Αναρτήσεις

Εμφάνιση αναρτήσεων με την ετικέτα ΩΡΕΣ

ΑΠΕΣΤΡΕΦΕΤΟ ΠΟΤΕ, Ο ΙΟΡΔΑΝΗΣ ΠΟΤΑΜΟΣ

Ἀπεστρέφετο ποτέ, ὁ Ἰορδάνης ποταμός, τῇ μηλωτῇ Ἐλισαιέ, ἀναληφθέντος Ἠλιού, καὶ διῃρεῖτο τὰ ὕδατα ἔνθεν καὶ ἔνθεν, καὶ γέγονεν αὐτῷ, ξηρὰ ὁδὸς ἡ ὑγρά, εἰς τύπον ἀληθῶς τοῦ Βαπτίσματος, δι᾽ οὗ ἡμεῖς τὴν ῥέουσαν, τοῦ βίου διαπερῶμεν διάβασιν, Χριστὸς ἐφάνη, ἐν Ἰορδάνῃ, ἁγιάσαι τὰ ὕδατα. Καὶ νῦν... Ὁ δι᾽ ἡμᾶς γεννηθεὶς ἐκ Παρθένου, καὶ σταύρωσιν ὑπομείνας ἀγαθέ, ὁ θανάτῳ τὸν θάνατον σκυλεύσας, καὶ ἔγερσιν δείξας ὡς Θεός, μὴ παρίδῃς οὓς ἔπλασας τῇ χειρὶ σου, δεῖξον τὴν φιλανθρωπίαν σου ἐλεῆμον, δέξαι τὴν τεκοῦσάν σε Θεοτόκον, πρεσβεύουσαν ὑπὲρ ἡμῶν, καὶ σῶσον, Σωτὴρ ἡμῶν, λαὸν ἀπεγνωσμένον. Θάμβος ἦν κατιδεῖν, τὸν οὐρανοῦ καὶ γῆς Ποιητήν, ἐν ποταμῷ γυμνωθέντα, Βάπτισμα ὑπὸ δούλου, εἰς ἡμῶν σωτηρίαν, δεχόμενον ὡς δοῦλον, καὶ χοροὶ Ἀγγέλων ἐξεπλήττοντο, φόβῳ καὶ χαρᾷ. Μεθ᾽ ὧν προσκυνοῦμέν σε, σῶσον ἡμᾶς Κύριε. Διὰ τοῦτο μνησθήσομαί σου ἐκ γῆς Ἰορδάνου καὶ Ἐρμωνιείμ. Ὅτε πρὸς αὐτὸν ἐρχόμενον ὁ Πρόδρομος, τὸν Κύριον τῆς δόξης, ἐβόα θεωρῶν· ἴδε, ὁ λυτρούμενος τὸν κόσμον παραγέγονεν...

Η ΠΑΡΘΕΝΟΣ ΣΗΜΕΡΟΝ

Ἡ Παρθένος σήμερον, τὸν προαιώνιον Λόγον, ἐν σπηλαίῳ ἔρχεται, ἀποτεκεῖν ἀπορρήτως. Χόρευε ἡ οἰκουμένη ἀκουτισθεῖσα, δόξασον μετὰ Ἀγγέλων καὶ τῶν Ποιμένων, βουληθέντα ἐποφθῆναι, παιδίον νέον, τὸν πρὸ αἰώνων Θεον.

Ο ΜΟΝΟΓΕΝΗΣ ΥΙΟΣ ΚΑΙ ΛΟΓΟΣ

Ὁ μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ, ἀθάνατος ὑπάρχων, καὶ καταδεξάμενος, διὰ τὴν ἡμετέραν σωτηρίαν, σαρκωθῆναι ἐκ τῆς ἁγίας Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, ἀτρέπτως ἐνανθρωπήσας, σταυρωθείς τε, Χριστὲ ὁ Θεός, θανάτῳ θάνατον πατήσας. Εἷς ὢν τῆς ἁγίας Τριάδος, συνδοξαζόμενος τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, σῶσον ἡμᾶς. Ἐν τῇ Βασιλείᾳ σου μνήσθητι ἡμῶν, Κύριε, ὅταν ἔλθῃς ἐν τῇ Βασιλείᾳ σου. Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεια τῶν οὐρανῶν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται. Μακάριοι οἱ πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοί, ὅτι αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι, καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν, ...

ΔΕΣΠΟΤΑ ΚΥΡΙΕ ΙΗΣΟΥ ΧΡΙΣΤΕ

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ μακροθυμήσας ἐπὶ τοῖς ἡμῶν πλημμελήμασι, καὶ ἄχρι τῆς παρούσης ὥρας ἀγαγὼν ἡμᾶς, ἐν ᾗ ἐπὶ τοῦ ζωοποιοῦ ξύλου κοεμάμενος, τῷ εὐγνώμονι ληστῇ τὴν εἰς τὸν Παράδεισον ὡδοποίησας εἴσοδον, καὶ θανάτῳ τὸν θάνατον ὤλεσας, ἱλάσθητι ἡμῖν τοῖς ταπεινοῖς, καὶ ἁμαρτωλοῖς καὶ ἀναξίοις δούλοις σου. Ἡμάρτομεν γὰρ καὶ ἠνομήσαμεν, καὶ οὐκ ἐσμὲν ἄξιοι ἆραι τὰ ὄμματα ἡμῶν, καὶ βλέψαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, διότι κατελίπομεν τὴν ὁδόν τῆς δικαιοσύνης σου καὶ ἐπορεύθημεν ἐν τοῖς θελήμασι τὼν καρδιὼν ἡμῶν. Ἀλλ' ἱκετεύομεν τὴν σὴν ἀνείκαστον ἀγαθότητα· Φεῖσαι ἡμῶν, Κύριε κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου, καὶ σῶσον ἡμᾶς διὰ τὸ ὄνομά σου τὸ Ἅγιον, ὅτι ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι ἡμῶν. Ἐξελοῦ ἡμᾶς τῆς τοῦ ἀντικειμένου χειρός,καὶ ἄφες ἡμῖν τὰ ἁμαρτήματα, καὶ νέκρωσον τὸ σαρκικὸν ἡμῶν φρόνημα· ἵνα τὸν παλαιὸν ἀποθέμενοι ἄνθρωπον, τὸν νέον ἐνδυσώμεθα, καὶ σοὶ ζήσωμεν τῷ ἡμετέρῳ Δεσπότῃ καὶ κηδεμόνι. Καὶ οὕτω τοῖς σοῖς ἀκολουθοῦντες προστάγμασιν, εἰς τὴν αἰώνιον ἀνάπ...

ΜΗ ΔΗ ΠΑΡΑΔΩΗΣ

Μὴ δὴ παραδῴης ἡμᾶς εἰς τέλος, διὰ τὸ ὄνομά σου τὸ Ἅγιον· καὶ μὴ διασκεδάσῃς τὴν διαθήκην σου, καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν, διὰ Ἀβραὰμ τὸν ἠγαπημένον ὑπὸ σοῦ, καὶ διὰ Ἰσαὰκ τὸν δοῦλόν σου καὶ Ἰσραὴλ τὸν Ἅγιόν σου.

ΣΗΜΕΡΟΝ ΓΕΝΝΑΤΑΙ ΕΚ ΠΑΡΘΕΝΟΥ

Σήμερον γεννᾶται ἐκ Παρθένου, ὁ δρακὶ τὴν πᾶσαν ἔχων κτίσιν . Ῥάκει καθάπερ βροτὸς σπαργανοῦται, ὁ τῇ οὐσίᾳ ἀναφής. Θεὸς ἐν φάτνῃ ἀνακλίνεται, ὁ στερεώσας τοὺς οὐρανούς πάλαι κατ' ἀρχάς. Ἐκ μαζῶν γάλα τρέφεται, ὁ ἐν τῇ ἐρήμῳ Μάννα ὀμβρίσας τῷ Λαῷ. Μάγους προσκαλεῖται, ὁ Νυμφίος τῆς Ἐκκλησίας. Δῶρα τούτων αἴρει, ὁ Υἱὸς τῆς Παρθένου. Προσκυνοῦμέν σου τὴν Γένναν Χριστέ. Δεῖξον ἡμῖν καὶ τὰ θεῖά σου Θεοφάνεια.

ΤΑ ΔΙΑΒΗΜΑΤΑ ΜΟΥ

Τὰ διαβήματά μου κατεύθυνον κατὰ τὸ λόγιόν σου, καὶ μὴ κατακυριευσάτω μου πᾶσα ἀνομία. Λύτρωσαί με ἀπὸ συκοφαντίας ἀνθρώπων, καὶ φυλάξω τὰς ἐντολάς σου. Τὸ πρόσωπόν σου ἐπίφανον ἐπὶ τὸν δοῦλόν σου, καὶ δίδαξόν με τὰ δικαιώματά σου. Πληρωθήτω τὸ στόμα μου αἰνέσεώς σου, Κύριε, ὅπως ὑμνήσω τὴν δόξαν σου, ὅλην τὴν ἡμέραν τὴν μεγαλοπρέπειάν σου.

ΕΞΗΡΕΥΞΑΤΟ Η ΚΑΡΔΙΑ

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν· λέγω ἐγὼ τὰ ἔργα μου τῷ Βασιλεῖ ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἐξεχύθη ἡ χάρις ἐν χείλεσίν σου· διὰ τοῦτο εὐλόγησέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατὲ. Τῇ ὡραιότητί σου καὶ τῷ κάλλει σου· καὶ ἔντεινε, καὶ κατευοδοῦ καὶ βασίλευε ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης· καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Τὰ βέλη σου ἠκονημένα, Δυνατὲ, λαοὶ ὑποκάτω σου πεσοῦνται ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς, ὁ Θεός σου ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου. Σμύρνα καὶ στακτὴ καὶ κασία ἀπὸ τῶν ἱματίων σου, ἀπὸ βάρεων ἐλεφαντίνων ἐξ ὧν εὔφρανάν σε θυγατέρες βασιλέων ἐν τῇ τιμῇ σου·Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Ἄκουσον Θύγατερ καὶ ἴδε, καὶ κλ...

ΩΡΕΣ ΧΡΙΣΤΟΥΓΕΝΝΩΝ

Τὰ ῥήματά μου ἐνώτισαι Κύριε, σύνες τῆς κραυγῆς μου, πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου ὁ βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι Κύριε.Τὸ πρωΐ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι· ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος , οὐδὲ διαμενοῦσιν παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος· Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου. Κύριε ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου, ἕνεκα τῶν ἐχθρῶν μου κατεύθυνον ἐνώπιόν μου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια, ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· κρῖνον αὐτοὺς ὁ Θεὸς. Ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν, ἔξωσον αὐτοὺς ὅτι παρεπίκρανάν σε, Κύριε. Καὶ εὐφρανθείησαν πάντες οἱ ἐλπίζοντες ἐπὶ σὲ· εἰ...

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ ΘΕΟΦΑΝΕΙΩΝ

ΑΚΟΛΟΥΘΙΑ ΤΩΝ ΜΕΓΑΛΩΝ ΩΡΩΝ ΩΡΑ ΠΡΩΤΗ Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Τρισαγίου. Εἶτα τό, Δεῦτε προσκυνήσωμεν, γ' καὶ Στιχολογοῦμεν τοὺς ἐφεξῆς τρεῖς ψαλμούς. Ψαλμὸς Ε' (5) Τὰ ῥήματά μου ἐνώτισαι, Κύριε, σύνες τῆς κραυγῆς μου. Πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ὁ Βασιλεύς μου καὶ ὁ Θεός μου. Ὅτι πρὸς σὲ προσεύξομαι Κύριε· τὸ πρωῒ εἰσακούσῃ τῆς φωνῆς μου. Τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψει με, ὅτι οὐχὶ Θεὸς θέλων ἀνομίαν σὺ εἶ. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ διαμενοῦσι παράνομοι κατέναντι τῶν ὀφθαλμῶν σου. Ἐμίσησας πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν, ἀπολεῖς πάντας τοὺς λαλοῦντας τὸ ψεῦδος. Ἄνδρα αἱμάτων καὶ δόλιον βδελύσσεται Κύριος. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλέους σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου, προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου, Κύριε, ὁδήγησόν με ἐν τῇ δικαιοσύνῃ σου· ἕνεκα τῶν ἐχθρῶν μου, κατεύθυνον ἐνώπιόν σου τὴν ὁδόν μου. Ὅτι οὐκ ἔστιν ἐν τῷ στόματι αὐτῶν ἀλήθεια· ἡ καρδία αὐτῶν ματαία. Τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν ταῖς γλώσσαις αὐτῶν...