Τρίτη 23 Ιουνίου 2009
ΨΑΛΜΟΣ Γ (3ος)
· Πολλοὶ λέγουσιν τὴ ψυχή μου οὐκ ἔστιν σωτηρία αὐτῷ ἐν τῷ Θεῷ αὐτοῦ διάψαλμα
· Σὺ δὲ κύριε ἀντιλήμπτωρ μου εἶ δόξα μου καὶ ὑψῶν τὴν κεφαλήν μου
· Φωνή μου πρὸς κύριον ἐκέκραξα καὶ ἐπήκουσέν μου ἐξ ὅρους ἁγίου αὐτοῦ διάψαλμα
· Ἐγὼ ἐκοιμήθην καὶ ὕπνωσα ἐξηγέρθην ὅτι κύριος ἀντιλήμψεταί μου
· Οὐ φοβηθήσομαι ἀπὸ μυριάδων λαοῦ τῶν κύκλῳ συνεπιτιθεμένων μοὶ
· Ἀνάστα κύριε σώσόν με ὁ Θεός μου ὅτι σὺ ἐπαταξας πάντας τοὺς ἐχθραίνοντάς μοὶ ματαίως ὀδόντας ἁμαρτωλῶν συνέτριψας
· Τοῦ Κυρίου ἡ σωτηρία καὶ ἐπὶ τὸν λαόν σου ἡ εὐλογία σου
ΠΡΟΣΤΑΣΙΑ ΦΟΒΕΡΑ ΚΑΙ ΑΚΑΤΑΙΣΧΥΝΤΕ
ΠΑΝΑΓΙΑ ΤΡΙΑΣ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ
Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν,
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν.
Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον, Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Τετάρτη 28 Ιανουαρίου 2009
ΕΥΛΟΓΗΤΟΣ... ΔΙΔΑΞΟΝ ΜΕ ΤΑ ....Ο ΠΑΛΑΙ ΜΕΝ, ΕΚ ΜΗ ΟΝΤΩΝ...
Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὔρω καγῶ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σώσόν με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν μὲ ἐπιστρέψας εἰς γὴν ἐξ ἦς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Εἰκὼν εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σὴ εὐσπαγχνία, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοί. Παραδείσου πάλιν ποιῶν πολίτην με.
Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.
Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.
ΤΗΝ ΤΟΥ ΛΟΓΟΥ ΚΕΝΩΣΙΝ ΑΒΒΑΚΟΥΜ, ΦΡΑΣΟΝ...
Ἀρχὴ: Δόξα τὴ δυνάμει σου, Κύριε.
Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.
Ἐν μέσφ δύο ζώων γνωσθήση, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήση, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ, ἐλέους μνησθήση.
Ὁ Θεὸς ἀπὸ θαιμὰν ἤξει, καὶ ὁ Ἅγιος ἐξ ὅρους κατασκίου δασέος.
Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.
Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.
Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.
Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ, ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη.
Διεθρύβη τὰ ὄρη βία, ἐτάκησαν βουνοὶ αἰώνιοι, πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.
Σκηνώματα Αἰθιόπων, πτοηθήσονται καὶ αἱ σκηναὶ γὴς Μαδιάμ.
Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε; μὴ ἐν ποταμοῖς ὁ θυμὸς σου: ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου: ὅτι ἐπιβήση ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.
Ἐντείνων ἐντενεὶς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος, ποταμῶν ῥαγήσεται γῆ.
Ὀψονταὶ σὲ καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας, ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.
Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.
Ἐν ἀπειλῇ ὀλιγώσεις γήν, καὶ ἐν θυμῷ πατάξεις ἔθνη.
Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστόν σου ἐλήλυθας, ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.
Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτοῖς, διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ.
Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.
Ἐφυλαξάμην, καὶ ἑπτοήθη ἡ καρδία μου, ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστά μου, καὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου.
Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις.
Ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν.
Ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις.
Ἐγὼ δὲ ἐν τῷ Κυρίω ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου.
Τέλος: Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν.
Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβὰ με, τοῦ νικήσαί με ἐν τῇ ὠδὴ αὐτοῦ.
ΣΩΣΟΝ, ΚΥΡΙΕ... ΣΟΝ ΦΥΛΑΤΤΩΝ...
Τρίτη 27 Ιανουαρίου 2009
ΕΚ ΝΕΟΤΗΤΟΣ ΜΟΥ .... ΑΠΕΞΗΡΑΜΜΕΝΟΙ.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως.
Καὶ νύν...
Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Δευτέρα 12 Ιανουαρίου 2009
ΥΠΕΡ ΤΗΣ ΑΝΩΘΕΝ ΕΙΡΗΝΗΣ, ΕΙΡΗΝΗΣ ΤΟΥ ΣΥΜΠΑΝΤΟΣ ΚΟΣΜΟΥ
Ὑπέρ της ἄνωθεν εἰρήνης, καί της σωτηρίας των ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ της εἰρήνης του σύμπαντος κόσμου, εὐσταθείας των ἁγίων του Θεοῦ Ἐκκλησιῶν, καί της των πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ του ἁγίου οἴκου τούτου, καί των μετὰ πίστεως, εὐλαβείας, καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν, (τοῦ διένος), τοῦ τιμίου πρεσβετερίου, της ἐν Χριστῷ διακονίας, παντός του Κλήρου καί του Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ του εὐσεβοὺς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ της (πόλεως) ταύτης, πάσης πόλεως καὶ χόρας καί των πίστει οἰκούντων ἐν αὐταῖς, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ εὐκρασίας ἀέρων, εὐφορίας των καρπῶν της γῆς καὶ καιρῶν εἰρηνηκῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπὲρ πλεόντων, ὁδοιπορούντων, νοσούντων, καμνόντων, αἰχμαλώτων καί της σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
Ὑπέρ του ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σὴ χάριτι.
Της Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, μετὰ πάντων των Ἁγίων μνημονεύσαντες, ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν, Χριστῷ τῷ Θεῷ παραθώμεθα. Χορὸς Σοὶ Κύριε.
Ὅτι πρέπει σοί, πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων. Χορὸς Ἀμήν.
Σάββατο 10 Ιανουαρίου 2009
ΟΤΕ ΚΑΤΗΛΘΕΣ ΠΡΟΣ ΤΟΝ ΘΑΝΑΤΟΝ, Η ΖΩΗ Η ΑΘΑΝΑΤΟΣ
Παρασκευή 9 Ιανουαρίου 2009
ΜΑΡΙΑ ΚΑΘΑΡΩΤΑΤΟΝ, ΧΡΥΣΟΥΝ ΘΥΜΙΑΤΗΡΙΟΝ
ΤΟΥ ΓΑΒΡΙΗΛ ΦΘΕΓΞΑΜΕΝΟΥ ΣΟΙ ....
ΤΟΥ ΛΙΘΟΥ ΣΦΡΑΓΙΣΘΕΝΤΟΣ ΥΠΟ ΤΩΝ ΙΟΥΔΑΙΩΝ ....
ΔΟΞΑ ΕΝ ΥΨΙΣΤΟΙΣ ΘΕΩ ΚΑΙ ΕΠΙ ΓΗΣ ΕΙΡΗΝΗΣ
Καταξίωσον, Κύριε, ἐν τῇ ἡμέρα ταύτη ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς. Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας. Ἀμήν. Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Δέσποτα, συνέτισόν με τὰ δικαιώματά σου. Εὐλογητὸς εἶ, Ἅγιε, φώτισόν με τοὶς δικαιώμασί σου. Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα, τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδης. Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῶ Πατρὶ καὶ τῶ Υἱῶ, καὶ τῶ Ἁγίω Πνεύματι, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.