Αναρτήσεις

Προβολή αναρτήσεων από Δεκέμβριος, 2011

ΝΕΥΣΟΝ ΠΡΟΣ ΥΜΝΟΥΣ ΟΙΚΕΤΩΝ ΕΥΕΡΓΕΤΑ

«Νεῦσον πρὸς ὕμνους οἰκετῶν Εὐεργέτα, Ἐχθροῦ ταπεινῶν τὴν ἐπηρμένην ὀφρύν, Φέρων τε Παντεπόπτα τῆς ἁμαρτίας, Ὕπερθεν ἀκλόνητον, ἐστηριγμένους, Μάκαρ, μελῳδοὺς τῇ βάσει τῆς πίστεως». Νύμφης πανάγνου τὸν πανόλβιον τόκον Ἰδεῖν ὑπὲρ νοῦν ἠξιωμένος χορός, Ἄγραυλος ἐκλονεῖτο, τῷ ξένῳ τρόπῳ. Τάξιν μελῳδοῦσάν τε τῶν Ἀσωμάτων, Ἄνακτα Χριστόν, ἀσπόρως σαρκούμενον. Ὕψους ἀνάσσων οὐρανῶν εὐσπλαγχνίᾳ, Τελεῖ καθ' ἡμᾶς ἐξ ἀνυμφεύτου Κόρης, Ἄϋλος ὢν τὸ πρόσθεν, ἀλλ' ἐπ' ἐσχάτων Λόγος παχυνθεὶς σαρκί, τὸν πεπτωκότα, Ἵνα πρὸς αὐτὸν ἑλκύσῃ πρωτόκτιστον.

ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗ ΜΟΥ, ΤΗΝ ΤΙΜΙΩΤΕΡΑΝ

Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων. Μεγάλυνον ψυχή μου, τὸν ἐκ τῆς Παρθένου, Θεὸν σαρκὶ τεχθέντα. Μεγάλυνον ψυχή μου, τὸν ἐν τῷ Σπηλαίῳ, τεχθέντα Βασιλέα. Μεγάλυνον ψυχή μου, τῶν ὑπὸ τῶν Μάγων, Θεὸν προσκυνηθέντα. Μεγάλυνον ψυχή μου, τὸν ὑπὸ Ἀστέρος, τοῖς Μάγοις μηνυθέντα. Μεγάλυνον ψυχή μου, τὴν ἁγνὴν Παρθένον, τὴν γεννησαμένην, Χριστὸν τὸν Βασιλέα. Μάγοι καὶ Ποιμένες, ἦλθον προσκυνῆσαι, Χριστὸν τὸν γεννηθέντα, ἐν Βηθλεὲμ τῇ πόλει. Σήμερον ἡ Παρθένος, τίκτει τὸν Δεσπότην, ἔνδον ἐν τῷ Σπηλαίῳ. Σήμερον ὁ Δεσπότης, τίκτεται ὡς βρέφος, ὑπὸ Μητρὸς Παρθένου. Σήμερον οἱ Ποιμένες, βλέπουσι τὸν Σωτῆρα, σπαργάνοις εἱλημένον, καὶ κείμενον ἐν Φάτνῃ. Σήμερον ὁ Δεσπότης, ῥάκει σπαργανοῦται, ὁ ἀναφὴς ὡς βρέφος. Σήμερον πᾶσα κτίσις, ἀγάλλεται καὶ χαίρει, ὅτι Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου Κόρης. Οὐράνιαι Δυνάμεις τεχθέντα τὸν Σωτῆρα, Κύριον καὶ Δεσπότην, μηνύουσι τῷ κόσμῳ. Δόξα... Μεγάλυνον ψυχή μου, τῆς τρισυποστάτου, καὶ...

ΘΑΥΜΑΤΟΣ ΥΠΕΡΦΥΟΥΣ

Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἣν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ἕλκει Βαβυλῶνος ἡ θυγάτηρ παῖδας, δορυκτήτους Δαυΐδ, ἐκ Σιὼν ἐν αὐτῇ, δωροφόρους πέμπει δέ, Μάγους παῖδας, τὴν τοῦ Δαυΐδ θεοδόχον θυγατέρα λιτανεύσοντα· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Ὄργανα παρέκλινε τὸ πένθος ᾠδῆς· οὐ γὰρ ᾖδον ἐν νόθοις οἱ παῖδες Σιών, Βαβυλῶνος λύει δέ, πλάνην πᾶσαν καὶ μουσικῶν, ἁρμονίαν Βηθλεὲμ ἐξανατείλας Χριστός· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω, εἰς πάντας τοὺς αἰῶνας. Σκῦλα Βαβυλὼν τῆς Βασιλίδος Σιών, καὶ δορύκτητον ὄλβον ἐδέξατο, θησαυροὺς Χριστός, ἐν Σιὼν δὲ ταύτης, καὶ Βασιλεῖς σὺν ἀστέρι ὁδηγῷ, ἀστροπολοῦντας ἕλκει· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν· Εὐλογείτω ἡ κτίσις πᾶσα τὸν Κύριον,...

ΕΥΕΠΙΗΣ ΜΕΛΕΕΣΣΙΝ ΕΦΥΜΝΙΑ ΤΑΥΤΑ ΛΙΓΑΙΝΕΙ

Εὐεπίης μελέεσσιν ἐφύμνια ταῦτα λιγαίνει Υἷα Θεοῦ μερόπων ἕνεκα τικτόμενον Ἐν χθονί, καὶ λύοντα πολύστονα πὴματα κόσμου. Ἀλλ' Ἄνα. ῥητῆρας ῥύεο τῶν δε πόνων. «Ἔσωσε λαόν, θαυματουργῶν Δεσπότης, Ὑγρὸν θαλάσσης κῦμα χερσώσας πάλαι. Ἑκὼν δὲ τεχθεὶς ἐκ Κόρης, τρίβον βατήν, Πόλου τίθησιν ἡμῖν, ὃν κατ οὐσίαν, Ἶσόν τε Πατρί, καὶ βροτοῖς δοξάζομεν». Ἤνεγκε γαστὴρ ἡγιασμένη Λόγον, Σαφῶς ἀφλέκτῳ ζωγραφουμένη βάτῳ, Μιγέντα μορφῇ, τῇ βροτησίᾳ Θεόν, Εὔας τάλαιναν, νηδὺν ἀρᾶς τῆς πάλαι, Λύοντα πικρᾶς, ὃν βροτοὶ δοξάζομεν. Ἔδειξεν ἀστὴρ τὸν πρὸ ἡλίου Λόγον, Ἐλθόντα παῦσαι τὴν ἁμαρτίαν Μάγοις, Σαφῶς πενιχρὸν εἰς σπέος τὸν συμπαθῆ, Σὲ σπαργάνοις ἑλικτόν, ὃν γεγηθότες, Ἶδον τὸν αὐτόν, καὶ βροτὸν καὶ Κύριον.

ΧΡΙΣΤΟΣ ΓΕΝΝΑΤΑΙ, ΔΟΞΑΣΑΤΕ

«Χριστὸς γεννᾶται, δοξάσατε. Χριστὸς ἐξ οὐρανῶν ἀπαντήσατε. Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾌσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται». Ῥεύσαντα ἐκ παραβάσεως, Θεοῦ τὸν κατ' εἰκόνα γενόμενον, ὅλον τῆς φθορᾶς ὑπάρξαντα, κρείττονος ἑπταικότα θείας ζωῆς, αὖθις ἀναπλάττει, ὁ σοφὸς Δημιουργός, ὅτι δεδόξασται. Ἰδὼν ὁ Κτίστης ὀλλύμενον, τὸν ἄνθρωπον χερσίν, ὃν ἐποίησε, κλίνας οὐρανοὺς κατέρχεται, τοῦτον δὲ ἐκ Παρθένου θείας Ἁγνῆς, ὅλον οὐσιοῦται, ἀληθείᾳ σαρκωθείς, ὅτι δεδόξασται. Σοφία, λόγος καὶ δύναμις, Υἱὸς ὢν τοῦ Πατρός, καὶ ἀπαύγασμα, Χριστὸς ὁ Θεός, δυνάμεις λαθῶν, ὅσας ὑπερκοσμίους, ὅσας ἐν γῇ, καὶ ἐνανθρωπήσας, ἀνεκτήσατο ἡμᾶς, ὅτι δεδόξασται.

ΤΙ ΘΑΥΜΑΖΕΙΣ ΜΑΡΙΑΜ... ΕΝ ΒΗΘΛΕΕΜ ΤΗΣ ΙΟΥΔΑΙΑΣ

Τὶ θαυμάζεις Μαριάμ; τὶ ἐκθαμβεῖσαι τῷ ἐν σοὶ; Ὅτι ἄχρονον Υἱόν, χρόνῳ ἐγέννησα φησί, τοῦ τικτομένου τὴν σύλληψιν μὴ διδαχθεῖσα. Ἄνανδρος εἰμί, καὶ πῶς τέξω Υἱόν; ἄσπορον γονὴν τὶς ἑώρακεν; ὅπου Θεὸς δὲ βούλεται, νικᾶται φύσεως τάξις, ὡς γέγραπται. Χριστὸς ἐτέχθη, ἐκ τῆς Παρθένου, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας.

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς   ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.  

ΠΡΩΤΟΧΡΟΝΙΑΤΙΚΑ ΚΑΛΑΝΤΑ

Εικόνα

ΕΥΦΡΑΝΘΗΤΙ ΙΕΡΟΥΣΑΛΗΜ, ΚΑΙ ΠΑΝΗΓΥΡΙΣΑΤΕ ΠΑΝΤΕΣ...

Εὐφράνθητι Ἱερουσαλήμ, καὶ πανηγυρίσατε πάντες, οἱ ἀγαπῶντες Σιών. Σήμερον ὁ χρόνιος ἐλύθη δεσμός, τῆς καταδίκης τοῦ Ἀδάμ, ὁ Παράδεισος ἡμῖν ἠνεῴχθη, ὁ ὄφις κατηργήθη· ἣν γὰρ ἠπάτησε πρώην, νῦν ἐθεάσατο, τοῦ Δημιουργοῦ γενομένην Μητέρα. Ὢ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ἡ προξενήσασα τὸν θάνατον πάσῃ σαρκί, τῆς ἁμαρτίας τὸ ὄργανον, σωτηρίας ἀπαρχὴ ἐγένετο τῷ κόσμῳ παντί, διὰ τῆς Θεοτόκου· βρέφος γὰρ τίκτεται ἐξ αὐτῆς, ὁ παντέλειος Θεός, καὶ διὰ τοῦ τόκου, Παρθενίαν σφραγίζει, σειρὰς ἁμαρτημάτων, λύων διὰ σπαργάνων, καὶ διὰ νηπιότητος, τῆς Εὔας θεραπεύει, τὰς ἐν λύπαις ὠδῖνας. Χορευέτω τοίνυν πᾶσα ἡ κτίσις καὶ σκιρτάτω· ἀνακαλέσαι γὰρ αὐτήν, παραγέγονε Χριστός, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

Η ΓΕΝΝΗΣΙΣ ΣΟΥ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ

Ἡ γέννησίς σου Χριστὲ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ, τὸ φῶς τὸ τῆς γνώσεως· ἐν αὐτῇ γὰρ οἱ τοῖς   ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο· σὲ προσκυνεῖν, τὸν Ἥλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν, Κύριε δόξα σοι.

...Η ΒΑΣΙΛΕΙΑ ΣΟΥ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ, ΒΑΣΙΛΕΙΑ ΠΑΝΤΩΝ ΤΩΝ ΑΙΩΝΩΝ...

Δεῦτε ἀγαλλιασώμεθα τῷ Κυρίῳ, τὸ παρὸν μυστήριον ἐκδιηγούμενοι, τὸ μεσότοιχον τοῦ φραγμοῦ διαλέλυται, ἡ φλογίνη ῥομφαία τὰ νῶτα δίδωσι, καὶ τὰ Χερουβίμ παραχωρεῖ τοῦ ξύλου τῆς ζωῆς, κἀγὼ τοῦ παραδείσου τῆς τρυφῆς μεταλαμβάνω, οὗ προεξεβλήθην διὰ τῆς παρακοῆς. Ἡ γὰρ ἀπαράλλακτος εἰκὼν τοῦ Πατρός, ὁ χαρακτήρ τῆς ἀϊδιότητος αὐτοῦ, μορφὴν δούλου λαμβάνει, ἐξ ἀπειρογάμου Μητρὸς προελθών, οὐ τροπὴν ὑπομείνας· ὃ γὰρ ἦν διέμεινε, Θεὸς ὢν ἀληθινός, καὶ ὃ οὐκ ἦν προσέλαβεν, ἄνθρωπος γενόμενος διὰ φιλανθρωπίαν· αὐτῷ βοήσωμεν· ὁ τεχθεὶς ἐκ Παρθένου Θεός, ἐλέησον ἡμᾶς.  Τοῦ Κυρίου Ἰησοῦ γεννηθέντος ἐκ τῆς ἁγίας Παρθένου, πεφώτισται τὰ σύμπαντα· Ποιμένων γὰρ ἀγραυλούντων, καὶ Μάγων προσκυνούντων, Ἀγγέλων ἀνυμνούντων, Ἡρῴδης ἐταράττετο·, ὅτι Θεὸς ἐν σαρκὶ ἐφάνη, Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἡ Βασιλεία σου, Χριστὲ ὁ Θεός, βασιλεία πάντων τῶν αἰώνων, καὶ ἡ Δεσποτεία σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ, ὁ σαρκωθεὶς ἐκ Πνεύματος Ἁγίου, καὶ ἐκ τῆς ἀειπαρθένου Μαρίας ἐνανθρωπήσας, φῶς ἡμῖν ἔλαμψας, Χριστὲ ὁ Θ...

ΦΥΓΟΥΣΑ ΚΟΣΜΟΥ ΤΑ ΤΕΡΠΝΑ

Φυγοῦσα κόσμου τὰ τερπνά, χρυσοῦ τὰς μυριάδας ἐσκόρπισας πλουσίως, εἰς χεῖρας τῶν πενήτων ἀποθεμένη εὐσεβῶς, τόπους δὲ τοὺς θείους διαδραμοῦσα, τοῖς   πᾶσι τὰ πάντα γέγονας, βίον διελθοῦσα ἰσάγγελον, καὶ πᾶσιν ἐπαρκοῦσα· τῷ ἐλαίῳ δὲ τῆς εὐποιΐας, φαιδρύνασα τὴν ψυχικὴν λαμπάδα, εἰσῆλθες σὺν Χριστῷ πρὸς θεῖον νυμφῶνα, βασιλείας τῆς αὐτοῦ κατατρυφῶσα. Ὅθεν Μελάνη, σὲ πόθῳ   γεραίρομεν.

Η ΤΑΙΣ ΑΓΓΕΛΩΝ ΧΟΡΕΙΑΙΣ ΣΥΝΑΦΘΕΙΣΑ

Ἡ ταῖς Ἀγγέλων χορείαις συναφθεῖσα· ὅτε σε ὁ ἔνθεος ἔρως ἀνέφλεξε, καὶ ὑπερίπτασθαι ἔπεισε τῶν ὀρωμένων, δι' ἀπαθείας καὶ καθαρότητος, τότε σου τὸν σύνευνον, λόγοις ἐζώγρησας, θεοπειθέσι τὴν ἄστατον, ἀποβαλέσθαι, τύρβην τοῦ βίου τὴν διαρρέουσαν· ὅθεν σὺν τούτῳ τὴν αἰώνιον, εὗρες ζωὴν καὶ ἀπόλαυσιν, δυσωποῦσα Μελάνη, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Ἡ τῶν Ἀγγέλων ποθήσασα τὸν βίον, ὅτε τὴν ἐνήδονον τρυφὴν διέπτυσας, τῇ ἐγκρατε ίᾳ  σχολάζουσα ,  καὶ   ἀγρυπνί ᾳ,  καὶ   χαμευνί ᾳ,  καὶ   ταπεινότητι ,  τότε   καθαρώτατον ,  σκεῦος γεγένησαι ,  Πνεύματος   θείου   χαρίσμασι ,  περιφανέσι ,  κεκοσμημένη   πρὸ   τούτου   πάνσοφε ·  ὅθεν   πρὸς   ζῆλον ,  σοῦ   τὸν   ἔνθεον ,  ἐφειλκύσω   λαοὺς   καὶ   προσήγαγες ,  τῷ   Δεσπότ ῃ Μελάνη ,  καὶ   Σωτ ῆ ρι   τ ῶ ν   ψυχῶν   ἡμῶν . Ἡ   καλλονα ῖ ς   ἀρετῶν ...

ΠΑΡΘΕΝΙΑΣ ΛΑΜΠΡΟΤΗΣΙ, ΦΑΙΔΡΥΝΘΕΙΣΑ ΠΑΝΕΥΦΗΜΕ

Παρθενίας λαμπρότησι, φαιδρυνθεῖσα Πανεύφημε, Μαρτυρίου ἤστραψας ἀγωνίσμασι· μὴ προσκυνῆσαι ἡλίῳ γάρ, πεισθεῖσα τὴν ἄδικον, καθυπέμεινας σφαγήν, φοινιχθεῖσα τοῖςαἵμασι· καὶ παρέστηκας, τῷ Ἡλίῳ τῆς δόξης στεφηφόρος, ταῖς ἐκεῖθεν λαμπομέναις, αὐγαζομένη φαιδρότησιν. Τὸν ἐγκάρδιον ἔρωτα, ὑποφαίνουσα δάκρυσι, κατανύξει Ἔνδοξε, γῆν κατέβρεχες, καὶ ταῖς θριξὶν ἐναπέσμηχες, Χριστοῦ ὑποπόδιον, ἐννοοῦσα καὶ αὐτόν, ὡς παρόντα προβλέπουσα, ὃν ἐπόθησας, καὶ ἰχνῶν ἁπτομένη διανοίᾳ, θεωρίαις θειοτάταις, τὴν σὴν ψυχὴν κατελάμπρυνας. Καὶ τὸν πλοῦτον σκορπίσασα, καὶ πτωχοῖς ἐπαρκέσασα, ἐνυμφεύθης ἄφθορος τῷ Ποιήσαντι, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν αἱμάτων τοὺς κρουνούς, καὶ τοῦ πάθους τὴν μίμησιν, οὗ ὑπέμεινεν, Ἀνυσία ὁ μόνος εἰς νυμφῶνα, κατοικίσας σε τὸν θεῖον, ὡς Ἀθληφόρον καὶ Μάρτυρα.

ΕΥΦΡΑΙΝΕΣΘΩΣΑΝ ΟΙ ΟΥΡΑΝΟΙ, ΚΑΙ ΑΓΑΛΛΙΑΣΘΩ Η ΓΗ

Εὐφραινέσθωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσθω ἡ γῆ· σήμερον γὰρ ἀληθῶς, μία ποίμνη γέγονεν Ἀγγέλων καὶ ἀνθρώπων. Ὢ τοῦ θαύματος! ὁ ἀόρατος ὁρᾶται, ὁ ἀχώρητος χωρεῖται, ὁ ἄναρχος ἄρχεται, ὁ Υἱὸς τοῦ Θεοῦ Υἱὸς ἀνθρώπου γίνεται, καὶ Παρθένος ἀπείρανδρος, Μήτηρ ὁρᾶται Θεοῦ, καὶ ἡ Μήτηρ μετὰ κύησιν, Παρθένος εὑρίσκεται, ὁ σαρκωθεὶς Λόγος τοῦ Πατρός, ἐν φάτνῃ ἀνακέκλιται, καὶ Ποιμένες κήρυκες, κοινωνοὶ τοῦ μυστηρίου γίνονται, Μάγοι ἐξ ἀνατολῶν τὰ δῶρα προσεκόμιζον, ὑπὸ ἀστέρος ὁδηγούμενοι, καὶ τὸν τεχθέντα Σωτῆρα προσεκύνησαν. Μεθ' ὧν καὶ ἡμεῖς φιλέορτοι, τοὺς τῆς καρδίας θησαυροὺς προθύμως ἀνοίξαντες, προσάξωμεν αὐτῷ πράξεις ἀγαθάς, πίστιν, ἐλπίδα καὶ ἀγάπην, ὡς χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῶν Ἀσωμάτων τὴν φωνὴν βοῶντες αὐτῷ. Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία, τῷ ἐλθόντι σῶσαι ἐκ φθορᾶς, τὸ γένος ἡμῶν.

ΜΑΓΟΙ ΑΝΑΤΟΛΩΝ ΒΑΣΙΛΕΙΣ ΤΩ ΕΚ ΠΑΡΘΕΝΟΥ

Μάγοι ἀνατολῶν Βασιλεῖς τῷ ἐκ Παρθένου Βασιλίδος ἐκλάμψαντι, ἁπάντων Θεῷ καὶ Κτίστῃ, καὶ Βασιλεῖ ἀληθεῖ, δῶρα προσκυνοῦντες προσεκόμισαν· πρὸς οὓς ἡ Πανάμωμος, ἐκπλαγεῖσα ἐφθέγγετο. Εἴπατε δὴ μοι, οἱ τὸ πῦρ καὶ τὸν ἥλιον, σεβαζόμενοι, καὶ ἐν σκότει βαδίζοντες, πῶς τὸν ὑπὲρ κατάληψιν, φωτίζοντα σύμπαντα, ἔγνωτε σάρκα λαβόντα, καὶ ἐν σπηλαίῳ, τικτόμενον, ἐν γῇ καὶ δι' οἶκτον, παρεχόμενον τῷ κόσμῳ, τὸ μέγα ἔλεος; Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λόγοις ἀκολουθοῦντες ἡμεῖς, τοῦ Βαλαὰμ πρὸς τὴν ἁγνὴν ἀπεκρίθησαν, οἱ Μάγοι, παρετηροῦμεν, ἀνατολὴν καθαροῦ, καὶ λαμπροῦ Ἀστέρος, προσγενήσεσθαι, καὶ δὴ θεασάμενοι, ἀσυνήθη φαινόμενον, τοῦτον ἀρτίως, ὑπ' αὐτοῦ ὁδηγούμενοι, οὐκ ὠκνήσαμεν, τὴν πορείαν ποιήσασθαι. Τὶς οὖν ὁ ταῖς ἀγκάλαις σου, ὡς βρέφος κρατούμενος; πῶς μυστηρίῳ τοιούτῳ, καθυπουργῆσαι ἠξίωσαι, σεμνὴ Παναγία; δι' οὗ εὕρατο ὁ κόσμος, τὸ μέγα ἔλεος. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου ἐγέννησά σε, ὤμοσε Κύριος,...

ΜΝΗΜΗ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΝΥΣΙΑΣ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀνυσίας, τῆς ἐν Θεσσαλονίκῃ. Εἰς δεξιὰν νύττουσι πλευρὰν κυρίως, Πλευρὰς Ἀδὰμ κύημα τὴν Ἀνυσίαν. Πλευρὰν Ἀνυσίης τριακοστῇ ἔγχος ἔνυξεν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Θεοδώρας, τῆς ἀπὸ Καισαρείας. Ἀπῆρε δεσμοῦ σαρκὸς ἡ Θεοδώρα, Οὗπερ λυθῆναι ζῶσα καὶ πρὶν ἠγάπα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Μάρτυρος Φιλεταίρου. Φιλέταιρος πέπονθεν ἀθλητῶν νόμῳ, Κἂν οὐκ ἀπῆλθεν ὡς ἀθλητὴς ἐκ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Ὁ Ὅσιος Λέων ὁ Ἀρχιμανδρίτης, ἐν εἰρήνῃ τελειοῦται. Ῥευστοῦ μεταστάς, Χριστέ, Λέων ἐκ βίου Σκύμνον λέοντος ἐξ Ἰούδα σε βλέπει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΥΡΑΝΟΣ ΜΟΙ ΕΦΑΝΗΣ ΣΗΜΕΡΟΝ ΓΗ... ΟΔΟΙΠΟΡΟΥΝΤΑ ΟΙ ΜΑΓΟΙ....

Οὐρανὸς μοι ἐφάνης σήμερον γῆ· ἐπὶ σοὶ γὰρ γεννᾶται ὁ Ποιητής, καὶ φάτνη ἀνακλίνεται, ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· σὺν Ἀγγέλοις ὑμνοῦσι, καὶ Ποιμένες ἀπαύστως· Ἐν ὑψίστοις δόξα, εἰρήνη τῷ Κόσμῳ τε· εἶδον γὰρ ἀστέρα, ὁδοιποροῦντα οἱ Μάγοι, ὀξέως τε προέτρεχον, τοῦ προσάξαι τὰ δῶρα αὐτῶν, χρυσὸν σμύρναν καὶ λίβανον, ὡς πάντων ὑπάρχοντι Θεῷ, καὶ Βασιλεῖ αἰωνίῳ, καὶ Κτίστῃ τοῦ παντός, ἐν σπηλαίῳ δι' οἶκτον, ἐπιφανέντι βροτοῖς.

Η ΒΗΘΛΕΕΜ ... ΧΡΙΣΤΩ ΠΡΟΣΑΝΗΝΕΧΘΗΣΑΝ

Ἡ Βηθλεὲμ μὴ στύγναζε, ἀλλ' εὐθύμει, τῶν ἱερῶν Νηπίων τῇ ἀναιρέσει· θύματα γὰρ τέλεια τῷ Δεσπότῃ, Χριστῷ προσανηνέχθησαν· ὑπὲρ αὐτοῦ γὰρ σφαγέντα, συμβασιλεύουσι τούτῳ. Τὰ τῆς σαρκὸς σκιρτήματα θεοφόρε, δι' ἐγκρατείας πάσης κατακοιμίσας, ἄγρυπνον ἐθέσπισας καὶ πάννυχον, ἐν τῇ Μονῇ σου Μάρκελλε, δοξολογίαν τελεῖσθαι, Χριστοῦ εἰς αἴνεσιν Πάτερ. Ἐπὶ τῆς γῆς εἰρήνη καὶ ἐν ἀνθρώποις, Θεοκυῆτορ γέγονεν εὐδοκία. Ἄγγελοι χορεύοντες ἐκραύγαζον· Ἐν τοῖς ὑψίστοις δόξα σοι, τῷ γεννηθέντι ἀφράστως, ἐν Βηθλεέμ ἐκ Παρθένου.

ΑΣΤΗΡ ΜΑΓΟΥΣ ΕΠΕΜΨΕ, ΠΡΟΣ ΤΟΝ ΤΕΧΘΕΝΤΑ

Ἀστὴρ Μάγους ἔπεμψε, πρὸς τὸν τεχθέντα, καὶ Ἡρῴδης ἄδικον, στρατὸν ἀπέστειλε κενῶς, φονοκτονῆσαι οἰόμενος, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

ΘΕΟΝ ΑΝΘΡΩΠΟΙΣ ΙΔΕΙΝ ΑΔΥΝΑΤΟΝ

Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς, σὲ μακαρίζομεν

ΤΩ ΑΧΡΑΝΤΩ ΣΟΥ ΤΟΚΩ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ, ΠΡΩΤΗ ΘΥΣΙΑ

Τῷ ἀχράντῳ σου τόκῳ, Χριστὲ ὁ Θεός, πρώτη θυσία γέγονε τὰ Νήπια· Ἡρῴδης, γὰρ χειρώσασθαι, σὲ τὸν ἀχείρωτον βουληθείς, ἠγνόησε μαρτύρων προσάγων σοι χορόν. Διὸ σε ἱκετεύομεν τὸν ἐνανθρωπήσαντα, σῶσαι τὰς ψυχὰς ἡμῶν. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ, ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός. Εἰς τὰ ὦτα τοῦ Κυρίου Σαβαώθ, εἰσεληλύθει ἡ σφαγὴ ὑμῶν, Βρέφη τίμια· δι' αὐτὸν γὰρ τὸ αἷμα ἐξεχέατε, καὶ ἐν κόλποις Ἀβραὰμ ἐπαναπαύεσθε, καὶ τὴν Ἡρῴδου εἰς αἰῶνας, μισητὴν κακίαν καταγγέλλετε, δυνάμει τοῦ τεχθέντος Χριστοῦ. Μισητὴ τοῦ Ἡρῴδου ἡ παιδοκτονία, διὰ τὴν αὐτοῦ μιαιφονίαν ·  καὶ σεπτὴ ἡ τῶν Παίδων θυσία, ὡς ἡλικιῶτις Χριστοῦ, τῆς ἡμῶν σωτηρίας, τοῦ καινοῦ σφαγίου προθυομένη καὶ προπεπονθυῖα. Μὴ κλαῖε Ῥαχιὴλ τὰ τέκνα, μιμνῃσκομένη τῶν κόλπων Ἀβραάμ, ἔνθα πάντων ἐστὶν εὐφραινομένων ἡ κατοικία. Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν, ὁ φθογγος τῶν κατορθωμάτων σου, δι’ ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν Δαιμόνω...

ΤΩΝ ΑΝΩ ΚΑΙ ΤΩΝ ΚΑΤΩ ΝΥΝ ΟΜΟΥ

Τῶν ἄνω καὶ τῶν κάτω νῦν ὁμοῦ εὐφραινομένων, ἐν τῇ ἐπιφανείᾳ τοῦ πάντων Βασιλέως, Ἡρῴδης μόνος συναλγεῖ, σὺν τοῖς προφητοκτόνοις Ἰουδαίοις· εἰκὸς γὰρ μόνους αὐτοὺς ὀδύρεσθαι· οὐ γὰρ ἀπὸ τοῦ νῦν βασιλεύσουσιν, ἀλλ' ἡ βασιλεία τοῦ Κυρίου, καὶ ἔτι κρατήσει, τὰ θράση τῶν ἐχθρῶν ἀποκρουομένη, καὶ τὰ πλήθη τῶν πιστῶν συγκαλουμένη, μετὰ τῶν σεπτῶν Νηπίων τοῦ κατοπτεύειν, τὸν ἐν τῇ φάτνῃ ὡς Νήπιον κείμενον.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΝΗΠΙΩΝ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΔΕΚΕΜΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, ὧν ὁ ἀριθμὸς χιλιάδες ιδ' καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων.   Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἁγίων Νηπίων, τῶν ὑπὸ Ἡρῴδου ἀναιρεθέντων, χιλιάδων δεκατεσσάρων. Διὰ ξίφους ἄωρα μητέρων Βρέφη, Ἀνεῖλεν ἐχθρὸς τοῦ βρεφοπλάστου Βρέφους. Νήπια ἀμφ' ἐνάτην τάμον εἰκάδι παππάζοντα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη πάντων τῶν Χριστιανῶν καὶ ἀδελφῶν ἡμῶν τῶν ἐν λιμῷ καὶ δίψει καὶ μαχαίρᾳ καὶ κρύει τελειωθέντων. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τοῖς Χαλκοπρατείοις εἰς τὸν ναὸν τῆς Ὑπεραγίας Θεοτόκου, ἔνθα ἡ ἁγία σορός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαρκέλλου, Ἡγουμένου τῆς Μονῆς τῶν Ἀκοιμήτων. Ἀϋπνίᾳ δοὺς πάντα τὸν ζωῆς χρόνον Μάρκελλε, κοιμήθητι μικρὸν ἐν τάφῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θαδδαίου τοῦ Ὁμολογητοῦ. Καὶ Θαδδαῖος ἴσχυσε κατὰ τῆς πλάνης, Ὁμολογητὴς ἀναφανεὶς ὡς μέγας. Τῇ αὐτῇ ἡμέ...

Ω ΤΗΣ ΗΡΩΔΟΥ ΠΟΡΩΣΕΩΣ! ΚΑΤΑ ΘΕΟΥ ΕΜΜΑΝΕΙΣ, ΤΟΥ ΣΑΡΚΙ ΝΗΠΙΑΣΑΝΤΟΣ

Ὢ τῆς Ἡρῴδου πορώσεως! κατὰ Θεοῦ ἐμμανείς, τοῦ σαρκὶ νηπιάσαντος, Βηθλεὲμ τοῖς βρέφεσι, τὸν θυμὸν ἐπαφίησι, καὶ ξίφει πάντα, δημίων δίδωσι, ζωῆς στερῆσαι, τὸν ζωῆς αἴτιον, τούτων οἰόμενος, τῆς σφαγῆς τῷ αἵματι, ὁ λυμεών, τοῦ καρποῦ τῆς φύσεως, ὁ ἀπηνέστατος.  (Δίς) Μάγοι ἐκ Περσίδος φθάσαντες, εἰς τὴν Ἱερουσαλήμ, τὸν Ἡρῴδην ἐτάραξαν, καὶ μανεὶς ὁ δείλαιος, τὰ Νήπια κατέσφαττεν· ὡς βότρυες δέ, Χριστῷ προσήχθησαν, εἰ καὶ μητρῴων μαζῶν ἐσπάσθησαν, οἱ Νεομάρτυρες, τὸν Ἡρῴδην πλήξαντες· διὸ Χριστόν, πίστει ἱκετεύουσιν, εἰς τὸ σωθῆναι ἡμᾶς. Κλαίει ἡ Ῥαχὴλ τὰ Νήπια, ἐν τῇ Ῥαμᾷ δὲ φωνή, νῦν μεγάλη ἀκούεται, ὁ Ἡρῴδης μαίνεται, καὶ ἀθέως φρυάττεται, ὁ Ἰωάννης φεύγει ἐν ὄρεσι, λίθος Μητέρα σὺν τέκνῳ δέχεται, ὁ Ζαχαρίας δέ, ἐν Ναῷ φονεύεται, ὁ δὲ Χριστός, φεύγει ἀφεὶς ἔρημον, Ἑβραίων οἴκημα. Ἡρῴδης ὁ παράνομος, θεωρῶν τὸν ἀστέρα, ὑπὲρ πᾶσαν κτίσιν λαμπρότερον, ἐταράττετο, καὶ γαλακτοτροφούμενα Βρέφη, ἐξ ἀγκαλῶν μητρικῶν ἀφήρπασεν. Ἡ δὲ Ἐλισάβετ, λαβοῦσα τὸν Ἰωάννην, πέ...

ΥΜΝΟΙΣ ΣΤΕΨΩΜΕΝ

Ὕμνοις στέψωμεν τὸν Δημοσθένην, θεῖον μάρτυρα, τοῦ Θεανθρώπου, ὁμολογίας τὸ εὐῶδες κειμήλιον, Χριστομαρτύρων θεόσδοτον κλέϊσμα, καὶ ᾽Εκκλησίας προπύργιον ἔνθεον. Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι ἐκ κινδύνων τὰς ψυχὰς ἡμῶν. Ἡ γέννησίς σου Χριστέ ὁ Θεὸς ἡμῶν, ἀνέτειλε τῷ κόσμῳ τὸ φῶς τὸ τῆς γνώσεως · ἐν αὐτῇ γὰρ οἱ τοῖς ἄστροις λατρεύοντες, ὑπὸ ἀστέρος ἐδιδάσκοντο, σὲ προσκυνεῖν, τὸν ῞Ηλιον τῆς δικαιοσύνης, καὶ σὲ γινώσκειν ἐξ ὕψους ἀνατολήν. Κύριε δόξα σοι.

ΑΓΙΑ ΔΟΜΝΑ ΕΟΡΤΑΣΤΙΚΩΣ ΤΙΜΩΜΕΝ

Τῆς Νικομηδείας ᾽Εκκλησία, τὴν πρῴην τῶν εἰδώλων ἱέρειαν, νῦν δὲ σεπτὴν τοῦ Χριστοῦ μάρτυρα Δόμναν, ἑορταστικῶς τιμᾷ, τὴν αὐτῆς θείαν ἀλλοίωσιν, καὶ θαυμαστὴν μεταστροφήν, πρὸς μίμησιν προβαλλομένη. Αὕτη γὰρ τὰς τοῦ θείου Παύλου ᾽Επιστολὰς ἀναγνοῦσα, ἐκ καρδίας εἰς τὸν Θεάνθρωπον Χριστὸν ἐπίστευσεν. ᾽Εν προσευχῇ δὲ νηστείᾳ καὶ ἐλεημοσύνῃ ζῶσα, τὸν εὐνοῦχον ῎Ινδην εἰς τὴν τῆς ἀληθείας πίστιν ὡδήγησε, καὶ ἀλείπτης αὐτοῦ πρὸς τὸ μαρτύριον γέγονεν. Θαυμαστῶς τε αἰκισμοὺς καὶ μαστιγώσεις ὑπομείνασα καὶ ἐν εἱρκτῇ ἐγκλεισθεῖσα, ὑπὸ ᾽Αγγέλου ἐτρέφετο. Διὰ σαλότητος τῶν δεσμῶν ἀπολυθεῖσα, ἐν σπηλαίῳ ἀνδρικῶς ἠσκήτευεν. Εἶτα τῶν μαρτύρων τρία ἱερὰ λείψανα ἐν θαλάσσῃ εὑροῦσα, καὶ πλησίον αὐτῶν προσευχομένη, δέχεται τὸν διὰ ξίφους καὶ πυρὸς θάνατον. Καὶ νῦν ἐν οὐρανῷ σαββατίζουσα, σὺν λοιποῖς μαρτύρων χοροῖς, πρεσβεύει Κυρίῳ, ὑπὲρ πάντων ἡμῶν.

ΤΟΝ ΔΗΜΟΣΘΕΝΗ ΕΝ ΥΜΝΟΙΣ ΑΝΕΥΦΗΜΗΣΩΜΕΝ

Τὸν Δημοσθένην ἐν ὕμνοις ἀνευφημήσωμεν, Χριστοῦ τὸν ἀθλοφόρον, συμμαρτύρων τὸ κλέος, δόξαν ᾽Εκκλησίας, καὶ τῶν πιστῶν, πρωτοτόκων ὁμότιμον, Νικομηδείας τὸν μάρτυρα τὸν σεπτόν, καὶ ἁγίων ἰσοστάσιον. Τὸν Δημοσθένην ἐνδόξως ἐγκωμιάσωμεν, τὸν ἐν Νικομηδείᾳ, ἀριστεύσαντα πάνυ ἄναρχον Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ ῞Αγιον, μίαν σεπτὴν θεαρχίαν πάντων ἀρχήν, ἀσεβέσιν ἀνεκήρυξεν. Τὸν Δημοσθένην ἐνθέως δεῦτε τιμήσωμεν, Νικομηδείας κλέος, καὶ μαρτύρων τὸν τύπον, πάντων ἀθλοφόρων, ὑπογραμμόν, καὶ πιστῶν τὸ ὑπόδειγμα, τὸν πρὸς Χριστὸν νῦν μεσίτην ὑπὲρ ἡμῶν, ἐν Σιὼν τὴν περιπόθητον. Τὸν Δημοσθένην τὸν μάρτυρα ἐπαινέσωμεν, ὁμολογίας κόσμον, μαρτυρίας τὸν πλοῦτον, δόξαν ᾽Εκκλησίας, στῦλον πιστῶν, καὶ μαρτύρων τὸ κλέϊσμα, Νικομηδείας τὸν ἔνδοξον ἀθλητήν, παραδείσου τὸν οἰκήτορα. Δεῦτε   πιστοὶ   τὸν   πανένδοξον   μάρτυρα   Δημοσθένην ,  ἐν   ἐγκωμίων   ᾠδαῖς   πανευλαβῶς   ἐπευφημήσωμεν .  Οὗτος γὰρ τὸν Χριστὸν ἀγαπήσας,...

ΑΓΙΟΥ ΔΗΜΟΣΘΕΝΟΥΣ

Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Δισμυρίων, τῶν ἐν Νικομηδείᾳ καέντων. ·   Ὡς προσφοραί σοι Σῶτερ ἐξωπτημέναι, ·   Οἱ Δισμύριοι τοῦ νεὼ κεῖνται μέσον. ·   Ἀνέρας ὀγδοάτῃ κτάνεν εἰκάδι Δισμυρίους πῦρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων, τῶν ἀπὸ τῆς Συγκλήτου, ἔξω τῆς πυρᾶς ἀπολειφθέντων, καὶ τελειωθέντων. Ὁ Ἅγιος Ἴνδης, ἐν τῇ θαλάσση βληθείς, τελειοῦται. ·   Ἴνδην ἀκούω τοῦ βίου λαβεῖν πέρας, ·   Ἄκρον καταντήσαντα πρὸς βυθοῦ πέρας. Οἱ ἅγιοι Γοργόνιος καὶ Πέτρος ἐν τῇ θαλάσσῃ τελειοῦνται. ·   Πόντος καλύπτει Γοργόνιον καὶ Πέτρον, ·   Μνήμη δὲ τούτων οὐ καλύπτεται χρόνῳ. Ὁ Ἅγιος Μάρτυς Ζήνων ξίφει τελειοῦται. ·   Ζήνων κεφαλὴν τέμνεται διὰ ξίφους, ·   Μὴ προσκυνεῖν ἄγαλμα τοῦ Ζηνὸς θέλων. Ὁ Ἅγιος Μάρτυς Μαρδόνιος πυρὶ τελειοῦται. ·   Καὶ Μαρδόνιον Μαρτύρων ἔγνων ἕνα, ·   Στέργοντα Χριστόν, καὶ στέργοντα πῦρ φλέγον. Ὁ Ἅγιος Δωρόθεος, ὁ Πρεπόσιτος, ξίφει τελειοῦται. ...