Παρασκευή 12 Ιουνίου 2020

Ὀνούφριον τὸν γενναῖον, ἐν ἐγκωμίων ὠδαῖς, ψαλμικῶς ὑμνοῦντες

Δεῦτε τῶν ὀρθοδόξων πληθύς, τὸν τῆς Τριάδος, λειτουργὸν τὸν θειότατον, Ὀνούφριον τὸν γενναῖον, ἐν ἐγκωμίων ὠδαῖς, ψαλμικῶς ὑμνοῦντες, οὕτως εἴπωμεν ἀστὴρ ὁ φανότατος, ἡ κυπρίζουσα ἄμπελος, περιστερά τε, ἐν ἰλύσι μὴ μείνασα, ὁ πανθαύμαστος, ὀχετός τε τοῦ πνεύματος, ῥόδον ἱεροχούντιον, ξεόμενον ἄρωμα, καὶ εὐωδίαν ἐκπέμπων, πνευματικὴν ἐν τοῖς πέρασι Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος.