Εμφάνιση αναρτήσεων με ετικέτα ΚΑΤΑΝΥΚΤΙΚΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΚΑΤΑΝΥΚΤΙΚΑ. Εμφάνιση όλων των αναρτήσεων
Δευτέρα 18 Μαΐου 2020
Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον
Ἤθελον δάκρυσιν ἐξαλεῖψαι, τῶν ἐμῶν πταισμάτων Κύριε τὸ χειρόγραφον, καὶ τὸ ὑπόλοιπον τῆς ζωῆς μου, διὰ μετανοίας εὐαρεστῆσαί σοι· ἀλλ' ὁ ἐχθρὸς ἀπατᾷ με καὶ πολεμεῖ τὴν ψυχήν μου, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δευτέρα 11 Μαΐου 2020
Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον· χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ
Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον· χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ. Καρδιογνῶστα, ἥμαρτον, πρὶν καταδικάσῃς με, ἐλέησόν με.
Τρίτη 12 Μαΐου 2015
ΠΛΥΝΟΝ ΜΕ ΤΟΙΣ ΔΑΚΡΥΣΙΝ
Πλῦνόν με, τοῖς δάκρυσί μου Σωτήρ, ὅτι ῥερύπωμαι ἐν πολλαῖς ἁμαρτίαις· διὸ καὶ προσπίπτω σοι, ἐλεῆμον· Ἥμαρτον, ἐλέησόν με ὁ Θεός.
Δευτέρα 27 Απριλίου 2015
ΤΩΝ ΠΕΠΡΑΓΜΕΝΩΝ ΜΟΙ ΔΕΙΝΩΝ ΕΝΝΟΩΝ
Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον Υἱόν· διὸ καὶ προσπίπτω σοι ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Τρίτη 28 Μαΐου 2013
ΕΩΣ ΠΟΤΕ ΨΥΧΗ
Ἕως πότε ψυχή μου ἐπιμένεις τοῖς πταίσμασιν, ἕως τίνος λαμβάνεις μετανοίας ὑπέρθεσιν; λαβὲ κατὰ νοῦν τὴν κρίσιν τὴν μέλλουσαν, καὶ βόησον Χριστῷ τῷ Θεῷ· Ἥμαρτον, ἀναμάρτητε Κύριε, ἐλέησόν με.
Διγαλάκης Ιάσων
Διγαλάκης Ιάσων
Δευτέρα 20 Μαΐου 2013
ΩΣ ΚΥΜΑΤΑ ΘΑΛΑΣΣΗΣ
Ὡς κύματα θαλάσσης ἐπ' ἐμέ, ἐπανέστησαν αἱ ἀνομίαι μου, ὡς σκάφος ἐν πελάγει ἐγὼ μόνος χειμάζομαι, ὑπὸ πταισμάτων πολλῶν, ἀλλ' εἰς εὔδιον λιμένα ὁδήγησόν με, Κύριε τῇ μετανοίᾳ καὶ σῶσόν με.
Δευτέρα 13 Μαΐου 2013
ΟΤΙ ΤΟ ΠΕΛΑΓΟΣ ΠΟΛΥ
Ὅτι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου· δός μοι χεῖρα σῶσόν με, ὡς τῷ Πέτρῳ ὁ Θεός, καὶ ἐλέησόν με.
Δευτέρα 21 Μαΐου 2012
ΟΙΜΟΙ ! ΤΙ ΩΜΟΙΩΘΗΝ ΕΓΩ ΤΗ ΑΚΑΡΠΩ
Οἴμοι! τί ὡμοιώθην ἐγὼ τῇ ἀκάρπῳ συκῇ, καὶ πτοοῦμαι τὴν κατάραν σὺν τῇ ἐκκοπῇ; ἀλλ' ἐπουράνιε γεωργέ, Χριστὲ ὁ Θεός, τὴν χερσωθεῖσάν μου ψυχὴν καρποφόρον ἀνάδειξον, καὶ ὡς τὸν Ἄσωτον Υἱὸν δέξαι με, καὶ ἐλέησόν με.
Δευτέρα 14 Μαΐου 2012
ΤΗΝ ΤΑΠΕΙΝΗΝ ΜΟΥ ΨΥΧΗΝ ΕΠΙΣΚΕΨΑΙ
Τὴν ταπεινήν μου ψυχὴν ἐπίσκεψαι Κύριε, τὴν ἐν ἁμαρτίαις τὸν βίον ὅλον δαπανήσασαν, ὃν τρόπον τὴν Πόρνην, δέξαι κἀμὲ καὶ σῶσόν με.
Δευτέρα 30 Απριλίου 2012
ΗΜΑΡΤΟΝ ΕΙΣ ΣΕ ΣΩΤΗΡ
Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Δευτέρα 23 Απριλίου 2012
ΕΝ ΑΝΟΜΙΑΙΣ ΣΥΛΛΗΦΘΕΙΣ
Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι, εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεός· ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.
Τρίτη 31 Μαΐου 2011
ΤΑ ΠΛΗΘΗ ΤΩΝ ΠΤΑΙΣΜΑΤΩΝ ΜΟΥ ΠΑΡΙΔΕ ΚΥΡΙΕ Ο ΕΚ ΠΑΡΘΕΝΟΥ ΤΕΧΘΕΙΣ
Τὰ πλήθη τῶν πταισμάτων μου πάριδε Κύριε ὁ ἐκ Παρθένου τεχθείς, καὶ πάσας ἐξάλειψον τὰς ἀνομίας μου, λογισμόν μοι παρέχων ἐπιστροφῆς, ὡς μόνος φιλάνθρωπος δέομαι, καὶ ἐλέησόν με.
Δευτέρα 23 Μαΐου 2011
ΤΙΣ ΧΕΙΜΑΖΟΜΕΝΟΣ ΚΑΙ ΠΡΟΣΤΡΕΧΩΝ
Τίς χειμαζόμενος καὶ προστρέχων, τῷ λιμένι τούτῳ οὐ διασῴζεται; ἢ τίς ὀδυνώμενος καὶ προσπίπτων, τῷ ἰατρείῶ τούτῳ, οὐ θεραπεύεται; Δημιουργὲ τῶν ἁπάντων, καὶ ἰατρὲ τῶν νοσούντων, Κύριε, πρὶν εἰς τέλος ἀπόλωμαι, σῶσόν με.
Δευτέρα 16 Μαΐου 2011
ΣΩΣΟΝ ΜΕ ΚΥΡΙΕ Ο ΘΕΟΣ ΜΟΥ
Σῶσόν με Κύριε ὁ Θεός μου· σὺ γὰρ πάντων ἡ σωτηρία, ὁ κλύδων με τῶν παθῶν ἐκταράττει, καὶ τὸ βάρος τῶν ἀνομιῶν με βυθίζει· δός μοι χεῖρα βοηθείας, καὶ πρὸς φῶς ἀνάγαγέ με κατανύξεως, ὡς μόνος εὔσπλαγχνος καὶ φιλάνθρωπος.
ΠΑΡΟΙΚΟΥΣΑ ΕΝ ΤΗ ΓΗ, ΨΥΧΗ ΜΟΥ ΜΕΤΑΝΟΗΣΟΝ
Παροικοῦσα ἐν τῇ γῇ, ψυχή μου μετανόησον· χοῦς ἐν τάφῳ οὐχ ὑμνεῖ, πταισμάτων οὐ λυτροῦται, βόησον Χριστῷ τῷ Θεῷ. Καρδιογνῶστα, ἥμαρτον, πρὶν καταδικάσῃς με, ἐλέησόν με.
Δευτέρα 9 Μαΐου 2011
ΚΡΑΖΩ ΣΟΙ ΧΡΙΣΤΕ ΣΩΤΗΡ
Κράζω σοι Χριστὲ Σωτήρ, τοῦ Τελώνου τὴν φωνήν, ἱλάσθητί μοι, ὥσπερ ἐκείνῳ, καὶ ἐλέησόν με ὁ Θεός.
ΤΩΝ ΠΕΠΡΑΓΜΕΝΩΝ ΜΟΙ ΔΕΙΝΩΝ
Τῶν πεπραγμένων μοι δεινῶν ἐννοῶν τὰ ἄτοπα, ἐπὶ τοὺς σοὺς καταφεύγω οἰκτιρμούς, Τελώνην μιμούμενος, καὶ Πόρνην τὴν δακρύσασαν, καὶ τὸν Ἄσωτον Υἱόν· διὸ καὶ προσπίπτω σοι ἐλεῆμον, πρίν με καταδικάσῃς, φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
ΗΜΑΡΤΟΝ ΕΙΣ ΣΕ ΣΩΤΗΡ
Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.
Τρίτη 3 Μαΐου 2011
ΜΗ ΑΠΟΔΟΚΙΜΑΣΗΣ
Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.
Δευτέρα 2 Μαΐου 2011
ΟΤΙ ΕΝΝΟΙΑΙΣ ΠΟΝΗΡΑΙΣ ΚΑΙ ΕΡΓΟΙΣ ΚΑΤΑΔΕΔΙΚΑΣΜΑΙ
Ὅτι ἐννοίαις πονηραῖς καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.
Εγγραφή σε:
Αναρτήσεις (Atom)