Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2009

ΣΤΑΧΥΣ, ΑΜΠΛΙΑΣ, ΝΑΡΚΙΣΣΟΝ, ΚΑΙ ΑΠΕΛΛΗΣ Ο ΕΝΔΟΞΟΣ...

Στάχυς, Ἀμπλίας, Νάρκισσος, καὶ Ἀπελλῆς ὁ ἔνδοξος, καὶ Ἀριστόβουλος θεῖος, καὶ Οὐρβανὸς οἱ φωστῆρες, νῦν παρ' ἡμῶν κατὰ χρέος, φαιδρῶς ἀνευφημείσθωσαν, ὡς τοῦ Χριστοῦ Ἀπόστολοι, ὑπὲρ ἡμῶν πρεσβεύοντες, τῶν πόθῳ ἐπιτελούντων, τὴν ἱερὰν αὐτῶν Μνήμην.

ΤΟΝ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΠΡΟΣΗΛΩΘΕΝΤΑ....

Τὸν ἐν τῷ Σταυρῷ προσηλωθέντα, καὶ ἀποδείξαντα ἡμῖν ὅπλον εἰς σωτηρίαν, Παῖδες ὑπερυψοῦτε, Χριστὸν τὸν Θεὸν ἡμῶν εἰς τοὺς αἰῶνας

ΕΝ ΤΩ ΚΟΣΜΩ ΩΣΠΕΡ ΑΣΤΡΑΠΑΙ, ΕΦΑΝΗΤΕ ΘΕΟΠΤΑΙ.... ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...

Eν τῷ κόσμῳ ὥσπερ ἀστραπαί, ἐφάνητε θεόπται, φλογίζοντες μὲν τὴν πλάνην, τοὺς δὲ μέλποντας υἱούς, ἡμέρας δεικνύοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Τῷ νοστίμῳ ἅλατι τῶν σῶν, Ἀμπλία διδαγμάτων, τῆς πλάνης σηπεδόνα, ἀπεκάθηρας· διό, τιμῶντές σε ψάλλομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἀνυμνείσθω Στάχυς ὁ κλεινός, Ἀμπλίας Ἀπελλῆς τε, καὶ Νάρκισσος Οὐρβανός τε, καὶ ὁ πάνσοφος βοῶν, πιστῶς Ἀριστόβουλος· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τόν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΡΥΣΑΙ ΗΜΑΣ.... ΑΙΝΕΤΟΝ ΤΩΝ ΠΑΤΕΡΩΝ, ΘΕΟΝ ΚΑΙ ΥΠΕΡΕΝΔΟΞΟΝ...

Ῥῦσαι ἡμᾶς, πειρασμῶν καὶ θλίψεων, καὶ συμφορῶν παντοδαπῶν, καὶ Bαρβάρων ἐπιδρομῆς, Δέσποινα πανύμνητε, ὅπως σε δοξάζωμεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόνυμφε, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ΥΠΟΜΟΝΗ, ΠΕΙΡΑΣΜΩΝ ΕΡΡΥΣΘΗΤΕ, ΕΧΘΡΟΥ....ΥΠΕΡΕΝΔΟΞΟΣ...

Ὑπομονῇ, πειρασμῶν ἐρρύσθητε, ἐχθροῦ πειράζοντος ὑμᾶς, ἑπομβρίαις δὲ λογικαῖς, ἔνδοξοι Ἀπόστολοι, ὅλον κατεπτύσατε, φλογμὸν τῆς πλάνης κραυγάζοντες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Περιφανῶς, ἄριστα βουλεύεσθαι καὶ τελειότατα τοὺς σούς, Ἀριστόβουλε φοιτητάς, μάκαρ ἐξεπαίδευσας, ὡς τὴν ἐνυπόστατον, Σοφίαν σχών σε παιδεύουσαν, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ἡ τῶν πιστῶν, ἱερὰ ὁμήγυρις, ἱερωτάταις ἐν φωναῖς, μακαρίζει σε Ἀπελλῆ· τέλος γὰρ μακάριον ἔσχες πολιτείαν τε, ἀγγελικὴν μέλπων πάντοτε· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΗΝ ΜΝΗΜΗΝ ΠΑΝΤΕΣ...

Τῶν Ἀποστόλων τὴν μνήμην πάντες, ὡς σωτηρίας ἡμέραν εὐφημήσωμεν νῦν, καὶ εὐσεβῶς μακαρίσωμεν. Αὕτη γὰρ πάσῃ τῇ οἰκουμένῃ ὥς περ ἥλιος λάμπει, φωτὸς ἀκτῖσι πᾶσαν ἀχλὺν ἐκδιώκουσα, καὶ καταλάμπουσα τοὺς πόθῳ ταύτην ἐκτελοῦντας, καὶ πίστει γεραίροντας· διὸ προθύμως συνδράμωμεν, ἀνυμνοῦντες αὐτοὺς καὶ κραυγάζοντες· Ἐκ τῶν κινδύνων ῥύσασθε ἡμᾶς, Ἀπόστολοι Κυρίου παναοίδιμοι.

ΕΙΣ ΤΑ ΤΟΥ ΚΟΣΜΟΥ ΔΡΑΜΟΝΤΕΣ ΠΛΗΡΩΜΑΤΑ...

Εἰς τὰ τοῦ κόσμου δραμόντες πληρώματα, θεογνωσίας τὸν λόγον ἐσπείρατε, καὶ στάχυν πολύχουν δρεψάμενοι, Βασιλεῖ τῶν ἁπάντων προσήξατε, Ἀπόστολοι Χριστοῦ παναοίδιμοι.

ΡΥΣΑΙ ΗΜΑΣ, ΠΕΙΡΑΣΜΩΝ ΚΑΙ ΘΛΙΨΕΩΝ...

Ῥῦσαι ἡμᾶς, πειρασμῶν καὶ θλίψεων, καὶ συμφορῶν παντοδαπῶν, καὶ Bαρβάρων ἐπιδρομῆς, Δέσποινα πανύμνητε, ὅπως σε δοξάζωμεν, καὶ τὸν ἐκ σοῦ τεχθέντα Θεόνυμφε, τὸν αἰνετὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον.

ΕΙΣ ΠΑΣΑΝ ΕΞΕΔΡΑΜΕ ΤΗΝ ΓΗΝ ...

Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν ὑμῶν ὁ σωτήριος, φθόγγος Κυρίου Ἀπόστολοι φέγγει τῆς χάριτος, καταυγάζων πάντων τὰς καρδίας ἔνδοξοι, καὶ λύων τῆς ἀπάτης τήν ζόφωσιν· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Στάχυς ὁ πανόλβιος Χριστοῦ, κήρυξ καὶ Ἀπόστολος, καὶ Ἀπελλῆς ὁ θαυμάσιος καὶ Ἀριστόβουλος, Οὐρβανός, Ἀμπλίας καὶ ὁ θεῖος Νάρκισσος, Τριάδα παναγίαν κηρύξαντες ἔθνη ἐφώτισαν καὶ δουλείας ἐλυτρώσαντο, οὓς ἐν πίστει πάντες μακαρίσωμεν. Φωστῆρες ὑπέρλαμπροι Χριστοῦ, σκεύη καθαρώτατα, ὅλην τὴν αἴγλην τοῦ Πνεύματος πίστει χωρήσαντες, Ἐκκλησίας στῦλοι, οὐρανοὶ περίδοξοι, τὴν δόξαν τοῦ Θεoῦ διηγούμενοι, αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΥΠΟΜΟΝΗ, ΠΕΙΡΑΣΜΩΝ ΕΡΡΥΣΘΗΤΕ, ΕΧΘΡΟΥ ΠΕΙΡΑΖΟΝΤΟΣ ΥΜΑΣ...

Ὑπομονῇ, πειρασμῶν ἐρρύσθητε, ἐχθροῦ πειράζοντος ὑμᾶς, ἑπομβρίαις δὲ λογικαῖς, ἔνδοξοι Ἀπόστολοι, ὅλον κατεπτύσατε, φλογμὸν τῆς πλάνης κραυγάζοντες· Ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Περιφανῶς, ἄριστα βουλεύεσθαι καὶ τελειότατα τοὺς σούς, Ἀριστόβουλε φοιτητάς, μάκαρ ἐξεπαίδευσας, ὡς τὴν ἐνυπόστατον, Σοφίαν σχών σε παιδεύουσαν, τὸν αἰνετόν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ἡ τῶν πιστῶν, ἱερὰ ὁμήγυρις, ἱερωτάταις ἐν φωναῖς, μακαρίζει σε Ἀπελλῆ· τέλος γὰρ μακάριον ἔσχες πολιτείαν τε, ἀγγελικὴν μέλπων πάντοτε· Ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΚΑ

ΚΑΙ Κύριος ἐπεσκέψατο τὴν Σάρραν, καθὰ εἶπε, καὶ ἐποίησε Κύριος τῇ Σάρρᾳ καθὰ ἐλάλησε, 2 καὶ συλλαβοῦσα ἔτεκε τῷ ῾Αβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. 3 καὶ ἐκάλεσεν ῾Αβραὰμ τὸ ὄνομα τοῦ υἱοῦ αὐτοῦ τοῦ γενομένου αὐτῷ, ὃν ἔτεκεν αὐτῷ Σάρρα, ᾿Ισαάκ. 4 περιέτεμε δὲ ῾Αβραὰμ τὸν ᾿Ισαὰκ τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καθὰ ἐνετείλατο αὐτῷ ὁ Θεός. 5 καὶ ῾Αβραὰμ ἦν ἑκατὸν ἐτῶν, ἡνίκα ἐγένετο αὐτῷ ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 6 εἶπε δὲ Σάρρα· γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ, συγχαρεῖταί μοι. 7 καὶ εἶπε· τίς ἀναγγελεῖ τῷ ῾Αβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα; ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου. 8 Καὶ ηὐξήθη τὸ παιδίον καὶ ἀπεγαλακτίσθη, καὶ ἐποίησεν ῾Αβραὰμ δοχὴν μεγάλην, ᾗ ἡμέρᾳ ἀπεγαλακτίσθη ᾿Ισαὰκ ὁ υἱὸς αὐτοῦ. 9 ἰδοῦσα δὲ Σάρρα τὸν υἱὸν ῎Αγαρ τῆς Αἰγυπτίας, ὃς ἐγένετο τῷ ῾Αβραάμ, παίζοντα μετὰ ᾿Ισαὰκ τοῦ υἱοῦ αὐτῆς· 10 καὶ εἶπε τῷ ῾Αβραάμ· ἔκβαλε τὴν παιδίσκην ταύτην καὶ τὸν υἱὸν αὐτῆς· οὐ γὰρ μὴ κληρονομήσει ὁ υἱὸς τῆς παιδίσκης ταύτης μετὰ τοῦ υἱοῦ μου ᾿Ισαάκ. 11 σκληρὸ...

ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΣΤΑΧΥΟΣ, ΑΠΕΛΛΟΥ, ΑΜΠΛΙΑ, ΟΥΡΒΑΝΟΥ, ΑΡΙΣΤΟΒΟΥΛΟΥ ΚΑΙ ΝΑΡΚΙΣΣΟΥ ΚΑΙ ΕΠΙΜΑΧΟΥ...

ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ἀριστοβούλου καὶ Ναρκίσσου, καὶ τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν ἑβδομήκοντα, Στάχυος, Ἀπελλοῦ, Ἀμπλία, Οὐρβανοῦ, Ναρκίσσου καὶ Ἀριστοβούλου. Στίχοι Στάχυς δρεπάνῳ τῆς τελετῆς, ὡς στάχυς, Ἐκ τοῦ παρόντος ἐκθερίζεται βίου. Σιγᾷ στερήσει πνευμάτων ὡς κολλάβων. Ἡ τετράχορδος τῶν Ἀποστόλων λύρα. Ψυχάς, Ἀριστόβουλος, ἀγρεύσας λόγῳ, Θεῷ πρόσεισι, μισθὸν αἰτῶν τῆς ἄγρας. Πρώτῃ ἐν τριακοστῇ Ἀπόστολοι ἓξ τέλος εὗρον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἐπιμάχου. Στίχοι Οὐ δειλὸς Ἐπίμαχος ὤφθη πρὸς ξίφος, Ἀπροσμάχητον σύμμαχον Θεὸν φέρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰακώβου, Ἐπισκόπου Μυγδονίας, ἑνὸς τῶν τριακοσίων δέκα καὶ ὀκτὼ Ἁγίων Πατέρων τῶν ἐν Νικαίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Διήγησις Θεοδωρήτου Ἐπισκόπου, περὶ βίου καὶ ἀθλήσεως Ὁμολογητοῦ τινος ἀνωνύμου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ...

ΤΗΝ ΣΟΦΗΝ ΞΥΝΩΡΙΔΑ ΤΩΝ ΑΘΛΗΤΩΝ...

Τὴν σοφὴν ξυνωρίδα τῶν Ἀθλητῶν, εὐφημήσωμεν πίστει μαρτυρικῶς, Ζηνόβιον ἅπαντες, τὸν ἀήττητον Μάρτυρα, Ζηνοβίαν ὡσαύτως, τὸ ζεῦγος τὸ τίμιον, ὡς κρατῆρας θεῖα, προχέοντας νάματα· ὅθεν ἀενάως, καθ' ἑκάστην ἀντλοῦμεν, πιστῶς τὰ ἰάματα, εὐσεβῶς ἀνακράζοντες· Ἀθλοφόροι πανεύφημοι, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.

Η ΔΕΗΣΙΣ ΤΗΣ ΕΝΘΕΟΥ ΨΥΧΗΣ ΣΟΥ...

Ἡ δέησις τῆς ἐνθέου ψυχῆς σου, προσεδέχθη ὡς θυμίαμα Πάτερ· εἰς γὰρ ὀσμήν, εὐωδίας παμμάκαρ, τῶν παθημάτων Ζηνόβιε ἔσπευσας, τοῦ λάμψαντος ἐκ γυναικός, καὶ τὴν σύμπασαν κτίσιν φωτίσαντος. Τῷ αἵματι τῆς ἀθλήσεως Μάρτυς, καθηγίασας τὴν γῆν, τὸ δὲ πνεῦμα, ἐν οὐρανοῖς ἀνελθὸν πρωτοτόκων, τὴν Ἐκκλησίαν ἐνθέως ἐφαίδρυνε, Ζηνόβιε Ἱεραρχῶν, καὶ Μαρτύρων περίβλεπτον καύχημα. Ἐστένωσας τὴν ἀσέβειαν Μάκαρ, πλατυσμῷ τῆς ἀληθοῦς εὐσεβείας, καὶ τὰς ὁδούς, τὰς εἰς ταύτην φερούσας, τοῖς πλανωμένοις λαοῖς καθυπέδειξας, καὶ ἔσωσας τούς χαλεπῶς, θαλαττεύοντας πλάνης τοῖς ὕδασιν.

ΤΟΥΣ ΑΛΗΘΕΙΑΣ ΜΑΡΤΥΡΑΣ, ΚΑΙ ΕΥΣΕΒΕΙΑΣ ΚΗΡΥΚΑΣ ΤΩΝ ΑΔΕΛΦΩΝ ΤΗΝ ΔΥΑΔΑ...

Τοὺς ἀληθείας Μάρτυρας, καὶ εὐσεβείας κήρυκας, τῶν ἀδελφῶν τὴν δυάδα τιμήσωμεν, ἐν θεοπνεύστοις ᾄσμασι, τὸν Ζηνόβιον ἅμα τῇ σεπτῇ Ζηνοβίᾳ, ὁμοῦ βιώσαντας, καὶ διὰ μαρτυρίου τευξαμένους στέφος ἄφθαρτον.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΖΗΝΟΒΙΟΥ ΚΑΙ ΖΗΝΟΒΙΑΣ...

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ζηνοβίου καὶ Ζηνοβίας τῆς ἀδελφῆς αὐτοῦ. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηνοβίου καὶ Ζηνοβίας τῶν αὐταδέλφων. Στίχοι Συγκαρτερεῖ σοι Ζηνόβιε τὸ ξίφος, Ἡ καρτερόφρων, κἂν γυνή, Ζηνοβία. Τμήθη Ζηνοβίῃ καὶ ἀδελφεὸς ἐν τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μαρκιανοῦ, Ἐπισκόπου Συρακούσης, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Πέτρου. Στίχοι Χριστοῦ τὸν εὔνουν Μαρκιανὸν οἰκέτην, Διὰ βρόχου κτείνουσιν οἱ Χριστοκτόνοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου, Κρονίωνος, Ἰουλιανοῦ, Μακαρίου, καὶ ἑτέρων δέκα καὶ τριῶν. Στίχοι Σὺν Ἀλεξάνδρῳ τῆς τιτάνου τὸ ζέον, Φέρει Κρονίων, υἱὸν οὐ σέβων Κρόνου. Ἰουλιανὸς καὶ Μακάριος ξίφει, Ζωὴν ἐφεῦρον τὴν μακαριωτάτην. Οὐ πῦρ ἀναφθέν, οὐ ξίφος θηχθέν, Λόγε, Δὶς πέντε καὶ τρεῖς ἄνδρας ἐκ σοῦ χωρίσει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Εὐτροπίας. Στίχοι Τὴν Εὐτροπίαν οἷα νύμφην λαμπάδες, Προὔπεμπον οἴκῳ τοῦ νοητοῦ Νυμφίου...

ΣΕ ΚΙΒΩΤΟΝ ΚΑΙ ΤΡΑΠΕΖΑΝ, ΠΡΟΦΗΤΑΙ ΠΡΟΗΓΟΡΕΥΣΑΝ...

Σὲ κιβωτὸν καὶ τράπεζαν, Προφῆται προηγόρευσαν, στάμνον καὶ ῥάβδον καὶ ὄρος, καὶ τόμον ἐγγεγραμμένον, παλάτιον καὶ κλίμακα, καὶ γέφυραν μετάγουσαν, εἰς ὕψος θείας γνώσεως· ἡμεῖς δὲ σὲ Θεοτοκον, ἀξίως ἀνευφημοῦμεν.

ΦΟΙΝΙΞΑΣ ΕΡΥΘΡΟΤΕΡΟΝ, ΤΗΝ ΙΕΡΑΝ ΣΟΥ ΑΙΜΑΤΙ....

Φοινίξας ἐρυθρότερον, τὴν ἱεράν σου αἵματι, στολὴν Ζηνόβιε Μάκαρ, Χριστῷ παρίστασαι χαίρων, ὡς Ἱεράρχης ἔνθεος, ὑπὲρ ἡμῶν δεόμενος, μετὰ τῆς σῆς ὁμαίμονος, τῆς ἱερᾶς καὶ Παρθένου, καὶ Μάρτυρος Ζηνοβίας.

ΦΩΤΙΣΟΝ ΠΥΛΗ ΤΟΥ ΦΩΤΟΣ, ΤΗΣ ΚΑΡΔΙΑΣ ΜΟΥ ΤΑ ΟΜΜΑΤΑ...

Φώτισον πύλη τοῦ φωτός, τῆς καρδίας μου τὰ ὄμματα δέομαι, μακρὰν ἐλαύνουσα, τῆς ἁμαρτίας σκότος βαθύτατον, ἐκ τῆς ἀθλίας μου ψυχῆς, ἵνα μεγαλύνω σε, ἵνα δοξάζω σε, ἵνα πόθῳ σε ὑμνῶ τὴν πανύμνητον.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ Κ

ΚΑΙ ἐκίνησεν ἐκεῖθεν ῾Αβραὰμ εἰ γῆν πρὸς λίβα καὶ ᾤκησεν ἀνὰ μέσον Κάδης καὶ ἀνὰ μέσον Σούρ. καὶ παρῴκησεν ἐν Γεράροις. 2 εἶπε δὲ ῾Αβραὰμ περὶ Σάρρας τῆς γυναικὸς αὐτοῦ, ὅτι ἀδελφή μου ἐστίν· ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μου ἐστί, μή ποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τῆς πόλεως δι᾿ αὐτήν. ἀπέστειλε δὲ ᾿Αβιμέλεχ, βασιλεὺς Γεράρων, καὶ ἔλαβε τὴν Σάρραν. 3 καὶ εἰσῆλθεν ὁ Θεὸς πρὸς ᾿Αβιμέλεχ ἐν ὕπνῳ τὴν νύκτα καὶ εἶπεν· ἰδοὺ σὺ ἀποθνήσκεις περὶ τῆς γυναικός, ἧς ἔλαβες, αὕτη δέ ἐστι συνῳκηυῖα ἀνδρί. 4 ᾿Αβιμέλεχ δὲ οὐχ ἥψατο αὐτῆς καὶ εἶπε· Κύριε, ἔθνος ἀγνοοῦν καὶ δίκαιον ἀπολεῖς; 5 οὐκ αὐτός μοι εἶπεν, ἀδελφή μου ἐστί; καὶ αὕτη μοι εἶπεν, ἀδελφός μου ἐστίν; ἐν καθαρᾷ καρδίᾳ καὶ ἐν δικαιοσύνῃ χειρῶν ἐποίησα τοῦτο. 6 λίγο εἶπε δὲ αὐτῷ ὁ Θεὸς καθ᾿ ὕπνον· κἀγὼ ἔγνων ὅτι ἐν καθαρᾷ καρδίᾳ ἐποίησας τοῦτο, καὶ ἐφεισάμην σου τοῦ μὴ ἁμαρτεῖν σε εἰς ἐμέ· ἕνεκα τούτου οὐκ ἀφῆκά σε ἅψασθαι αὐτῆς. 7 νῦν δὲ ἀπόδος τὴν γυναῖκα τῷ ἀνθρώπῳ, ὅτι προφήτης ἐστὶ καὶ προσεύξεται περὶ σοῦ καὶ ζήσῃ· εἰ δὲ μὴ ἀποδίδ...

ΙΣΤΑΤΟ ΠΡΟ ΔΙΚΑΣΤΙΚΩΝ, ΠΑΝΑΟΙΔΙΜΕ ΒΗΜΑΤΩΝ....

Ἵστατο πρὸ δικαστικῶν, Παναοίδιμε βημάτων τὴν σάρκωσιν, διαπρυσίῳ φωνῇ, ἀνακηρύττων τοῦ Παντοκράτορος, καὶ τὰ παθήματα αὐτοῦ, σταυρόν τε καὶ θάνατον, καὶ τὴν ἀνάστασιν, δι' ἧς ἔσωσεν ἡμᾶς ὡς φιλάνθρωπος. Ὦ θαῦμα πῶς μετὰ σαρκός, τοὺς ἀσάρκους δυσμενεῖς ἐτροπώσατο! πῶς καταβέβληκε, δι᾿ ἀσθενείας τὸν πολυμήχανον! πῶς οὐρανίοις λειτουργοῖς, συνήφθη ὁ γήϊνος, ἀγωνισάμενος, ὁ Ζηνόβιος, ὃν νῦν μακαρίζομεν. Σώματα Μάρτυρες σεπτοί, αἰκισμοῖς παντοδαποῖς παρεδώκατε, προσαποβλέποντες, τὴν δι' αἰῶνος μακαριότητα· ἀδελφικῇ γὰρ τῇ στοργῇ, ἀλλήλοις συνδούμενοι, μαρτυρικαῖς καλλοναῖς, ἐλαμπρύνθητε· διὸ μακαρίζεσθε. Ἡ μνήμη σήμερον ὑμῶν, φωταυγίᾳ λαμπομένη τοῦ Πνεύματος, πᾶσιν ἐπέλαμψε, θαυμάτων χάριν ἐναπαστράπτουσα, καὶ ἰαμάτων ποταμούς, πηγάζει ἑκάστοτε, ἣν ἑορτάζοντες, μακαρίζομεν ὑμᾶς Χριστομάρτυρες.

H ΔΕΗΣΙΣ ΤΗΣ ΕΝΘΕΟΥ ΨΥΧΗΣ ΣΟΥ, ΠΡΟΣΕΔΕΧΘΗ ΩΣ ΘΥΜΙΑΜΑ ΠΑΤΕΡ....

Ἡ δέησις τῆς ἐνθέου ψυχῆς σου, προσεδέχθη ὡς θυμίαμα Πάτερ· εἰς γὰρ ὀσμήν, εὐωδίας παμμάκαρ, τῶν παθημάτων Ζηνόβιε ἔσπευσας, τοῦ λάμψαντος ἐκ γυναικός, καὶ τὴν σύμπασαν κτίσιν φωτίσαντος. Τῷ αἵματι τῆς ἀθλήσεως Μάρτυς, καθηγίασας τὴν γῆν, τὸ δὲ πνεῦμα, ἐν οὐρανοῖς ἀνελθὸν πρωτοτόκων, τὴν Ἐκκλησίαν ἐνθέως ἐφαίδρυνε, Ζηνόβιε Ἱεραρχῶν, καὶ Μαρτύρων περίβλεπτον καύχημα. Ἐστένωσας τὴν ἀσέβειαν Μάκαρ, πλατυσμῷ τῆς ἀληθοῦς εὐσεβείας, καὶ τὰς ὁδούς, τὰς εἰς ταύτην φερούσας, τοῖς πλανωμένοις λαοῖς καθυπέδειξας, καὶ ἔσωσας τούς χαλεπῶς, θαλαττεύοντας πλάνης τοῖς ὕδασιν.

Η ΤΟΥ ΘΗΛΕΟΣ ΦΥΣΙΣ, ΠΝΕΥΜΑΤΙ ΝΕΝΕΥΡΩΤΑΙ...

Ἡ τοῦ θήλεος φύσις, Πνεύματι νενεύρωται θείῳ καὶ ᾔσχυνε, τὸν τὴν Εὔαν πάλαι, τὴν προμήτορα ἐξαπατήσαντα, καὶ τῆς θείας δόξης, ἐν οὐρανοῖς κατηξιώθη, Ζηνοβία τοῖς ἄθλοις ἐκλάμπουσα. Ὀμβροτόκος νεφέλη, γέγονεν ἡ γλῶσσά σου ὡς ὑετίζουσα, εὐσεβείας ὄμβρους, καὶ πιστῶν τὰς καρδίας ἀρδεύουσα, καὶ πρὸς εὐκαρπίαν, τὰς διανοίας ὁδηγοῦσα, ἐναρέτων Ζηνόβιε πράξεων. Παρθενίας ἀκτῖσι τῆς φιληδονίας τὸ σκότος ἐμείωσας, καὶ φωτὶ τῶν ἄθλων, ἀθεΐας τὴν νύκτα ἠφάνισας, Ζηνοβία Μάρτυς, τοῦ Ἰησοῦ ὡραία νύμφη, καταγώγιον θεῖον τοῦ Πνεύματος.

ΤΩ ΞΕΝΩ ΣΟΥ ΤΟΚΩ, ΤΟΥΣ ΕΚ ΘΕΟΥ ...

Τῷ ξένῳ σου τόκῳ, τοὺς ἐκ Θεοῦ ξενιτεύσαντας, ἐν αὐτῷ ᾠκείωσας Πανύμνητε· μεγαλοφώνως ὅθεν σε, πίστει δοξάζομεν, καὶ κραυγάζομεν·Χαῖρε, πάντων γηγενῶν τὸ διάσωσμα.

ΥΨΟΘΕΝ ΕΦΑΝΗΣ, ΑΘΛΟΙΣ ΣΕΠΤΟΙΣ ΩΡΑΙΟΤΑΤΟΣ...

Ὑψόθεν ἐφάνης, ἄθλοις σεπτοῖς ὡραιότατος, καὶ ἐδέξω στεφάνους τῆς νίκης σοφέ, καὶ αἰωνίου ἔτυχες ἀγαλλιάσεως· διὸ σὲ εὐφημοῦμεν, Μάρτυς ἱεράρχα Ζηνόβιε. Τὸν ξύλῳ ταθέντα, ἐθελουσίως μιμούμενος, ἀνηρτήθης ἐξέσθης Ζηνόβιε, καὶ τῆς φθορᾶς Μακάριε καὶ τῆς νεκρώσεως, ἀπεδύθης τὸ πάχος, ἄφθαρτον στολὴν ἐνδυσάμενος. Εὐχῇ σου ἑδραίᾳ, τὰ τῶν δαιμόνων ἱδρύματα, κατεβλήθη ναοὶ δὲ ἐρράγησαν, ἀρραγεστάτῃ πίστει σου ἀφανιζόμενοι, ὦ Ζηνόβιε Μάκαρ, Ἱερομαρτύρων τὸ καυχημα.

ΕΝ ΤΩ ΞΥΛΩ ΟΡΩΣΑ ΤΩ ΣΤΑΥΡΙΚΩ, .... ΤΟΙΣ ΘΕΙΟΙΣ ΠΑΘΗΜΑΣΙ....

Ἐν τῷ ξύλῳ ὁρῶσα τῷ σταυρικῷ, ἡ πανάμωμος Μήτηρ τὸν Λυτρωτήν, ἐθρήνει δακρύουσα, καὶ πικρῶς ἀπεφθέγγετο καὶ συνοχῇ καρδίας, τὰς κόμας ἐσπάραττε, καὶ πρός αὐτὸν ἐβόα. Υἱέ μου καὶ Κύριε, πῶς σε τῶν Ἑβραίων, ἀνομώματος δῆμος, ἀδίκως προσπήγνυσι, τῷ Σταυρῷ ἀναμάρτητε; πῶς καὶ θέλων ὑφίστασαι, ὄξος καὶ τὴν τρῆσιν τῆς πλευρᾶς, χολήν τε, οἴμοι! καὶ ἥλους μακρόθυμε; ἀλλὰ δόξα σου Σῶτερ, τοῖς θείοις παθήμασι.

ΑΣΘΕΝΕΙΑ ΒΑΡΕΙΑ ΠΕΡΙΠΕΣΩΝ...

Ἀσθενείᾳ βαρείᾳ περιπεσών, καὶ δεινῶς ἐν τοῖς πόνοις κατακαμφθείς, οὐ φέρω τὸν καύσωνα, τῆς δεινῆς ῥᾳθυμίας μου, ἀλλ' ὁ εἰδὼς ἑκάστου, Σωτὴρ τὴν ἀσθένειαν, καὶ ὡς Πατὴρ παιδεύων, τοὺς γνώμῃ σοι πταίσαντας, σὺ με ἀνάστησον· δυνατὸς γὰρ ὑπάρχεις, ἰᾶσθαι νοσήματα, καὶ ψυχῆς καὶ τοῦ σώματος, ἵνα πάντοτε κράζω σοι· Μεγάλα σου τὰ ἔργα Σωτήρ, φοβερά τε ὄντως τὰ θαυμάσια· καὶ γὰρ πιστοὺς λυτροῦσαι, λιταῖς τῆς τεκούσης σε..

ΤΡΙΑΔΟΣ ΤΟΝ ΕΝΑ ΑΠΕΚΥΗΣΑΣ, ΤΟ ΑΝΘΡΩΠΙΝΟΝ ΦΟΡΕΣΑΝΤΑ...

Τριάδος τὸν ἕνα ἀπεκύησας, τὸ ἀνθρώπινον φορέσαντα, Παναγία Μητροπάρθενε, ὃν αἴτησαι σωθῆναι, τοὺς σὲ ἀνυμνοῦντας.

ΤΩ ΜΥΡΩ ΤΗΣ ΧΡΙΣΕΩΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ, ΚΕΧΡΙΣΜΕΝΟΣ ΖΗΝΟΒΙΕ...

Τῷ μύρῳ τῆς χρίσεως τοῦ Πνεύματος, κεχρισμένος Ζηνόβιε, ἱεράτευσας ὡς Ἄγγελος, Μαρτύρων ἐπὶ τέλει, κοσμηθεὶς στεφάνῳ. Ψυχῶν ἐπιμέλειαν δεξάμενος, γεωργίᾳ θείου Πνεύματος, καρποφόρους ταύτας ἔδειξας· διὸ τῆς τοῦ Κυρίου, χαρᾶς ἠξιώθης. Ὁμαίμων σοι σύμφρων ἀναδέδεικται, Ζηνοβία ὦ Ζηνόβιε· συναθλεῖν γὰρ σοι προῄρηται, καὶ σοὶ συναπολαύειν, τῆς ἐνθέου δόξης.

ΝΕΑΝΙΚΩΣ ΗΡΙΣΤΕΥΣΑΣ, ΑΘΛΗΦΟΡΕ ΠΑΝΕΥΦΗΜΕ....ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...

Νεανικῶς ἠρίστευσας, Ἀθληφόρε πανεύφημε, καὶ κατὰ τῆς πλάνης, ἀνεστήσω τρόπαια, χειρῶν στερουμένη γάρ, καὶ τῶν ποδῶν ὑπέφερες, καὶ τομῆς μαστῶν, καὶ ἐκριζώσεως Μάρτυς, ἠνέσχου τῶν ὀδόντων, ἐν χαρᾷ μελῳδοῦσα· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας. Ὁλολαμπὴς ὡς ἥλιος, παρθενίας λαμπρότησι, καὶ τῆς μαρτυρίας, καλλοναῖς ἐξήστραψας, καὶ κόσμον ἐφώτισας, ταῖς φωτοβόλοις λάμψεσι, σοῦ Ἀναστασία, τῆς πολλῆς καρτερίας, προθύμως ἐκβοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ ἀμαυρουμένην, προσβολαῖς τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσιν, ἐκ τῶν δεινῶν καθάρισον, καὶ φωτιστικῇ, ἐπισκιάσει σου Μάρτυς, καταύγασον βοῶντα· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΗΧΟΣ ΦΩΝΗΣ ΕΟΡΤΑΖΟΝΤΩΝ, ΕΝΘΑ ΠΕΦΥΚΕ ΧΟΡΕΥΕΙΣ, ΑΘΛΗΦΟΡΕ....

Ἦχος φωνῆς ἑορταζόντων, ἔνθα πέφυκε χορεύεις, Ἀθληφόρε, σὺν παρθένων χοροῖς, τῷ Κτίστῃ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Μέλη συνθλώμενα ὁρῶσα, καὶ ὀνύχων σπαραγμὸν προσκαρτεροῦσα, ἀνηνέχθης Χριστῷ, θυσία μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὤφθης ὡς ἄμπελος θεόφρον, χεῖρας πόδας τε ὡς κλάδους τεμνομένη, καὶ ἡμῖν νοητῶς, τὸν οἶνον γεωργοῦσα, καρδίας τὸν εὐφραίνοντα, καὶ παθῶν ὠθοῦντα μέθην. Πῦρ αἰσθητὸν οὐκ ἐπτοήθης, νεανίας τρεῖς τοὺς πάλαι μιμουμένη, θείαν δρόσον καὶ γάρ, ἐδέξω μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΕΝ ΣΑΡΚΙ ΩΣ ΑΓΓΕΛΟΣ....

Ἐν σαρκὶ ὡς Ἄγγελος, ἐπὶ τῆς γῆς ἀνεφάνης, καὶ ἀσκήσας γέγονας, πεφυτευμένον ὡς ξύλον, ὕδατι τῆς ἐγκρατείας καλῶς αὐξήσας, ῥεύματι τῶν σῶν δακρύων ῥύπον ἐκπλύνας· διὰ τοῦτο ἀνεδείχθης, δοχεῖον θείου, Ἀβράμιε Πνεύματος.

ΣΤΡΕΒΛΟΥΜΕΝΟΝ ΤΟ ΣΩΜΑ ΑΙΚΙΣΜΟΙΣ, ΕΔΗΛΟΥ ΤΟ ΟΡΘΙΟΝ...

Στρεβλούμενον τὸ σῶμα αἰκισμοῖς, ἐδήλου τὸ ὄρθιον, σῆς προαιρέσεως, πρὸς Θεὸν Ἀναστασία πανεύφημε. Ἐκρέμασο μετέωρος πληγάς, Μάρτυς ὀποφέρουσα, ἄπληγον σῴζουσα, τῆς ψυχῆς τὸ εὐγενὲς ἀξιάγαστε. Ὑπήνεγκας μαζῶν τὴν ἐκκοπήν, πιστοὺς διατρέφουσα, γάλακτι Ἔνδοξε, τῆς μιμήσεως τῆς σῆς ἐμφανέστατα.

ΩΣ ΚΑΤΑΚΑΡΠΟΝ ΚΛΗΜΑ, ΒΟΤΡΥΑΣ ΕΞΗΝΘΗΣΑΣ ΠΑΤΕΡ....

Ὡς κατάκαρπον κλῆμα, βότρυας ἐξήνθησας Πάτερ Ἀβράμιε, ἀρετῶν ἐνθέων, κατανύξεως οἶνον πηγάζοντας, τῶν παθῶν τὴν μέθην, ἐκ τῶν ψυχῶν ἀποσοβοῦντα, καὶ καρδίας πιστῶν κατευφραίνοντα. Πειρασμοὺς σοι ποικίλους, ὄφις ὁ παμπόνηρος Πάτερ ἐξήγειρεν, ἀλλ' αὐτὸς τῷ ὅπλῳ, τοῦ Σταυροῦ θεοφόρε ἐνέκρωσας, καὶ τῆς νίκης στέφος, παρὰ Θεοῦ δικαίᾳ ψήφῳ, ἐκομίσω θεόφρον Ἀβράμιε. Ἁγιώτατος οἶκος, Πάτερ θείου Πνεύματος πίστει γενόμενος, ἐδομήσω οἶκον, ἱερὸν καὶ πανίερον σύστημα, ἀνιέρου πλάνης, μεταβαλὼν ταῖς νουθεσίαις, τῷ τῶν ὅλων Θεῷ καθιέρωσας.

ΙΣΤΑΣΟ ΠΡΟ ΒΗΜΑΤΟΣ, ΤΥΡΑΝΝΙΚΟΥ ΧΡΙΣΤΟΝ ΕΝΔΟΞΕ...

Ἵστασο πρὸ βήματος, τυραννικοῦ Χριστὸν ἔνδοξε, τὸν ποιητήν, πάντων καὶ Δεσπότην, Θεὸν Λόγον κηρύττουσα. Κάλλος τὸ ἐγκάρδιον, τῇ ὁρατῇ μορφῇ Ἔνδοξε, διαδοθέν, σὲ ὡραιοτάτην, τοῖς ὁρῶσιν ὑπέφαινεν. Ὄλβον ἀναφαίρετον, τῶν ἰαμάτων σοι δίδωσι, Κόρη Χριστός, οὗ Ἀναστασία, τὴν πτωχείαν ἠγάπησας.

ΕΝ ΣΟΙ ΠΑΤΕΡ ΑΚΡΙΒΩΣ....

Ἐν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γὰρ ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἀβράμιε τὸ πνεῦμά σου.

ΤΑΣ ΣΤΡΕΒΛΩΣΕΙΣ ΤΟΥ ΣΩΜΑΤΟΣ, ΚΑΙ ΜΑΣΤΩΝ ΤΗΝ ΑΦΑΙΡΕΣΙΝ....

Τὰς στρεβλώσεις τοῦ σώματος, καὶ μαστῶν τὴν ἀφαίρεσιν, καὶ χειρῶν ὑπήνεγκας καρτερώτατα, τήν τε ὀδόντων ἐκρίζωσιν, πλευρῶν τὴν κατάφλεξιν, τῶν ποδῶν τήν ἐκκοπήν, καὶ τὸν ἄδικον θάνατον· ὅθεν εἴληφας, τοὺς στεφάνους τῆς νίκης οὐρανίοις, ἐν θαλάμοις κατοικοῦσα, Ἀναστασία πολύαθλε. Παρθενίας κειμήλιον, κεκλεισμένος Παράδεισος, ἱερὸν ἀνάθημα, θεῖον τέμενος, νύμφη Χριστοῦ πανακήρατε, καὶ ἔμψυχον ἄγαλμα, ἀσκουσῶν ὑπογραμμός, τῶν Μαρτύρων ἀγλάϊσμα, κρήνη βρύουσα, ποταμοὺς ἰαμάτων ἀνεδείχθης, τοῖς τελοῦσί σου τὴν μνήμην, Ἀναστασία πανεύφημε. Τῶν Μαρτύρων ἀγλάϊσμα, τῶν Παρθένων ἀπάνθισμα, τῶν Ὁσίων μέγιστον ἐγκαλλώπισμα, Ἀναστασίαν πολύαθλον, τῆς Ῥώμης τὸ καύχημα, καὶ τερπνότατον Θεοῦ, καὶ ἀμώμητον σφάγιον, τὴν ἀκράδαντον, εὐσεβείας κρηπῖδα, δεῦτε πάντες, ἀνυμνήσωμεν προθύμως, περιφανῶς ἐναθλήσασαν.

ΤΑ ΦΘΑΡΤΑ ΠΑΡΙΔΩΝ, ΤΗΝ ΑΦΘΑΡΣΙΑΝ ΕΙΛΗΦΑΣ....

Τὰ φθαρτὰ παριδών, τὴν ἀφθαρσίαν εἴληφας, τὰς τερπνὰς ἡδονὰς τοῦ σώματος ἐμίσησας σοφὲ ἀπὸ βρέφους, ποθήσας ἁγνείαν· ὅθεν θαλάμου καὶ κόσμου ἀπέδρασας, συζύγου τε εὔκλειαν, καὶ τῶν γονέων ἐξέκλινας, μόνου Θεοῦ σοφὲ τὸν ἔρωτα ἐπιποθήσας, καὶ ἀγαπήσας ἐξ ὅλης, Πάτερ τῆς ψυχῆς, καὶ διανοίας ἀληθῶς· διὰ τοῦτο ἀνεδείχθης,δοχεῖον θείου, Ἀβράμιε Πνεύματος.

ΠΑΡΘΕΝΙΑΣ ΝΑΜΑΣΙ, ΚΑΘΗΓΝΙΣΜΕΝΗ ΟΣΙΑ...

Παρθενίας νάμασι, καθηγνισμένη ὁσία, μαρτυρίου αἵμασιν, Ἀναστασία πλυθεῖσα, παρέχεις τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν καὶ σωτηρίαν τοῖς προσιοῦσιν, ἐκ καρδίας· ἰσχὺν γὰρ νέμει, Χριστὸς ὁ βρύων, χάριν ἀέναον.

ΝΕΑΝΙΚΩΣ ΗΡΙΣΤΕΥΣΑΣ ΑΘΛΗΦΟΡΕ....

Νεανικῶς ἠρίστευσας, Ἀθληφόρε πανεύφημε, καὶ κατὰ τῆς πλάνης, ἀνεστήσω τρόπαια, χειρῶν στερουμένη γάρ, καὶ τῶν ποδῶν ὑπέφερες, καὶ τομῆς μαστῶν, καὶ ἐκριζώσεως Μάρτυς, ἠνέσχου τῶν ὀδόντων, ἐν χαρᾷ μελῳδοῦσα· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τους αἰῶνας. Ὁλολαμπὴς ὡς ἥλιος, παρθενίας λαμπρότησι, καὶ τῆς μαρτυρίας, καλλοναῖς ἐξήστραψας, καὶ κόσμον ἐφώτισας, ταῖς φωτοβόλοις λάμψεσι, σοῦ Ἀναστασία, τῆς πολλῆς καρτερίας, προθύμως ἐκβοῶσα· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ὑλομανοῦσαν πάθεσι, τὴν ψυχήν μου Θεόνυμφε, καὶ ἀμαυρουμένην, προσβολαῖς τοῦ ὄφεως, ταῖς σαῖς παρακλήσεσιν, ἐκ τῶν δεινῶν καθάρισον, καὶ φωτιστικῇ, ἐπισκιάσει σου Μάρτυς, καταύγασον βοῶντα· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΕΚ ΒΡΕΦΟΥΣ ΤΩ ΘΕΩ , ΑΝΕΤΕΘΗΣ ΟΣΙΑ....

Ἐκ βρέφους τῷ Θεῷ, ἀνετέθης Ὁσία, νεκρώσασα σαρκός, ἐγκρατείᾳ τὰ πάθη, εἰς ὕψος δ' ἀνέδραμες, μαρτυρίου περίδοξον, ἐναθλήσασα, Ἀναστασία νομίμως, καὶ τόν δράκοντα, καταβαλοῦσα εἰς χάος, δυνάμει τοῦ Πνεύματος.

ΣΕ ΖΥΓΟΝ ΕΛΑΦΡΟΤΑΤΟΝ, ΜΑΡΤΥΣ ΤΗΝ ΒΑΣΤΑΣΑΣΑΝ ΕΚ ΝΕΟΤΗΤΟΣ....

Σὲ ζυγὸν ἐλαφρότατον, Μάρτυς τὴν βαστάσασαν ἐκ νεότητος, σιδηροῦν κλοιὸν βαστάζειν σε, οἱ παρανομοῦντες κατεδίκασαν. Σταλαγμοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας ἔσβεσαν ἄνθρακας, ὁ πυρσὸς δὲ τῶν θαυμάτων σου, τῶν παθῶν τὴν ὕλην ἀπετέφρωσεν. Οὐκ ἐγύμνωσε χάριτος, σῶμά σου γυμνώσας ὁ πονηρότατος, ὑφαντὸν δὲ μᾶλλον ἄνωθεν, ἀρραγῆ χιτῶνα προεξένει σοι. Ὑπὲρ γῆν αἰρομένης σου, πῦρ ἐπὶ τὰ στέρνα Μάρτυς ἐφήπτετο, ὑπεξάπτον σου τὸν ἔρωτα, τὸν πρὸς τὸν Δεσπότην καλλιπάρθενε.

ΤΑΙΣ ΘΕΙΑΙΣ ΛΑΜΠΟΜΕΝΟΣ ΑΣΤΡΑΠΑΙΣ...

Ταῖς θείαις λαμπόμενος ἀστραπαῖς, τοὺς τὴν φωτοφόρον, ἐκτελοῦντάς σου ἑορτήν, παθῶν ἀμαυρότητος παμμάκαρ, ταῖς προσευχαῖς σου Ἀβράμιε λύτρωσαι. Ὁ θεῖος ἀνάψας σου τὴν ψυχήν, Ἀβράμιε πόθος, ἐναπέσβεσε τῆς σαρκός, τοὺς ἔρωτας Πάτερ καὶ ἀΰλως, ἐπὶ τῆς γῆς σε βιῶναι ἐποίησεν. Νεκρώσας τὰ μέλη τὰ ἐπὶ γῆς, νηστείᾳ καὶ πάσαις, κακουχίαις Πάτερ σοφέ, ζωῆς ἠξιώθης τῆς ἀμείνω, ἐν οὐρανοῖς θεοφόρε Ἀβράμιε.

ΡΕΙΘΡΟΙΣ ΠΑΤΕΡ ΔΑΚΡΥΩΝ ΣΟΥ, ΨΥΧΙΚΑΣ ΚΗΛΙΔΑΣ ΑΠΟΝΙΨΑΜΕΝΟΣ, ΘΕΟΝ ΓΕΓΟΝΑΣ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ....

Ῥείθροις Πάτερ δακρύων σου, ψυχικὰς κηλῖδας ἀπονιψάμενος, θεῖον γέγονας τοῦ Πνεύματος, καὶ σεπτὸν παμμάκαρ καταγώγιον. Ἀγρυπνίαν παννύχιον, προσευχὴν ἀέναον ἀπροσπάθειαν, καὶ ἀγάπην ἀνυπόκριτον, καὶ τελείαν πίστιν Πάτερ ἤσκησας. Ἰατρεύειν νοσήματα, καὶ ἀποδιώκειν Ὅσιε πνεύματα, χάριν εἴληφας Ἀβράμιε, ὡς Θεοῦ θεράπων ἀληθέστατος.

ΤΑΥΤΗΝ ΤΗΝ ΦΩΤΟΦΟΡΟΝ, ΜΝΗΜΗΝ ΣΟΥ ΓΕΡΑΙΡΟΝΤΙ ΘΕΟΝΥΜΦΕ....

Ταύτην τὴν φωτοφορον, μνήμην σου γεραίροντι Θεόνυμφε, φωτισμὸν μοι παράσχου, τῆς ψυχῆς μου τὸ σκότος διώκουσα. Ὅλην ἀπὸ σπαργάνων, σεαυτὴν ἀνέθηκας τῷ Κτίστῃ σου, καὶ πυρὶ ἐγκρατείας, τὰ τοῦ σώματος πάθη κατέφλεξας. Ὕψος πρὸς μαρτυρίου, Μάρτυς ἀνηνέχθης ἀφειδήσασα, τῆς σαρκὸς καὶ θαλάμων, νοητῶν ὡς παρθένος ἠξίωσαι.

ΠΩΣ ΣΟΥ ΤΗΝ ΧΑΡΙΝ ΥΜΝΗΣΑΙΜΙ, ΚΑΙ ΤΗΝ ΠΟΛΛΗΝ ΠΡΟΣ ΕΜΕ, ΤΟΝ ΑΝΑΞΙΟΝ ΔΟΥΛΟΝ ΣΟΥ...

Πῶς σου τὴν χάριν ὑμνήσαιμι, καὶ τὴν πολλὴν πρὸς ἐμέ, τὸν ἀνάξιον δοῦλόν σου, καθ' ἑκάστην πρόνοιαν, ἣν σαφῶς ἐπιδείκνυσαι; πῶς δέ σου φράσω τὴν ἀγαθότητα, καὶ τὴν ποικίλην ὄντως κυβέρνησιν; σὺ οὖν καὶ ἔτι νῦν, εἰς ἀεί μου πρόστηθι, παντὸς κακοῦ, ζῶντα καὶ θανόντα με, ἐκλυτρουμένη Σεμνή.

Η ΑΜΝΑΣ ΣΟΥ ΙΗΣΟΥ... ΣΩΣΟΝ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ, Σὲ Νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου, καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοί, καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί, ἀλλ' ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι· Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.

ΙΚΡΙΩ ΑΝΗΡΤΗΘΗΣ ΛΟΓΟΥ ΘΕΟΥ, ΕΙΚΟΝΙΖΟΥΣΑ....

Ἰκρίῳ ἀνηρτήθης Λόγου Θεοῦ, εἰκονίζουσα πάθος σωτήριον, καὶ ἐκκοπήν, ἤνεγκας χειρῶν σου καὶ τῶν ποδῶν, ὀδόντων τὴν ἐκρίζωσιν, γλώσσης τὴν ἀφαίρεσιν καὶ μαστῶν, ἁγνὴ Ἀναστασία, Μοναζουσῶν τὸ κλέος, καὶ τῶν Μαρτύρων ἐγκαλλώπισμα. Ὡς νύμφη ὡραΐσθης καλλοποιῷ, ἁρμοσθεῖσα νυμφίῳ παθήμασι, καλλοποιοῖς, ἔνδον τε θαλάμων φωτοειδῶν, ὡς ἐκλεκτὴ ἐσκήνωσας, φέρουσα λαμπάδα περθενικήν, καὶ νῦν συμβασιλεύεις, τῷ ζῶντι εἰς αἰῶνας, Ἀναστασία διαλάμπουσα. Σταλάζουσιν οἱ πόνοι σου γλυκασμόν, ἁμαρτίας πικρίαν ἐξαίροντες, ἡ δὲ σορός, βρύει ἰαμάτων τοὺς ποταμούς, καὶ κατακλύζει πάντοτε, πάθη καὶ νοσήματα χαλεπά, εἰς δόξαν τοῦ Σωτῆρος, σεμνὴ Ἀναστασία, τοῦ ἐπαξίως σε δοξάσαντος. Ἠρίστευσαν γυναῖκες τῷ σῷ Σταυρῷ, κρατυνθεῖσαι Χριστὲ παντοδύναμε, καὶ τοῦ ἐχθροῦ, κάραν πολυμήχανον ἀνδρικῶς, Λόγε Θεοῦ συνέθλασαν, καὶ τοῦ Παραδείσου χαρμονικῶς, τὴν οἴκησιν λαχοῦσαι, θεώσεως μετέσχον, ἐπιτηδείως ἀνυμνοῦσαί σε.

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΑΒΡΑΜΙΕ, ΤΟΥ ΑΒΡΑΑΜ ΜΙΜΗΤΗΣ

Πάτερ θεόφρον Ἀβράμιε, τοῦ Ἀβραὰμ μιμητής, χρηματίσας ἐν πνεύματι, μετανάστης γέγονας, τῆς πατρίδος μακάριε, σαρκὸς ὀρέξεις ἀπαρνησάμενος, καὶ ἐν οἰκίσκῳ σμικρῷ τὸ σῶμά σου, κλείσας μακάριε, τὸν νοῦν ἀνεπτέρωσας, πρὸς οὐρανόν, ἔνθα τὸ πολίτευμα, σαφῶς ἐκέκτησο. Ὅσιε Πάτερ Ἀβράμιε, ἀβραμιαίαν ψυχήν, φερωνύμως κτησάμενος, πειρασμοὺς ὑπήνεγκας, θείᾳ πίστει ῥωννύμενος, καὶ δι' ἀγάπης Θεῷ ἑνούμενος, ἐπαγγελίας τήν γῆν κεκλήρωσαι, ὡραϊζόμενος, ἀρετῶν λαμπρότησιν· ὅθεν τὴν σήν, μνήμην εὐφραινόμενοι, πανηγυρίζομεν. Ὅσιε Πάτερ Ἀβράμιε, τὴν ταῖς ἀπάταις δεινῶς, ὑπαχθεῖσαν τοῦ ὄφεως, καὶ κατολισθήσασαν, ἀπωλείας πρὸς βάραθρον, δι' ἐπινοίας θείας ἀνείλκυσας, καὶ σῳζομένην Θεῷ παρέστησας, ἧς τὴν μετάνοιαν, πάντες κατεπλάγησαν, οἱ εὐσεβῶς, Κύριον δοξάζοντες, τὸν ὑπεράγαθον.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΙΘ

ΗΛΘΟΝ δὲ οἱ δύο ἄγγελοι εἰς Σόδομα ἑσπέρας· Λὼτ δὲ ἐκάθητο παρὰ τὴν πύλην Σοδόμων. ἰδὼν δὲ Λώτ, ἐξανέστη εἰς συνάντησιν αὐτοῖς καὶ προσεκύνησε τῷ προσώπῳ ἐπὶ τὴν γῆν. 2 καὶ εἶπεν· ἰδοὺ κύριοι, ἐκκλίνατε εἰς τὸν οἶκον τοῦ παιδὸς ὑμῶν καὶ καταλύσατε καὶ νίψασθε τοὺς πόδας ὑμῶν, καὶ ὀρθρίσαντες ἀπελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν. καὶ εἶπαν· οὐχί, ἀλλ᾿ ἐν τῇ πλατείᾳ καταλύσομεν. 3 καὶ κατεβιάζετο αὐτούς, καὶ ἐξέκλιναν πρὸς αὐτὸν καὶ εἰσῆλθον εἰς τὸν οἶκον αὐτοῦ. καὶ ἐποίησεν αὐτοῖς πότον, καὶ ἀζύμους ἔπεψεν αὐτοῖς, καὶ ἔφαγον. 4 πρὸ τοῦ κοιμηθῆναι δέ, οἱ ἄνδρες τῆς πόλεως οἱ Σοδομῖται περικύκλωσαν τὴν οἰκίαν ἀπὸ νεανίσκου ἕως πρεσβυτέρου, ἅπας ὁ λαὸς ἅμα. 5 καὶ ἐξεκαλοῦντο τὸν Λὼτ καὶ ἔλεγον πρὸς αὐτόν· ποῦ εἰσιν οἱ ἄνδρες οἱ εἰσελθόντες πρὸς σὲ τὴν νύκτα; ἐξάγαγε αὐτοὺς πρὸς ἡμᾶς, ἵνα συγγενώμεθα αὐτοῖς. 6 ἐξῆλθε δὲ Λὼτ πρὸς αὐτοὺς πρὸς τὸ πρόθυρον, τὴν δὲ θύραν προσέῳξεν ὀπίσω αὐτοῦ. 7 εἶπε δὲ πρὸς αὐτούς· μηδαμῶς ἀδελφοί, μὴ πονηρεύσησθε. 8 εἰσὶ δέ μοι δύο θυγατέρες, αἳ οὐκ ἔγνωσαν ἄνδρα· ἐξ...

ΟΣΙΟΜΑΡΤΥΡΟΣ ΑΝΑΣΤΑΣΙΑΣ ΤΗΣ ΡΩΜΑΙΑΣ ΚΑΙ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΒΡΑΜΙΟΥ....

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Ἀναστασίας τῆς Ῥωμαίας. Στίχοι Κάρας τομὴν ἤνεγκε ῥώμῃ καρδίας, Βλάστημα Ῥώμης, Μάρτυς Ἀναστασία. Τλῆ δὲ Ἀναστασίη ἐνάτη ξίφος εἰκάδι ὀξύ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη του Ὁσίου Πατρὸς ἡμῶν Ἀβραμίου, καὶ Μαρίας τῆς ἀνεψιᾶς αὐτοῦ. Στίχοι Σαρκὸς νεκρώσας Ἀβράμιε πᾶν μέλος, Θανὼν συνοικεῖς τοῖς ἀσάρκοις Ἀγγέλοις. Ἀφεῖσα σαρκὸς τοὺς ἐραστὰς Μαρία, Ψυχῶν ἐραστῇ μυστικῶς περιπλέκῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Κυρίλλου. Στίχοι Ὑπόσχεσιν μέλλοντος οὖσάν μοι στέφους, Κύριλλος οἶδα τὴν ἀπειλὴν τοῦ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Σάββας ὁ Στρατηλάτης ἔνθεν κἀκεῖθεν κεντηθείς, τελειοῦται. Στίχοι Σάββας κατ' ἄμφω κλήσεως μέρη Σάββας, Ὅθεν κατ' ἄμφω νύττεται λόγχαις μέρη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ὁσίας Μητρὸς ἡμῶν Ἄννης, τῆς μετονομασθείσης Εὐφημιανός. Τῇ αὐτῇ ἡμέρᾳ, Μν...

ΣΗΜΕΡΟΝ Η ΠΑΝΥΜΝΗΤΟΣ ΠΑΡΘΕΝΟΣ....

Σήμερον ἡ πανύμνητος Παρθένος, τὴν φωταυγῆ αὐτῆς Σκέπην ἐφαπλώσασα, τοῖς πιστοῖς ἀριδήλως ἐδήλωσε, τὴν πλουσίαν αὐτῆς εὔνοιαν, ἐν εὐκαιρίαις καὶ θλίψεσι‧ ὅθεν τὴν χάριν αὐτῆς αἰνοῦντες, οἱ παρ' αὐτῆς σκεπόμενοι, ἐν εὐφροσύνῃ βοήσωμεν‧ Χαῖρε Κεχαριτωμένῃ Θεοτόκε, ἡ σῴζουσα τὸ Γένος ἡμῶν, καὶ ἀσφαλῶς περιεποῦσα, καὶ ὁδηγοῦσα πρὸς ὁδὸν σωτήριον.

ΑΙ ΔΩΡΕΑΙ ΤΗΣ ΣΚΕΠΗΣ ΣΟΥ, ΩΣ ΑΚΤΙΝΕΣ....

Αἱ δωρεαὶ τῆς Σκέπης σου, ὡς ἀκτῖνες πανταχοῦ ἁπλούμεναι, πολλαχῶς εὐεργετοῦσιν ἡμᾶς Θεοτόκε‧ νόσων γὰρ τὴν ἀχλὺν διώκουσι, πολεμίων τάς φάλαγγας ἐκτρέπουσιν, ἀδοκήτων συμφορῶν διαλύουσιν τὸν ζόφον, καὶ εἰρήνην σταθηρὰν ἡμῖν παρέχουσιν, Ἀλλ' ὦ κεχαριτωμένη Παρθένε, τοὺς χαριστηρίους ἡμῶν ὕμνους δέξαι, καὶ ἴσθι ἡμῖν σύμμαχος καὶ προστάτις, μέχρι τερμάτων αἰῶνος δεόμεθα.

ΣΚΕΠΗ ΟΡΘΟΔΟΞΩΝ ΧΡΙΣΤΙΑΝΩΝ...

Σκέπη Ὀρθοδόξων χριστιανῶν, ὑπάρχεις Παρθένε, πάντας σκέπουσα τοὺς πιστοὺς· διὸ τῇ σῇ Σκέπῃ, Ἑλλὰς πᾶσα προστρέχει, καὶ πίστει μεγαλύνει τὴν προστασίαν σου.

ΤΗΣ ΑΙΝΕΣΕΩΣ ΣΟΥ ΚΥΡΙΕ....

Τῆς αἰνέσεώς σου, Κύριε, πλήρης πᾶσα ἡ γῆ. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ, ὁ ἐν ἁγίοις θαυμαστός, ψάλλοντάς σοι, Ἀλληλούϊα. Ἡμέρα Κυρίου ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ ... Κύριος Σαβαὼθ σuνταράσσει τοὺς ἐνδόξους μετὰ ἰσχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. Σῶσον ἡμὰς Υἱὲ Θεοῦ ... Δόξα. Καὶ νῦν. Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ ...

Η ΣΚΕΠΗ ΣΟΥ Η ΠΑΜΦΑΗΣ, ΦΩΤΟΣ ΑΥΛΟΥ ΒΟΛΙΔΑΣ....

Ἡ Σκέπη σου ἡ παμφαής, φωτὸς αὐλοῦ βολίδας, ἀπαυγάζουσα ἀεὶ Θεοτόκε, διαλύει τῶν ἐχθρῶν, τὰ ζοφερὰ βουλεύματα, τῶν δὲ πιστῶν εὐφραίνει, τάς διανοίας τῇ δόξῃ σου. Νόμον ἐπλήρωσας Ἁγνή, τεκοῦσα ἀνερμηνεύτως, τὸν λαλήσαντα Προφήταις ἐν τύποις, καὶ φωτὸς τοῦ νομικοῦ, πλήρωμα κόσμῳ δείξαντα, τὴν φωταυγῆ σου Σκέπην‧ διὸ ὑμνοῦμεν τὴν δόξαν σου. Ὑπὸ τὴν Σκέπην σου Ἁγνή, προστρέχομεν μετὰ πόθου, ὡς νοσσία καθ' ἑκάστην ἡμέραν‧ ὅθεν σκέπασον ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ ὄφεως, εἰρήνην δωρουμένη, ἡμῖν καὶ βίου ἀσφάλειαν. Μυρίων πρόξενος καλῶν, τεκοῦσα τὸν Θεὸν Λόγον, ἀνεδείχθης τῶν ἀνθρώπων τῷ γένει, καὶ μυρίων ἀναγκῶν, καὶ πειρασμῶν καὶ θλίψεων, λυτροῦσαι τῇ σῇ Σκέπῃ, τοὺς σὲ Παρθένε γεραίροντας.

ΜΝΗΣΘΗΣΟΜΑΙ ΤΟΥ ΟΝΟΜΑΤΟΣ....

Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Τῆς Σκέπης σου, Παρθένε, ἀνυμνοῦμεν τάς χάριτας ... Διὰ τοῦτο λαοὶ ἐξομολογήσονται σοι εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Τῆς Σκέπης σου, Παρθένε ... Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου. Τῆς Σκέπης σου, Παρθένε ...

ΠΑΡΕΣΤΗ Η ΒΑΣΙΛΙΣΣΑ

Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ταῖς πρεσβείαις τῆς Θεοτόκου ... Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου ... Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου. Ταῖς πρεσβείαις τῆς Θεοτόκου ... Δόξα. Καὶ νῦν. Ταῖς πρεσβείαις τῆς Θεοτόκου ...

ΤΗΝ ΑΕΙΠΑΡΘΕΝΟΝ ΚΟΡΗΝ ΚΑΙ ΘΕΟΤΟΚΟΝ ΑΓΝΗΝ

Τὴν Ἀειπάρθενον Κόρην καὶ Θεοτόκον Ἁγνήν, τὴν τῶν πολεμουμένων, συμμαχίαν καὶ σκέπην, ἡμῶν δὲ ἑξαιρέτως καταφυγήν, καὶ ἑτοίμην βοήθειαν, ἀνευφημήσωμεν σύμπασα ἡ Ἑλλάς, μεγαλύνοντες τὴν Σκέπην αὐτῆς. Τὴν παναγίαν σου Σκέπην καὶ ἀστραπόμορφον, ἣν ὡς φωτὸς νεφέλην, ἐφαπλοῖς καθ' ἑκάστην, καὶ σκέπεις καὶ καλύπτεις πάντας ἡμᾶς, ἀριδήλως ὡς ἔγνωμεν, ἐν εὐκαιρίαις Παρθένε καὶ συμφοραῖς, μακαρίζομεν γηθόμενοι. Ἡ Βασιλεύουσα πόλις, Παρθένε πρότερον, ἐρρύετο κινδύνων, καὶ δεινῶν πολεμίων, τῇ Σκέπῃ σου τῇ θείᾳ καὶ θαυμαστῇ, ἡ Ἑλλὰς δὲ νῦν ἅπασα, τῇ ταύτης χάριτι ῥύεται χαλεπῶν, σuμφoρῶν καὶ περιστάσεων. Ὡς θαυμαστὴ σου Παρθένε περὶ τὸ Γένος σου, πάλαι καὶ νῦν τυγχάνει, τῆς εὐνοίας ἡ χάρις· διὸ ὑπὸ τὴν Σκέπην σου τὴν σεπτήν, καθ' ἑκάστην προστρέχοντες, λύσιν εὑρίσκομεν πάσης ἐπιβουλῆς, καὶ καλῶν παντοίων μέθεξιν.

Η ΘΕΙΑ ΣΚΕΠΗ ΣΟΥ ΚΟΡΗ, ΕΠΙΣΚΙΑΖΕΙ ΤΟΥΣ ΠΙΣΤΟΥΣ....

Ἡ θεία Σκέπη σου Κόρη, ἐπισκιάζει τοὺς πιστοὺς καὶ τὸ ἡμέτερον Γένος, σκέπει, διέπει καὶ φρουρεῖ, ἀπὸ παντοίων κινδύνων, ἀπήμαντον Θεοτόκε.

ΜΕΓΑΛΥΝΟΝ ΨΥΧΗ ΜΟΥ, ΤΗΣ ΑΓΝΗΣ ΠΑΡΘΕΝΟΥ .....

Μεγάλυνον ψυχή μου, τῆς ἁγνῆς Παρθένου, τὴν παναγίαν Σκέπην. Μητρῴᾳ καμπτομένη Κόρη στοργῇ, πρὸς λαὸν τὸν θερμῶς σοι ἐλπίζοντα, ὡς σuμπαθής, ξένῳ τρόπῳ ἥπλωσας νοερῶς, τούτῳ τὴν θείαν Σκέπην σου, οἷά περ νεφέλην φωτοειδῆ‧ διὸ τῆς σῆς εὐνοίας, κηρύττοντες τὸν πλοῦτον, σὲ Θεοτόκε μεγαλύνομεν. Μεγάλυνον ψυχή μου, τῆς μόνης Θεοτόκου, τὴν φωτοφόρον Σκέπην. Ὁ πάλαι ἐν νεφέλῃ στυλοειδεῖ, ὁδηγήσας λαὸν τὸν ἀγνώμονα, ὁ σὸς Υἱός, Ἄχραντε νεφέλην σε λογικήν, καὶ ἔμψυχον ἀνέδειξε, σκέπουσαν καὶ σῴζουσαν θαυμαστῶς, πρὸς γῆν τῆς ἀφθαρσίας, θερμῇ ἐπιστασίᾳ, λαὸν Ἁγνὴ τὸν περιούσιον. Δόξα. Μεγάλυνον ψυχή μου, τὴν ἐν τρισὶ προσώποις, ἄναρχον Θεαρχίαν. Ὑψώσασα τάς χεῖράς σου πρὸς Θεόν, τὸν ἐκ σοῦ προελθόντα ἱκέτευσας, ὑπὲρ ἡμῶν, ἔνθεν ἐφαπλώσασα νοερῶς, τὴν φωτοφόρον Σκέπην σου, ἅπαντας ἐσκέπασας τοὺς πιστούς‧ διὸ τὴν τούτου μνείαν, τελοῦντες ἐτησίως, σὲ Θεοτόκε μεγαλύνομεν. Καὶ νῦν. Μεγάλυνον ψυχή μου, τῆς παναχράντου Κόρης, τὰ ξένα μεγαλεῖα. Ὑμνοῦντές σου τῆς Σκέπης τάς πολλαπλάς, δωρεᾶς καὶ ...

ΩΣΠΕΡ ΝΕΦΕΛΗ ΑΓΛΑΩΣ ΕΠΙΣΚΙΑΖΟΥΣΑ, ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ....

Ὥσπερ νεφέλη ἀγλαῶς ἐπισκιάζουσα, τῆς Ἐκκλησίας τὰ πληρώματα Πανάχραντε, ἐν τῇ πόλει πάλαι ὤφθης τῇ Βασιλίδι. Ἀλλ' ὡς σκέπη τοῦ λαοῦ σου καὶ ὑπέρμαχος, περισκέπασον ἡμᾶς ἐκ πάσης θλίψεως, τοὺς κραυγάζοντας· Χαῖρε Σκέπη ὁλόφωτε.

ΣΚΕΠΗ ΠΕΦΗΝΑΣ, ΚΑΙ ΣΩΤΗΡΙΑ, ΚΑΙ ΑΝΤΙΛΗΨΙΣ.... ΔΡΑΚΟΝΤΟΣ...

Σκέπη πέφηνας, καὶ σωτηρία, καὶ ἀντίληψις, καὶ προστασία, τῶν Ὀρθοδόξων Ἑλλήνων Πανύμνητε‧ ὅθεν τὴν Σκέπην τὴν σὴν μεγαλύνομεν, καὶ τὴν θερμὴν προστασίαν κηρύττομεν, Κόρη Παναγνέ, ἡ σκέπουσα τάς ψυχὰς ἡμῶν, ἐκ πάσης ἐπιθέσεως τοῦ δράκοντος.

ΤΟΥΣ ΣΟΥΣ ΥΜΝΟΛΟΓΟΥΣ ΘΕΟΤΟΚΕ, ΩΣ ΖΩΣΑ ΚΑΙ ΑΦΘΟΝΟΣ ΠΗΓΗ, ΘΙΑΣΟΝ ΣΥΓΚΡΟΤΗΣΑΝΤΑΣ..... ΕΛΛΗΝΩΝ ΠΑΙΔΕΣ ΠΡΟΣΑΓΟΜΕΝ...

Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον σuγκρoτήσαντας πνευματικόν, στερέωσον, καὶ ἐν τῇ θείᾳ σκέπῃ σου, στεφάνων δόξης ἀξίωσον. (Δίς) Πηγὴ εὐφροσύνης οὐρανίου, ἡ Σκέπη σου ἡ φωτοειδής, ὑπάρχει Παναμώμητε, τοῖς θλίψεσι παλαίουσι, χάριν ἀεὶ καὶ ἔλεος, καὶ σωτηρίαν βραβεύουσα. Ἀρχῆθεν ἡμᾶς δι' εὐσπλαγχνίαν, ὡς Ἔθνος Παρθένε ἐκλεκτόν, ἔθου ὑπὸ τὴν Σκέπην σου, καὶ ξένα καὶ παράδοξα, πάλαι καὶ νῦν ἐνήργησας, ἡμᾶς κινδύνων ἐξαίρουσα. Ῥημάτων Ἀνδρέου τοῦ Ὁσίου, ἀκούσας Παρθένε εὐλαβῶς, ὁ θεῖος Ἐπιφάνιος, εἶδέ σε περισκέπουσαν, λαὸν τὸν χριστεπώνυμον, ὡς βασιλίδα οὐράνιον. Θαυμάτων τῆς Σκέπης σου τῆς θείας, ὁρῶντες Παρθένε τὴν πληθύν, ἃ ἐνεργεῖς ἑκάστοτε, ἡμῶν εἰς περιποίησιν, χαριστηρίους αἴνους σοι, Ἑλλήνων παῖδες προσάγομεν.

ΣΚΕΠΗ ΤΟΥ ΚΟΣΜΟΥ ΚΑΙ ΘΕΡΜΗ ΑΝΤΙΛΗΨΙΣ, ΠΑΡΘΕΝΟΜΗΤΟΡ ΑΓΝΗ, Η ΤΟΝ ΘΕΟΝ ΛΟΓΟΝ...

Σκέπη τοῦ κόσμου καὶ θερμὴ ἀντίληψις, Παρθενομῆτορ Ἁγνή, ἡ τὸν Θεὸν Λόγον, ἀπορρήτως τέξασα, τῇ σῇ πλουσίᾳ χάριτι, τράνωσόν μου τὴν γλῶσσαν, ᾀσματικῶς μεγαλύνοντος, τὴν πανυπερθαύμαστoν Σκέπην σου. Κεκοσμημένη κροσσωτοῖς τοῦ Πνεύματος, ὡς βασιλὶς τοῦ παντός, καὶ ὑπὲρ ἡλίου, τάς αὐγὰς ἀστράπτουσα, ὡράθης καὶ ἐφήπλωσας, νοερῶς τὴν σὴν Σκέπην, καὶ τὸν λαόν σου ἐσκέπασας, τὸν εἰς σὲ Παρθένε ἐλπίζοντα. Ἐτύπου πάλαι τὴν ἁγίαν Σκέπην σου, νεφέλη ἡ νομική, ἡ τοῦ μαρτυρίου, τὴν σκηνὴν καλύπτουσα‧ καλύπτεις γὰρ ἑκάστοτε, καὶ δροσίζεις καὶ θάλπεις, τὴν Ἐκκλησίαν Πανάμωμε, τῇ ἐπισκιάσει τῆς Σκέπης σου. Πλήρης φωτὸς πλήρης ἐλέους Δέσποινα, ἐν Βλαχερνὼν τῷ ναῷ, μυστικῶς ἐπέστης, καὶ λαμπρῶς ὑπέδειξας, τῆς πρὸς ἡμᾶς εὐνοίας σου, τὴν ἐξαίρετον χάριν, τῇ ἀναπτύξει τῆς Σκέπης σου‧ ὅθεν κατὰ χρέος ὑμνοῦμεν σε.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ .... ΙΣΧΥΝ ΑΠΡΟΣΜΑΧΗΤΟΝ...

Ἀνοίξω τὸ στόμα μου καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα. (Δίς) Σοφίαν παράσχου μοι, ὡς τοῦ Θεοῦ μήτηρ Ἄχραντε, καὶ λόγον μοι δώρησαι, ἵνα ὑμνήσω φαιδρῶς, τὰ θαυμάσια τῆς σῆς ἁγίας Σκέπης, δι' ἧς σκέπεις πάντοτε, τοὺς σὲ γεραίροντας. Ὑψόθεν ἐφήπλωσας, τὴν ἀστραπόμορφον Σκέπην σου, νεφέλην ὡς πάμφωτον καὶ κατεκάλυψας, οὐ τῶν πόλεων, τὴν βασιλίδα μόνον, ἀλλ' ἅπαν τὸ Ἔθνος σου τὸ χριστεπώνυμoν. Ἑώρακε πάλαι σε, ἐν ἀπορρήτῳ θεάματι, Ἀνδρέας ὁ Ὅσιος ἐν Βλαχερνῶν τῷ ναῷ, περισκέπουσαν, Ἁγνὴ τῇ ἀναπτύξει, τῆς θείας Ἐσθῆτός σου, κόσμου τὰ πέρατα. Ἰσχὺν ἀπροσμάχητον, τὸ τοῦ σοῦ Ἔθνους στρατόπεδον, λαβὸν ἐκ τῆς Σκέπης σου, κατετροπώσατο, ἐχθρῶν φάλαγγας, καὶ ἦρε λαμπρὰν νίκην‧ διὸ μέλπει Δέσποινα, τὰ μεγαλεῖα σου.

ΕΞΕΣΤΗ ΩΣ ΕΒΛΕΨΕΝ....

Ἐξέστη ὡς ἔβλεψεν, ἐν Βλαχερνῶν τῷ ναῷ, Ἀνδρέας ὁ Ὅσιος, σὲ ἐφαπλούσαν ἡμῖν, τὴν θείαν Ἐσθῆτά σου, οὖσαν ἐκεῖσε Κόρη, ἱερῶς τηρουμένην, πᾶσι δὲ φανεροῦσαν, τῆς σῆς σκέπης τὴν χάριν, δι' ἧς σκέπεις καὶ σῴζεις ἡμᾶς πάσης θλίψεως.

ΘΕΟΤΟΚΕ ΑΕΙΠΑΡΘΕΝΕ, ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ....

Θεοτόκε Ἀειπάρθενε, τὴν ἁγίαν σοῦ Σκέπην, δι' ἧς περισκέπεις, τοὺς εἰς σὲ ἐλπίζοντας, κραταιὰν τῷ Ἔθνει σου καταφυγὴν ἐδωρήσω‧ ὅτι ὡς πάλαι καὶ νῦν θαυμαστῶς ἡμᾶς ἔσωσας, ὡς νοητὴ νεφέλη, τὸν σὸν λαὸν περιβαλοῦσα. Διὸ δυσωποῦμεν σε, εἰρήνην τῇ πολιτείᾳ σου δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Η ΑΓΙΑ ΣΟΥ ΣΚΕΠΗ, ΩΣ ΝΕΦΕΛΗ ΠΑΜΦΩΤΟΣ ΕΠΙ ΤΩΝ ΔΟΥΛΩΝ ΣΟΥ...

H ἁγία σου Σκέπη, ὡς νεφέλη πάμφωτος ἐπὶ τῶν δούλων σου, ἁπλουμένη Κόρη, ὡς φησὶν Ἡσαΐας ἐκ καύματος, πονηροῦ λυτροῦται, τῆς τοῦ Βελίαρ ἐπηρείας, καὶ δροσίζει ἡμᾶς τῇ σῇ χάριτι. Σὲ ἰδὼν ξένῃ ὄψει, δορυφορουμένην καθάπερ βασίλισσαν, ὑφ' ἁγίων Κόρη, ὁ Ἀνδρέας ἐξέστη ὁ Ὅσιος, ὅτε τὴν σεπτήν σου, Ἐσθῆτα ἥπλωσας ἀΰλως, καὶ λαὸν τὸν πιστὸν σου ἐσκέπασας. Θαῦμα ἔδειξας μέγα, ἐναργῶς Πανάμωμε εἰς περιποίησιν, τοῦ πιστοῦ λαοῦ σου· ἀοράτως γὰρ τοῦτον ἐσκέπασας, ὑπὸ τοῦ σεπτοῦ σου, χερσί σου θείαις Μαφορίου· ὅθεν πάντες αἰνοῦμεν σε χαίροντες. Ἐν ἐρήμῳ μὲν πάλαι, τὸν Ἰσραηλίτην λαὸν Κόρη ἔσκεπε, φωταυγὴς νεφέλη‧ νῦν ἡμᾶς δὲ ἡ πάμφωτος Σκέπη σου, σκέπει καὶ διέπει, καὶ πρὸς τὸ φῶς τῶν προσταγμάτων, τοῦ Υἱοῦ σου ἰθύνει ἑκάστοτε.

ΤΗΣ ΣΚΕΠΗΣ ΣΟΥ ΠΑΡΘΕΝΕ, ΑΝΥΜΝΟΥΜΕΝ....

Τῆς Σκέπης σου Παρθένε, ἀvuμνοῦμεν τάς χαρίτας, ἣν ὡς φωτοφόρον νεφέλην, ἐφαπλοῖς ὑπὲρ ἔννοιαν, καὶ σκέπεις τὸν λαόν σου νοερῶς, ἐκ πάσης τῶν ἐχθρῶν ἐπιβουλῆς. Σὲ γὰρ σκέπην καὶ προστάτιν καὶ βοηθόν, κεκτήμεθα βοῶντές σοι· Δόξα τοῖς μεγαλείοις σου Ἁγνή, δόξα τῇ θείᾳ Σκέπῃ σου, δόξα τῇ πρὸς ἡμᾶς σου, προμηθείᾳ Ἄχραντε.

ΕΥΦΡΑΙΝΟΥ ΕΝ ΚΥΡΙΩ, Η ΧΡΙΣΤΩΝΥΜΟΣ ΕΛΛΑΣ....

Εὐφραίνου ἐν Κυρίῳ, ἡ Χριστώνυμος Ἑλλάς, ὡς σκεπομένη τῇ Σκέπῃ, τῆς πανυμνήτου Θεοτόκου‧ ὡς γὰρ νεφέλην φωτεινήν, ἀοράτως αὐτὴν ἐφαπλοῦσα, ἡ τοῦ ἀδύτου φωτὸς μήτηρ, κύκλῳ σε περιβάλλει καὶ πανταχόθεν σε σκέπει, καὶ αἰσθητῶν καὶ νοητῶν πολεμίων, ἐπερχομένων κατὰ σοῦ, τάς φάλαγγας ἐκτρέπει. Ὅθεν τὴν δοθεῖσαν σοι χάριν, διαπρυσίῳ φωνῇ κήρυξον, καὶ τὴν σκέπουσάν σε Παρθένον, μεγαλοφώνως ὕμνησον βοῶσα‧ Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ σοῦ, ὁ παρέχων τῷ κόσμῳ διὰ σοῦ τὸ μέγα ἔλεος.

ΣΗΜΕΡΟΝ Ο ΠΙΣΤΟΣ ΛΑΟΣ ΣΟΥ ΘΕΟΤΟΚΕ, ΟΝ ΕΘΝΟΣ ΑΓΙΟΝ, ΚΑΙ ΠΕΡΙΟΥΣΙΟΝ....

Σήμερον ὁ πιστὸς λαός σου Θεοτόκε, ὂν ἔθνος ἅγιον, καὶ περιούσιον κλῆρον ἀπεφήνω, τῆς σῆς Σκέπης γεραίρει τὴν χάριν, χαριστηρίους ᾄδων σοι ᾠδάς‧ Σὺ γάρ, οὐ μόνον ἐν παρῳχημέναις γενεαῖς, θαυμαστὰ καὶ παράδοξα ἐν ἡμῖν εἰργάσω, ἀλλὰ καὶ νῦν ἡμᾶς, σκέπεις καὶ ἰθύνεις, καὶ ἐπιδραμόντων ἀπήλλαξας ἐχθρῶν, καὶ εὐφροσύνης ἔπλησας τάς ψυχὰς ἡμῶν. Ὁμολογοῦμεν τοίνυν τὴν χάριν, καὶ τῇ φωταυγεῖ σου Σκέπῃ προστρέχοντες, θερμῶς βοῶμεν‧ Ἄχρι τερμάτων αἰῶνος, σκέπε Παντάνασσα, τοὺς ἀνενδοιάστως ἐπιβοωμένους σου.

ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ ΚΑΙ ΘΑΥΜΑΣΤΗΝ....

Τὴν ἁγίαν σου Σκέπην καὶ θαυμαστήν, ἣν ἐτύπου νεφέλη ἡ νομική, ἁπλοῦσα ἐκάστοτε, περιβάλλεις τὸ Ἔθνος σου, προσατενίζον Κόρη, τῇ σῇ ἀγαθότητι, καὶ τὴν βοήθειάν σου ἀεὶ ἐκδεχόμενον, ἣν δίδου Θεοτόκε, καὶ ἐχθρῶν τὴν μανίαν, ἀπότρεπε πάντοτε, ἀφ' ἡμῶν τῶν ὑμνούντων σου, τῶν θαυμάτων τὸ μέγεθος, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων δοῦναι ἡμῖν ἄφεσιν, τοῖς ἑορτάζουσι πόθῳ, τὴν πάμφωτον Σκέπην σου.

ΩΦΘΗΣ ΕΝ ΘΕΩΡΙΑ ΛΑΜΠΡΑ, ΟΙΑ ΠΕΡ ΑΝΑΣΣΑ ΑΓΝΗ ΥΠΕΡΚΟΣΜΙΟΣ....

Ὤφθης ἐν θεωρίᾳ λαμπρᾷ, οἷά περ ἄνασσα Ἁγνὴ ὑπερκόσμιος, Ἀνδρέᾳ τῷ θεοφόρῳ, ἐν Βλαχερνῶν τῷ ναῷ, σκέπουσα ἀΰλως τὴν μερίδα σου‧ διὸ τούτου ἄγοντες, ἐτησίαν ἀνάμνησιν, τὰ μεγαλεῖα, ἀνυμνοῦμεν τῆς δόξης σου, καὶ βοῶμέν σοι, ὁ λαός σου Πανάχραντε‧ σκέπε καὶ διαφύλαττε, Παρθένε τῇ Σκέπῃ σου, οὕς περ οἰκείαν μερίδα, πάλαι ἡμᾶς Κόρη ἔδειξας, παρέχουσα πᾶσιν, εὐφροσύνην καὶ εἰρήνην, καὶ μέγα ἔλεος.

ΩΣ ΤΗΣ ΣΚΕΠΗΣ ΣΟΥ ΑΓΟΝΤΕΣ....ΤΟΙΣ ΘΛΙΒΟΜΕΝΟΙΣ ΚΑΙ ΠΑΣΧΟΥΣΙ...

Ὡς τῆς Σκέπης σου ἄγοντες, τὴν ἀνάμνησιν Ἄχραντε, τὴν σὴν μεγαλύνομεν ἀγαθότητα‧ ὅτι ἐκ πάσης στενώσεως, λυτροῦσαι τὸ Ἔθνος σου, καὶ ἐθνῶν ἐπιδρομῆς, καὶ παρέχεις ἑκάστοτε, χάριν ἄφθονον, τοῖς ὑμνοῦσι τὰ ξένα μεγαλεῖα, τῆς σῆς δόξης Παναγία, καὶ τῶν θαυμάτων τὸ μέγεθος. Θαυμαστῶς πάλαι ἤπλωσας, ἀοράτως τὴν Σκέπην σου, καὶ τὴν πόλιν ἔσκεπες τὴν βασίλειον, ἀλλὰ καὶ νῦν ἐναργέστατα, ἡμᾶς σκέπεις Ἄχραντε, καὶ φρουρεῖς καὶ συντηρεῖς, τὸν καινὸν Κόρη κλῆρόν σου, πάσης θλίψεως· διὰ τοῦτο ὑμνοῦμέν σου τῆς Σκέπης, τὰ δωρήματα Παρθένε, καὶ τὴν ὁσῶραι ἀντίληψιν. Πολλαχῶς Κόρη οἴδαμεν, καὶ λαμπρῶς τεθεάμεθα, τῆς Ἁγίας Σκέπης σου τὴν ἐκδήλωσιν, ἐν τεκμηρίοις καὶ θαύμασιν, ἡμῖν διαλάμπουσαν, καὶ ἐν δάκρυσι θερμοῖς, τὴν πολλὴν σου χρηστότητα,ἐδοξάσαμεν‧ ὅτι σῴζεις ἡμᾶς ἐν τοῖς κινδύνοις, καὶ παρέχεις εὐφροσύνην, τοῖς θλιβομένοις καὶ πάσχουσι.

ΣΗΜΕΡΟΝ Η ΠΑΝΤΑΝΑΣΣΑ ΜΗΤΡΟΠΑΡΘΕΝΟΣ, ΤΗΝ ΦΩΤΟΜΟΡΦΟΝ ΑΥΤΗΣ ΣΚΕΠΗΝ ΑΝΑΠΕΤΑΣΑΣΑ...

Σήμερον ἡ παντάνασσα Μητροπάρθενος, τὴν φωτόμορφον αὐτῆς Σκέπην ἀναπετάσασα, μητρικῶς περισκέπει, τὸ Γένος ἡμῶν‧ δεῦτε οὖν Ἑλλήνων παῖδες, καὶ καθαρῷ νοῒ κατοπτεύσωμεν, τὴν δαψιλῆ τῆς Θεοτόκου, πρὸς ἡμᾶς προμήθειαν‧ ὅτι ἐγγὺς ἡμῖν τυγχάνει, ἐν εὐκαιρίαις καὶ θλίψεσι, καὶ ἀσφαλῶς ἡμᾶς διέπει, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως, καὶ χάριν καὶ ἔλεος ἡμῖν πρυτανεύει, οἷα Μήτηρ Θεοῦ, καὶ σωτηρίαν αἰώνιον.

ΤΗΝ ΣΚΕΠΗΝ ΣΟΥ ΑΓΝΗ, ΤΗΝ ΑΓΙΑ ΥΜΝΟΥΜΕΝ ΤΗΝ ΣΚΕΠΟΥΣΑΝ ΗΜΑΣ...

Τὴν Σκέπην σου Ἁγνή, τὴν ἁγίαν ὑμνοῦμεν, τὴν σκέπουσαν ἡμᾶς, ἐν παντὶ καὶ φρουροῦσαν, οὓς κλῆρόν σου ἀνέδειξας, καὶ μερίδα ἀπόλεκτον, ἀγαθότητι, καὶ μητρικῇ σuμπαθείᾳ. Ἀλλὰ Δέσποινα, καὶ ἐν μελλούσῃ ἀνάγκῃ, ἡμᾶς διαφύλαττε.

ΠΟΛΥΤΡΟΠΟΙΣ ΚΟΛΑΣΕΣΙΝ, ΑΝΔΡΙΚΩΣ ΟΜΙΛΗΣΑΝΤΕΣ...ΤΕΤΟΚΑΣ Ω ΤΕΡΕΝΤΙΕ...

Πολυτρόποις κολάσεσιν, ἀνδρικῶς ὁμιλήσαντες, τοῦ ἐχθροῦ τὴν ἔπαρσιν κατεβάλετε, ὁμολογοῦντες Μακάριοι, τυράννων ἐνώπιον, τὸν ὀφθέντα δι' ἡμᾶς, ἐν παχύτητι σώματος, καὶ τὰ ἄχραντα, ὑπομείναντα πάθη ἑκουσίως, καὶ πηγάσαντα τῷ κόσμῳ, τὸν ἱλασμὸν καὶ τὸ ἔλεος. Τερεντίῳ συνήστραψαν, Νεονίλλα ἡ ἔνδοξος, Νιτᾶς τε καὶ Σάρβιλος οἱ θαυμάσιοι, καὶ ὁ Φωκᾶς σὺν Ἱέρακι, νομίμως ἀθλήσαντες, καὶ τὸ πῦρ τῶν αἰκισμῶν, θείᾳ δρόσῳ τοῦ Πνεύματος, ἀποσβέσαντες, καὶ γενόμενοι πύργοι εὐσεβείας, καὶ εὐπρόσδεκτοι θυσίαι, καὶ προσφοραὶ καθαρώταται. Ὡς πολύφωτος Ἥλιος, τῇ Σελήνῃ ἑνούμενος, Νεονίλλῃ τέτοκας ὦ Τερέντιε, χορὸν ἀστέρων ἑπτάριθμον, Μαρτύρων ἐν αἵματι, φοινιχθέντων καὶ φαιδράν, ἀφιέντων τὴν ἔλλαμψιν, σκηνωσάντων τε, εἰς ἀνέσπερον λῆξιν· ἔνθα πάντων, Ἀθλοφόρων αἱ ἀγέλαι, περιφανῶς πολιτεύονται.

ΣΚΕΠΗ ΧΡΙΣΤΙΑΝΩΝ, ΥΠΑΡΧΕΙΣ ΘΕΟΤΟΚΕ...ΧΡΙΣΤΕΠΩΝΥΜΟΝ...

Σκέπη χριστιανῶν, ὑπάρχεις Θεοτόκε, τὸν εὐσεβῆ λαόν σου, σκέπουσα καὶ φρουροῦσα, ἐκ πάσης περιστάσεως. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ σου. Ὅτε ἐν τῷ ναῷ, τῶν Βλαχερνὼν κατεῖδεν, ὁ Ὅσιος Ἀνδρέας, σκέπουσάν σε Παρθένε, τοὺς εὐσεβεῖς ἐθαύμασε. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Ἅπλωσον ἐφ' ἡμᾶς, τὴν Σκέπην σου Παρθένε, καὶ σκέπασον αΰλως, ἐκ πάσης δυσπραγίας, λαὸν τὸν χριστεπώνυμον.

ΣΚΕΠΗ ΤΗ ΦΩΤΑΥΓΕΙ ΣΟΥ ΑΓΝΗ....

Σκέπη τῇ φωταυγεῖ σου Ἁγνή, καὶ τῇ ἐλπίδι τῆς στερρᾶς πρoστασίας σου, θαρρήσας ἀνενδοιάστως, ὁ εὐσεβὴς σου λαός, τῶν ἐχθρῶν τὸ θράσος ἐτροπώσατο‧ διὸ χαριστήριον, ἀναμέλπει σοι αἴνεσιν, καὶ τῆς σῆς Σκέπης, ἑορτὴν τὴν ὑπέρλαμπρον, ἄγει σήμερον, καὶ θερμῶς Κόρη κράζει σοι‧ Σὺ μου σκέπη καὶ πρόμαχος, καὶ μέγα προπύργιον, καὶ σὲ ὑμνῶ Παναγία, τῇ χάριτί σου σῳζόμενος, ἀλλὰ καὶ μελλόντων, θλιβερῶν πειρατηρίων, ῥῦσαὶ με Δέσποινα.

Η ΣΚΕΠΗ ΣΟΥ ΘΕΟΤΟΚΕ ΠΑΡΘΕΝΕ, ΥΠΕΡ ΤΑΣ ΗΛΙΑΚΑΣ ΑΥΓΑΣ...

Ἡ Σκέπη σου Θεοτόκε Παρθένε, ὑπὲρ τάς ἡλιακὰς αὐγὰς ἐκλάμπουσα, ἔνδοξά τε καὶ ἐξαίσια, θαυμαστὰ καὶ σωτήρια, εἰς περιποίησιν ἡμῶν ἀπεργάζεται‧ τὴν γὰρ Βασιλίδα πόλιν, πάλαι πολλάκις διέσωσεν, ἀδοκήτων κινδύνων καὶ συμφορῶν, ὑπερφυῶς θαυματουργοῦσα‧ νῦν δὲ ἡμᾶς Πανάχραντε, πάσης στενώσεως ἐξαίρει, καὶ δρόσον ἀναψυχῆς παρέχει, καὶ θυμηδίαν ἐν ταῖς θλίψεσι, τῇ σῇ πλουσίᾳ χρηστότητι‧ ἧς τὰ θαυμάσια κροτοῦντες, ἑόρτιόν σοι αἴνεσιν προσάγομεν, καὶ ἐκ ψυχῆς βοῶμέν σοι· Μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, τὴν προστασίαν σου Κόρη, ἀλλὰ σκέπε καὶ φρούρει, ἡμᾶς τὴν κληρουχίαν σου.

ΣΟΙ ΤΗΣ ΣΗΣ ΠΑΜΜΑΚΑΡ ΔΙΔΑΧΗΣ...

Σοὶ τῆς σῆς παμμάκαρ διδαχῆς, χρέος προσκομίζοντες, τὴν ὀφειλὴν ἀπονέμομεν Στέφανε, ἐγκώμιον πλέκοντες, σὺ δὲ ἵλεως δεδεγμένος πανόλβιε, ταῖς σαῖς ἱκεσίαις, χάριν μοι παράσχου τὴν τοῦ Πνεύματος. Ὀλεθρίων ὅρμημα παθῶν, Πάτερ κατεμάρανας, λογιστικῷ κεχρημένος θεόφρονι· εὐμενὴς γὰρ γέγονας, εὐπροσήγορος, προσηνής τε καὶ μέτριος, λόγῳ τῆς Σοφίας, Στέφανε καὶ γνώσεως στεφόμενος. Ἱερῶς ἐκόσμησας σαυτόν, Πάτερ διὰ γνώσεως, καὶ πρακτικῆς ἐνεργείας χαρίσματος, θεορρῆμον Στέφανε, ἐφιέμενος τῶν στεφάνων τῆς δόξης Χριστοῦ· ὅθεν τῆς ἐλπίδος ἄριστα, παμμάκαρ οὐ διήμαρτες.

ΙΔΟΥ ΕΝ ΓΑΣΤΡΙ, ΘΕΟΤΟΚΕ ΠΑΝΑΓΝΕ ΧΡΙΣΤΟΝ ΤΟΝ ΘΕΟΝ...

Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥς περ Ἡσαΐας προηγόρευσεν, ὑπὲρ φύσιν δὲ τοῦτον, Θεογεννῆτορ τέτοκας.

ΤΙΣ ΚΑΤ' ΑΞΙΑΝ ΥΜΝΗΣΕΙ, ΤΗΝ ΠΕΡΙ ΗΜΑΣ...

Τὶς κατ' ἀξίαν ὑμνήσει, τὴν περὶ ἡμᾶς σου προμήθειαν, Θεοτόκε Ἀειπάρθενε; Σκέπουσα γὰρ ἡμᾶς τῇ κραταιᾷ σου Σκέπῃ, πολυειδῶν λυτροῦσαι συμφορῶν, καὶ συμμαχοῦσα ἀοράτως, ἐν ὑψηλῷ βραχίονι, τῶν πολεμίων καταράσσεις τάς φάλαγγας, καὶ θαυμαστῶς ἰθύνεις, ἢν ᾑρετήσω κληρονομίαν σου· ὅθεν ὑμνοῦμεν τὴν χάριν σου, εὐχαριστίας φωναῖς, καὶ ἐν κατανύξει ψυχῆς βοῶμεν σοι‧ Σκέπε πάντοτε ἐκ πάσης ἀπειλῆς, ἡμᾶς ὦ Δέσποινα, ὅτι μετὰ Θεὸν τάς ἐλπίδας σοι ἀνεθέμεθα.

ΤΩΝ ΟΡΘΟΔΟΞΩΝ ΕΛΛΗΝΩΝ ΑΠΑΝ ΤΟ ΣΥΣΤΗΜΑ...ΑΝΑΜΕΛΠΕΙ ΤΗ ΠΡΟΝΟΙΑ ΣΟΥ.....

Τῶν ὀρθοδόξων Ἑλλήνων ἅπαν τὸ σύστηµα, τὴν παναγίαν Σκέπην, τῆς ἁγνῆς Θεοτόκου, ὑµνήσωµεν προθύµως καὶ ἐν χαρᾷ, πρὸς αὐτὴν ἐκβοήσωµεν· χαῖρε Παρθένε βοήθεια ἀσφαλής, καὶ θερµὴ ἡµῶν ἀντίληψις. Ὥσπερ ἐρρύσω Παρθένε τὴν Βυζαντίδα ποτέ, τῇ σῇ ἁγίᾳ Σκέπῃ, πολυτρόπων κινδύνων· οὕτω καὶ νῦν τὸν νέον Κόρη λαόν, τοῦ σοῦ Ἔθνους ἀπήλλαξας, ἐπιδρομῆς Θεοτόκε ἀλλοεθνοῦς, τῇ ἐκφάνσει τῆς εὐνοίας σου. Ὑπὲρ ἡλίου ἀκτῖνας τῆς θείας Σκέπης σου, αἱ δωρεαὶ πλουσίως, ἀπαστράπτouσι πᾶσι, καὶ λύουσι τὴν νύκτα τῶν πειρασμῶν, καὶ εἰρήνην καὶ λύτρωσιν, καὶ σωτηρίαν βραβεύουσιν ἀληθῆ, Θεοτόκε τοῖς ὑμνοῦσι σε. Τῇ ἀρωγῇ τῆς σῆς Σκέπης πιστῶς θαρρήσαντες, κατὰ τῶν πολεμίων, νίκης τρόπαιον ἦραν, Παρθένε Θεοτόκε ὁ σὸς λαός, ἀληθῶς ὁ ἀπόλεκτος· ὅθεν ᾠδὴν χαριστήριον ἐν χαρᾷ, ἀναμέλπει τῇ προνοίᾳ σου.

ΟΡΜΗΝ ΤΩΝ ΠΑΘΩΝ, ΑΠΑΘΕΙΑΣ ΕΡΩΤΙ ΚΑΤΕΣΒΕΣΑΣ....

Ὁρμὴν τῶν παθῶν, ἀπαθείας ἔρωτι κατέσβεσας θεοφόρε Στέφανε, καὶ ταῖς θεωρίαις καὶ ταῖς πράξεσι, κατελάμπρυνας πᾶσαν, τὴν τῆς ψυχῆς κατάστασιν. Νοΐ καθαρῷ, ταῖς Γραφαῖς ὡμίλησας τοῦ Πνεύματος, θεορρῆμον Στέφανε, καὶ τῆς θεωρίας καὶ τῆς πράξεως, συνελέξω τὸν πλοῦτον, θεόφρον Πάτερ Ὅσιε. Σοφίας βυθόν, ἐρευνήσας Στέφανε κατέλαβες, εὑρεῖν ὅσον χρήσιμον, καὶ τὸν μαργαρίτην τὸν πολύτιμον, διὰ πόνων ἐκτήσω, παμμάκαρ τὸν τῆς γνώσεως.

ΩΣ ΥΠΕΡΛΑΜΠΡΟΣ ΑΝΑΣΣΑ, ΤΩ ΟΣΙΩ ΑΝΔΡΕΑ....

Ὡς ὑπέρλαμπρος ἄνασσα, τῷ Ὁσίῳ Ἀνδρέᾳ τεθέασαι, ἐν τῷ ναῷ τῶν Βλαχερνῶν ἐπιφανεῖσα, ἀοράτως Θεοτόκε, καὶ τὴν μὲν Βασιλίδα πόλιν ἐσκέπασας, τῇ ἀναπτύξει τῆς Σκέπης σου, ἡμᾶς δὲ χαρᾶς ἐπλήρωσας, τῇ ἐνεργείᾳ τῆς ἀρωγῆς σου. Ἀλλ' ὦ Παρθένε πανύμνητε, σκέπη ἡμῶν καὶ βοήθεια, ἐκ πάσης ἐπιβουλῆς ἀσινὲς φύλαττε, τὸ Γένος ἡμῶν δεόμεθα.

ΤΕΙΝΕΣΘΑΙ, ΑΝΗΛΕΩΣ...ΕΚ ΨΥΧΗΣ ΑΠΟΡΡΙΠΤΟΝΤΕΣ....

Τείνεσθαι, ἀνηλεῶς προστάττει ὁ τύραννος, καὶ τοῖς τροχοῖς συνδεσμεῖσθαι, πολυτρόπῳ βίῳ τοὺς Μάρτυρας, ἀλλ' ᾐσχύνθη, ἀηττήτους αὐτοὺς θεασάμενος. Σάρβιλος, Νεονίλλα Φωκᾶς καὶ Θεόδουλος, Βήλης Ἱέραξ Εὐνίκη, καὶ Νιτᾶς ὁ θεῖος σὺν Τερεντίῳ, ὡς γενναῖοι, εὐσεβῶς εὐφημείσθωσαν Μάρτυρες. Λειμῶνι, τῆς ὑμῶν εἰσιόντες ἀθλήσεως, ὀσμῆς πληρούμεθα θείας, τῶν ὑμῶν ἀγώνων Μακάριοι, τὸ δυσῶδες, τῶν παθῶν ἐκ ψυχῆς ἀπορρίπτοντες.

ΠΑΛΑΙ ΜΕΝ Η ΝΕΦΕΛΗ ΕΚΑΛΥΠΤΕ, ΤΗΝ ΣΚΗΝΗΝ ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ....

Πάλαι μὲν ἡ νεφέλη ἐκάλυπτε, τὴν σκηνὴν τοῦ μαρτυρίου, προτυποῦσα Παρθένε, τὸ τελεσθὲν σοι μυστήριον‧ νῦν δὲ ἡ ἀστραπόμορφος Σκέπη σου, περικαλύπτει καὶ σκιάζει, ὡς ὄρνις τὰ ἑαυτῆς νοσσία, τὸν χριστεπώνυμον λαόν, τὸν θερμῶς σοι πρoστρέχoντα‧ καὶ τοῦτο ἐμφανὲς πεποίηκας, τῇ ἀνασσούσῃ πόλει, δι' ἐμφανείας ἀπορρήτου, τὴν πρὸς ἡμᾶς σου χρηστόστητα φανερώσασα. Ὅθεν μνείαν τούτου τελοῦντες, τάς πολλὰς σου εὐεργεσίας κηρύττομεν, καὶ τὴν περὶ ἡμᾶς κηδεμονίαν σου‧ ὅτι σῴζεις ἑκάστοτε, ἡμᾶς ἐκ πάσης θλίψεως.

ΟΙΚΟΥΜΕΝΗΣ ΦΩΣΤΗΡ ΦΑΕΙΝΟΤΑΤΟΣ....ΠΑΝΑΡΙΣΤΕ..

Οἰκουμένης φωστὴρ φαεινότατος, Πάτερ ἀναδέδειξαι λόγου λαμπρότησι, καταφωτίζων Στέφανε, τοὺς σοὶ πίστει καὶ πόθῳ προστρέχοντας. Μακαρίως τὸν βίον διήνυσας· μύσας τὰς αἰσθήσεις γὰρ ἔξω γεγένησαι, τῆς κοσμικῆς συγχύσεως, καὶ Θεῷ προσωμίλησας Στέφανε. Ὡς καλὸς ὡς ὡραῖος ὁ στέφανος, ᾧ νῦν ἐστεφάνωσαι πάνσοφε Στέφανε, ταῖς ἀρεταῖς στεφόμενος, καὶ παθῶν βασιλεύσας πανάριστε.

ΧΑΙΡΟΙΣ ΘΕΟΓΕΝΝΗΤΟΡ ΑΓΝΗ, ΤΗΣ ΑΓΑΘΟΤΗΤΟΣ ΠΗΓΗ Η ΑΚΕΝΩΤΟΣ...

Χαίροις Θεογεννῆτορ ἁγνή, τῆς ἀγαθότητος πηγὴ ἡ ἀκένωτος, Ἑλλήνων ἡ θεία σκέπη, καὶ προστασία θερμή, καὶ παραμυθία ἐν ταῖς θλίψεσι‧ πρὸς σὲ γὰρ Πανάμωμε, καταφεύγομεν πάντοτε, καὶ σωτηρίαν καὶ εἰρήνην καὶ λύτρωσιν, τῇ σῇ χάριτι, ἀληθῶς κομιζόμεθα‧ ὅθεν τῆς θείας Σκέπης σου, ὑμνοῦμεν τὰ θαύματα, καὶ τῆς προνοίας σου Κόρη, τοὺς οἰκτιρμοὺς μεγαλύνομεν, δι' ὧν ἀεὶ σῴζεις, περιστάσεων ποικίλων, τοὺς πεποιθότας σοι.

ΚΑΤΑΦΥΤΕΥΣΑΣ ΑΡΕΤΩΝ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ, ΚΑΙ ΚΑΤΑΡΔΕΥΣΑΣ ΤΑΙΣ ΡΟΑΙΣ.....

Καταφυτεύσας ἀρετῶν τὸν παράδεισον, καὶ καταρδεύσας ταῖς ῥοαῖς τῶν δακρύων, ὡς τῆς ζωῆς Πανένδοξε τοῦ ξύλου τυχών, σῶσον ἱκεσίαις σου, ἐκ φθορᾶς τὴν σήν ποίμνην, ῥῦσαι περιστάσεως τοὺς θερμῶς σε τιμῶντας· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

ΑΝΩΘΕΝ ΕΦΑΠΛΟΥΣΑ, ΤΗΝ ΑΓΙΑΝ ΣΟΥ ΣΚΕΠΗΝ, ΠΑΡΘΕΝΕ

Ἄνωθεν ἐφαπλοῦσα, τὴν ἁγίαν σοῦ Σκέπην, Παρθένε Θεοτόκε Μαρία, σκέπεις καὶ σῴζεις τὸν σὸν λαόν, καθ' ὥραν σε Ἁγνὴ ἐπιβοώμενον‧ νῦν δὲ σου τὰ θαυμάσια, εὐγνωμόνως ὑμνεῖ κραυγάζων‧ Χαῖρε τοῦ κόσμου ἡ Σωτηρία Χαῖρε Ἑλλάδος ἡ προστασία. Χαῖρε τῶν Ἀγγέλων παράδοξον θέαμα Χαῖρε τῶν ἀνθρώπων ἀκλόνητον ἔρεισμα. Χαῖρε Μήτηρ Ἀειπάρθενος τοῦ Παντάνακτος Χριστοῦ Χαῖρε σκέπη καὶ ἀντίληψις τοῦ λαοῦ σου τοῦ πιστοῦ. Χαῖρε ὅτι ἐφάνης σκέπουσα τὸ σὸν Ἔθνος Χαῖρε ὅτι παρέχεις νίκας τῷ στρατοπέδῳ. Χαῖρε πηγὴ πλουσίας χρηστότητος Χαῖρε λαμπὰς Θεοῦ ἀγαθότητος. Χαῖρε δι' ἧς τοὺς ἐχθροὺς ἐκνικῶμεν Χαῖρε πρὸς ἣν καθ' ἑκάστην βοῶμεν‧ Χαῖρε Σκέπη ὁλόφωτε.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΙΗ

ΩΦΘΗ δὲ αὐτῷ ὁ Θεὸς πρὸς τῇ δρυΐ τῇ Μαμβρῇ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. 2 ἀναβλέψας δέ τοῖς ὀφθαλμοῖς αὐτοῦ εἶδε, καὶ ἰδοὺ τρεῖς ἄνδρες εἱστήκεισαν ἐπάνω αὐτοῦ· καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν. 3 καὶ εἶπε· κύριε, εἰ ἄρα εὗρον χάριν ἐναντίον σου, μὴ παρέλθῃς τὸν παῖδά σου· 4 ληφθήτω δὴ ὕδωρ, καὶ νιψάτωσαν τοὺς πόδας ὑμῶν, καὶ καταψύξατε ὑπὸ τὸ δένδρον· 5 καὶ λήψομαι ἄρτον, καὶ φάγεσθε, καὶ μετὰ τοῦτο παρελεύσεσθε εἰς τὴν ὁδὸν ὑμῶν, οὗ ἕνεκεν ἐξεκλίνατε πρὸς τὸν παῖδα ὑμῶν. καὶ εἶπαν· οὕτω ποίησον, καθὼς εἴρηκας. 6 καὶ ἔσπευσεν ῾Αβραὰμ ἐπὶ τὴν σκηνὴν πρὸς Σάρραν καὶ εἶπεν αὐτῇ· σπεῦσον καὶ φύρασον τρία μέτρα σεμιδάλεως καὶ ποίησον ἐγκρυφίας. 7 καὶ εἰς τὰς βόας ἔδραμεν ῾Αβραὰμ καὶ ἔλαβεν ἁπαλὸν μοσχάριον καὶ καλὸν καὶ ἔδωκε τῷ παιδί, καὶ ἐτάχυνε τοῦ ποιῆσαι αὐτό. 8 ἔλαβε δὲ βούτυρον, καὶ γάλα, καὶ τὸ μοσχάριον ὃ ἐποίησε, καὶ παρέθηκεν αὐτοῖς, καὶ ἔφαγον· αὐτὸς δὲ παρειστήκει αὐτοῖς ὑπὸ τ...

ΩΣ ΚΑΘΑΙΡΕΤΗΝ ΤΩΝ ΠΑΘΩΝ ΚΑΙ ΤΥΠΟΝ ΟΡΘΟΥ ΒΙΟΥ....

Ὡς καθαιρέτην τῶν παθῶν, καὶ τύπον ὀρθοῦ βίου, ἀλείπτην τε ἀζύγων, κανόνα Μοναζόντων, καὶ ἀρετῶν ὑπογραμμόν, πάντες συνελθόντες ἐν τῇ μνήμῃ σου Σοφέ, οἱ φοιτηταί σου κράζομεν· Δόξα τῷ σὲ ἀξίως δοξάσαντι, τέρασιν ἀλήκτοις καὶ σημείοις φοβεροῖς, οὐκ ἐν βίῳ μόνον, ἀλλὰ καὶ μετὰ τέλος. Διὸ ἐκδυσωπεῖν Χριστῷ, μὴ ἐλλίπῃς, τοῖς τιμῶσί σε ἀεί, καταπεμφθῆναι λύσιν τῶν πολλῶν καὶ χαλεπῶν ἐγκλημάτων· σὲ γὰρ προστάτην μέγιστον Σοφέ, πάντες ἐν πίστει καὶ πόθῳ κεκτήμεθα.

ΤΕΡΕΝΤΙΟΥ ΚΑΙ ΝΕΟΝΙΛΛΗΣ ΣΤΕΦΑΝΟΥ ΣΑΒΒΑΪΤΟΥ.....

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Τερεντίου καὶ Νεονίλλης, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου καὶ Νεονίλλης, καὶ τῶν τέκνων αὐτῶν, Νιτᾶ, Σαρβίλου, Ἱέρακος, Θεοδούλου, Φωκᾶ, Βήλη καὶ Εὐνίκης. Στίχοι Σὺν ἑπτὰ τέκνοις ἡ δυὰς τῶν συζύγων Τιμὴν τομὴν ἡγεῖτο τὴν ἐκ τοῦ ξίφους. Δειρὴν ὀγδοάτῃ γε Τερέντιος εἰκάδι κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου, τοῦ καὶ Ἐπισκόπου γενομένου. Στίχοι Ἐπώνυμος Στέφανος οὐ φορεῖ στέφους, Ὃ πρακτικὴ χεὶρ ἀρετῆς πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τερεντίου, Ἀφρικανοῦ, Μαξίμου, Παμπηΐου, καὶ ἑτέρων τριάκοντα ἕξ. Στίχοι Τέμνουσι Τερέντιον, ὃς βλύσας γάλα, Ἐδειξε καινὸν καὶ τετμημένος τέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Φιρμιλιανοῦ Ἐπισκόπου Καισαρείας, καὶ Μελχίωνος σοφιστοῦ, πρεσβυτέρου Ἀντιοχείας, οἵτινες καθεῖλον Παῦλον τόν Σαμοσατέα. Στίχοι Εἰρηνικῶς θνῄσκουσιν εἰρήν...

ΑΝΑΜΝΗΣΙΣ ΤΗΣ ΑΓΙΑΣ ΣΚΕΠΗΣ ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ....

Τῌ ΑΥΤῌ HMEPᾼ (ΚΗ') 28 ΟΚΤΩΒΡΙΟΥ Ἀνάµνησιν ἐπιτελοῦµεν τῆς ἁγίας Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡµῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνὸς τὴν ἀνάμνησιν ἑορτάζομεν τῆς Σκέπης τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, τῆς πάντοτε καὶ κατ' ἐξαίρετον τρόπον σκεπούσης τὸ εὐσεβὲς ἡμῶν Ἔθνος, ὡς πάλαι ἔσκεπε τὴν Βασιλίδα τῶν πόλεων. Στίχ. Σκέπη σου, Ἁγνή, σκέπεις καὶ περιθάλπεις Τοὺς πίστει ἀφορῶντας πρὸς σέ, Παρθένε. Μητρὸς Θεοῖο Σκέπη Ἑλλάδα θειόφρονα καλύπτει. Ἀΰπνου δοξολογίας ποτὲ ἐπιτελουμένης ἐν τῇ ἁγίᾳ σορῷ, τῇ oὔσῃ ἐν Βλαχέρναις, ἀπῄει ὁ μακάριος Ἀνδρέας ἐκεῖσε τὰ ἐξ ἔθους ποιῶν‧ παρῆν δὲ Ἐπιφάνιος καὶ εἷς τῶν παίδων αὐτοῦ μετ' αὐτοῦ‧ καὶ ἔχων ἦθος, ἵστατo, ὡς ἡ προθυμία τόνον ἐδίδου, ποτὲ μὲν μέχρι μεσονυκτίου, ποτὲ δὲ ἕως πρωί. Τετάρτης οὖν ὥρας ἤδη οὔσης τῆς νυκτός, ὁρᾷ ὁ μακάριος Ἀνδρέας ὀφθαλμοφανῶς μεγεθεστάτην σφόδρα, παραγενομένην ἐν γυναικείῳ τῷ σχήματι ἀπὸ τῶν βασιλικῶν μετὰ φοβεροῦ ὀψικίου, ἐν οἷς ἦν καὶ...

ΔΕΥΤΕ ΠΙΣΤΟΙ ΣΥΝΕΛΘΟΝΤΕΣ ΑΝΕΥΦΗΜΗΣΩΜΕΝ......

Δεῦτε πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν Ἀθλητὴν τὸν μέγαν, καὶ γενναῖον ὁπλίτην, Δημήτριον τὸν πᾶσαν τὴν τοῦ ἐχθροῦ, δυναστείαν πατήσαντα, τούτῳ βοῶντες ἐν πίστει· Ὑπὲρ ἡμῶν, τὸν Χριστὸν Μάρτυς ἱκέτευε. Τὸν ἀριστέα τὸν θεῖον καὶ μιμητὴν τοῦ Χριστοῦ, τὸ τῆς ἁγνείας κάλλος, τὴν πηγὴν τῶν θαυμάτων, Δημήτριον τὸν μέγαν πάντες πιστοί, ἐν ᾠδαῖς εὐφημήσωμεν, ἁγιαζομενοι σώματα καὶ ψυχάς, ἐν τῇ μνήμῃ τῇ ἐνδόξῳ αὐτοῦ. Θεσσαλονίκη χορεύει ἐπὶ τῇ μνήμῃ σου, καὶ συγκαλεῖται πάσας, τῶν πιστῶν τὰς χορείας, Δημήτριε τρισμάκαρ, τελέσαι τὴν σήν, φωτοφόρον πανήγυριν· οἷς καὶ ἡμεῖς συνελθόντες ᾀσματικῶς, εὐφημοῦμεν τοὺς ἀγῶνάς σου.

ΝΕΣΤΟΡ ΑΘΛΗΤΑ ΜΑΚΑΡΙΕ.....

Νέστορ Ἀθλητὰ μακάριε, τὴν πανοπλίαν Χριστοῦ, σεαυτῷ περιθέμενος, αἰσθητῶς Λυαίῳ μέν, συμπλακεὶς τοῦτον ὤλεσας, ταῖς ἀοράτοις δὲ τὸν ἀόρατον, λαβαῖς Βελίαρ σὺ συνεπόδισας, καὶ ἐθανάτωσας, νίκης διαδήματι· ὅθεν τὴν σήν, κάραν ἐστεφάνωσεν, ὁ μεγαλόδωρος. Λόγοις ἐνθέοις νευρούμενος, Νέστορ σοφὲ ἀληθῶς, Δημητρίου τοῦ Μάρτυρος, ἀλαζόνα τύραννον, ἀνδρικῶς ἐθανάτωσας· καὶ τὸν θανόντα καὶ ᾍδην λύσαντα, ὁμολογήσας Θεὸν ἀθάνατον, θάνατον ἄδικον, καθυπέστης ἔνδοξε· ὅθεν ζωήν, χαίρων ἀτελεύτητον, ἐκληρονομησας. Θεῖος νεανίας πέφυκας, σώματος ὥρα σοφέ, διαπρέπων καὶ χάριτι, θεϊκῇ κοσμούμενος, καὶ ῥώμῃ σεμνυνόμενος· ὅθεν Λυαίου λύσας τὴν δύναμιν, τῇ δυναστείᾳ τοῦ, Παντοκράτορος, χαίρων ἐνήθλησας, καὶ χοροῖς ἠρίθμησαι τῶν ἀθλητῶν, οἷς συναγαλλόμενος, ἡμῶν μνημόνευε.

TO ΑΠ' ΑΙΩΝΟΣ ΑΠΟΚΡΥΦΟΝ, ΚΑΙ ΑΓΓΕΛΟΙΣ....

Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

ΑΣΜΑΤΙ ΦΛΟΓΕΡΩ, ΤΩ ΣΩ ΑΙΜΑΤΙ ΣΟΦΕ, ΧΑΙΡΩΝ ΕΠΙΒΕΒΗΚΑΣ....

Ἅρματι φλογερῷ, τῷ σῷ αἵματι Σοφέ, χαίρων ἐπιβέβηκας, καὶ πρὸς οὐράνιον ὕψος, ἔνθα Ἰησοῦς τὸ ἄχρονον φῶς, μετὰ χαρᾶς ἀνελήλυθας. Θώρακα νοητόν, τὸν τῆς πίστεως σαυτῷ, Νέστορ περιθέμενος, καὶ τὸν Σταυρὸν ὡς δόρυ ἔχων ἐν χερσί, τὰς τοῦ ἐχθροῦ, στερρῶς συνέκοψας φάλαγγας. Ζέσει τῆς τοῦ Χριστοῦ, κρατυνόμενος στοργῆς, ἔνδον εἰσεπήδησας, ἐν τῷ σταδίῳ καὶ πάσας, ἔλυσας Λυαίου μηχανάς, καὶ νίκης τρόπαιον ἔστησας.

ΔΥΝΑΜΩΘΕΙΣ ΤΩ ΚΡΑΤΕΙ ΤΗΣ ΙΣΧΥΟΣ, ΤΟΥ ΤΟΥΣ ΜΟΧΛΟΥΣ ΣΥΝΤΡΙΨΑΝΤΟΣ...

Δυναμωθεὶς τῷ κράτει τῆς ἰσχύος, τοῦ τοὺς μοχλοὺς συντρίψαντος, καὶ τὰς τοῦ ᾍδου πύλας, σπουδῇ εἰς τὸ στάδιον εἰσῆλθες, καὶ κραταιῶς συνέτριψας, ἐχθροῦ μηχανήματα. Ὁ παλαιᾶς ἀπάτης ἀρχηγέτης, πρὸ τῶν ποδῶν σου ἥπλωται· νεανικῶς γὰρ πρὸς ἐκτομήν, προσεχώρησας τοῦ ξίφους, Νέστορ Μαρτύρων καύχημα· διὸ εὐφημοῦμέν σε. Προκαταλύσας θράσος παρανόμων, Θεῷ θυσίαν ἔθυσας, Μάρτυς τὸ αἷμά σου ἀμοιβήν, ἱερὰν αὐτῷ παρέχων· διὸ σε ἀντημείψατο, πλουσίοις χαρίσμασι.

ΟΥ ΚΑΤΕΠΛΑΓΗΣ ΤΩΝ ΕΧΘΡΩΝ ΤΗΝ ΜΑΝΙΑΝ, ΟΥΚ ΕΔΕΙΛΙΑΣΑΣ...

Οὐ κατεπλάγης τῶν ἐχθρῶν τὴν μανίαν, οὐκ ἐδειλίασας σαρκὸς ἀλγηδόνας, ἀλλ' ἀπτοήτως ἔδραμες πρὸς πάλην Σοφέ, φέρων τὸ ὑπέρμαχον, τοῦ Σταυροῦ θεῖον ὅπλον· ὅθεν τὸν ἀλάστορα, παρευθὺς θανατώσας, ἐθανατώθης Νέστορ καὶ ζωῆς, κατηξιώθης Χριστῷ παριστάμενος.

ΛΟΓΟΙΣ ΘΕΙΑΣ ΓΝΩΣΕΩΣ, ΤΗΝ ΔΙΑΝΟΙΑΝ ΚΑΤΑΡΔΕΥΘΕΙΣ...

Λόγοις θείας γνώσεως, τὴν διάνοιαν καταρδευθείς, μαρτυρίου στάχυν ὥριμον, ἔνδοξε Νέστορ ἐβλάστησας. Νόμοις τοῖς τῶν λόγων σου, ὦ Δημήτριε Μάρτυς τοῦ Χριστοῦ, ἀθεΐας τὸ ἀνόμημα, ὁ Νέστωρ τὸ μέγα κατέπαυσεν. Ἐχθρὸν πρὸς ὁρώμενον, συμπλεκόμενος τὴν τοῦ Θεοῦ, ἀοράτως συμμαχίαν, ἐκέκτησο Νέστορ ἀοίδιμε.

ΣΦΡΑΓΙΔΙ ΣΗΜΑΝΘΕΙΣ ΣΟΥ ΤΗΝ ΚΑΡΔΙΑΝ.... ΝΕΣΤΟΡ ΕΚΠΕΠΟΡΕΥΣΑΙ... ΚΑΤΗΣΧΥΝΕ...

Σφραγῖδι σημανθείς σου τὴν καρδίαν, γενναίως κατέτρωσας τῷ δόρατι τῆς ἀνδρείας, τὴν καρδίαν Λυαίου Ἀθλητά, καὶ χαίρων θανατοῦσαι, διὰ τὴν πάντων ζωήν. Νυμφίος ἐκ παστάδος τῆς σαρκός σου, Νέστορ ἐκπεπόρευσαι, στολαῖς ταῖς ἐξυφανθείσαις, ἐξ αἱμάτων σου Μάρτυς ἱερῶν φαιδρῶς ὡραϊσμένος, καὶ τῷ Δεσπότῃ παρέστης Χριστῷ. Ὑψώσας ἐπὶ πέτραν σοῦ τοὺς πόδας, εὐσεβείας ἔστησε, Χριστὸς τῆς ζωῆς ἡ πέτρα, καὶ κατεύθυνε Νέστορ πρὸς αὐτόν, τὰ διαβήματά σου, καὶ τοὺς ἐχθρούς σου κατῄσχυνε.

ΡΗΞΟΝ ΜΟΥ ΤΑΣ ΣΕΙΡΑΣ ΤΩΝ ΕΓΚΛΗΜΑΤΩΝ...

Ῥῆξον μου τὰς σειρὰς τῶν ἐγκλημάτων, ἡ Θεὸν κυήσασα, τὸν αἴροντα τὴν τοῦ κοσμου ἁμαρτίαν, Παρθένε Μαριάμ· ἐν σοὶ γὰρ τὰς ἐλπίδας, τῆς σωτηρίας ἀνέθηκα.

ΖΑΛΗ ΜΕ ΛΟΓΙΣΜΩΝ ΚΑΤΑΛΑΒΟΥΣΑ...

Ζάλη με λογισμῶν καταλαβοῦσα, εἰς βυθὸν καθέλκει με, ἀμέτρων πλημμελημάτων· ἀλλὰ σὺ Κυβερνήτα ἀγαθέ, προφθάσας διάσωσόν με

ΑΘΛΗΣΑΣ ΚΑΛΩΣ, ΑΘΑΝΑΤΟΝ ΤΗΝ ΕΥΚΛΕΙΑΝ... ΥΠΕΡ ΠΑΝΤΩΝ ΗΜΩΝ...

Ἀθλήσας καλῶς, ἀθάνατον τὴν εὔκλειαν, κεκλήρωσαι νῦν, καὶ στρατιώτης ἄριστος, τοῦ Δεσπότου γέγονας, ταῖς εὐχαῖς Δημητρίου τοῦ Μάρτυρος, σὺν αὐτῷ οὖν Νέστορ σοφέ, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΡΩΜΗ ΘΕΟΥ ΑΘΛΗΣΑΣ, ΠΑΜΜΑΚΑΡ, ΝΙΚΗΦΟΡΟΣ ΕΔΕΙΧΘΗΣ....

Ῥώμῃ Θεοῦ ἀθλήσας, παμμάκαρ, νικηφόρος ἐδείχθης, τὸν ἐχθρὸν τοῖς ποσὶ καταπατήσας, δεδόξασαι, στεφανίτης σὺν ταῖς χορείαις τῶν σεπτῶν Ἀθλοφόρων Νέστορ ἐφάνης, καὶ Ἀαρὼν ὑπερήρθης Χριστοῦ Ἀθλητά, σὺν Ἄβελ αἷμα τὸ θεῖον σου προσενέγκας, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι, πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

Ο ΚΑΤΑΥΓΑΣΑΣ ΤΩΝ ΠΙΣΤΩΝ ΤΑΣ ΚΑΡΔΙΑΣ...

Ὁ καταυγάσας τῶν πιστῶν τὰς καρδίας, ἀκτῖσι τῶν ἀγώνων τοῦ, Ἀθλοφόρου, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τῆς ἀσεβείας κατασβέσας τὴν φλογα, τῇ δρόσῳ τῶν αἱμάτων σου Μάρτυς Νέστορ, Εὐλόγητός εἶ μέλπεις νῦν, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Θυσία ζώσα εἰς ὀσμὴν εὐωδίας, Κυρίῳ προσαγόμενος Μάρτυς Νέστορ, Εὐλογητὸς εἶ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΑΓΙΩΤΕΡΑ ΧΕΡΟΥΒΙΜ ΑΝΕΔΕΙΧΘΗΣ, ΤΕΚΟΥΣΑ ΥΠΕΡΑΓΙΟΝ ΘΕΟΝ ΛΟΓΟΝ...

Ἁγιωτέρα Χερουβὶμ ἀνεδείχθης, τεκοῦσα ὑπεράγιον Θεὸν Λόγον, Ὑπεραγία Δέσποινα, τὸν ἡμᾶς ἁγιάζοντα.

ΓΗ ΤΟ ΑΙΜΑ ΣΟΥ ΤΟ ΣΕΠΤΟΝ, ΕΔΕΞΑΤΟ ΧΥΘΕΝ ΧΡΙΣΤΟΥ.... ΧΡΙΣΤΟΣ ΕΙΣ ΤΟΥΣ ΑΙΩΝΑΣ...

Γῆ τὸ αἷμά σου τὸ σεπτόν, ἐδέξατο χυθὲν ὑπὲρ Χριστοῦ, οἱ οὐρανοὶ δὲ τὴν ψυχήν, ὥσπερ νύμφην ὡραϊσμένην, Μαρτύρων χορεῖαι, καὶ Δικαίων ἁπάντων τὰ πνεύματα, ἐν ἀγαλλιάσει, ὑπήντησάν σοι Μάρτυς. Ὢ ψυχῆς σου θεοφιλοῦς, τὸν θάνατον τὸν πρόσκαιρον, οὐδὲν ἡγησαμένης, τὸ δὲ ζῆν ἐν Κυρίῳ ἐκλεξαμένης! ὢ θείας ἀνδρείας, ἐχθρῶν κραταιότητα, τῶν μὴ ὁμολογούντων Χριστὸν στηλιτευσάσης! Τὸν ἀγῶνά σου τὸν καλόν, ἠγώνισαι τὸν δρόμον ἀληθῶς, Νέστορ τετέλεκας σοφέ, καὶ τετήρηκάς σου τὴν πίστιν· λοιπὸν σοι τὸ στέφος, τὸ τῆς δικαιοσύνης ἀπόκειται, ὅπερ παρέξει Χριστὸς εἰς τοὺς αἰῶνας.

ΠΟΡΦΥΡΑΝ ΕΞ ΑΙΜΑΤΩΝ ΒΕΒΑΜΜΕΝΗΝ ΣΟΥ ΙΕΡΩΝ... ΑΕΙ ΜΝΗΜΟΝΕΥΕ...

Πορφύραν ἐξ αἱμάτων, βεβαμμένην σου ἱερῶν, φορέσας καὶ κατέχων δεξιᾷ ὥσπερ σκῆπτρον τὸν Σταυρόν, συμβασιλεύεις τῷ Χριστῷ, Νέστορ μακάριε. Πέπειρος βότρυς ὤφθης, τῆς ἀμπέλου τῆς νοητῆς· ληνοῖς δὲ μαρτυρίου ἐκθλιβείς, κατανύξεως ἡμῖν, οἶνον ἀνέβλυσας πιστοῖς, Νέστορ πολύαθλε. Χορεύων μέτ' Ἀγγέλων, πρὸ προσώπου τοῦ Ἰησοῦ, καὶ δόξης ἀπολαύνων τῆς αὐτοῦ, τῶν τελούντων σου πιστῶς, Νέστορ τὴν μνήμην τὴν σεπτήν, ἀεὶ μνημόνευε.

ΦΩΤΟΣ ΩΦΘΗΣ ΔΟΧΕΙΟΝ, ΤΟΥ ΣΚΕΔΑΣΑΝΤΟΣ ΤΗΝ ΑΧΛΥΝ, ΤΗΣ ΠΑΛΑΙ ΑΓΝΩΣΙΑΣ ΑΛΗΘΩΣ...

Φωτὸς ὤφθης δοχεῖον, τοῦ σκεδάσαντος τὴν ἀχλύν, τῆς πάλαι ἀγνωσίας ἀληθῶς, ἁγιάσματος σκηνή, χρυσὴ λυχνία οὐρανῶν, ὑψηλοτέρα Ἁγνή.

ΟΤΙ ΕΠΟΙΗΣΕ ΜΟΙ, ΜΕΓΑΛΕΙΑ Ο ΔΥΝΑΤΟΣ, ΚΑΙ ΑΓΙΟΝ ΤΟ ΟΝΟΜΑ ΑΥΤΟΥ...

Ὅτι ἐποίησέ μοι, μεγαλεῖα ὁ δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ, καὶ τὸ ἔλεος αὐτοῦ, εἰς γενεὰν καὶ γενεάν, τοῖς φοβουμένοις αὐτόν

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΙΖ

ΕΓΕΝΕΤΟ δὲ ῞Αβραμ ἐτῶν ἐνενηκονταεννέα, καὶ ὤφθη Κύριος τῷ ῞Αβραμ καὶ εἶπεν αὐτῷ· ἐγώ εἰμι ὁ Θεός σου· εὐαρέστει ἐνώπιον ἐμοῦ καὶ γίνου ἄμεμπτος, 2 καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ καὶ πληθυνῶ σε σφόδρα. 3 καὶ ἔπεσεν ῞Αβραμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ ἐλάλησεν αὐτῷ ὁ Θεὸς λέγων· 4 καὶ ἐγὼ ἰδοὺ ἡ διαθήκη μου μετὰ σοῦ, καὶ ἔσῃ πατὴρ πλήθους ἐθνῶν, 5 καὶ οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου ῞Αβραμ, ἀλλ᾿ ἔσται τὸ ὄνομά σου ῾Αβραάμ, ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε. 6 καὶ αὐξανῶ σε σφόδρα σφόδρα καὶ θήσω σε εἰς ἔθνη, καὶ βασιλεῖς ἐκ σοῦ ἐξελεύσονται. 7 καὶ στήσω τὴν διαθήκην μου ἀνὰ μέσον σοῦ καὶ ἀνὰ μέσον τοῦ σπέρματός σου μετά σέ, εἰς τὰς γενεὰς αὐτῶν, εἰς διαθήκην αἰώνιον, εἶναί σου Θεὸς καὶ τοῦ σπέρματός σου μετὰ σέ. 8 καὶ δώσω σοι καὶ τῷ σπέρματί σου μετὰ σὲ τὴν γῆν, ἣν παροικεῖς, πᾶσαν τὴν γῆν Χαναάν, εἰς κατάσχεσιν αἰώνιον καὶ ἔσομαι αὐτοῖς εἰς Θεόν. 9 καὶ εἶπεν ὁ Θεὸς πρὸς ῾Αβραάμ· σὺ δὲ τὴν διαθήκην μου διατηρήσεις, σὺ καὶ τὸ σπέρμα σου μετὰ σὲ εἰς τὰς γενεὰς α...

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΙΣΤ

ΣΑΡΑ δὲ γυνὴ ῞Αβραμ οὐκ ἔτικτεν αὐτῷ. ἦν δὲ αὐτῇ παιδίσκη Αἰγυπτία, ᾗ ὄνομα ῎Αγαρ. 2 εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἰδοὺ συνέκλεισέ με Κύριος τοῦ μὴ τίκτειν· εἴσελθε οὖν πρὸς τὴν παιδίσκην μου, ἵνα τεκνοποιήσωμαι ἐξ αὐτῆς. ὑπήκουσε δὲ ῞Αβραμ τῆς φωνῆς Σάρας. 3 καὶ λαβοῦσα Σάρα ἡ γυνὴ ῞Αβραμ ῎Αγαρ τὴν Αἰγυπτίαν τὴν ἑαυτῆς παιδίσκην, μετὰ δέκα ἔτη τοῦ οἰκῆσαι ῞Αβραμ ἐν γῇ Χαναάν, ἔδωκεν αὐτὴν τῷ ῞Αβραμ ἀνδρὶ αὐτῆς αὐτῷ γυναῖκα. 4 καὶ εἰσῆλθε πρὸς ῎Αγαρ, καὶ συνέλαβε. καὶ εἶδεν ὅτι ἐν γαστρὶ ἔχει, καὶ ἠτιμάσθη ἡ κυρία ἐναντίον αὐτῆς. 5 εἶπε δὲ Σάρα πρὸς ῞Αβραμ· ἀδικοῦμαι ἐκ σοῦ· ἐγὼ δέδωκα τὴν παιδίσκην μου εἰς τὸν κόλπον σου, ἰδοῦσα δὲ ὅτι ἐν γαστρὶ ἔχει, ἠτιμάσθην ἐναντίον αὐτῆς· κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ. 6 εἶπε δὲ ῞Αβραμ πρὸς Σάραν· ἰδοὺ ἡ παιδίσκη σου ἐν ταῖς χερσί σου· χρῶ αὐτῇ ὡς ἄν σοι ἀρεστόν ᾖ. καὶ ἐκάκωσεν αὐτὴν Σάρα, καὶ ἀπέδρα ἀπὸ προσώπου αὐτῆς. 7 Εὗρε δὲ αὐτὴν ἄγγελος Κυρίου ἐπὶ τῆς πηγῆς τοῦ ὕδατος ἐν τῇ ἐρήμῳ, ἐπὶ τῆς πηγῆς ἐν τῇ ὁδῷ Σούρ. 8 καὶ εἶπεν αὐτῇ ὁ ἄγγ...

ΣΥΝΗΘΩΣ ΤΑ ΕΛΕΗ ΣΟΥ, ΦΙΛΑΓΑΘΕ ΠΑΝΥΜΝΗΤΕ... ΤΗΣ ΦΟΒΕΡΑΣ ΛΥΤΡΟΥΜΕΝΗ...

Συνήθως τὰ ἐλέη σου, φιλάγαθε πανύμνητε, καὶ τοὺς πολλοὺς οἰκτιρμούς σου, δεῖξον καὶ νῦν Θεοτόκε, ἐκ πάσης περιστάσεως, κινδύνων τε καὶ θλίψεων, πάντας ἡμᾶς ἐξαίρουσα, τῆς ἀπειλῆς τοῦ σεισμοῦ τε, τῆς φοβερᾶς λυτρουμένη.

ΛΥΑΙΟΥ ΤΗΝ ΑΠΟΝΟΙΑΝ, ΚΑΙ ΜΑΝΙΩΔΗ ΕΠΑΡΣΙΝ, ΤΗ ΤΟΥ ΣΤΑΥΡΟΥ ΔΥΝΑΣΤΕΙΑ....ΚΑΘΕΙΛΕΣ ΝΕΣΤΟΡ ΠΡΟΤΕΡΟΝ....

Λυαίου τὴν ἀπόνοιαν, καὶ μανιώδη ἔπαρσιν, τῇ τοῦ Σταυροῦ δυναστείᾳ, καὶ ταῖς εὐχαῖς Δημητρίου, τοῦ πανενδόξου Μάρτυρος, καθεῖλες Νέστορ πρότερον, τὰ πάθη τροπωσάμενος, καὶ Μάρτυς ἄριστος ὤφθης, Χριστοῦ σοφὲ ἀθλοφόρε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΝΕΣΤΟΡΟΣ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνος, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νέστορος. Στίχοι Ὁμοῦ Λυαῖον καὶ λύμην τὴν τῆς πλάνης, Κτείνας ὁ Νέστωρ, τέμνεται διὰ ξίφους. Εἰκάδι ἑβδομάτῃ ἀποκέρσαν Νέστορα κεδνόν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Καπιτωλίνης, καὶ Ἐρωτηΐδος. Στίχοι Κτείνουσι δούλην ἐκ ξίφους καὶ κυρίαν, Δούλας Τριάδος, τῆς ἀληθοῦς Κυρίας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυριακοῦ, Πατριάρχου Κωνσταντινουπόλεως. Στίχοι Ὁ Κυριακός, ἐκλιπὼν γῆν καὶ βίον, Πρὸς αὐτὸν ἥκει Κύριον τῶν Κυρίων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Πρόκλης, συζύγου τοῦ Πιλάτου. Στίχοι Ἐχει παρεστῶσάν σε, Πρόκλα Δεσπότης, Ὁ Πιλάτῳ πρὶν σῷ παραστὰς συζύγῳ. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΟΜΑΚΑΡΙΣΤΕ, ΜΗΤΗΡ ΑΝΥΜΦΕΥΤΕ....

Θεομακάριστε, Μήτηρ ἀνύμφευτε, τὴν ἀσθενοῦσαν μου, ψυχὴν θεράπευσον, ὅτι συνέχομαι πολλοῖς, ἐν πταίσμασι Θεοτόκε· ὅθεν καὶ κραυγάζω σοι, στεναγμῷ τῆς καρδίας μου· Δέξαι με πανάχραντε, τὸν πολλὰ ἁμαρτήσαντα, ἵνα ἐν παρρησίᾳ κραυγάζω σοι· Χαῖρε ἡ Κεχαριτωμένη.

ΤΗΣ ΓΗΣ ΣΥΝΤΑΡΑΣΣΟΜΕΝΗΣ ΤΩ ΤΗΣ ΟΡΓΗΣ....

Τῆς γῆς συνταρασσομένης τῷ τῆς ὀργῆς σου φόβῳ, βουνοὶ καὶ τὰ ὄρη συσσείονται Κύριε, ἀλλ' εὐσπλαγχνίας ὄμματι ἐφ' ἡμᾶς ἐπιβλέψας, μὴ τῷ θυμῷ σου ὀργισθῇς ἡμῖν, ἀλλὰ σπλαγχνισθεὶς ἐπὶ τὸ πλάσμα τῶν χειρῶν σου, τῆς φοβερᾶς ἡμᾶς τοῦ σεισμοῦ ἀπειλῆς ἐλευθέρωσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Συνέσεισας τὴν γῆν, καὶ συνετάραξας αὐτήν. Φοβερὸς εἶ Κύριε, καὶ τὶς ὑποστήσεται τὴν δικαίαν σου ὀργήν, ἢ τὶς σὲ δυσωπήσει, ἢ τὶς παρακαλέσει ἀγαθέ, ὑπὲρ λαοῦ ἡμαρτηκότος καὶ ἀπεγνωσμένου; τὰ οὐράνια τάγματα Ἄγγελοι, Ἀρχαὶ καὶ Ἐξουσίαι, θρόνοι, Κυριότητες, τὰ Χερουβὶμ καὶ τὰ Σεραφίμ, ὑπὲρ ἡμῶν σοὶ βοῶσιν· Ἅγιος, Ἅγιος, Ἅγιος, εἶ Κύριε, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς ἀγαθέ, διὰ σπλάγχνα ἐλέους, σῷζε πόλιν κινδυνεύουσαν. Ὁ ἐπιβλέπων ἐπὶ τὴν γῆν. Νινευῖται τοῖς παραπτώμασι, τὴν διὰ τῆς τοῦ σεισμοῦ ἀπειλῆς κατάχωσιν ἤκουον· ἐν δὲ τῷ μεσιτεύοντι σημείῳ τοῦ κήτους, τὴν διά του Ἰωνᾶ ἀνάστασιν, ἡ μετάνοια παρακαλεῖ, ἀλλ' ὡς ἐκείνους, βοῇ λαοῦ σου μετὰ νηπίων καὶ κτηνῶν, οἰκτείρας προσεδέξω, καὶ ...

ΕΙΣ ΤΑ ΥΠΕΡΚΟΣΜΙΑ ΣΚΗΝΩΜΑΤΑ.... ΔΟΞΑΣΑΝΤΑ ΚΥΡΙΟΝ...

Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός, λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα κύριον.

ΠΑΝΑΓΙΑ ΔΕΣΠΟΙΝΑ, ΤΟΥ ΚΟΣΜΟΥ....

Παναγία Δέσποινα, τοῦ κόσμου βοήθεια, καὶ ἐλπὶς Χριστιανῶν, σὲ νῦν ἐκδυσωποῦμεν, καὶ σὲ παρακαλοῦμεν ἀγαθή, ὑπὲρ ἡμῶν ἡμαρτηκότων καὶ ἀπεγνωσμένων, τόν Υἱόν σου καὶ Κύριον, ἵλεων ποιῆσαι Θεοτόκε· ἔχεις γὰρ τὸ δύνασθαι, τῇ μητρικῇ σου πρὸς αὐτὸν χρωμένῃ παρρησίᾳ. Πρόφθασον Ἄχραντε, πρόφθασον μεσίτευσον, καὶ ῥῦσαι τὸν λαόν σου τῆς ἐνεστώσης ἀπειλῆς· διὰ σπλάγχνα ἐλέους, μὴ παρίδῃς τοὺς ὑμνοῦντάς σε.

ΣΗΜΕΡΟΝ ΣΥΓΚΑΛΕΙΤΑΙ ΗΜΑΣ....

Σήμερον συγκαλεῖται ἡμᾶς, τοῦ Ἀθλοφόρου ἡ παγκόσμιος πανήγυρις. Δεῦτε οὖν φιλέορτοι, φαιδρῶς ἐκτελέσωμεν, τὴν μνήμην αὐτοῦ λέγοντες. Χαίροις ὁ τὸν χιτῶνα τῆς ἀσεβείας διαρρήξας, διὰ τῆς πίστεως, τὴν δὲ ἀνδρείαν τοῦ Πνεύματος σεαυτῷ περιθέμενος. Χαίροις, ὁ καταργήσας τὰς ἐπινοίας τῶν παρανόμων, τῇ ἰσχὺϊ τῇ δοθείσῃ σοι, παρὰ τοῦ Θεοῦ. Χαίροις, ὁ λογχευθέντων τῶν μελῶν, τὸ μακάριον πάθος πνευματικῶς ἡμῖν ἀναζωγραφήσας τοῦ Χριστοῦ. Ὃν καθικέτευε, Ἀθλητῶν ἐγκαλλώπισμα Δημήτριε, λυτρωθῆναι ἡμᾶς ὁρατῶν καὶ ἀοράτων ἐχθρῶν, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ω ΤΟΥ ΠΑΡΑΔΟΞΟΥ ΘΑΥΜΑΤΟΣ.... Ο ΤΡΙΣΜΑΚΑΡ ΔΗΜΗΤΡΙΟΣ....

Ὢ τοῦ παραδόξου θαύματος! ἐν οὐρανῷ καὶ ἐν γῇ, ἀγαλλίαμα σήμερον, ἐν τῇ μνήμῃ ηὔγασται, Δημητρίου τοῦ Μάρτυρος, ἐκ τῶν Ἀγγέλων ἐπαίνοις στέφεται, καὶ ἐξ ἀνθρώπων ᾄσματα δέχεται. Ὢ οἷον ἤθλησε! πῶς καλῶς ἠγώνισται! δι' οὗ ἐχθρός, πέπτωκεν ὁ δόλιος, Χριστοῦ νικήσαντος. Ὢ τοῦ παραδόξου θαύματος! ταῖς τῶν θαυμάτων βολαῖς, τοῦ ἡλίου φανότερον, εἰς ἀεὶ Δημήτριος, διαλάμπει τοῖς πέρασιν, ἐξ ἀνεσπέρου φωτὸς λαμπόμενος, καὶ τῷ ἀδύτῳ φωτὶ τερπόμενος· οὗ ταῖς ἑλλάμψεσι, νέφη ἀπηλάθησαν βαρβαρικά, νόσοι ἐδιώχθησαν, δαίμονες ἥττηνται. Ὢ τοῦ παραδόξου θαύματος! ὑπὲρ Χριστοῦ λογχευθείς, ὁ τρισμάκαρ Δημήτριος,πρὸς ἐχθροὺς ἑκάστοτε, ῥομφαία ὤφθη δίστομος, ἀποθερίζων ἐχθρῶν γαυρίαμα, καὶ καταράσσων δαιμόνων φρύαγμα. ᾯ ἐκβοήσωμεν, Ἅγιε Δημήτριε, σκέπε ἡμᾶς, σοῦ τὴν ἀεισέβαστον, μνήμην γεραίροντας. Πύργος εὐσεβείας πέφηνας, ἐρηρεισμένος στερρῶς, ἐπὶ πέτραν τῆς πίστεως, πειρασμοῖς ἀνάλωτος, καὶ κινδύνοις ἀκλόνητος· μετὰ σφοδροῦ γὰρ σάλου καὶ κλύδωνος, σοὶ προσραγέντα ἀθέων κύματα, σὴν οὐ κατέβ...

ΕΙΣ ΤΑ ΥΠΕΡΚΟΣΜΙΑ ΣΚΗΝΩΜΑΤΑ.... ΕΠΑΞΙΩΣ

Εἰς τὰ ὑπερκόσμια σκηνώματα, τὸ πνεῦμά σου Δημήτριε Μάρτυς σοφέ, Χριστὸς ὁ Θεὸς προσήκατο ἀμώμητον· σὺ γὰρ τῆς Τριάδος γέγονας ὑπέρμαχος, ἐν τῷ σταδίῳ ἀνδρείως ἐναθλήσας ὡς ἀδάμας στερρός· λογχευθεὶς δὲ τὴν πλευράν, τὴν ἀκήρατόν σου πανσεβάσμιε, μιμούμενος τὸν ἐπὶ ξύλου τανυσθέντα, εἰς σωτηρίαν παντὸς τοῦ κόσμου, τῶν θαυμάτων εἴληφας τὴν ἐνέργειαν, ἀνθρώποις παρέχων τὰς ἰάσεις ἀφθόνως. Διό σου σήμερον, τὴν κοίμησιν ἑορτάζοντες, ἐπαξίως δοξάζομεν, τὸν σὲ δοξάσαντα Κύριον.

Ο ΛΟΓΟΣ ΕΝ ΜΗΤΡΑ ΣΟΥ, ΚΟΡΗ ΣΚΗΝΩΣΑΣ ΕΙΡΓΑΣΤΑΙ, ΤΑΥΤΗΝ ΜΥΡΟΘΗΚΗΝ ΚΑΙΝΟΥ ΜΥΡΟΥ...

Ὁ Λόγος ἐν μήτρᾳ σου, Κόρη σκηνώσας εἴργασται, ταύτην μυροθήκην καινοῦ μύρου· ὅθεν Παρθένε Ἁγίων θείων ψυχαί, ὀπίσω σου ἔδραμον θερμῶς· Εἶ καλὴ βοῶσαί σοι, εἶ καλὴ Κόρη Δέσποινα.

ΤΟΥ ΒΙΟΥ ΤΗΝ ΘΑΛΑΣΣΑΝ, ΥΨΟΥΜΕΝΗΝ ΚΑΘΟΡΩΝ....

Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε». Οὐκ ἔχοντες Δέσποτα, παρρησίαν δυσωπεῖν, οἱ ταπεινοὶ τὸ ὕψος σου, τοὺς ἐκλεκτοὺς Ἀγγέλους σου εἰς θερμήν, κινοῦμεν παράκλησιν, δι' αὐτῶν τῆς ὀργῆς σου ἐξελοῦ ἡμᾶς. Νῦν ἔγνωμεν Κύριε, ὡς ἠθέλησας ἡμᾶς, καὶ οὐδαμῶς συνέχωσας, ὑπὸ τὴν γῆν συμπτώμασιν χαλεποῖς, πολλὰ πλημμελήσαντας· εὐχαρίστως διὸ σε μεγαλύνομεν. Προστάττεις σαλεύεσθαι, τὰ θεμέλια τῆς γῆς, ὅπως ἡμεῖς παυσώμεθα, οἱ ταπεινοὶ σαλεύεσθαι ἀρετῶν, τῆς κρείττονος στάσεως, καὶ τῷ φόβῳ σου Λόγε στηριζώμεθα.

ΤΟΝ ΣΥΜΠΑΘΕΣΤΑΤΟΝ, ΚΥΡΙΟΥ ΜΑΡΤΥΡΑ...

Τὸν συμπαθέστατον, Κυρίου Μάρτυρα, ἐκδυσωποῦμέν σε πιστῶς Δημήτριε, ῥῦσαι ἡμᾶς παντοδαπῶν, κινδύνων ἐπερχομένων, ἴασαι ψυχῶν ἡμῶν, καὶ σωμάτων τὰ τραύματα, θραῦσον τὰ φρυάγματα, τῶν ἐχθρῶν ἡμῶν Ἅγιε· εἰρήνευσον ἡμῶν τὴν ζωήν, ὅπως ἀεὶ σε δοξάζωμεν.

ΤΗΝ ΘΕΙΑΝ ΤΑΥΤΗΝ ΚΑΙ ΠΑΝΤΙΜΟΝ, ΤΕΛΟΥΝΤΕΣ ΕΟΡΤΗΝ ΟΙ ΘΕΟΦΡΟΝΕΣ....

Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.

ΤΟΙΣ ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ ΡΕΙΘΡΟΙΣ ΔΗΜΗΤΡΙΕ, ΤΗΝ ΕΚΚΛΗΣΙΑΝ ΘΕΟΣ ΕΠΟΡΦΥΡΩΣΕΝ...

Τοῖς τῶν αἱμάτων σου ῥείθροις Δημήτριε, τὴν Ἐκλησίαν Θεὸς ἐπορφύρωσεν, ὁ δοὺς σοι τὸ κράτος ἀήττητον, καὶ περιέπων τὴν πόλιν σου ἄτρωτον· αὐτῆς γὰρ ὑπάρχεις τὸ στήριγμα.

ΤΟΥΤΟΝ ΤΟΝ ΜΕΓΑ, ΠΑΝΤΕΣ ΣΥΜΦΩΝΩΣ ΟΙ ΠΙΣΤΟΙ ΣΥΝΕΛΘΟΝΤΕΣ, ΩΣ ΟΠΛΙΤΗΝ ΧΡΙΣΤΟΥ...

Τοῦτον τὸν μέγαν, πάντες συμφώνως οἱ πιστοὶ συνελθόντες, ὡς ὁπλίτην Χριστοῦ καὶ Μάρτυρα τιμήσωμεν, ἐν ᾠδαῖς καὶ ὕμνοις ἀναβοῶντες τῷ Δεσπότῃ καὶ Κτίστῃ τῆς οἰκουμένης. Ῥῦσαι ἡμᾶς τοῦ σεισμοῦ τῆς ἀνάγκης φιλάνθρωπε, πρεσβείαις τῆς Θεοτόκου καὶ πάντων τῶν Ἁγίων Μαρτύρων· εἰς σὲ γὰρ ἐλπίζομεν, τοῦ ῥυσθῆναι κινδύνων καὶ θλίψεων· ὅτι σὺ ὑπάρχεις ἡμῶν τὸ στήριγμα.

ΣΥΜΦΩΝΩΣ, ΣΥΝΕΛΘΟΝΤΕΣ ΥΜΝΟΥΜΕΝ ΔΗΜΗΤΡΙΕ....

Συμφώνως, συνελθόντες ὑμνοῦμεν Δημήτριε, τὴν φωτοφόρον σου μνήμην, καὶ θαυμάτων πλήρη καὶ χαρισμάτων, τοῦ Ἁγίου, καὶ σεπτοῦ παμμακάριστε Πνεύματος. Λῦσόν μου, τὰς σειρὰς τῶν πταισμάτων πρεσβείαις σου· ὡς γὰρ ἀήττητος Μάρτυς, παρρησίαν ἔχεις πρὸς τὸν Δεσπότην, καὶ γενοῦ μοι, καταφυγὴ καὶ σκέπη Δημήτριε.

ΑΝΟΙΞΩ ΤΟ ΣΤΟΜΑ ΜΟΥ, ΚΑΙ ΠΛΗΡΩΘΗΣΕΤΑΙ ΠΝΕΥΜΑΤΟΣ...

Ἀνοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.

ΕΛΠΙΣ ΑΚΑΤΑΙΣΧΥΝΤΕ....

Ἐλπὶς ἀκαταίσχυντε, τῶν πεποιθότων εἰς σέ, ἡ μόνη κυήσασα, ὑπερφυῶς ἐν σαρκί, Χριστὸν τὸν Θεὸν ἡμῶν· τοῦτον σὺν τοῖς Ἁγίοις, Ἀποστόλοις δυσώπει, δοῦναι τῇ οἰκουμένῃ, ἱλασμὸν καὶ εἰρήνην, καὶ πᾶσιν ἡμῖν πρὸ τέλους, βίου διόρθωσιν.

ΦΑΝΕΙΣΑΝ ΠΑΝΑΜΩΜΕ, ΜΥΡΟΥ ΤΟΥ ΘΕΙΟΥ ΑΛΑΒΑΣΤΡΟΝ....

Φανεῖσαν Πανάμωμε, μύρου τοῦ θείου ἀλάβαστρον, καὶ σκεῦος ἐξαίρετον, τῆς εὐωδίας Χριστοῦ, ἱκετεύω σε, παθῶν τῆς δυσωδίας, βορβόρου τε λύτρωσαι, τῆς ἁμαρτίας με.

ΜΕΡΙΣ ΜΟΥ ΔΗΜΗΤΡΙΕ, ΚΑΙ ΔΟΞΑ ΘΕΙΑ ΓΕΓΕΝΗΣΑΙ...

Μερίς μου Δημήτριε, καὶ δόξα θεία γεγένησαι· τῆς μάνδρας γὰρ πρόβατον, κἀγὼ τῆς φίλης σου· διὸ δέξαι μου, τὸν ὕμνον στεφηφόρε, κροτοῦντα τοῦ μύρου σου, τὴν χάριν σήμερον. Ὑπῆλθες Δημήτριε, λαμπρῶς Μαρτύρων τὸ στάδιον, ἐλαίῳ ἀλείψας σου, τῶν ἀρετῶν τὴν ψυχήν, καινῷ τρόπῳ δέ, πεσὼν νικᾷς γενναῖε, καὶ μύρου τὸ σῶμά σου, κρήνην ἀνέδειξας. Ῥευμάτων βορβόρου με, καὶ δυσωδίας Δημήτριε, ἀπόσμηξον δέομαι, τῶν ἀκαθάρτων παθῶν, καὶ τῷ μύρῳ σου, λαμπρῶς εὐωδιάσας, Χριστοῦ μύρου ποίησον, ἄξιον σκήνωμα. Ὡς μύρον μὲν ἔφησε, Δαυῒδ ὁ θεῖος ἐν Πνεύματι, τὴν ἕνωσιν Ἔνδοξε, τῶν ἀδελφῶν τὴν τερπνήν, τὰ δὲ μύρα σου, σοφὲ τὴν νέαν κτίσιν, συνάγει πρὸς ἕνωσιν, μύρου τοῦ κρείττονος.

ΑΜΗΤΩΡ, ΚΑΘ' Ο ΘΕΟΣ ΤΟ ΠΡΟΤΕΡΟΝ...

Ἀμήτωρ, καθ' ὃ Θεὸς τὸ πρότερον, ὑπάρχων γέγονε, τὸ καθ' ἡμᾶς ἀπάτωρ ὁ ἐκ σοῦ, Θεοτόκε πανύμνητε, σάρκα λαβὼν καθ' ἕνωσιν, τὴν ὑπὲρ λόγον καὶ διάνοιαν.

ΤΟΝ ΘΕΙΟΝ, ΤΟΥ ΜΑΡΤΥΡΙΟΥ ΣΤΕΦΑΝΟΝ... ΠΡΟΣ ΓΗΝ ΔΗΜΗΤΡΙΕ....

Τὸν θεῖον, τοῦ μαρτυρίου στέφανον, ἀναδησάμενος, περὶ Θεὸν χορεύεις ἀστραπαῖς, ταῖς ἐκεῖθεν λαμπόμενος, καὶ φωτισμοῦ πληρούμενος, Μάρτυς ἀοίδιμε Δημήτριε. Ὡς ὄντα, τῆς ἀληθείας Μάρτυρα, καὶ μέχρις αἵματος, ἠγωνισμένον Μάκαρ καρτερῶς, σταθηράν τε τὴν ἔνστασιν, πρὸς τοὺς ἀγῶνας δείξαντα, σὲ ὁ Δεσπότης προσεδέξατο. Κακίας, τὸν εὑρετὴν κατέρραξας, πρὸς γῆν Δημήτριε, μαρτυρικῇ σου λόγχῃ καθελών, θεϊκῆς ἀγαθότητος, ταῖς ὑπὲρ νοῦν δυνάμεσιν, εἰς τοῦτο Μάκαρ δυναμούμενος.

ΑΘΛΗΣΕΩΣ ΚΑΥΧΗΜΑ, ΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΕ...

Ἀθλήσεως καύχημα, Μάρτυς Δημήτριε, Χριστὸν ἐνδυσάμενος, κατεπολέμησας, ἐχθρὸν τὸν ἀνίσχυρον· πλάνην γὰρ τῶν ἀνόμων, ἐν αὐτῷ καταργήσας, γέγονας τοῖς ἐν πίστει, εὐσεβείας ἀλείπτης· διό σου καὶ τὴν μνήμην, σεπτῶς πανηγυρίζομεν.

ΑΣΠΙΛΟΝ, ΤΩΝ ΑΚΑΝΘΩΝ ΕΝ ΜΕΣΩ ΕΥΡΑΜΕΝΟΣ....

Ἄσπιλον, τῶν ἀκανθῶν ἐν μέσῳ εὑράμενος, ὡς καθαρώτατον κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ νυμφίος, ἐν τῇ γαστρί σου Λόγον ἐσκήνωσεν.

ΣΥΜΦΩΝΩΣ ΣΥΝΕΛΘΟΝΤΕΣ ΥΜΝΟΥΜΕΝ ΔΗΜΗΤΡΙΕ...

Συμφώνως, συνελθόντες ὑμνοῦμεν Δημήτριε, τὴν φωτοφόρον σου μνήμην, καὶ θαυμάτων πλήρη καὶ χαρισμάτων, τοῦ Ἁγίου, καὶ σεπτοῦ παμμακάριστε Πνεύματος. Λῦσόν μου, τὰς σειρὰς τῶν πταισμάτων πρεσβείαις σου· ὡς γὰρ ἀήττητος Μάρτυς, παρρησίαν ἔχεις πρὸς τὸν Δεσπότην, καὶ γενοῦ μοι, καταφυγὴ καὶ σκέπη Δημήτριε.

ΤΗ ΤΩΝ ΑΣΜΑΤΩΝ ΤΕΡΠΝΟΤΗΤΙ, ΤΗΝ ΠΑΡΟΥΣΑΝ ΦΑΙΔΡΥΝΩΜΕΝ...

Τῇ τῶν ᾀσμάτων τερπνότητι, τὴν παροῦσαν φαιδρύνωμεν ἡμέραν, καὶ ἠχήσωμεν τὰ τοῦ Μάρτυρος ἀγωνίσματα· πρόκειται γὰρ ἡμῖν εἰς εὐφημίαν ὁ μέγας Δημήτριος. Καὶ γὰρ τὰς τῶν τυράννων ἐπιφορὰς ἀνδρείως ἑλών, πρὸς τὸ στάδιον προθύμως ἥλατο, καὶ τὰ νικητήρια ἐνδόξως ἀπενεγκάμενος, τὸν Σωτῆρα δυσωπεῖ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΘΑΝΑΤΩ ΘΑΝΑΤΟΣ ΛΕΛΥΤΑΙ, ΖΩΗ ΑΠΟ ΤΟΥ ΤΑΦΟΥ ΑΝΕΤΕΙΛΕ....

Θανάτῳ θάνατος λέλυται, ζωὴ ἀπὸ τοῦ τάφου ἀνέτειλε, τῷ ξένῳ τόκῳ σου, νόμων λυθέντων των φύσεων· Μαρτύρων δὲ τὸ αἷμα, μύρον γεγένηται.

Ω ΤΟΥ ΜΕΓΙΣΤΟΥ ΜΥΣΤΗΡΙΟΥ! ΒΛΕΠΩΝ ΤΑ ΘΑΥΜΑΤΑ...

Ὢ τοῦ μεγίστου μυστηρίου! βλέπων τὰ θαύματα, ἀνακηρύττω τὴν θεότητα, οὐκ ἀρνοῦμαι τὴν ἀνθρωπότητα· ὁ γὰρ Ἐμμανουήλ, φύσεως μὲν πύλας ἤνοιξεν ὡς ἄνθρωπος, παρθενίας δὲ κλεῖθρα οὐ διέρρηξεν ὡς Θεός, ἀλλ' οὕτως ἐκ μήτρας προῆλθεν, ὡς δι' ἀκοῆς εἰσῆλθεν, οὕτως ἐσαρκώθη, ὡς συνελήφθη. Ἀπαθῶς εἰσῆλθεν, ἀφράστως ἐξῆλθε, κατὰ τὸν Προφήτην τὸν λέγοντα· Αὕτη ἡ πύλη κεκλεισμένη ἔσται, οὐδεὶς οὐ μὴ διέλθῃ δι' αὐτῆς, εἰ μὴ Κύριος ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

Η ΜΝΗΜΗ ΣΟΥ ΕΝΔΟΞΕ, ΜΑΡΤΥΣ ΔΗΜΗΤΡΙΕ...

Ἡ μνήμη σου ἔνδοξε, Μάρτυς Δημήτριε, ἐφαίδρυνε σήμερον, τὴν Ἐκκλησίαν Χριστοῦ, καὶ πάντας συνήγαγεν, ᾄσμασιν ἐπαξίως, εὐφημεῖν σε θεόφρον, ὡς ὄντως στρατιώτην, καὶ ἐχθρῶν καθαιρέτην· διὸ ταῖς ἱκεσίαις ταῖς σαῖς, ῥῦσαι ἡμᾶς πειρασμῶν.

ΜΕΓΑΝ ΕΥΡΑΤΟ ΕΝ ΤΟΙΣ ΚΙΝΔΥΝΟΙΣ...

Μέγαν εὕρατο ἐν τοῖς κινδύνοις, σὲ ὑπέρμαχον ἡ οἰκουμένη, Ἀθλοφόρε τὰ ἔθνη τροπούμενον. Ὡς οὖν Λυαίου καθεῖλες τὴν ἔπαρσιν, ἐν τῷ σταδίῳ θαρρύνας τὸν Νέστορα, οὕτως Ἅγιε, Μεγαλομάρτυς Δημήτριε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΕΞΕΣΤΗ ΤΑ ΣΥΜΠΑΝΤΑ....

Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.

ΛΟΥΤΡΟΝ ΤΟΥ ΘΕΙΟΥ ΒΑΠΤΙΣΜΑΤΟΣ....

Λουτρὸν τοῦ θείου Βαπτίσματος, λουσάμενος ἐχρίσθης Ἀοίδιμε, μύρῳ τοῦ Πνεύματος· ὃ τηρηθὲν σοι ἀμόλυντον, τῆς σῆς πλευρᾶς τὸ αἷμα, μύρον εἰργάσατο. Ἀνάστα δεῦρο πλησίον μου, ψυχὴ τοῦ Δημητρίου προσφθέγγεται, νυμφίος Κύριος· οἶκον τοῦ νάρδου εἰσέλθωμεν, καὶ τῆς ὀσμῆς τοῦ μύρου μου μεταλάβωμεν. Καινὰ Δημήτριε κράζει σοι, νυμφίος ὁ Χριστὸς τὰ τελούμενα, ὁ χειμὼν λέλυται, δεῦρο, τὸ ῥόδον ἐξήνθησεν· εἰς τὴν ὀσμὴν ὡς φίλος, δράμε τῶν μύρων μου. Ἐγὼ φησὶν ὁ ἐρώμενος, ἐγὼ Νυμφίε σπεύδω ὀπίσω σου· ὀσμὴ γὰρ μύρων σου, πάντων τῶν μύρων ὑπέρκειται, ἥτις ἡμῶν τὸ αἷμα μύρον εἰργάσατο.

ΕΥΦΡΑΙΝΟΥ ΕΝ ΚΥΡΙΩ ΠΟΛΙΣ....

Εὐφραίνου ἐν Κυρίῳ πόλις Θεσσαλονίκη, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Δημήτριον τὸν πανένδοξον ἀθλητήν, καὶ Μάρτυρα τῆς ἀληθείας, ἐν κόλποις κατέχουσα ὡς θησαυρόν, ἀπόλαβε τῶν θαυμάτων τὰς ἰάσεις καθορῶσα, καὶ βλέπε καταράσσοντα τῶν Βαρβάρων τὰ θράση, καὶ εὐχαρίστως τῷ Σωτῆρι ἀνάκραξον· Κύριε δόξα σοι.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ ΙΕ

ΜΕΤΑ δὲ τὰ ρήματα ταῦτα ἐγενήθη ρῆμα Κυρίου πρὸς ῞Αβραμ ἐν ὁράματι, λέγων· μὴ φοβοῦ ῞Αβραμ, ἐγὼ ὑπερασπίζω σου· ὁ μισθός σου πολὺς ἔσται σφόδρα. 2 λέγει δὲ ῞Αβραμ· δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος· ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς ᾿Ελιέζερ. 3 καὶ εἶπεν ῞Αβραμ· ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει μοι. 4 καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτὸν λέγουσα· οὐ κληρονομήσει σε οὗτος, ἀλλ᾿ ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. 5 ἐξήγαγε δὲ αὐτὸν ἔξω καὶ εἶπεν αὐτῷ· ἀνάβλεψον δὴ εἰς τὸν οὐρανὸν καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς. καὶ εἶπεν· οὕτως ἔσται τὸ σπέρμα σου. 6 καὶ ἐπίστευσεν ῞Αβραμ τῷ Θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. 7 εἶπε δὲ πρὸς αὐτόν· ἐγὼ ὁ Θεὸς ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. 8 εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι ὅτι κληρονομήσω αὐτήν; 9 εἶπε δὲ αὐτῷ· λάβε μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ ...

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΔΗΜΗΤΡΙΟΥ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ...

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ ἡ Ἀνάμνησις τοῦ γεγονότος σεισμοῦ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ Ἐνδόξου Μεγαλομάρτυρος Δημητρίου τοῦ Μυροβλύτου, καὶ θαυματουργοῦ. Στίχοι Δημήτριον νύττουσι λόγχαι Χριστέ μου, Ζηλοῦντα πλευρᾶς λογχονύκτου σῆς πάθος. Εἰκοστῇ μελίαι Δημήτριον ἕκτῃ ἀνεῖλον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ἀρτεμίδωρος καὶ Βασίλειος, ξίφει τελειοῦνται. Στίχοι Ἀρτεμίδωρος, ᾧ τέλους ψῆφος ξίφος, Σύναθλον εἶχε Βασίλειον πρὸς ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Λεπτῖνα κατὰ γῆς συρομένη, τελειοῦται. Στίχοι Ἐν γῇ συρεῖσα χερσὶ δυσσεβοφρόνων, Ἀφῆκεν εἰς γῆν Λεπτῖνα σαρκὸς πάχος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Γλύκων ξίφει τελειοῦται. Στίχοι Ξίφει προτείνας Μάρτυς αὐχένα Γλύκων, Σπονδὴν γλυκεῖαν αἷμά σου Χριστῷ χέεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ μεγάλου καὶ φρικώδους σεισμοῦ. Στίχοι Ἔσεισας, ἀλλ' ἔσωσας αὖθις γῆν Λόγε. Τῆς σῆς γὰρ ὀργῆς οἶκτός ἐστι τὸ πλέον. Τῇ...

ΙΣΧΥΪ ΝΕΕΥΡΟΥΜΕΝΟΙ ΧΡΙΣΤΟΥ, ΤΟΝ ΘΑΝΑΤΟΝ ΑΘΛΟΦΟΡΟΙ..... ΡΥΣΑΣΘΑΙ....

Ἰσχὺϊ νευρούμενοι Χριστοῦ, τὸν θάνατον ἀθλοφόροι οὐκ ἐπτήξατε, ἀλλὰ προθύμως ὑποθέντες, τοῖς ξίφεσιν αὐχένας ἠνύσατε, γενναίως τὸν ἀγῶνα τὸν ἔνθεον· ὅθεν ἀξίως μακαρίζεσθε. Ὡς δύο ἀστέρες φαεινοί, φωτίζετε οἰκουμένης τὰ πληρώματα, θείαις τῶν ἄθλων λαμπηδόσι, Μαρκιανὲ σοφὲ καὶ Μαρτύριε, τὸ σκότος τῆς ζοφώδους αἱρέσεως, τῆς τοῦ Ἀρείου ἀπελαύνοντες. Στεφάνους τῆς δόξης ἐκ Θεοῦ, νικήσαντες τὸν τυφλόνουν Μακεδόνιον, ἤδη εἰλήφατε ἀξίως, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασθε, ἡμῖν ἁμαρτιῶν ἐξαιτούμενοι, λύσιν τελείαν Ἀξιάγαστοι. Ἡ μνήμη ἡ ἔνθεος ὑμῶν, ἀνέτειλε τοῦ ἡλίου τηλαυγέστερον, πάντων φωτίζουσα καρδίας, τῶν ταύτην ἐκτελούντων Μακάριοι, ἐν ᾗ ἐκδυσωπεῖτε τὸν Κύριον, σκότους πταισμάτων ἡμᾶς ῥύσασθαι.

ΛΕΛΥΤΡΩΜΕΝΟΙ ΤΩ ΣΩ, ΘΕΟΓΕΝΝΗΤΟΡ ΤΟΚΩ...

Λελυτρωμένοι τῷ σῷ, Θεογεννῆτορ τόκῳ, τῆς αἰωνίου κατακρίσεως, τὸ Χαῖρέ σοι κράζομεν ἀεί, εὐλογημένη καὶ κεχαριτωμένη.

.... ΝΟΜΟΘΕΣΙΑΣ ΘΕΟΥ, ΑΠΑΡΑΤΡΩΤΟΥΣ ΠΙΣΤΕΙ....

Ἰχνηλατοῦντες καλῶς, τὸν ἱερὸν Ποιμένα, ὀρθοδοξίᾳ καλλυνόμενοι, χερσὶν ἀνῃρέθητε, κακοδοξούντων μάτην, πανευκλεεῖς ὁπλῖται. Νομοθεσίας Θεοῦ, ἀπαρατρώτους πίστει, διατηροῦντες θεῖοι Μαρτυρες, νομίμως ἠθλήσατε, ὑπὸ χειρῶν ἀνόμων, ἀναιρεθέντες ξίφει. Μετὰ ταφὴν ἱεράν, τῶν προσιόντων πίστει, ὑμῶν τῷ τάφῳ τὰ νοσήματα, ἐνθάπτετε Ἅγιοι, ταῖς πρὸς τὸν Ζωοδότην, ἁγίαις μεσιτείαις. Ἐκ τῶν πηγῶν μυστικῶς, τῶν ἱερῶν πλουτοῦντες, τὴν θείαν χάριν τῶν ἰάσεων, πιστοὺς καταρδεύετε, τῶν νοσημάτων πᾶσαν, ξηραίνοντες πλημμύραν.

ΩΣΠΕΡ ΔΥΟ ΑΜΝΟΙ ΣΦΑΓΙΑΖΕΣΘΕ...

Ὥσπερ δύο ἀμνοὶ σφαγιάζεσθε, τὸν Ἀμνὸν τοῦ Θεοῦ ὁμοούσιον, Πατρὸς ἀνακηρύττοντες, καὶ τραπέζῃ τῇ ἄνω προσενεχθέντες, ἀθλητῶν ὁμηγύρει συντάττεσθε. Δυναμούμενοι σθένει τοῦ Πνεύματος, ἐξενεύρισαν πλάνης τὸ φρύαγμα, καὶ καρτερῶς ἀθλήσαντες, τοὺς δεινῶς παρεθέντας ταῖς ἀσθενείαις, οἱ πιστοὶ θεραπεύουσι Μάρτυρες. Ἰατροὶ τῶν πιστῶν χρηματίζοντες, τῶν παθῶν ἡμῶν Ἅγιοι Μάρτυρες, τὰ χαλεπὰ νοσήματα, καὶ τὰς ἐπαναστάσεις τὰς ἐναντίας, θεραπεύσατε θείαις δεήσεσιν.

ΜΑΡΚΙΑΝΟΣ Ο ΠΑΝΣΟΦΟΣ, ΚΑΙ ΜΑΡΤΥΡΙΟΣ ΑΜΑ...

Μαρκιανὸς ὁ πάνσοφος, καὶ Μαρτύριος ἅμα, τὸ τοῦ Ἀρείου ἔκφυλον, δόγμα καὶ μανιῶδες, καθεῖλον χάριτι θείᾳ τῆς Ἁγίας Τριάδος, ὑπὲρ ἧς καὶ ἐνήθλησαν, καὶ ὡς Μάρτυρες θεῖοι, στέφος λαμπρόν, πρὸς Χριστοῦ δεξάμενοι τοῦ Σωτῆρος, ὑπὲρ ἡμῶν πρεσβεύουσι, τῶν αὐτοὺς εὐφημούντων.

ΟΡΘΟΔΟΞΙΑ, ΛΑΜΠΡΥΝΟΜΕΝΟΙ ΘΕΙΩ ΕΝ ΠΝΕΥΜΑΤΙ....

Ὀρθοδοξίᾳ, λαμπρυνόμενοι θείῳ ἐν Πνεύματι, τὸν Ἀρείου σκοτασμόν, ὁλοσχερῶς διεφύγετε, Μάρτυρες γενόμενοι τοῦ Παντοκράτορος. Ἴσον τὸν Λόγον, τῷ Πατρὶ δογματίσαντες Ἅγιοι, κατεκρίθητε θανεῖν, Μαρκιανὲ καὶ Μαρτύριε, καὶ πρὸς ἀτελεύτητον, ζωὴν μετέβητε. Στρατολογίᾳ, ἱερᾷ τῶν Ἀγγέλων συνήφθητε, καὶ Μαρτύρων τοῖς χοροῖς, περιφανῶς ἠριθμήθητε· ὅθεν τὴν σεπτὴν ὑμῶν, μνήμην γεραίρομεν.

ΔΙΟΛΟΥ ΤΩ ΦΩΤΙ, ΤΗΣ ΤΡΙΑΔΟΣ, ΕΛΛΑΜΠΟΜΕΝΟΙ ΑΕΙ....

Διόλου τῷ φωτί, τῆς Ἁγίας Τριάδος, ἐλλαμπόμενοι ἀεί, φωστῆρες ἀπλανεῖς, χρηματίζετε Ἅγιοι· ὅθεν πίστει τὴν φωσφόρον, ἑορτὴν ὑμῶν σήμερον, ἐκτελοῦντες φαιδρῶς ἀγαλλόμεθα. Ἰδεῖν τὸν ἐπὶ γῆς, ἀναλάμψαντα Λόγον, ἐκ Παρθένου δι' ἡμᾶς, ποθοῦντες Ἀθληταί, τῷ Πατρὶ ὁμοούσιον, τοῦτον καθομολογοῦντες, βιαιότατον θάνατον, λογισμῷ στερροτάτῳ ὑπέστητε. Τοῦ Παύλου τοῦ σοφοῦ, θεηγόροι δειχθέντες, ὀπαδοὶ καὶ φοιτηταί, ὁμότιμον Πατρί, τὸν Υἱὸν ἐκηρύξατε· ὅθεν ξίφεσι τμηθέντες, τῇ πλημμύρᾳ τοῦ αἵματος, Ἀθλοφόροι τὴν γῆν ἡγιάσατε.

ΡΗΜΑΣΙ ΠΟΙΜΕΝΟΣ ΘΕΟΣΟΦΟΥ....

Ῥήμασι ποιμένος θεοσόφου, σοφοὶ ἀκολουθοῦντες, τὴν ὀρθόδοξον πίστιν τηρεῖτε, Μαρκιανέ, καὶ θεῖε Μαρτύριε, ὑπὲρ ἧς ἐσφαγιάσθητε. Τίμιος ἐνώπιον Κυρίου, ὁ θάνατος ὡράθη, ὑμῶν Ἅγιοι, σοφοὶ ὁπλῖται· ὅθεν τιμαῖς, ἐτησίοις ἔνδοξοι, ὑπὸ πάντων μακαρίζεσθε. Ὑμᾶς τοὺς γενναίους Ἀθλοφόρους, Μαρκιανὲ παμμάκαρ, καὶ Μαρτύριε πηγὴν θαυμάτων, ἡ τοῦ Χριστοῦ, Ἐκλησία ἔχουσα, αἰωνίως ἐπαγάλλεται.

ΟΙ ΤΟΝ ΔΡΟΜΟΝ ΤΕΛΕΣΑΝΤΕΣ...ΜΑΡΚΙΑΝΟΣ ΚΑΙ ΜΑΡΤΥΡΙΟΣ....

Οἱ τὸν δρόμον τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, μαρτυρίου στέφανον ἀνεδήσαντο, Μαρκιανὸς καὶ Μαρτύριος, οἱ πύργοι οἱ ἄσειστοι, Ἐκκλησίας οἱ μαζοί, οἱ τὸ γάλα τὸ ἄδολον, ἀναβλύζοντες, οἱ φαιδροὶ μαργαρῖται, οἱ φωστῆρες, οἱ τὴν κτίσιν ταὶς ἀκτῖσι, τῆς εὐσεβείας πυρσεύοντες. Μίαν γνώμην προφέρουσα, καὶ τὸ ἓν συμφρονήσασα, ἡ δυὰς ἡ ἔνθεος, τὴν διαίρεσιν, τὴν τοῦ Ἀρείου διέλυσε, διδάσκουσα σέβεσθαι, συναΐδιον Πατρί, τὸν Υἱὸν καὶ συνάναρχον, καὶ τῷ Πνεύματι, ἐν μονάδι Τριάδα, καὶ Μονάδα, ἐν Τριάδι μίαν φύσιν, τρισὶ προσώποις ἀμέριστον. Ὁπαδοὶ καὶ ὁμότροποι, μιμηταί, καὶ ὁμόζηλοι, τοῦ Ἱεροκήρυκος Παύλου ὤφθητε, καὶ τῇ ἐκχύσει τοῦ αἵματος, ἐχθροὺς ἐβυθίσατε· καὶ αἱρέσεων δεινῶν, ἐξηράνατε χείμαρρον, καὶ ἐδείχθητε, ποταμὸς εὐσεβείας καταρδεύων, τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν, Μαρκιανὲ καὶ Μαρτύριε.

ΤΟΝ ΟΜΟΟΥΣΙΟΝ, ΤΟΥ ΠΡΟ ΑΙΩΝΩΝ ΠΑΤΡΟΣ, ΥΙΟΝ ΚΑΙ ΚΥΡΙΟΝ....

Τὸν ὁμοούσιον, τοῦ πρὸ αἰώνων Πατρός, Υἱὸν καὶ Κύριον, ἔνσαρκον Λόγον Χριστόν, ἀνεκηρύξατε σαφῶς, ἀδιαιρέτως Ἅγιοι· ὅθεν μέχρις αἵματος, ὑπὲρ τούτου ἀνέστησε, πᾶσαν στηλιτεύσαντες, τοῦ Ἀρείου δυσσέβειαν· διὸ ἐν παρρησίᾳ ὑπάρχοντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΩΣ ΥΠΗΡΕΤΑΙ ΕΥΣΕΒΩΣ....

Ὡς ὑπηρέται εὐσεβῶς Θεοῦ τοῦ φιλανθρώπου, Δυὰς εὐλογημένη, προφθάσατέ με τάχος, λυτρούμενοί με τῶν δεινῶν, λόγον μοι σοφίας χορηγοῦντες, τὴν ὑμῶν ἀνευφημοῦντι ἄθλησιν, ἣν ὑπὲρ τῆς πίστεως Ἅγιοι, γνώμῃ αδιστάκτῳ ὑποστάντες, τῶν στεφάνων ἐτύχετε τῶν ἐπουρανίων, χοροῖς τε τῶν Ἀθλητῶν καὶ Ἀποστόλων, Διδασκάλων καὶ σεπτῶν Ἀρχιερέων συγχαίρετε ἀεί, ὡς κήρυκες Θεοῦ Λόγου, ὡς τῆς Τριάδος ὑπέρμαχοι ἄριστοι.

ΟΙ ΝΟΕΡΟΙ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΦΩΣΤΗΡΕΣ....

Οἱ νοεροὶ τῆς Ἐκκλησίας φωστῆρες, καὶ Τριάδος ὑπέρμαχοι, Μαρκιανὸς καὶ Μαρτύριος, τῷ θυρεῷ τῆς πίστεως τὰς αἱρέσεις τρεψάμενοι, ὀρθοδοξίας φωτὶ τὸν κόσμον κατεφαίδρυναν· Παύλῳ δὲ πειθαρχοῦντες ἰσαποστόλῳ· ποιμένι καὶ διδασκάλῳ τῶν ἀληθῶν δογμάτων, Ἀρείου καὶ Νεστορίου καθεῖλον τὴν διαίρεσιν, Σαβελλίου καὶ Σεβήρου τὴν σύγχυσιν ἐκτρεπόμενοι, καὶ τριαδικῶς θεολογοῦντες μονάδα, καὶ τὸν ἐκ Παρθένου σαρκωθέντα Θεόν, ἐν δυσὶ ταῖς οὐσίαις ἕνα Υἱόν, εὐσεβῶς πᾶσιν ἀνυμνεῖν οἱ πανεύφημοι ἐκήρυξαν· Διὸ στεφάνους τῆς νίκης οὐρανόθεν κομισάμενοι οἱ θεσπέσιοι, αἰτοῦνται ἡμῖν τὸ μέγα ἔλεος.

ΑΛΗΘΩΣ ΘΕΟΥ ΥΙΟΝ ΕΚΥΗΣΑΣ ΑΓΝΗ....

Ἀληθῶς Θεοῦ Υἱόν, ἐκύησας Ἁγνή, ὁμοούσιον τῷ Πατρί, καὶ τῷ θείῳ Πνεύματι θεογεννήτρια, ὃν ἀπαύστως αἴτησαι, οἰκτειρῆσαι τὰς ψυχὰς ἡμῶν.

ΜΑΘΗΤΑΙ ΚΑΙ ΟΠΑΔΟΙ ΓΕΓΟΝΟΤΕΣ....

Μαθηταὶ καὶ ὀπαδοὶ γεγονότες, τοῦ τῆς ὁμοουσίου Τριάδος ὁμολογητοῦ καὶ κήρυκος, καὶ σὺν αὐτῷ ὑπὲρ αὐτῆς διωκόμενοι Μακάριοι, τὸν διὰ ξίφους θάνατον, τῶν αἱρετικῶν γλωσσαλγιῶν προεκρίνατε· ὅθεν καὶ μαρτυρικοῖς στεφάνοις κοσμηθέντες παρὰ Θεοῦ, καὶ παρρησίαν λαβόντες, πρεσβεύσατε τοῦ ῥυσθῆναι ἐκ κινδύνων, τούς τιμῶντας τὴν μνήμην ὑμῶν.