Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 27 Οκτωβρίου 2009

ΔΕΥΤΕ ΠΙΣΤΟΙ ΣΥΝΕΛΘΟΝΤΕΣ ΑΝΕΥΦΗΜΗΣΩΜΕΝ......

Δεῦτε πιστοὶ συνελθόντες ἀνευφημήσωμεν, τὸν Ἀθλητὴν τὸν μέγαν, καὶ γενναῖον ὁπλίτην, Δημήτριον τὸν πᾶσαν τὴν τοῦ ἐχθροῦ, δυναστείαν πατήσαντα, τούτῳ βοῶντες ἐν πίστει· Ὑπὲρ ἡμῶν, τὸν Χριστὸν Μάρτυς ἱκέτευε.

Τὸν ἀριστέα τὸν θεῖον καὶ μιμητὴν τοῦ Χριστοῦ, τὸ τῆς ἁγνείας κάλλος, τὴν πηγὴν τῶν θαυμάτων, Δημήτριον τὸν μέγαν πάντες πιστοί, ἐν ᾠδαῖς εὐφημήσωμεν, ἁγιαζομενοι σώματα καὶ ψυχάς, ἐν τῇ μνήμῃ τῇ ἐνδόξῳ αὐτοῦ.

Θεσσαλονίκη χορεύει ἐπὶ τῇ μνήμῃ σου, καὶ συγκαλεῖται πάσας, τῶν πιστῶν τὰς χορείας, Δημήτριε τρισμάκαρ, τελέσαι τὴν σήν, φωτοφόρον πανήγυριν· οἷς καὶ ἡμεῖς συνελθόντες ᾀσματικῶς, εὐφημοῦμεν τοὺς ἀγῶνάς σου.