ἀρετῆς προτερήμασιν· ὅθεν σε πάντες μεγαλύνομεν.

ΑΓΓΕΛΙΚΟΝ ΤΟΝ ΒΙΟ

Ἀγγελικὸν τὸν βίον, ποθῶν ἐμάκρυνας σαυτόν, ἐν ταῖς ἐρήμοις καὶ πάθη, καθυποτάξας τῆς σαρκός, ἰσάγγελος ἀνεδείχθης, Πατὴρ ἡμῶν θεοφόρε.

ΥΜΝΟΥΜΕΝ ΣΕ ΚΕΧΑΡΙΤΩΜΕΝΗ ΘΕΟΝ ΓΑΡ ΗΜΙΝ ΣΕΣΑΡΚΩΜΕΝΟΝ ΤΕΤΟΚΑΣ

Ὑμνοῦμέν σε Κεχαριτωμένη· Θεὸν γὰρ ἡμῖν σεσαρκωμένον τέτοκας· ὅθεν Θεοτόκον σε, πάντες ὀνομάζομεν, τὴν θεοδόχον τράπεζαν, τὴν καλλονὴν Ἰακώβ· Τὸν Κύριον ὑμνεῖτε βοῶντες, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΠΑΙΔΑΣ ΕΥΑΓΕΙΣ ΕΝ ΤΗ ΚΑΜΙΝΩ, Ο ΤΟΚΟΣ ΤΗΣ ΘΕΟΤΟΚΟΥ ....

«Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ῥήματα ζωῆς τῆς αἰωνίου, Παμμάκαρ ἐν τῇ καρδίᾳ σου δεξάμενος, σάρκα κατεμάρανας, κόσμῳ τεθανάτωσαι, καὶ ζωηφόρον νέκρωσιν, ἀμφιασάμενος· Τὸν Κύριον ὑμνεῖτε κραυγάζεις, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἵλεων γενέσθαι Θεοφόρε, τὸν μόνον ἀγαθοδότην καθικέτευε, τοῖς τὴν σὴν πανίερον, μνήμην ἑορτάζουσιν, ἁμαρτημάτων ἄφεσιν, τούτοις αἰτούμενος· Τὸν Κύριον ὑμνεῖτε βοῶσι, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Νεύσει πρὸς Θεὸν ἀδιαλείπτῳ, προσέχων καὶ τῆς ἐκεῖθεν ἐπιλάμψεως, αἴγλην εἰσδεχόμενος, φῶς ἀντανακλώμενον, διαφανὲς ὡς ἔσοπτρον, πέμπεις τοῖς ψάλλουσιν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Κλίμακα πρὸς ὕψος τεταμένην, ἐφ’ ἧς περ ἐστηριγμένος ὤφθη Κύριος, Πάτερ ἀναβέβηκας, θείαις ἀναβάσεσιν, ἀεὶ προκόπτων Ὅσιε, ἕως κατέλαβες· ...

ΕΝ ΤΩ ΟΙΚΩ ΚΥΡΙΟΣ, ΤΗΣ ΕΓΚΡΑΤΕΙΑΣ, ΑΛΗΘΩΣ ΣΕ ΕΘΕΤΟ,

Ἐν τῷ οἴκῳ Κύριος, τῆς ἐγκρατείας, ἀληθῶς σε ἔθετο, ὥς περ ἀστέρα ἀπλανῆ, φωταγωγοῦντα τὰ πέρατα, Πάτερ Πατέρων, Μακάριε Ὅσιε.

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ... ΜΕΓΑΛΥΝΟΜΕΝ...

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῶ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».

ΕΥΑ ΜΕΝ ΤΩ ΤΗΣ ΠΑΡΑΚΟΗΣ ΝΟΣΗΜΑΤΙ, ΤΗΝ ΚΑΤΑΡΑΝ ΕΙΣΩΚΙΣΑΤΟ

«Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν». Δάκρυσι μέν, τοῖς ἀσκητικοῖς τὴν ἄρουραν, τῆς καρδίας σου κατήρδευσας· χαίρων δὲ πάτερ θεοφόρε, νῦν ἐν ἀγαλλιάσει τὰ δράγματα, συλλέγεις τῶν ἀγώνων τὰ ἔπαθλα· ὅθεν σε πάντες μακαρίζομεν. Ἄδυτον, ἀνέτειλέ σοι φῶς, ἀΐδιος εὐφροσύνη ὑπεδέξατο, ἔνθα χορεύων, σὺν Ἀγγέλοις περὶ τὸν Βασιλέα καὶ Κύριον, τῶν πίστει ἐπιτελούντων τὴν μνήμην σου, μέμνησο Πάτερ παμμακάριστε. Νόμον Πάτερ, τὸν ἀθλητικὸν ἠγώνισαι, προσηκόντως καὶ νενίκηκας· ὅθεν σε δόξης τῷ στεφάνῳ, ὁ μόνος εὐεργέτης τετίμηκε, καὶ θείας φωτοφανείας ἠξίωσε, καὶ μακαρίων ἀπολαύσεων.

ΤΟΝ ΤΟΥ ΚΥΡΙΟΥ ΕΡΑΣΤΗΝ, ΤΩΝ ΜΟΝΑΣΤΩΝ ΤΟ ΚΛΕΟΣ

Τὸν τοῦ Κυρίου ἐραστήν, τῶν Μοναστῶν τὸ κλέος, θαυμάτων τὸν ταμίαν, Μακάριον τὸν μέγαν, ἀνευφημήσωμεν πιστῶς· οὗτος γὰρ τῶ φέγγει τῶν ἀγώνων αὐτοῦ, ὡς ἥλιος ἐξέλαμψε, φωτίζων τοὺς ἐν σκότει ὑπάρχοντας παθῶν καὶ ἁμαρτίας, καὶ ἐκδιώκων τῶν δαιμόνων τὴν ζοφερὰν πλάνην ἀνενδότως. Διὸ καὶ ποταμοὺς πλουσίων θαυμάτων, ὡς ἐκ κρήνης λογικῆς ἐκβλύζων, πάντων τὰς ψυχὰς ῥωννύει τῶν ἐκβοώντων· Πατέρων Πάτερ, Μακάριε Ὅσιε.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΜΑΚΑΡΙΟΥ ΤΟΥ ΑΙΓΥΠΤΙΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὅσίου Πατρὸς ἡμῶν Μακαρίου τοῦ Αἰγυπτίου καὶ ἀναχωρητοῦ, καὶ τοῦ Ὁσίου Μακαρίου τοῦ Ἀλεξανδρέως. Στίχοι Θανοῦσα θείων ἡ δυὰς Μακαρίων, Ζωῆς μετέσχε τῆς μακαριωτάτης. Γῆν μακάρων λάχον ἐννεακαιδεκάτῃ Μακάριοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας Μάρτυρος Εὐφρασίας. Στίχοι Ψεύδει σοφῷ φυγοῦσα σαρκὸς τὴν ὕβριν, Ἀθλεῖς ἀληθῶς ἐκ ξίφους Εὐφρασία. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ εἰς τὸν Ναὸν τῶν ἁγίων Ἀποστόλων Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν ἁγίοις Πατρὸς ἡμῶν Γρηγορίου τοῦ θεολόγου. Στίχοι Ἔχει νεκρὸν σὸν ἡ καλὴ μετοικία, Καλῶ γάρ, ὡς σύ, τοὺς Ἀποστόλους Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ ἀνάμνησις τοῦ ἐν Νικαίᾳ μεγίστου θαύματος, ὅτε ὁ Μέγας Βασίλειος διὰ προσευχῆς ἀνέῳξε τὰς πύλας τῆς Καθολικῆς Ἐκκλησίας καὶ παρέθετο αὐτὴν τοῖς Ὀρθοδόξοις. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΟΥ Ο ΟΥΡΑΝΟΣ, ΚΑΙ ΤΗΣ ΓΗΣ ΚΑΤΕΠΛΑΓΗ ΤΑ ΠΕΡΑΤΑ

«Ἐξέστη ἐπὶ τούτου ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν». Ἐξέλαμψεν ὁ βίος ὡς ἀστραπή· εξεχύθη δὲ πάτερ ὁ φθόγγος σου, ὥς περ βροντή, πᾶσιν, οὓς ὁ ἥλιος ἐφορᾷ· ἐξ οὐρανοῦ γὰρ ἔσχηκας, ἄνωθεν τὴν ἔμπνευσιν ἀληθῶς· διὸ οὐκ ἔσβεσέ σου, ὁ πρόξενος τῆς λήθης, τὴν μνήμην τάφος Ἀθανάσιε. Φωτὶ τῷ τρισηλίῳ καὶ τριφεγγεῖ, τηλαυγέστερον νῦν ἐλλαμπόμενος, τοῖς ὑμνηταῖς, σοῦ ἀντανακλάσεις αὐγοειδεῖς, διαφανὲς ὡς ἔσοπτρον, ἄνωθεν ἐκπέμπεις ἡλιακάς, καὶ σοὶ συστήσαις Μάκαρ, κἂν μέγα καὶ ἐξόχως, ὑπὲρ ἀξίαν τὸ αἰτούμενον. Ὑμνοῦντες δυσωποῦμέν σε ἐκτενῶς· Ὑπὲρ τῆς Ἐκκλησίας ἱκέτευε, διὰ Σταυροῦ νίκας δωρηθῆναι τῷ βασιλεῖ, τῇ ὀρθοδόξῳ Πίστει τε, κράτος καθ᾿ αἱρέσεων δυσμενῶν· ἡμῖν δὲ σωτηρίαν, εἰρήνην τε τῷ κόσμῳ, ἐν τῇ σῇ μνήμῃ Ἀθανάσιε.

ΣΩΤΗΡΑ ΩΣ ΤΕΚΟΥΣΑ ΚΑΙ ΛΥΤΡΩΤΗΝ, ΣΩΤΗΡΙΑΣ ΜΕ ΚΟΡΗ

Σωτῆρα ὡς τεκοῦσα καὶ Λυτρωτήν, σωτηρίας με Κόρη ἀξίωσον, ἐπιτυχεῖν, Πάναγνε πταισμάτων μου τὰς σειράς, ταῖς σαῖς πρεσβείαις λύσασα· πάντα γὰρ ὡς θέλεις νῦν κατορθοῖς, ὡς φέρουσα ἐν κόλποις, τὸν πάντων Βασιλέα, τὸν ἀγαθότητι ἀσύγκριτον.

ΜΑΚΑΡΙΖΟΜΕΝ ΣΕ, ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ

Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴ τῶν ψυχῶν ἡμῶν.

ΙΕΡΑΡΧΑΙ ΜΕΓΙΣΤΟΙ ΤΗΣ ΕΥΣΕΒΕΙΑΣ

Ἱεράρχαι μέγιστοι τῆς εὐσεβείας, καὶ γενναῖοι πρόμαχοι, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, πάντας φρουρεῖτε τοὺς μέλποντας. Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.

ΔΕΥΤΕ ΣΥΝΕΥΦΡΑΝΘΩΜΕΝ, ΠΑΝΤΕΣ ΟΙ ΓΗΓΕΝΕΙΣ

Δεῦτε συνευφρανθῶμεν, πάντες οἱ γηγενεῖς, ἐπὶ τῇ μνήμῃ τῶν σοφωτάτων Διδασκάλων ἡμῶν, Ἀθανασίου τε καὶ Κυρίλλου· οὗτοι γάρ, ὡς ἀξιόθεοι παλαισταί, καὶ πρόμαχοι τῆς ἀληθείας πιστότατοι, ἐχθροῖς τοῖς ἀοράτοις καὶ ὁρατοῖς, εὐσεβοφρόνως ἀντέστησαν· διὸ ἐν οὐρανοῖς, στεφάνοις τῆς ἀθανασίας αὐτοῦ κατέστεψεν, ὁ τῶν ἁπάντων Βασιλεύς. Καὶ νῦν μέτ᾿ Ἀγγέλων χορεύοντες, ὑμνοῦσιν ἀκαταπαύστως αὐτόν, τρισαγίοις ᾄσμασι, τὸν ἐν Τριάδι ὁμοούσιον.

ΙΕΡΑΡΧΩΝ ΤΟΥΣ ΑΡΧΗΓΟΥΣ, ΠΑΤΡΙΑΡΧΩΝ ΤΟΥΣ ΑΚΡΑΙΜΟΝΑΣ, ΚΑΙ ΠΑΜΦΑΕΙΣ ΦΩΣΤΗΡΑΣ

Ἱεραρχῶν τοὺς ἀρχηγούς, Πατριαρχῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, τῶν ἐννοιῶν τοῦ Χριστοῦ τοὺς ἐκφάντορας, συνελθόντες ὧ φιλέορτοι, πνευματικοῖς ἐγκωμίοις αἰνέσωμεν λέγοντες· Χαίροις σοφὲ Ἀθανάσιε, ἐπώνυμε τῆς ἀθανασίας, ὁ τὸν ληρώδη Ἄρειον, καθάπερ λύκον ἐκσφενδονήσας τοῖς ποίμνης τοῦ Χριστοῦ, τῇ ἐλαστικῇ σφενδόνῃ τῶν θεοσόφων δογμάτων σου. Χαίροις ἀστὴρ παμφαέστατε, ὑπέρμαχε τῆς Ἀειπαρθένου, ὁ στεντορείως αὐτὴν Θεοτόκον, ἐν μέσῳ τοῦ ἐν Ἐφέσῳ ἱεροῦ συλλόγου, ἀνακηρύξας λαμπρῶς, καὶ τῶν Νεστορίου ληρημάτων καθαιρέτα, παμμακάριστε Κύριλλε· Χαίρετε θεολογίας πηγαί, θεοσοφίας ποταμοὶ ἀέναοι, καὶ βρύσεις θείας γνώσεως. Ἀλλ᾿ ὦ Πατέρες τρισόλβιοι, μὴ παύσησθε πρεσβεύοντες Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τελούντων ὑμῶν, τὴν πανίερον καὶ θείαν πανήγυριν.

ΤΟΙΣ ΠΥΡΙΝΟΙΣ ΣΟΥ ΔΟΓΜΑΣΙ.... ΚΥΡΙΛΛΕ

Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης φλέγεται ὕλη Πάνσοφε· τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα, ἀπειθούντων δυσσεβῶν, τοῖς δὲ δόγμασι Κύριλλε, τῆς σοφίας σου, καλλωπίζεται Μάκαρ καθ᾿ ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε. Εὐφραδίᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς, τὴν ἁγίαν καὶ εὔσημον, μνήμην ἔνδοξε, Ὀρθοδόξων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς Συνόδου, τῆς Παναγίας ὑπέρμαχε. Τῆς Χριστοῦ ἀπεδίωξας, νοητοὺς λύκους Κύριλλε, Ἐκκλησίας σκίμπωνι τῶν δογμάτων σου· καὶ ταύτην κύκλῳ ἐτείχισας, λόγων ὀχυρώμασι, παραστήσας τῷ Χριστῷ, ἀσινῆ καὶ ἀλώβητον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

ΔΙΩΓΜΟΥΣ ΕΚΑΡΤΕΡΗΣΑΣ, ΚΑΙ ΚΙΝΔΥΝΟΥΣ ΥΠΕΜΕΙΝΑΣ, ΘΕΟΡΡΗΜΟΝ ΟΣΙΕ ΑΘΑΝΑΣΙΕ

Διωγμοὺς ἐκαρτέρησας, καὶ κινδύνους ὑπέμεινας, θεορρῆμον Ὅσιε Ἀθανάσιε, ἕως τὴν πλάνην ἐξώρισας, Ἀρείου τὴν ἄθεον· καὶ τὴν Ποίμνην τῆς αὐτοῦ, ἀσεβείας διέσωσας, ὁμοούσιον, τῷ Πατρὶ δογματίζων τὸν Υἱόν τε, καὶ τὸ Πνεῦμα ὀρθοδόξως, Ἱερουργὲ παμμακάριστε. Ἀστραπαῖς τοῦ κηρύγματος, τοὺς ἐν σκότει ἐφώτισας, καὶ τὴν πλάνην ἅπασαν ἀπεδίωξας, προκινδυνεύων τῆς Πίστεως, στερρὲ Ἀθανάσιε, ὡς ποιμὴν ἀληθινός, ὡς ἑδραίωμα ἄσειστον, παναοίδιμε, τῆς Χριστοῦ Ἐκκλησίας· διὰ τοῦτο, συνελθόντες σε τιμῶμεν, μελῳδικῶς ἀγαλλόμενοι. Ἀρετὴν πᾶσαν ἤσκησας, ἐπιμόνως Θεόπνευστε, καὶ χρισθεὶς τῷ Πνεύματι χρῖσμα ἅγιον, Ἱερουργὸς Ἱερώτατος, σαφῶς ἐχρημάτισας, καὶ Ποιμὴν ἀληθινός, καὶ τῆς Πίστεως πρόμαχος· ὅθεν ἅπασα, Ἐκκλησία δοξάζει σου τὴν μνήμην, ἱερῶς ἐπιτελοῦσα, καὶ τὸν Σωτῆρα δοξάζουσα.

ΔΕΥΤΕ ΦΙΛΕΟΡΤΟΙ ΠΑΝΤΕΣ ΠΑΝΗΓΥΡΙΣΩΜΕΝ...

Δεῦτε φιλέορτοι πάντες πανηγυρίσωμεν, τὴν μνήμην τῶν ἐνδόξων, Διδασκάλων τιμῶντες· ἐν Πνεύματι γὰρ θείῳ καθεῖλον ὀφρύν, ἀκαθέκτων αἱρέσεων· καὶ θεοφθόγγοις διδάγμασι τὴν Χριστοῦ, Ἐκκλησίαν ὑπεστήριξαν. Ὀρθοδοξίας ἀκτῖσι περιλαμπόμενοι, οἱ νοητοὶ ἀστέρες, ὑπερηύγασαν λόγοις· ὁ μὲν γὰρ τὴν Ἀρείου θεοστυγῆ, γλωσσαλγίαν ἐφίμωσεν· ὁ δὲ Νεστόριον αὖθις καὶ ἐμμανῆ, καταβέβληκε Σαβέλλιον. Τὴν ἱερὰν Ξυνωρίδα τῶν Διδασκάλων ἡμῶν, τοὺς ζηλωτὰς Κυρίου, εὐφημήσωμεν ὕμνοις, Κύριλλον τὸν θεῖον, φλόγα πυρός, καὶ στερρὸν Ἀθανάσιον· ἐν οὐρανοῖς γάρ συνόντες ὑπὲρ ἡμῶν, τῷ Θεῷ ἀεὶ πρεσβεύουσι. Ταῖς ἱκεσίαις τῶν θείων Ἱεραρχῶν σου Χριστέ, ἐπίσκεψαι ἐξ ὕψους, ἐκλογάδα σου ποίμνην, ἐν μέσῳ νεμομένην λύκων δεινῶν, ὧν τὰ θράση κατάβαλε· οὐ γὰρ ἐπαύσατο ἔτι καὶ νῦν ἰδού, τῶν αἱρέσεων τὰ σκάνδαλα.

ΑΚΑΤΑΛΗΠΤΩ ΣΟΥ ΧΕΙΡΙ, ΚΑΙ ΣΘΕΝΕΙ ΑΠΟΡΡΗΤΩ, ΤΗΝ ΣΗΝ ΝΥΝ ΕΚΚΛΗΣΙΑΝ ΟΥΡΑΝΩΣΑΣ ΟΙΚΤΙΡΜΟΝ...

Ἀκαταλήπτῳ σου χειρί, καὶ σθένει ἀπορρήτῳ, τὴν σὴν νῦν Ἐκκλησίαν οὐρανώσας Οἰκτίρμον, ἔδειξας ὄντως φαεινοὺς τοὺς δύω φωστῆρας, μεγίστους τε καὶ τερπνούς, τὸν κόσμον καταυγάζοντας, σὺν Ἀθανασίῳ τῷ πανσόφῳ, Κύριλλον τὸν θεῖον. Ταῖς αὐτῶν οὖν ἱκεσίαις, ἐξάρας τὴν νύκτα, ἐχθρῶν πᾶσαν ἀχλὺν διάλυσον Σῶτερ, καὶ φωτὶ τῷ φρικτῷ τῶν πιστῶν τὰ πλήθη καταύγασον, πρὸς τὸ κράζειν καὶ βοᾶν σοι· Σῶσον Οἰκτίρμον, τοὺς πίστει τιμῶντάς σε.

ΔΕΥΤΕ ΦΙΛΕΟΡΤΩΝ ΤΟ ΣΥΣΤΗΜΑ, ΔΕΥΤΕ ΤΩΝ ΠΙΣΤΩΝ Η ΟΜΗΓΥΡΙΣ

Δεῦτε φιλεόρτων τὸ σύστημα, δεῦτε τῶν Πιστῶν ἡ ὁμήγυρις, δεῦτε ὀρθοδόξων χορεῖαι, ᾄσμασιν ἐγκωμίων στέψωμεν, τὴν ἀεισέβαστον δυάδα τῶν Διδασκάλων ἡμῶν· οὗτοι γὰρ πάντα ζόφον κακίστης αἱρέσεως, πᾶσαν ἀπάτην τῶν δυσμενῶν, νεανικῶς καθελόντες, τῇ ἀηττήτῳ τοῦ Πνεύματος ἰσχύϊ, τὸν κόσμον κατηύγασαν, θεογνωσίας ἐλλάμψεσι· καὶ νῦν πρεσβεύουσιν ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει τελούντων τὴν μνήμην αὐτῶν.

ΜΝΗΜΗ ΤΩΝ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΕΡΩΝ ΗΜΩΝ, ΚΑΙ ΜΕΓΑΛΩΝ ΑΡΧΙΕΠΙΣΚΟΠΩΝ ΑΛΕΞΑΝΔΡΕΙΑΣ, ΑΘΑΝΑΣΙΟΥ ΚΑΙ ΚΥΡΙΛΛΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, καὶ μεγάλων Ἀρχιεπισκόπων Ἀλεξανδρείας, Ἀθανασίου καὶ Κυρίλλου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Πατριαρχῶν Ἀλεξανδρείας. Στίχοι Ἀθανάσιον καὶ θανόντα ζῆν λέγω. Οἱ γὰρ δίκαιοι ζῶσι καὶ τεθνηκότες. Φυγῆς Κυρίλλου σήμερον μνήμην ἄγει, Ἀλλ' οὐ τελευτῆς τῆς ἀειμνήστου κτίσις. Τάρχυσαν ὀγδοάτῃ δεκάτῃ νέκυν Ἀθανασίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδούλης. Στίχοι Τὴν θεοδούλην ἐκ ξίφους τεθνηκέναι, Δοῦλοι Θεῶν κρίνουσι τῶν ψευδωνύμων. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ξένη πυρὶ τελειοῦται. Στίχοι Ὁ Χριστὸς ἦλθεν πῦρ βαλεῖν εἰς τὴν γῆν πάλαι, Ξένη τρέφουσα καρτερεῖ τὸ πῦρ ξένως. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΦΘΗΣ ΕΚ ΜΗΤΡΙΚΩΣ, ΣΠΑΡΓΑΝΩΝ ΘΕΟΦΟΡΕ....ΑΝΤΩΝΙΕ

Εικόνα
Ὤφθης ἐκ μητρικῶν, σπαργάνων θεοφόρε, ἡγιασμένον σκεῦος, Ἀντώνιε καὶ οἶκος, τοῦ Παναγίου Πνεύματος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Δόλους τῶν πονηρῶν, δαιμόνων θριαμβεύσας, τῇ τοῦ Σταυροῦ δυνάμει, ἐτράνωσας τὴν δόξαν, Χριστοῦ Πάτερ Ἀντώνιε. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον. Ἤρθης ὡς Ἠλιού, ἐν ἅρματι πυρίνῳ, καὶ συνεκράθης μάκαρ, ἀμέσως τῇ Τριάδι, Ἀντώνιε παγκόσμιε.

ΑΔΙΟΔΕΥΤΕ ΠΥΛΗ, ΜΥΣΤΙΚΩΣ ΕΣΦΡΑΓΙΣΜΕΝΗ, ΕΥΛΟΓΗΜΕΝΗ ΘΕΟΤΟΚΕ

Ἀδιόδευτε πύλη, μυστικῶς ἐσφραγισμένη, εὐλογημένη Θεοτόκε, δέξαι τὰς δεήσεις ἡμῶν, καὶ προσάγαγε τῶ σῷ Υἱῷ καὶ Θεῷ, ἵνα σώσῃ διὰ σοῦ τὰς ψυχὰς ἡμῶν.

ΟΣΙΕ ΑΝΤΩΝΙΕ, ΤΗΣ ΣΤΕΡΡΟΤΑΤΗΣ ΑΣΚΗΣΕΩΣ

Ὅσιε Ἀντώνιε, τῆς στερροτάτης ἀσκήσεως, τὴν καυστικὴν καὶ εὔψυχον διατριβήν, ὡς ἐν ἀΰλοις ἀναπαυόμενος ἐτέλεσας· τοῖς ἐρημοτέροις γάρ, σεαυτὸν συνάψας πνευματικῶς, τὰς πυριφλέκτους φαρέτρας τῶν δαιμόνων κατεπάτησας· καὶ ὑπεράνω πάσης ἀρετῆς γεγονὼς, συναυλίζῃ Ἀγγέλοις, ἐν τῇ Βασιλείᾳ τῶν οὐρανῶν. Διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟΝ ΕΠΙ ΓΗΣ ΑΓΓΕΛΟΝ, ΚΑΙ ΕΝ ΟΥΡΑΝΟΙΣ

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα, Ἀντώνιον τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

ΟΣΙΕ ΠΑΤΕΡ, ΤΗΣ ΦΩΝΗΣ ΤΟΥ ΕΥΑΓΓΕΛΙΟΥ ΤΟΥ ΚΥΡΙΟΥ ΑΚΟΥΣΑΣ, ΤΟΝ ΚΟΣΜΟΝ ΚΑΤΕΛΙΠΕΣ...

Ὅσιε Πάτερ, τῆς φωνῆς τοῦ Εὐαγγελίου τοῦ Κυρίου ἀκούσας, τὸν κόσμον κατέλιπες, τὸν πλοῦτον καὶ τὴν δόξαν, εἰς οὐδὲν λογισάμενος· ὅθεν πάσιν ἐβόας· Ἀγαπήσατε τὸν Θεόν, καὶ εὑρήσετε χάριν αἰώνιον· μηδὲν προτιμήσητε τῆς ἀγάπης αὐτοῦ· ἵνα ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ, εὔρητε ἀνάπαυσιν μετὰ πάντων τῶν Ἁγίων, οὗ ταῖς ἱκεσίαις Χριστέ, φύλαξον, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.

ΟΤΕ, ΕΝ ΤΩ ΜΝΗΜΑΤΙ ΣΑΥΤΟΝ, ΧΑΙΡΩΝ ΠΕΡΙΕΚΛΕΙΣΑΣ ΠΑΤΕΡ

Ὅτε, ἐν τῷ μνήματι σαυτόν, χαίρων περιέκλεισας Πάτερ, ὑπὲρ ἀγάπης Χριστοῦ, φέρων σταθερώτατα, τὰς τῶν δαιμόνων ποινάς, προσευχῇ δὲ καὶ χάριτι, ἀπέδειξας τούτων, πάχνης ἀδρανέστερα, τὰ βουλευτήρια· τότε ἐπεκρότησαν τάξεις, τῶν Ἀγγέλων κράζουσαι.· Δόξα, τῷ ἐνδυναμοῦντί σε Ἀντώνιε. (Δίς) Ἄλλος, ἀνεδείχθης Ἠλιού, ἔχων τοὺς κλεινοὺς φοιτητάς σου, ὡς Ἐλισαῖον σοφέ, οἷς περ καὶ τὴν χάριν σου, διπλῆν κατέλιπες, ἁρπαγεὶς ὡς ἐν ἅρματι, αἰθέριος Πάτερ· ὅθεν ζῶν τῷ πνεύματι, νῦν συναγάλλῃ αὐτοῖς, πάντων μνημονεύων παμμάκαρ, τῶν ἐπιτελούντων σου πόθῳ, τὴν σεπτὴν πανήγυριν Ἀντώνιε. Ὥσπερ, ὁ θεόπτης Μωϋσῆς, γνόφῳ νοητῷ ὑπεισῆλθες, θεωριῶν ἀληθῶς, αὖθις δὲ κατώπτευσας, ὃν περ ἐπόθεις τρανῶς· δοξασθεὶς δὲ τὸ πρόσωπον, τῇ αἴγλῃ ἐκείνου, Πάτερ καθωδήγησαι, εἰς σωτηρίου μονάς· ὅθεν συνελθόντες Θεόφρον, χαίροντες κραυγάζομεν· Δόξα, τῷ σὲ ἐνισχύσαντι Θεῷ ἡμῶν.

ΟΥΡΑΝΟΔΡΟΜΩ ΕΠΙΒΑΣ ΟΧΗΜΑΤΙ ΘΕΣΠΕΣΙΕ, ΤΩΝ ΑΡΕΤΩΝ

Εικόνα
Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες, τὴν ἀκρόπολιν δι᾿ ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύων, τῆς ἄνω Ἱερουσαλήμ, τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενος, ταῖς οὐρανίαις συναγάλλῃ, ταξιαρχίαις Παμμακάριστε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος. Ἀλλὰ πρέσβευε θεοφόρε Ἀντώνιε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

ΧΑΙΡΟΙΣ ΤΩΝ ΑΣΚΗΤΩΝ ΑΡΧΗΓΟΣ, ΓΕΓΕΝΗΜΕΝΟΣ ΚΑΙ ΑΗΤΤΗΤΟΣ

Χαίροις τῶν ἀσκητῶν ἀρχηγός, γεγενημένος καὶ ἀήττητος πρόμαχος· παθῶν γὰρ ἐκτέμνων ῥίζας, καὶ τῶν δαιμόνων ὁρμάς, ὑποστὰς ἀνδρείως ἐθριάμβευσας, αὐτῶν τήν ἀσθένειαν, καὶ ψυχόλεθρον πλάνησιν, τὴν τοῦ Σταυροῦ δέ, τοῦ Σωτῆρος ἐνέργειαν, καὶ ἀνίκητον, ἐφανέρωσας δύναμιν· ἣν καὶ περιζωσάμενος, ἐνίκησας ἅπαντας, τοὺς ἀθετοῦντας τὴν θείαν, διὰ σαρκὸς ἐπιφάνειαν, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ. Στῦλος φωτοειδὴς ἀρεταῖς, ἐστηριγμένος, καὶ νεφέλη σκιάζουσα, ἐγένου τοῖς ἐν ἐρήμῳ, πρὸς οὐρανὸν ἀπὸ γῆς, τὸν Θεὸν ὁρώντων προηγούμενος· Σταυροῦ βακτηρία, τὴν τῶν παθῶν ῥήξας θάλασσαν· τὸν νοητὸν δέ, Ἀμαλὴκ τροπωσάμενος, ἀνεμπόδιστον, τὴν οὐράνιον ἄνοδον, εὗρες θεομακάριστε, καὶ κλῆρον ἀκήρατον, σὺν Ἀσωμάτοις τῷ θρόνῳ, περιχαρῶς παριστάμενος, Χριστοῦ· ὃν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον. Χαίροις ἀγγελικαῖς ὁμιλῶν, χοροστασίαις ἐν ὑψίστοις Ἀντώνιε· τὸν βίον γὰρ τούτω...

ΑΣΚΗΤΙΚΟΝ ΓΥΜΝΑΣΙΟΝ, ΣΥΓΚΡΟΤΗΣΑΣ ΕΠΙ ΓΗΣ, ΟΣΙΕ ΑΝΤΩΝΙΕ

Ἀσκητικὸν γυμνάσιον, συγκροτήσας ἐπὶ γῆς, Ὅσιε Ἀντώνιε, τὰς τῶν παθῶν προσβολὰς ἐν τῇ ῥοῇ τῶν δακρύων σου, πάσας ἀπήμβλυνας, καὶ κλῖμαξ θεία καὶ σεπτή, εἰς οὐρανοὺς ἀνάγουσα, τοῖς πᾶσιν ἐγνωρίσθη, ὁ θεόληπτος βίος σου· εὐσεβείας γὰρ καρπούς, ἐν αὐτῷ ἐνδειξάμενος, ἰατρεύεις δι᾿ αὐτῶν, τὰς ἀσθενείας τῶν παθῶν, τῶν πιστῶς ἐκβοώντων σοι· Χαίροις τῆς Ἑῴας ἀστὴρ χρυσαυγέστατε, καὶ τῶν Μοναζόντων λαμπαδοῦχε καὶ ποιμήν. Χαίροις ἀοίδιμε, τὸ τῆς ἐρήμου κάλλιστον θρέμμα, καὶ τῆς Ἐκκλησίας ἀκράδαντον ἔρεισμα. Χαίροις τῶν πλανωμένων, ὁ μέγας ὁδηγός· Χαίροις τὸ ἡμέτερον καύχημα, καὶ τῆς οἰκουμένης φαιδρὸν ἀγαλλίαμα.

Ο ΦΩΤΙΣΘΕΙΣ ΤΑΙΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΑΚΤΙΣΙΝ, ΟΤΕ ΣΕ Ο ΕΝΘΕΟΣ ΕΡΩΣ ΑΝΕΦΛΕΞΕ, ΚΑΙ ΤΗΝ ΨΥΧΗΝ ..... ΠΑΤΕΡ ΑΝΤΩΝΙΕ...

Εικόνα
Ὁ φωτισθεὶς ταῖς τοῦ Πνεύματος ἀκτῖσιν, ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ τὴν ψυχὴν ἀνεπτέρωσεν, αὐτὸ ποθῆσαι, τὸ τῆς ἀγάπης ὄντως ἀκρότατον, τότε κατεφρόνησας, σαρκὸς καὶ αἵματος, καὶ ἔξω κόσμου γεγένησαι, πολλῇ ἀσκήσει, καὶ ἡσυχίᾳ τούτῳ ἑνούμενος· ὅθεν ἐπλήσθης, ὡς ἐζήτησας, τῶν ἐκεῖθεν καλῶν καὶ ἀνέλαμψας, ὡς Ἀστὴρ καταυγάζων, τὰς ψυχὰς ἡμῶν Ἀντώνιε. Ὁ τῶν δαιμόνων τὰ τόξα καὶ τὰ βέλη, συντρίψας τῇ χάριτι, τοῦ θείου Πνεύματος, καὶ τὴν κακίαν καὶ ἔνεδραν, αὐτῶν τοῖς πᾶσι, δηλοποιήσας θείοις διδάγμασι, ταῖς θείαις λαμπρότησι καταστραπτόμενος, τῶν Μοναστῶν διαυγέστατος, φωστὴρ ἐγένου, καὶ τῆς ἐρήμου πρῶτος διάκοσμος, καὶ τῶν νοσούντων ἐμπειρότατος, καὶ σεπτὸς ἰατρὸς καὶ ἀρχέτυπος, χαρακτὴρ ἐναρέτου, ἀγωγῆς Πάτερ Ἀντώνιε. Ὁ χαρισμάτων ἐνθέων πεπλησμένος, σὲ ὡς ἀκηλίδωτον, ἔσοπτρον Πάτερ εὑρών, Χριστὸς τῶν θείων ἐμφάσεων, λαμπρὰς οἰκείου, μαρμαρυγὰς φωτὸς σοι ἐξήστραψεν· ἐντεῦθεν ἰάσεων, ἄφθονος ὤφθης πηγή, διατροφή τε λιμώττουσι, καὶ τῶν διψώντων, δι᾿ ἑπομβρίας ἄρδων τὴν ἔφεσιν· ...

ΤΟ ΚΑΤ' ΕΙΚΟΝΑ ΤΗΡΗΣΑΣ ΑΛΩΒΗΤΟΝ, ΝΟΥΝ ΗΓΕΜΟΝΑ ΚΑΤΑ ΠΑΘΩΝ ΟΛΕΘΡΙΩΝ

Τὸ κατ᾿ εἰκόνα τηρήσας ἀλώβητον, νοῦν ἡγεμόνα κατὰ παθῶν ὀλεθρίων, ἀσκητικῶς ἐνστησάμενος, εἰς τὸ καθ᾿ ὁμοίωσιν ὡς δυνατὸν ἀνελήλυθας· ἀνδρικῶς γὰρ τήν φύσιν ἐκβιασάμενος, ἔσπευσας τὸ χεῖρον, καθυποτάξαι τῷ κρείττονι, καὶ τὴν σάρκα δουλῶσαι τῷ πνεύματι· ὅθεν μοναζόντων, ἀνεδείχθης ἀκρότης, πολιστὴς τῆς ἐρήμου, εὐδρομούντων ἀλείπτης, κανὼν ἀρετῆς ἀκριβέστατος· καὶ νῦν ἐν οὐρανοῖς, τῶν ἐσόπτρων λυθέντων Ἀντώνιε, καθαρῶς ἐποπτεύεις τὴν ἁγίαν Τριάδα, ἐντυγχάνων ἀμέσως, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων σε.

ΟΣΙΕ ΠΑΤΕΡ ΑΝΤΩΝΙΕ, ΣΥ ΤΟΝ,,,,, ΤΩΝ ΑΝΥΜΝΟΥΝΤΩΝ ΣΕ...

Ὅσιε Πάτερ Ἀντώνιε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὦ παμμακάριστε, Ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς. Ὅσιε Πάτερ Ἀντώνιε, διὰ τὴν ὄντως ζωήν, ἐν τῷ μνήματι κέκλεισαι, μηδόλως πτοούμενος, προσβολὰς τοῦ ἀλάστορος, τὰς μετὰ κτύπων καὶ κρότων Ὅσιε· ταῖς δὲ εὐχαῖς σου, ταύτας ἠδάφισας. Ὦ καρτερόψυχε, τῆς ἐρήμου πρώταρχε, διὸ καὶ νῦν, πάντες σε γεραίρομεν, καὶ μακαρίζομεν. Πίστει συνελθόντες πάντες σε, ὡς Ἀσκητὴν τοῦ Χριστοῦ, σὲ τιμῶμεν Ἀντώνιε· γεγηθὼς γὰρ ὥδευσας, ἐν ἐρήμοις σαφέστατα, καθηγητής τε ταύτης ἐγένου πιστός· ὅθεν σοι πάντες, ἡμεῖς κραυγάζομεν. Ὦ παμμακάριστε, Μοναστῶν τὸ καύχημα, τῷ Λυτρωτῇ, ἀπαύστως ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς. Πάτερ Πατέρων Ἀντώνιε, τῇ ἀκορέστῳ στοργῇ, τοῦ Χριστοῦ καὶ τῷ ἔρωτι, τὴν ψυχὴν κινούμενος, ἐν ἐρήμοις ἐζήτησας, αὐτὸν θορύβους, ἐκκλίνας ἅπαντας, καὶ μόνος τούτῳ, μόνῳ ὡμίλησας, νοῒ ἑ...

ΤΟΝ ΕΠΙ ... ΔΙΚΑΙΟΣΥΝΗ...

Τὸν ἐπὶ γῆς Ἄγγελον, καὶ ἐν οὐρανοῖς ἄνθρωπον Θεοῦ, τοῦ κόσμου τὴν εὐκοσμίαν, καὶ τὴν τρυφὴν τῶν ἀγαθῶν καὶ τῶν ἀρετῶν, τῶν Ἀσκητῶν τὸ καύχημα, Ἀντώνιον τιμήσωμεν· πεφυτευμένος γὰρ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, ἐξήνθησε δικαίως, καὶ ὡσεὶ κέδρος ἐν ἐρήμῳ, ἐπλήθυνε τὰ ποίμνια Χριστοῦ, τῶν λογικῶν προβάτων, ἐν ὁσιότητι καὶ δικαιοσύνῃ.

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ, ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ

Τὶς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον ; ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟΝ ΖΗΛΩΤΗΝ ΗΛΙΑΝ ΤΟΙΣ ΤΡΟΠΟΙΣ ΜΙΜΟΥΜΕΝΟΣ

Εικόνα
Τὸν ζηλωτὴν Ἠλίαν τοῖς τρόποις μιμούμενος, τῷ Βαπτιστῇ εὐθείαις ταῖς τρίβοις ἑπόμενος, Πάτερ Ἀντώνιε, τῆς ἐρήμου γέγονας οἰκιστής, καὶ τὴν οἰκουμένην ἐστήριξας εὐχαῖς σου· διὸ πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΣΙΕ ΠΑΤΕΡ ΑΝΤΩΝΙΕ, ΣΥ ΤΟΝ ΖΥΓΟΝ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΕΠΙ ΩΜΩΝ ΑΡΑΜΕΝΟΣ....

Ὅσιε Πάτερ Ἀντώνιε, σὺ τὸν ζυγὸν τοῦ Χριστοῦ, ἐπὶ ὤμων ἀράμενος, τῷ Σταυρῷ τὴν ἔπαρσιν, τοῦ Σατᾶν καταβέβληκας, καὶ τὰς ἐρήμους, πόλεις ἀνέδειξας, διὰ τοῦ τρόπου τῆς πολιτείας σου. Ὦ παμμακάριστε, Ἀσκητῶν τὸ καύχημα, διὸ Χριστόν, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι ἡμᾶς. Ὅσιε Πάτερ Ἀντώνιε, διὰ τὴν ὄντως ζωήν, ἐν τῷ μνήματι κέκλεισαι, μηδόλως πτοούμενος, προσβολὰς τοῦ ἀλάστορος, τὰς μετὰ κτύπων καὶ κρότων Ὅσιε· ταῖς δὲ εὐχαῖς σου, ταύτας ἠδάφισας. Ὦ καρτερόψυχε, τῆς ἐρήμου πρώταρχε, διὸ καὶ νῦν, πάντες σε γεραίρομεν, καὶ μακαρίζομεν. Πίστει συνελθόντες πάντες σε, ὡς Ἀσκητὴν τοῦ Χριστοῦ, σὲ τιμῶμεν Ἀντώνιε· γεγηθὼς γὰρ ὥδευσας, ἐν ἐρήμοις σαφέστατα, καθηγητής τε ταύτης ἐγένου πιστός· ὅθεν σοι πάντες, ἡμεῖς κραυγάζομεν. Ὦ παμμακάριστε, Μοναστῶν τὸ καύχημα, τῷ Λυτρωτῇ, ἀπαύστως ἱκέτευε, εἰς τὸ σωθῆναι ἡμᾶς. Πάτερ Πατέρων Ἀντώνιε, τῇ ἀκορέστῳ στοργῇ, τοῦ Χριστοῦ καὶ τῷ ἔρωτι, τὴν ψυχὴν κινούμενος, ἐν ἐρήμοις ἐζήτησας, αὐτὸν θορύβους, ἐκκλίνας ἅπαντας, καὶ μόνος τούτῳ, μόνῳ ὡμίλησας, νοῒ ἑ...

ΤΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΦΩΝΗΣ ΕΠΑΚΟΥΣΑΣ...

Τῆς τοῦ Χριστοῦ φωνῆς ἐπακούσας, ἐπορεύθης ὀπίσω τῶν αὐτοῦ ἐντολῶν, γυμνὸς τοῦ βίου γενόμενος, καὶ ἀπορρίψας φροντίδας πάσας τῶν χρημάτων, κτημάτων, καὶ οἰκετῶν σου, καὶ ἀδελφῆς τὴν στοργήν, θεοφόρε Ἀντώνιε· καὶ μόνος ἐν τοῖς ἐρήμοις, τῷ Θεῷ ὁμιλῶν καθαρώτατα, γνώσεως χάριν εἴληφας· ἣν μοι πέμψον ὑμνεῖν σε μέλλοντι, Πατέρων Πάτερ Ἀντώνιε.

ΑΓΙΟΥ ΑΝΤΩΝΙΟΥ

Εικόνα
Τοὺς βιωτικοὺς θορύβους ἀπωσάμενος, ἡσυχαστικῶς τὸν βίον ἐξετέλεσας, τὸν Βαπτιστὴν μιμούμενος, κατὰ πάντα τρόπον Ὁσιώτατε, σὺν αὐτῷ οὖν σε γεραίρομεν, Πατέρων Πάτερ Ἀντώνιε.

ΕΛΠΙΣ ΤΟΥ ΚΟΣΜΟΥ ΑΓΑΘΗ, ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ

Ἐλπὶς τοῦ κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν ἄμαχον Δέσποινα, προστασίαν αἰτοῦμεν, οἱ θλίψεσι συσχεθέντες, καὶ κλυδωνιζόμενοι, τοῦ βίου ταῖς τρικυμίαις· στῆσον αὔρας τῶν παθῶν, καὶ λιμένα εἰς Θεοῦ, ἐμβίβασον θελημάτων.

ΟΥΡΑΝΟΔΡΟΜΩ ΕΠΙΒΑΣ ΟΧΗΜΑΤΙ...

Οὐρανοδρόμῳ ἐπιβὰς ὀχήματι θεσπέσιε, τῶν ἀρετῶν κατέλαβες, τὴν ἀκρόπολιν δι᾿ ἀσκήσεως, ἐκ τῆς ἐρήμου πολεύων, τῆς ἄνω Ἱερουσαλήμ, τὰ ὑπερκόσμια, καὶ τῶν ἐκ πόνων ἀγώνων, ἀξίως τὰ γέρα κομισάμενος, ταῖς οὐρανίαις συναγάλλῃ, ταξιαρχίαις Παμμακάριστε, τῶν αἰωνίων ἀγαθῶν κληρονόμος, καὶ τῆς Βασιλείας οἰκήτωρ γενόμενος. Ἀλλὰ πρέσβευε θεοφόρε Ἀντώνιε, τῷ Σωτῆρι τῶν ὅλων, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΝΤΩΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου καὶ Θεοφόρου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀντωνίου τοῦ Μεγάλου. Στίχοι Ἔχει τι μεῖζον οὐρανὸς καὶ τῶν Νόων, Ἔξαρχον Ἀντώνιον Ἀσκητῶν ἔχων. Ἑβδομάτῃ δεκάτῃ Ἀντώνιον ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ἀντωνίου τοῦ Νέου, τοῦ ἐν τῇ Σκήτει τῆς Βερροίας ἀσκήσαντος. Στίχοι Ἀντώνιον δὲ τὸν Νέον ποῦ τακτέον, Εἰ μὴ παρ᾿αὐτῷ τῷ πάλαι Ἀντωνίῳ; Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Ἀχιλλᾶς ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ὅπλοις Ἀχιλλεὺς τὰς κάτω πορθεῖ πόλεις, Πόνοις Ἀχιλλᾶς τὴν ἄνω πλουτεῖ πόλιν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΕΡΟΣΥΝΗΣ ΜΥΣΤΗΡΙΟ

Το Μυστήριο της Ιεροσύνης είναι θείο αξίωμα, διότι όχι κυρίως άνθρωποι, αλλ’ ο Θεός διά μέσου ανθρώπων, των επισκόπων, καλεί και καθιερώνει στην Εκκλησία του τους λειτουργούς του. Όταν ο Παύλος κάλεσε στη Μίλητο τους πρεσβυτέρους της Εκκλησίας της Εφέσου για να τους συστήσει πλήρη επαγρύπνηση πάνω στη ζωή και πορεία των Χριστιανών τους, τους είπε· “Προσέχετε εαυτοίς και παντί τω ποιμνίω, εν ώ υμάς το Πνεύμα το Άγιον έθετο επισκόπους, ποιμαίνειν την Εκκλησίαν του Κυρίου και Θεού” (Πράξ. κ’ 28). Θεόσδοτο, λοιπόν, θείο αξίωμα και όχι κοσμικό. “Και η Ιεροσύνη τελείται επί της γης, όπως λέει ο άγ. Ιωάννης ο Χρυσόστομος, τάξιν δε επουρανίων έχει πραγμάτων”. Γι’ αυτό και δεν πρέπει να σπεύδει ο άνθρωπος στο αξίωμα αυτό, στην Ιεροσύνη, αλλά να περιμένει, είτε δι’ εσωτερικής κλίσεως, η οποία δεν είναι πάντοτε ασφαλής, είτε διά προσώπων εκλεκτών του και καλών περιστάσεων να τον καλέσει ο Θεός στην ύψιστη διακονία. Και είναι μεν αληθές, ότι θεόπνευστο και άξιο προσοχής το θείο λόγιο του Παύλου· “...

ΕΞΗΜΑΡΤΟΜΕΝ ΕΝ ΠΑΣΙ

Δυστυχώς σήμερον εν έτει 2011 μ.Χ. εύκολα μπορεί να διαπιστώσει κάποιος ότι δεν παρεβήκαμε μίαν ή δυο ή τρείς εντολές του Θεού, αλλά όλες, όλες ομού χωρίς καμμίαν εξαίρεσιν. Ούτε εκρημνίσθημε εις μίαν ή δύο ή τρείς αμαρτίες, αλλά είς όλες ομού. Ας στήσουμε αυτί και ας ακούσουμε τους Αγίους, τους Μάρτυρες, τους Οσίους της Εκκλησίας και τον Αγιον Ιωάννη τον Πρόδρομο και Βαπτιστή του Κυρίου ημών Ιησού Χριστού και ας μετανοήσουμε όσο είναι ο Καιρός της Χάριτος. Ας ακούσουμε τα λόγια του Αγιου Νικοδημου του Αγιορείτου ενός πολύ κοντινού μας χρονικά αγίου και ας μετανοήσουμε χωρίς χρονοτριβή και αναβολή. Όποιος δεχεται ευκόλως την προσβολήν του πονηρού λογισμού, αυτός έρχεται και εις τον συνδυασμόν, και από τον συνδυασμόν πίπτει εις την συγκατάθεσιν, από την συγκατάθεσιν εις την πραξιν, από την πραξιν εις την συνήθειαν, από την συνήθειαν εις την εξιν, από την έξιν εις την δευτέραν φύσιν, από την δευτέραν φύσιν εις την απόγνωσιν, καί απο την απόγνωσιν καταντά εις την κόλασιν και την απώλειαν...

ΤΗΝ ΑΠΑΤΗΝ ΕΔΕΣΜΕΥΣΑΣ...

Τὴν ἀπάτην ἐδέσμευσας, ἐν Κυρίῳ δεσμούμενος, καὶ εἱρκτῇ Ἀπόστολε συγκλειόμενος· διὸ σε πόθῳ γεραίρομεν, καὶ πίστει τὴν Ἅλυσιν, ἀσπαζόμεθα τὴν σήν· ἐξ αὐτῆς δ᾿ ἀρυόμενοι, ῥῶσιν σώματος, καὶ ψυχῆς σωτηρίαν κατὰ χρέος, εὐφημοῦμέν σε Θεόπτα, τῶν Ἀσωμάτων ἐφάμιλλε. Διὰ σοῦ γνῶσιν δέχεται, ἀγνωσίᾳ κρατούμενα, τῶν Ἐθνῶν πολύσπορα γένη πρότερον· ὧν τὴν εἰκόνα ἐδήλωσεν, ἐξ ὕψους φερόμενον, σκεῦος ἔνδοξε χωροῦν, ἄπαν ζῶον Ἀπόστολε· ὅθεν πᾶσά σε, ἡλικία δοξάζει προσκυνοῦσα, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ προθυμότατα. Ὃν ἠρνήσω κρινόμενον, ἐγειρόμενον ὕμνησας, ἐκ νεκρῶν Ἀπόστολε καὶ ἐκήρυξας, εἰς τὰ τοῦ κόσμου πληρώματα, Θεόν τε καὶ ἄνθρωπον, ἀγαθότητι πολλῇ, τοῖς βροτοῖς ὁμιλήσαντα· ὅθεν πόθῳ σε, μακαρίζομεν Πάτερ προσκυνοῦντες, ἃς ἐφόρεσας Ἁλύσεις, ὑπὲρ Χριστοῦ παναοίδιμε.

ΤΟΝ ΚΟΡΥΦΑΙΟΝ ΚΑΙ ΠΡΩΤΟΝ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

Τὸν Κορυφαῖον καὶ πρῶτον τῶν Ἀποστόλων, τῆς ἀληθείας τὸν ἔνθεον ὑποφήτην, Πέτρον τὸν μέγιστον εὐφημήσωμεν, καὶ τὴν αὐτοῦ ἐν πίστει, ἀσπασώμεθα, Ἅλυσιν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.

ΤΟΝ ΕΥΚΛΕΗ ΚΑΙ ΜΕΓΑΝ ΚΥΡΙΟΥ ΜΑΘΗΤΗΝ....

Τὸν εὐκλεῆ καὶ μέγαν Κυρίου Μαθητήν, ἐπαξίως ποία γλῶσσα βροτῶν, ἐγκωμιάσαι δυνήσεται; ὃν γὰρ εὐλόγως ὁ Θεὸς Λόγος ἐμακάρισε, ποῖος νοῦς ἐπαινέσει; ὅμως, ἐπεὶ ὅπερ τις κατὰ δύναμιν κέκτηται, ὀφείλει Χριστῷ προσφέρειν, τοῦτο δὴ καὶ ποιῆσαι πειράσομαι. Ἀλλ᾿ ὧ φιλέορτοι, εὐσεβῶς τὸν Πρωτόθρονον ᾄσμασι στέψωμεν, πταισμάτων τὴν λύσιν κομιζόμενοι.

ΣΗΜΕΡΟΝ ΗΜΙΝ Η ΚΡΗΠΙΣ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ

Σήμερον ἡμῖν ἡ κρηπὶς τῆς Ἐκκλησίας, Πέτρος, ἡ πέτρα τῆς πίστεως, προτίθεται τὴν τιμίαν αὐτοῦ Ἅλυσιν, εἰς ψυχικὴν εὐεξίαν. Δεῦτε πάντες ταύτην προσπτυσσόμενοι, ἐν εὐφήμοις ᾠδαῖς, αὐτὸν καταστέψωμεν· Χαίροις ὁ θερμὸς τῆς πίστεως πρόμαχος, ὁ θερμῇ τῇ διανοίᾳ τὸν Χριστὸν ὁμολογήσας, Υἱὸν Θεοῦ ἐν παρρησίᾳ πολλῇ. Χαίροις τῆς οἰκουμένης τὸ ἀγαλλίαμα, καὶ τῆς οὐρανῶν Βασιλείας κλειδοῦχε. Χάριν πορίζου τοῖς πόθῳ σε τιμῶσι, καὶ τὴν σὴν σεβάσμιον Ἅλυσιν, προσπτυσσομένοις ἐκ πόθου, ὡς παριστάμενος τῷ θρόνῳ τοῦ Παντάνακτος Θεοῦ, πρεσβείαν ποιούμενος, ὑπὲρ ἡμῶν τῶν ἑπταικότων.

ΤΡΙΑΔΟΣ ΓΕΝΟΜΕΝΟΣ, ΤΗΣ ΥΠΕΡΘΕΟΥ ΝΑΟΣ...

Τριάδος γενόμενος, τῆς ὑπερθέου ναός, ἐν οἴκῳ ἁγίῳ σου, τοὺς σὲ τιμῶντας πιστῶς, ἁγίασον φώτισον, πλήρωσον τὰς αἰτήσεις, καὶ παράσχου τὰς λύσεις, πάντων τῶν ἐπιόντων, τοῦ Βελίαρ σκανδάλων, Χριστὸν ἐκδυσωπῶν ἐκτενῶς, Πέτρε Ἀπόστολε.

Η ΠΡΟΣΚΥΝΗΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΑΛΥΣΕΩΣ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΠΑΝΕΥΦΗΜΟΥ ΑΠΟΣΤΟΛΟΥ ΠΕΤΡΟΥ

Τῌ ΙΣΤ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ Πανευφήμου Ἀποστόλου Πέτρου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, ἡ προσκύνησις τῆς τιμίας Ἁλύσεως τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Πέτρου. Στίχοι · Σὴν προσκυνοῦντα Πέτρε σειρὰν τιμίαν, · Σειρὰς μακρᾶς λῦσόν με τῶν ἐγκλημάτων. · Σειρὴν προσκυνέω Πέτρου δεκάτῃ ἑνὶ ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶς Ἁγίων μαρτύρων καὶ αὐταδέλφων, Πευσίππου, Ἐλασίππου, καὶ Μεσίππου· καὶ Νεονίλλης τῆς μάμμης αὐτῶν. Στίχοι Κἂν ὧσιν ἱππεῖς, κλήσεων σημασίᾳ, Πεζοὶ τρέχουσι τρίδυμοι τρεῖς πρὸς φλόγα. Νεονίλλα γραῦς· ἀλλὰ πῦρ ἀνημμένον, Ὥς πὲρ τις ἀκμάζουσα καρτερεῖ νέα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Δάνακτος. Στίχοι Ἀφῃρέθης τὸ Δέλτα σὺν κάρᾳ Δάναξ. Τμηθεὶς γὰρ ὤφθης οὐρανοκράτωρ ἄναξ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ο ΕΝ ΑΡΧΗ ΤΗΝ ΘΕΜΕΛΙΩΣΑΣ, ΚΑΙ ΟΥΡΑΝΟΥΣ ΤΩ ΛΟΓΩ ΣΤΕΡΕΩΣΑΣ....

«Ὁ ἐν ἀρχῇ τὴν γῆν θεμελιώσας, καὶ οὐρανοὺς τῷ λόγῳ στερεώσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν». Τὸ φρόνημα τῆς σαρκὸς ὑποτάξας, τῷ πνεύματι ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Διασωθεὶς τοῦ ἐχθροῦ τῶν παγίδων, ὁ Ὅσιος ἐν χαρᾷ ἀνεβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Τὴν τῶν παθῶν φλόγα πατήσας πᾶσαν, ἀσκητικῶς ὁ Ὅσιος ἐβόα· Εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΤΙΣ ΙΚΑΝΟΣ ΑΞΙΩΣ ΥΜΝΗΣΑΙ ΤΩΝ ΣΩΝ ΚΟΠΩΝ, ΚΑΙ ΠΟΝΩΝ,

Τὶς ἱκανὸς ἀξίως ὑμνῆσαι τῶν σῶν κόπων, καὶ πόνων, καὶ καμάτων πολλῶν τὸ κλέος καὶ τὸ μέγεθος; ἀλλὰ λιταῖς σου, ταῖς πρὸς Θεὸν εὐπροσδέκτοις, τοῦ Πνεύματος χάριν μοι νῦν χορήγησον, ὅπως τοὺς σοὺς ὑπὲρ φύσιν ἀγῶνας ἐκφράσω πιστῶς, καὶ μέλψω τὸ ὑπὲρ λόγον καρτερόν σου, καὶ τῆς συνειδήσεως τὴν ὑπομονὴν Παμμακάριστε· δι' ἧς πλάνον ἐχθρὸν κατῄσχυνας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΟΤΕ ΕΠΙΝΕΥΣΕΙ ΘΕΪΚΗ, ΠΑΤΕΡ ΤΑΣ ΤΟΥ ΒΙΟΥ ΦΡΟΝΤΙΔΑΣ

Ὅτε, ἐπινεύσει θεϊκῇ,Πάτερ τὰς τοῦ βίου φροντίδας, ἐμφρόνως ἔλιπες, καὶ πρὸς τοὺς ἀσκήσεως, πόνους ἐχώρησας, τότε χαίρων κατέλαβες, ἀβάτους ἐρήμους, ἔρωτι πυρούμενος, τῆς τοῦ Κυρίου στοργῆς· ὅθεν ἐρημώσας τὰ πάθη, τῇ ἐπιμονῇ τῶν κρειττόνων, Ἄγγελος καθάπερ ἐπεβίωσας. Πάσης, ἀνθρωπίνης σεαυτόν, Πάτερ συνουσίας χωρίσας, ἀπὸ νεότητος, πρῶτος τὴν πανέρημον, Παῦλε κατέλαβες, ὑπὲρ πάντα μονάζοντα, καὶ βίου δι' ὅλου, ὤφθης ἀγνοούμενος· ὅθεν Ἀντώνιος, εὗρεν ἐπινεύσει σε θείᾳ, ὥσπερ θησαυρὸν κεκρυμμένον, καὶ τῇ οἰκουμένῃ ἐφανέρωσε. Ξένην, ἐπὶ γῆς διαγωγήν, ἐπιτηδευσάμενος Παῦλε, θηρσὶ συνῴκησας, δι᾽ ὀρνέου Ὅσιε, διακονούμενος, θεϊκαῖς ἐπινεύσεσι, καὶ τοῦτο ὡς εἶδεν, ὅτε σε ὁ μέγιστος εὗρεν Ἀντώνιος, θάμβους πεπλησμένος τῶν πάντων, καὶ Προνοητὴν καὶ Δεσπότην, ὡς Θεὸν ἀπαύστως ἐμεγάλυνεν.

ΕΚ ΒΡΕΦΟΥΣ ΤΟΝ ΚΥΡΙΟΝ...

Ἐκ βρέφους τὸν Κύριον, ἐπιποθήσας θερμῶς, τὸν κόσμον κατέλιπες, καὶ τὰ ἐν κόσμῳ τερπνά, καὶ ἤσκησας ἄριστα· ἔπηξας τὴν καλύβην, πρὸ πυλῶν σῶν γονέων, ἔθραυσας τῶν δαιμόνων, τὰς ἐνέδρας Παμμάκαρ· διὸ σε Ἰωάννη Χριστός, ἀξίως ἐδόξασεν.

ΠΟΘΗΣΑΣ ΣΟΦΕ, ΠΤΩΧΕΙΑΝ ΧΡΙΣΤΟΜΙΜΗΤΟΝ, ΓΟΝΕΩΝ ΤΩΝ ΣΩΝ, ΤΟΝ ΠΛΟΥΤΟΝ ΕΓΚΑΤΕΛΙΠΕΣ

Ποθήσας σοφέ, πτωχείαν χριστομίμητον, γονέων τῶν σῶν, τὸν πλοῦτον ἐγκατέλιπες· καὶ τὸ Εὐαγγέλιον ἐν χερσί σου κρατῶν ἠκολούθησας, Ἰωάννῃ Χριστῷ τῶ Θεῷ, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ, ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΑΝΟΥΑΡΙΟΥ Ὁσίου Πατρὸς ἡμῶν Μνήμη του Παύλου τοῦ Θηβαίου καὶ τοῦ Ἁγίου Ἰωάννου τοῦ Καλυβίτου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παύλου τοῦ Θηβαίου. Στίχοι Εἰ θαῦμα Θήβαις ταῖς παρ᾽ Αἴγυπτον πύλαι, Πόσον γε Παῦλος, κἄν βίου λίπῃ πύλας; Βλαστὸς Θηβαΐδος πέμπτῃ δεκάτῃ θάνε Παῦλος Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου, τοῦ διὰ Χριστὸν πτωχοῦ, ὃς καὶ Καλυβίτης ὠνομάσθη. Στίχοι Ἀρνησίκοσμος παῖς λιπὼν γῆς καλύβην, Ἐν οὐρανοῖς ἔπηξε καινὴν καλύβην. Πέμπτῃ Ἰωάννης δεκάτῃ καλύβην μετέπηξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πανσοφίου. Στίχοι Καὶ Πανσόφιον πλήξατε πλάνοι πλέον. Οὕτω γὰρ αὐτῷ πλέξε τε πλείω στέφη. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Πατέρες ἐν εἰρήνῃ τελειοῦνται. Στίχοι Ψυχαὶ διαυγεῖς ἓξ ἀποπτᾶσαι βίου, Ἑξαπτέρυξι συμπαρίστανται Νόοις. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΑΚΗΚΟΕ ΚΥΡΙΕ ΦΩΝΗΣ ΣΟΥ

«Ἀκήκοε Κύριε φωνῆς σου, ὃν εἶπας, Φωνὴ βοῶντος ἐν ἐρήμῳ ὅτε ἐβρόντησας πολλῶν ἐπὶ ὑδάτων, τῷ σῷ μαρτυρούμενος Υἱῷ, ὅλος γεγονὼς τοῦ παρόντος, Πνεύματος δὲ ἐβόησε· Σὺ εἶ Χριστός, Θεοῦ σοφία καὶ δύναμις». Ῥυπτόμενον ἥλιον τίς εἶδεν, ὁ Κήρυξ βοᾷ, τὸν ἔκλαμπρον τῇ φύσει, ἵνα σε Ὕδασιν Ἀπαύγασμα τῆς δόξης, Πατρὸς χαρακτὴρ ἀϊδίου ἐκπλύνω· καὶ χόρτος ὤν, πυρὶ ψαύσω τῆς σῆς Θεότητος; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Ὑπέφηνεν ἔνθεον ἣν εἶχεν, εὐλάβειαν Μωσῆς περιτυχὼν σοι· ὡς γὰρ τῆς βάτου σε φωνήσαντα ᾐσθήθη, εὐθὺς ἀπεστράφη τάς ὄψεις· ἐγὼ δὲ πῶς βλέψω σε τρανῶς, ἢ πῶς χειροθετήσω σε; σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις. Ψυχῆς τελῶν ἔμφρονος, καὶ λόγῳ τιμώμενος, ἀψύχων εὐλαβοῦμαι· εἰ γὰρ βαπτίσω σε, κατήγορόν μοι ἔσται, πυρὶ καπνιζόμενον ὄρος, φυγοῦσα δὲ θάλασσα διχῇ, καὶ Ἰορδάνης οὗτος στραφείς· σὺ γὰρ Χριστός, Θεοῦ σοφία καὶ δύναμις.

ΙΗΣΟΥΣ Ο ΖΩΗΣ ΑΡΧΗΓΟΣ

«Ἰησοῦς ὁ ζωῆς ἀρχηγός, λῦσαι τὸ κατάκριμα ἥκει, Ἀδὰμ τοῦ πρωτοπλάστου· καθαρσίων δέ, ὡς Θεὸς μὴ δεόμενος, τῷ πεσόντι καθαίρεται ἐν τῷ Ἰορδάνῃ· ἐν ᾧ τὴν ἔχθραν κτείνας, ὑπερέχουσαν πάντα νοῦν, εἰρήνην χαρίζεται». Συνελθόντων ἀπείρων λαῶν, ὑπὸ Ἰωάννου βαπτισθῆναι, αὐτὸς ἐν μέσῳ ἔστη, προσεφώνει δὲ τοῖς παροῦσι· Τὶς ἔδειξεν ἀπειθεῖς, τὴν ὀργὴν ὑμῖν ἐκκλῖναι τὴν μέλλουσαν; καρποὺς ἀξίους Χριστῷ ἐκτελεῖτε· παρὼν γὰρ νῦν, εἰρήνην χαρίζεται. Γεωργὸς ὁ καὶ Δημιουργός, μέσος ἑστηκὼς ὡς εἰς ἁπάντων, καρδίας ἐμβατεύει· καθαρτήριον δὲ πτύον χειρισάμενος, τὴν παγκόσμιον ἅλωνα πανσόφως διΐστησι, τὴν ἀκαρπίαν φλέγων, εὐκαρποῦσιν αἰώνιον, ζωὴν χαριζόμενος.

ΣΗΜΕΡΟΝ Ο ΟΥΡΑΝΟΥ ΚΑΙ ΓΗΣ ΠΟΙΗΤΗΣ, ΠΑΡΑΓΙΝΕΤΑΙ ΣΑΡΚΙ ΕΝ ΙΟΡΔΑΝΗ, ΒΑΠΤΙΣΜΑ ΑΙΤΩΝ Ο ΑΝΑΜΑΡΤΗΤΟΣ

Σήμερον ὁ οὐρανοῦ καὶ γῆς Ποιητής, παραγίνεται σαρκὶ ἐν Ἰορδάνῃ, Βάπτισμα αἰτῶν ὁ ἀναμάρτητος, ἵνα καθάρῃ τὸν κόσμον ἀπὸ τῆς πλάνης τοῦ ἐχθροῦ, καὶ βαπτίζεται ὑπὸ δούλου, ὁ Δεσπότης τῶν ἁπάντων, καὶ καθαρισμὸν δι᾽ ὕδατος τῷ γένει τῶν ἀνθρώπων δωρεῖται. Αὐτῷ βοήσωμεν, ὁ ἐπιφανεὶς Θεὸς ἡμῶν, δόξα σοι.

ΕΙΔΟΣΑΝ ΣΕ ΥΔΑΤΑ Ο ΘΕΟΣ, ΕΙΔΟΣΑΝ ΣΕ ΥΔΑΤΑ

Εἴδοσάν σε ὕδατα ὁ Θεός, εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν· πρὸς τὴν σὴν γὰρ δόξαν ἀντοφθαλμῆσαι τὰ Χερουβὶμ οὐ δύνανται, οὐδὲ ἀτενίσαι τὰ Σεραφίμ· ἀλλὰ φόβῳ παριστάμενα, τὰ μὲν βαστάζουσι, τὰ δὲ δοξάζουσι τὴν δύναμίν σου. Μεθ᾽ ὧν οἰκτίρμον, ἀναγγέλλομεν τὴν αἴνεσίν σου λέγοντες· Ὁ ἐπιφανεὶς Θεός, ἐλέησον ἡμᾶς.