Χρεωστικῶς ἐκτελοῦμεν τὴν μνήμην σου, Κωνσταντῖνε ἰσαπόστολε, πάντων ἀνάκτων βάσις καὶ καύχημα· φωτισθεὶς γὰρ ἀκτῖσι τοῦ Πνεύματος, πᾶσαν ἐφαίδρυνας τήν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὰ συστήματα τῶν πιστῶν πανταχόθεν συνάξας, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, ἔνθα τῶν ἀσεβῶν ἐσβέσθη τὸ φρύαγμα, καὶ αἱρετικῶν ἠσθένησαν γλῶσσαι, καὶ ἐμωράνθησαν, τῶν δὲ ὀρθοδόξων ὑψώθη τὸ στῖφος, φανερωθείσης τῆς πίστεως. Ὅθεν ὑπ' αὐτῶν ἐδοξάσθης Ὀρθοδοξότατος, καὶ πάντων βασιλέων ἐκηρύχθης πατήρ, ὡς πρῶτος τὴν ἁλουργίδα παρὰ Θεοῦ κομισάμενος. Διὸ αἰτοῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν.
Εμφάνιση αναρτήσεων με ετικέτα ΙΔΙΟΜΕΛΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΙΔΙΟΜΕΛΑ. Εμφάνιση όλων των αναρτήσεων
Τετάρτη 21 Μαΐου 2025
Χρεωστικῶς ἐκτελοῦμεν τὴν μνήμην σου, Κωνσταντῖνε ἰσαπόστολε, πάντων ἀνάκτων βάσις καὶ καύχημα· φωτισθεὶς γὰρ ἀκτῖσι τοῦ Πνεύματος, πᾶσαν ἐφαίδρυνας τήν Ἐκκλησίαν τοῦ Χριστοῦ, τὰ συστήματα τῶν πιστῶν πανταχόθεν συνάξας, ἐν τῇ λαμπρᾷ πόλει Νικαέων, ἔνθα τῶν ἀσεβῶν ἐσβέσθη τὸ φρύαγμα, καὶ αἱρετικῶν ἠσθένησαν γλῶσσαι, καὶ ἐμωράνθησαν, τῶν δὲ ὀρθοδόξων ὑψώθη τὸ στῖφος, φανερωθείσης τῆς πίστεως. Ὅθεν ὑπ' αὐτῶν ἐδοξάσθης Ὀρθοδοξότατος, καὶ πάντων βασιλέων ἐκηρύχθης πατήρ, ὡς πρῶτος τὴν ἁλουργίδα παρὰ Θεοῦ κομισάμενος. Διὸ αἰτοῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, αἴτησαι ἱλασμὸν ἁμαρτιῶν ταῖς ψυχαῖς ἡμῶν.
Τρίτη 23 Μαΐου 2023
Τρόπαιον ἀριστείας τυφλός, κατὰ βλεπόντων κατὰ κράτος ἐξήρατο· τὸν Κτίστην καὶ γὰρ τὸν τούτου, καὶ πλαστουργὸν τοῦ παντός, καὶ τυφλὸς ὑπάρχων ἐθεάσατο, ἰδὼν τὴν ὀμμάτωσιν, τὴν πλασθεῖσαν ἐκ πτύσματος, καὶ ταύτῃ μόνῃ, ἐπιγνοὺς τὸν φωτίσαντα, καὶ Υἱὸν Θεοῦ, καὶ Δεσπότην παγκόσμιον· ὃν οἱ ὁρῶντες φθόνου, κακίᾳ τυφλώττοντες, ὅλως οὐκ εἶδον, καὶ ταῦτα, πολλαπλασίονα βλέποντες, ἐκ τούτου θαυμάτων, ἐνεργείας παραδόξους, μόνοις τοῖς ῥήμασιν.

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.

Δευτέρα 15 Μαρτίου 2021
Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν
Ἔλαμψεν ἡ χάρις σου Κύριε, ἔλαμψεν ὁ φωτισμὸς τῶν ψυχῶν ἡμῶν· ἰδοὺ καιρὸς εὐπρόσδεκτος· ἰδοὺ καιρὸς μετανοίας, ἀποθώμεθα τὰ ἔργα τοῦ σκότους, καὶ ἐνδυσώμεθα τὰ ὅπλα τοῦ φωτός, ὅπως διαπλεύσαντες τὸ τῆς Νηστείας μέγα πέλαγος, εἰς τὴν τριήμερον Ἀνάστασιν καταντήσωμεν, τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ σώζοντος τὰς ψυχὰς ἡμῶν.
Παρασκευή 12 Ιουνίου 2020
Ὅσιε Πάτερ Ὀνούφριε, ὡς φρόνιμος ὄφις
Ὅσιε Πάτερ Ὀνούφριε, ὡς φρόνιμος ὄφις, διὰ τοῦ στενοῦ καὶ ἐπιπόνου, τῶν ἀσκητικῶν σου γυμνασμάτων, ἀποσεισάμενος τὸ παλαιὸν ἔνδυμα, ὤφθης ἀνακαινιζόμενος καὶ τῶ ὕψει τῶν ἀρετῶν ἀναβάς, ὡς ἀετὸς πρὸς τὸν λίβανον, φέρων τὰ πτερὰ τῶν δακρύων καὶ τῆς προσευχῆς, ἀνῆλθες πρὸς οὐρανὸν διὰ τῆς ἄνω θεωρίας, καὶ συνηρμόθῃς τῶ Θεῶ, ὡς ὁ θεσπέσιος Παῦλος, ὧ περ μὴ ἀποκάμῃ πρεσβεύων ὑπὲρ ἡμῶν, τῶν ἐν πίστει καὶ πόθῳ τελούντων τὴν ἁγίαν μνήμην σου.
Διὸ μὴ διαλίπῃς πρὸς αὐτὸν ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ὡς ἡμῖν καθυπέσχου, θεοφόρε Ὀνούφριε.
Τὴν ἐγκάρδιον ἀγάπην, τὴν εἰς Χριστόν σου Πάτερ τίς οὐ θαυμάσει; βληθεὶς γὰρ τῶ ταύτης βελέμνῳ, ἐμμένειν ἔτι οὐκ εἶχες τῆ ἀδελφότητι, ἧπερ συνώκεις προτοῦ• ὅθεν καὶ πάντας λαθών, ἐξῆλθες ἑπόμενος τῶ καλοῦντί σε χαίρων, τῆ ὀπτασίᾳ τοῦ θείου φωτός καὶ τὴν ποῤῥωτέραν τῶν ἐγκοσμίων γυμνὸς καταλαβών, ἄτροφός τε καὶ ἄσκηνος διὰ παντὸς διετέλεις, ἐκβιαζόμενος οἷον, πρὸς ἀσαρκίαν ἀοίδιμε• τὸν ἀφανῆ δράκοντα τὸν δαψιλέον, εἴπως καταβάλλῃς εἰς τέλος, ὡς εὐμεγέθης ἐλάφας, ἀντιταττόμενος κατ' αὐτοῦ, τῆ πίστει τῆς Τριάδος, καὶ ταύτῃ τοι τροπωσαμένου σου τοῦτον, ἐκρότησαν Ἄγγελοι, ἐθαύμασαν ἄνθρωποι, ὅτε πρὸς Χριστὸν ἐξεδήμησας τροπαιοφόρος• διὸ μὴ διαλίπῃς πρὸς αὐτὸν ἱκετεύων, ὑπὲρ ἡμῶν τῶν τιμώντων σε, ὡς ἡμῖν καθυπέσχου, θεοφόρε Ὀνούφριε.
Αἰωνίως ἀγαλλόμενος,Ὀνούφριε ὅσιε.
Ἐζήτησας θεοφόρε, τοῦ θεωρεῖν τοῦ Κυρίου τὴν τερπνότητα, καὶ μόνος αὐτῶ μόνῳ προσομιλεῖν ἐττεπόθησας- ὅθεν κόσμον καταλιπών, φυγαδεύων καὶ διαιτώμενος, ἐν ἐρήμοις καὶ ὄρεσι καὶ τὸν Χριστὸν ἐνδεδυμένος, χιτῶνος οὐκ ἐφρόντιζες, τῆς ἀφθαρσίας χιτῶνα, σεαυτὸν ἐμπορευόμενος μεθ' οὗ εἰσῆλθες εἰς τὸν οὐράνιον νυμφῶνα, αἰωνίως ἀγαλλόμενος,Ὀνούφριε ὅσιε.
Ὀνούφριον τὸν γενναῖον, ἐν ἐγκωμίων ὠδαῖς, ψαλμικῶς ὑμνοῦντες
Δεῦτε τῶν ὀρθοδόξων πληθύς, τὸν τῆς Τριάδος, λειτουργὸν τὸν θειότατον, Ὀνούφριον τὸν γενναῖον, ἐν ἐγκωμίων ὠδαῖς, ψαλμικῶς ὑμνοῦντες, οὕτως εἴπωμεν ἀστὴρ ὁ φανότατος, ἡ κυπρίζουσα ἄμπελος, περιστερά τε, ἐν ἰλύσι μὴ μείνασα, ὁ πανθαύμαστος, ὀχετός τε τοῦ πνεύματος, ῥόδον ἱεροχούντιον, ξεόμενον ἄρωμα, καὶ εὐωδίαν ἐκπέμπων, πνευματικὴν ἐν τοῖς πέρασι Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.
Τρίτη 26 Μαΐου 2020
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων
Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν; οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν· Πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα. Ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός· Ἐπίβλεψον ἐπ' ἐμέ, καὶ ἐλέησόν με.
Παρασκευή 17 Απριλίου 2020
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ,
Σὲ τὸν ἀναβαλλόμενον, τὸ φῶς ὥσπερ ἱμάτιον, καθελὼν Ἰωσὴφ ἀπὸ τοῦ ξύλου, σὺν Νικοδήμῳ, καὶ θεωρήσας νεκρὸν γυμνὸν ἄταφον, εὐσυμπάθητον θρῆνον ἀναλαβών, ὀδυρόμενος ἔλεγεν· Οἴμοι, γλυκύτατε Ἰησοῦ! ὃν πρὸ μικροῦ ὁ ἥλιος ἐν Σταυρῷ κρεμάμενον θεασάμενος, ζόφον περιεβάλλετο, καὶ ἡ γῆ τῷ φόβῳ ἐκυμαίνετο, καὶ διερρήγνυτο ναοῦ τὸ καταπέτασμα· ἀλλ' ἰδοὺ νῦν βλέπω σε, δι' ἐμὲ ἑκουσίως ὑπελθόντα θάνατον· πῶς σε κηδεύσω Θεέ μου; ἢ πῶς σινδόσιν εἱλήσω; ποίαις χερσὶ δὲ προσψαύσω, τὸ σὸν ἀκήρατον σῶμα; ἢ ποῖα ᾄσματα μέλψω, τῇ σῇ ἐξόδῳ Οἰκτίρμον; Μεγαλύνω τὰ Πάθη σου, ὑμνολογῶ καὶ τὴν Ταφήν σου, σὺν τῇ Ἀναστάσει, κραυγάζων· Κύριε δόξα σοι.
Τετάρτη 15 Απριλίου 2020
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής
Ὅτε ἡ ἁμαρτωλός, προσέφερε τὸ μύρον, τότε ὁ μαθητής, συνεφώνει τοῖς παρανόμοις· ἡ μὲν ἔχαιρε κενοῦσα τὸ πολύτιμον, ὁ δὲ ἔσπευδε πωλῆσαι τὸν ἀτίμητον, αὕτη τὸν Δεσπότην ἐπεγίνωσκεν, οὗτος τοῦ Δεσπότου ἐχωρίζετο, αὕτη ἠλευθεροῦτο, καὶ ὁ Ἰούδας δοῦλος ἐγεγόνει τοῦ ἐχθροῦ, δεινὸν ἡ ῥαθυμία! μεγάλη ἡ μετάνοια! ἥν μοι δώρησαι Σωτήρ, ὁ παθὼν ὑπὲρ ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Κυριακή 12 Απριλίου 2020
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.
Τρίτη 10 Μαρτίου 2020
Τὴν πνευματικὴν Νηστείαν νηστεύσωμεν
Τὴν πνευματικὴν Νηστείαν νηστεύσωμεν, διάρρήξωμεν πᾶσαν στραγγαλιάν, ἐκφευξώμεθα δὲ καὶ τῶν σκανδάλων τῆς ἁμαρτίας, ἀφήσωμεν ἀδελφοῖς τὰ ὀφειλήματα, ἵνα καὶ ἡμῖν ἀφεθῇ τὰ παραπτώματα ἡμῶν· οὕτω γὰρ βοῆσαι δυνησόμεθα. Κατευθυνθήτω ἡ προσευχὴ ἡμῶν, ὡς θυμίαμα, ἐνώπιόν σου Κύριε.
Τετάρτη 4 Μαρτίου 2020
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε!
Τρίτη 3 Μαρτίου 2020
Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ,
Νηστεύσωμεν νηστείαν δεκτήν, εὐάρεστον τῷ Κυρίῳ, ἀληθὴς νηστεία, ἡ τῶν κακῶν ἀλλοτρίωσις, ἐγκράτεια γλώσσης, θυμοῦ ἀποχή, ἐπιθυμιῶν χωρισμός, καταλαλιᾶς, ψεύδους, καὶ ἐπιορκίας· ἡ τούτων ἔνδεια, νηστεία ἐστίν, ἀληθὴς καὶ εὐπρόσδεκτος.
Σάββατο 14 Σεπτεμβρίου 2019
Δεῦτε Πιστοί, τὸ ζωοποιὸν ξύλον προσκυνήσωμεν
Δεῦτε Πιστοί, τὸ ζωοποιὸν ξύλον προσκυνήσωμεν, ἐν ᾧ Χριστὸς ὁ Βασιλεὺς τῆς δόξης, ἑκουσίως χεῖρας ἐκτείνας, ὕψωσεν ἡμᾶς εἰς τὴν ἀρχαίαν μακαριότητα, οὕς πρὶν ὁ ἐχθρός, δι᾿ ἡδονῆς συλήσας, ἐξορίστους Θεοῦ πεποίηκε. Δεῦτε Πιστοί, ξύλον προσκυνήσωμεν, δι᾿ οὗ ἠξιώθημεν, τῶν ἀοράτων ἐχθρῶν συντρίβειν τὰς κάρας. Δεῦτε πᾶσαι αἱ πατριαὶ τῶν ἐθνῶν, τὸν Σταυρὸν τοῦ Κυρίου ὕμνοις τιμήσωμεν. Χαίροις Σταυρὲ τοῦ πεσόντος Ἀδὰμ ἡ τελεία λύτρωσις. Ἐν σοὶ οἱ πιστότατοι Βασιλεῖς ἡμῶν καυχῶνται, ὡς τῇ σῇ δυνάμει, Ἰσμαηλίτην λαὸν κραταιῶς ὑποτάττοντες. Σὲ νῦν μετὰ φόβου Χριστιανοὶ ἀσπαζόμενοι, τὸν ἐν σοὶ προσπαγέντα Θεὸν δοξάζομεν λέγοντες· Κύριε, ὁ ἐν αὐτῷ σταυρωθείς, ἐλέησον ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Τρίτη 19 Μαρτίου 2019
Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας,
Ὁ σαρκὶ σταυρωθεὶς Κύριε, καὶ σαυτῷ συσταυρώσας, τὸν παλαιὸν ἡμῶν ἄνθρωπον, τῇ δὲ λόγχῃ νυγεὶς τὴν πλευράν, καὶ τὸν ἀνθρωπόλεθρον συνεκκεντήσας ὄφιν, καθήλωσον τῷ φόβῳ σου τὰς σάρκας μου, καὶ τῷ πόθῳ σου τρῶσόν μου τὴν ψυχήν, ἵνα τὸ σὸν κατοπτριζόμενος πάθος, ἐγκρατῶς διανύσω τὴν τῆς νηστείας προθεσμίαν, μὴ μόνον γαστρός, ἀλλὰ καὶ τῶν ἄλλων εἰσόδων τῆς ἁμαρτίας κρατῶν, συντριβὴν δὲ καρδίας, καὶ πνεύματος ταπείνωσιν θύσω σοι, περὶ τῶν προγεγονότων μοι πταισμάτων ἀφ' ὧν με ῥῦσαι φιλάνθρωπε.
Παρασκευή 8 Μαρτίου 2019
Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο
Πρὸ τοῦ σωτηρίου Σταυροῦ, τῆς ἁμαρτίας βασιλευούσης, τῆς ἀσεβείας ἐπικρατούσης, τῶν ἀνθρώπων ἐμακαρίζετο, τρυφὴ σωματικὴ καὶ σαρκικῶν ὀρέξεων, ὀλίγοι κατεφρόνουν, ἀφ' οὗ δέ, τὸ τοῦ Σταυροῦ μυστήριον πέπρακται, καὶ δαιμόνων ἐσβέσθη τυραννὶς τῇ θεογνωσίᾳ, ἡ τῶν οὐρανῶν ἐπὶ γῆς ἀρετὴ πολιτεύεται· διὸ νηστεία τιμᾶται, ἐγκράτεια λάμπει, προσευχὴ κατορθοῦται, καὶ μάρτυς καιρός, ὁ παρὼν δεδομένος ἡμῖν, ὑπὸ τοῦ σταυρωθέντος Χριστοῦ τοῦ Θεοῦ, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Τετάρτη 6 Μαρτίου 2019
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας
Περιχαρῶς δεξώμεθα πιστοί, τὸ θεόπνευστον διάγγελμα τῆς Νηστείας, ὡς πρῴην οἱ Νινευῖται, καὶ αὖθις πόρναι καὶ τελῶναι, τὸ τῆς μετανοίας κήρυγμα, παρὰ τοῦ Ἰωάννου, δι' ἐγκρατείας ἑτοιμασθῶμεν πρὸς μετουσίαν, τῆς ἐν τῇ Σιὼν δεσποτικῆς ἱερουργίας, διὰ δακρύων προκαθαρθῶμεν τοῦ ἐν αὐτῇ θείου Νιπτῆρος, προσευξώμεθα ἰδεῖν τὴν τοῦ τυπικοῦ ἐνταῦθα, Πάσχα τελείωσιν, καὶ τοῦ ἀληθινοῦ ἀνάδειξιν, παρασκευασθῶμεν εἰς προσκύνησιν τοῦ Σταυροῦ, καὶ τῆς Ἐγέρσεως Χριστοῦ τοῦ Θεοῦ, βοῶντες πρὸς αὐτόν· Μὴ καταισχύνῃς ἡμᾶς, ἀπὸ τῆς προσδοκίας ἡμῶν φιλάνθρωπε
Πέμπτη 1 Νοεμβρίου 2018
Η ΠΗΓΗ ΤΩΝ ΙΑΜΑΤΩΝ
Ἡ πηγὴ τῶν ἰαμάτων, ἕνα καὶ μόνον ἐθεράπευε τοῦ ἔτους, ἡ σκηνὴ τῶν Ἀναργύρων, ἅπαν τὸ πλῆθος θεραπεύει τῶν νοσούντων· ἀνενδεὴς γὰρ ὑπάρχει καὶ ἀδαπάνητος, ὁ πλοῦτος τῶν Ἁγίων. Ταῖς αὐτῶν ἱκεσίαις Χριστέ, ἐλέησον ἡμᾶς.
Εγγραφή σε:
Αναρτήσεις (Atom)