Αναρτήσεις

Προβολή αναρτήσεων από Οκτώβριος, 2021

Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

 Ἀπόστολε Ἅγιε, καὶ Εὐαγγελιστὰ Λουκᾶ, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

psyLIVE-02 "ΤΟΞΙΚΟΙ" ΑΝΘΡΩΠΟΙ | π. ΑΝΤΩΝΙΟΣ 10.10.21

Εικόνα

Άγιος Λουκάς ο Ευαγγελιστής

Εικόνα
 
«Λέσβος, τό νησί τοῦ Ταξιάρχη» («Φωτεινά Μονοπάτια» - ΕΡΤ2)

Εικόνα

LIVE 80 ΝΥΝ ΕΣΤΙ ΗΜΕΡΑ ΣΩΤΗΡΙΑΣ με τον π. Αντώνιο 10.10.21

Εικόνα

Πολλὰς δυνάμεις σε, τελοῦντα βλέποντες, οἱ τὴν πόλιν οἰκοῦντες κήρυξ Χριστοῦ, Σαμαρείας Φίλιππε, τῆς ἐπιγνώσεως τὸ φῶς, γεγηθότες ὑποδέχονται.

 Ἰδὼν τελοῦντά σε, ὁ Σίμων θαύματα, καὶ σημεῖα μεγάλα ὑποκριθείς, Φίλιππε βαπτίζεται, μὴ τὴν κακίαν δὲ φυγών, ἀπωλείᾳ παραδίδοται. Πολλὰς δυνάμεις σε, τελοῦντα βλέποντες, οἱ τὴν πόλιν οἰκοῦντες κήρυξ Χριστοῦ, Σαμαρείας Φίλιππε, τῆς ἐπιγνώσεως τὸ φῶς, γεγηθότες ὑποδέχονται. Πορεύου ἔφη σοι, Κυρίου Ἄγγελος, τὰς πορείας εὐθύνων τοῦ ἱεροῦ, Φίλιππε Αἰθίοπος, τοῦ ἐπιγνῶναι τὴν ὁδόν, τῆς τοῦ Λόγου σωματώσεως. Ὁ ἱερώτατος, Αἰθίοψ βλέψας σε, συνετίζοντα τοῦτον, σοῦ τῇ χειρί, Φίλιππε βαπτίζεται, καὶ πλήρης Πνεύματος ὀφθείς, κήρυξ θεῖος ἐχρημάτισεν.

Ἰθυτενεῖς ποιούμενος, ὁ Κανδάκης Εὐνοῦχος, τὰς τρίβους ἐπὶ ἅρματος, Ἡσαῒου τὴν βίβλον, ἀναγινώσκων ἠπόρει, ὃν ὁ Φίλιππος φθάσας, ὑπὸ τοῦ θείου Πνεύματος, τῶν ἀπόρων τὴν λύσιν, μυσταγωγεῖ, καὶ βαπτίσας, κήρυκα ἀποστέλλει, τῆς Ἰησοῦ Θεότητος, πάσῃ Αἰθιοπίᾳ.

Λόγῳ θείῳ Παμμάκαρ καθάπερ ἅλατι, κεχρημένος τῆς πλάνης ἐναπεκάθηρας, σῆψιν χαλεπήν, καὶ καρδίας ὑγιώσας, σέβειν καὶ δοξάζειν, Χριστὸν εἷς τοὺς αἰῶνας.

 Λόγῳ θείῳ Παμμάκαρ καθάπερ ἅλατι, κεχρημένος τῆς πλάνης ἐναπεκάθηρας, σῆψιν χαλεπήν, καὶ καρδίας ὑγιώσας, σέβειν καὶ δοξάζειν, Χριστὸν εἷς τοὺς αἰῶνας. Ἐστερέωντο βάσεις χωλῶν τῷ λόγῳ σου, καὶ βοῶντα μεγάλῃ φωνῇ ἐξήρχετο, πνεύματα Σοφέ, τῶν ἐχόντων ἀκάθαρτα, φέρειν τὴν δοθεῖσαν, μὴ σθένοντά σοι χάριν. Οἱ Σαμάρειαν πάλαι οἰκοῦντες Φίλιππε, τὸ τῆς χάριτος φέγγος ὑπὸ σοῦ δέχονται, βλέποντες πολλά, ἐκτελοῦντά σε θαύματα, Πνεύματος δυνάμει, πηγῆς τῶν χαρισμάτων.

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Νικαίας, τοῦ Ποιητοῦ καὶ Γραπτοῦ.

 Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Φιλίππου, ἑνὸς τῶν ἑπτὰ Διακόνων. Στίχοι Ὧν περ διηκόνησας ἐν γῇ πραγμάτων, Ἐν οὐρανοῖς Φίλιππε μισθὸν λαμβάνεις. Λειτουργὸς λάβε μισθὸν ἐν ἑνδεκάτῃ γε Φίλιππος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Θεοφάνους, ἀδελφοῦ τοῦ Ἁγίου Θεοδώρου τοῦ Γραπτοῦ. Στίχοι Ὁ Γραπτὸς ἐν γῇ τὴν θέαν Θεοφάνης, Καὶ κλῆσίν ἐστιν ἐκθανὼν Γραπτὸς πόλῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζηναΐδος καὶ Φιλονίλλας τῶν αὐταδέλφων. Στίχοι Εἰρηνικῶς ὕπνωσαν εἰρήνης φίλαι, Ἡ Φιλονίλλα Ζηναΐς τε αἱ δύο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Πατριαρχῶν Κωνσταντινουπόλεως, Νεκταρίου, Ἀρσακίου καὶ Σισινίου. Στίχοι Ὁ Νεκτάριος οὐ τὸ τοῦ μύθου Λόγε, Ἀληθινὸν δέ, σῆς τρυφῆς νέκταρ πίνει. Τὸν Χριστὸν ἐν γῇ Ἀρσάκιος δοξάσας, Πρὸς αὐτόν ἐλθών, ἀντεδοξάσθη πλέον. Ἀσινὲς ἦραν πνεῦμα τὸ Σισινίου, Οὐ συνιασθὲν μηχαναῖς τῶν δαιμόνων. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τῇ φιλαδελφίᾳ ἡ ὁμωνυμία συγκραθεῖσα, καὶ ἡ ἁγνεία τῇ ἀπαθείᾳ συμμιχθεῖσα, ἀβλαβῶς διεφύλαξε τῆς γνώμης τὸ εὔτονον· ὅπου γὰρ Θεὸς ὁ ποθούμενος, κόσμος ὅλος καταπεφρόνηται. Ὢ τοῦ θαύματος! ὁ ὄφις νενέκρωται, καὶ ὁ εἰς ὕψος ἀδικίαν λαλήσας, ὑποχθόνιος αὐταδέλφοις Μάρτυσι καταπέπτωκεν, Εὐλαμπίῳ τῷ σοφῷ καὶ Εὐλαμπία. Τούτοις εὐστοχωτάτοις ᾄσμασι βοήσωμεν, οἱ καλῶς ἐν Χριστῷ τὸν δρόμον τελέσαντες, αἰτήσασθε τῷ κόσμῳ τὴν εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

Ῥανίσι τοῦ ἐλέους σου, κατάρδευσον Πανάμωμε, τὴν ἐκτακεῖσαν ψυχήν μου, τῆς ἁμαρτίας τῇ καύσει, καὶ σκοτισθέντα πάθεσι, τὸν νοῦν μου φωταγώγησον, τοῦτον σαφῶς ἰθύνουσα, πρὸς ἄϋλον θεωρίαν, τοῦ σοῦ Υἱοῦ Θεοτόκε.

Ἀξίως ἐποφείλομεν, ὑμνεῖν τοὺς οὐρανόφρονας, Εὐλάμπιον Εὐλαμπίαν, τοὺς ἱεροὺς ἀθλοφόρους, ὡς αὐταδέλφους Μάρτυρας, καὶ τὴν αὐτῶν ὑπέρλαμπρον, μνήμην τελεῖν ἐν ᾄσμασιν· ὑπὲρ τοῦ κόσμου γὰρ οὗτοι, ἐξιλεοῦνται τὸ θεῖον.

Ἰδεῖν τὴν δόξαν τοῦ Παντοκράτορος, ἐπιποθῶν καὶ κάλλος δὲ αὐτοῦ τὸ ἀμήχανον, ἀδοξίαν τοῦ βίου παρέδραμες, ἄτιμον ὑπομείνας, θάνατον ἔνδοξε, δόξαν προξενοῦντά σοι ἀεί, Μάρτυς Εὐλάμπιε. Ὡς φῶς ὡς λύχνος ἀειλαμπέστατος, τοῖς ἐν νυκτὶ τοῦ βίου καθωράθης Εὐλάμπιε, ἀγνωσίας τὸ σκότος ἐδίωξας, ἔλυσας παθημάτων τὴν ἀμαυρότητα, φέγγει ἰαμάτων, Ἀθλητὰ Θεομακάριστε. Στολαῖς βαφείσαις ὑμῶν ἐξ αἵματος, μαρτυρικοῦ ὡραίους ἑαυτοὺς περιστείλαντες, στεφηφόροι Κυρίῳ παρίστασθε, μέλποντες σὺν Ἀγγέλοις, Ἅγιος, Ἅγιος, Ἅγιος Τριάς, ἡ παντουργὸς καὶ παντοδύναμος. Ἡμῶν τῶν πίστει τὴν ἀεισέβαστον, καὶ ἱερὰν καὶ πλήρη φωτισμοῦ καὶ λαμπρότητος, ἀθλοφόροι Μάρτυρες, τελούντων ὑμῶν, Μνήμην καὶ προσκυνούντων, πίστει τὰ λείψανα, μέμνησθε παντοίων πειρασμῶν, πάντας λυτρούμενοι.

Νεανίας τρεῖς ἐν χάριτι μιμούμενοι, τὸ πῦρ κατεπατήσατε, δροσιζόμενοι τῷ ἀϋλῳ Πνεύματος πυρί, καὶ ψάλλοντες Μάρτυρες Χριστῷ· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ξεομένης τῆς σαρκὸς ἡ πρὸς τὸν Κτίσαντα, ἀγάπη ἐκρατύνετο· οἱ γὰρ Ἅγιοι ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, θεούμενοι ἔμελπον πιστῶς· Εὔλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ὑπερείδων σου καρδίας τὰ κινήματα, ταῖς θείαις ἀναβάσεσιν, ἐν ἀσαλεύτῳ, Ἀθλοφόρε πέτρα τῆς ζωῆς, ἀκλόνητος ἵστασο βοῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας.

 Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐλαμπίου καὶ Εὐλαμπίας. Στίχοι Καὶ προφθάσασα τὴν τομὴν Εὐλαμπία. Εὐλαμπίῳ τμηθέντι κοινωνεῖ στέφους. Τμήθησαν δεκάτῃ Εὐλάμπιος ἠδὲ ἀδελφή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων διακοσίων Μαρτύρων, τῶν συναναιρεθέντων τῷ Ἁγίω Εὐλαμπίῳ. Στίχοι Ἀνδρῶν τετραπλῆν οἶδα πεντηκοντάδα, Ξίφει τελειωθεῖσαν, ὦ θείου τέλους! Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βασιανοῦ. Στίχοι Ὁ Βασιανός, τὸν κάτω λιπὼν βίον, Χαίρων πρὸς αὐτήν τὴν ἄνω χωρεῖ βάσιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ. Στίχοι Τὴν κλῆσιν ἔργοις Θεόφιλος δεικνύων, Θεανδρικῆς ἤθλησεν εἰκόνος χάριν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

LIVE 78 με τον π. Αντώνιο 03.10.21

Εικόνα

LIVE 77 με τον π. Αντώνιο 26.09.21

Εικόνα

Ἐν θεοπνεύστοις ᾄσμασι, κατετράνωσας, Μάκαρ, τὴν τοῦ Χριστοῦ ἀπόρρητον, θείαν οἰκονομίαν, καὶ ὕμνοις ἔστεψας πάντας, Ῥωμανὲ τοὺς Ἁγίους· μεθ' ὧν φαιδρῶς ἀνύμνησας, τὴν ἁγνὴν καὶ Παρθένον, καὶ ἀληθῆ, τοῦ Θεοῦ Μητέρα πάνσοφε Πάτερ, μεθ' ἧς ἡμῶν μνημόνευε, παρεστὼς τῇ Τριάδι.

Ἀρχαῖος μαθητὴς Χριστοῦ, γεγονὼς Ἀνανία, τῷ νέῳ τὴν ἀνάβλεψιν, μαθητῇ σὺ βραβεύεις, Παύλῳ τῷ θείῳ· διὸ σε, σὺν αὐτῷ εὐφημοῦμεν, ὡς ἱεράρχην ἔνθεον, ὡς Ἀπόστολον θεῖον, ὡς ἀληθῆ, Μάρτυρα καὶ κήρυκα θεηγόρον, καὶ πρεσβευτὴν θερμότατον, πάσης τῆς οἰκουμένης.

Ξενακουστεῖν ἐνόμιζεν, Ἀνανίας ὁ ἔνδοξος, ἐξ ἁρπακτικῆς, τοῦ πορθητοῦ τῆς ποίμνης σου, δυνάμεως Δέσποτα, τὴν ὑπὲρ λόγον ἄμειψιν, πρὸς ποιμαντικήν, ὅθεν σκιρτῶν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

 Ξενακουστεῖν ἐνόμιζεν, Ἀνανίας ὁ ἔνδοξος, ἐξ ἁρπακτικῆς, τοῦ πορθητοῦ τῆς ποίμνης σου, δυνάμεως Δέσποτα, τὴν ὑπὲρ λόγον ἄμειψιν, πρὸς ποιμαντικήν, ὅθεν σκιρτῶν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἀγαλλιάσθω σήμερον, καὶ σκιρτάτω τῷ πνεύματι, ἡ πανευκλεής, καὶ μακαρία πόλις σου, τὴν σὴν εὐμοιρήσασα, ἐπιστασίαν Ἔνδοξε, καὶ εὐχαριστοῦσα τῷ Σωτῆρι βοάτω· Οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ζωοποιῷ προστάγματι, Ἀνανία ὑπερτιμε, τὴν φωτοποιὸν τοῦ ὁραθέντος δύναμιν, τῷ Σαύλῳ ἐκήρυξας, καὶ ἀπεκρούσω πήρωσιν, τάς ἀλεξικάκους, ἐπιθεὶς σου παλάμας, φολίδας δρακοντείους, ἐκβαλὼν ὡς λεπίδας, βοῶν· Ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

Σαλπιζέτω ἐμφρόνως, ἡ θεόλεκτος ποίμνη, εὐήχῳ σάλπιγγι, τοὺς ἄθλους τοῦ Ποιμένος, Ἀνανίου βοῶσα, τῷ αὐτῆς ποιμενάρχῃ Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Δοξαζέτω Θεοῦ σε, μαθητὴν Ἀνανία, καὶ ἱεράρχην σεπτόν, καὶ Μάρτυρα τῶν θείων, παθημάτων φωνοῦσα, ἡ σεπτὴ Ἐκκλησία Χριστῷ· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Οὐ θανάτου τῷ δέει, ἀλλὰ πόθῳ τῆς ποίμνης ἀποκρυπτόμενος, τὸν λύκον ὥσπερ ἄρνα, ὁρῶν τιθασευθέντα, Ἀνανίας ἐκραύγαζεν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ.

  Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΟΚΤΩΒΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου, ἑνὸς τῶν Ἑβδομήκοντα, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Μελῳδοῦ. Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀνανίου. Στίχοι Λίθοις νέμειν θέλοντα μηδαμῶς σέβας, Ἀνανίαν βάλλουσι δυσσεβεῖς λίθοις. Λεύσθη Ἀνανίας Ὀκτωβρίου ἥματι πρώτῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ῥωμανού, τοῦ Ποιητοῦ τῶν Κοντακίων. Στίχοι Καὶ πρὶν μὲν ὕμνει Ῥωμανὸς Θεὸν Λόγον, Ὑμνεῖ δὲ καὶ νῦν, ἀλλὰ σὺν τοῖς Ἀγγέλοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τῶν Ἁγίων Μαρτύρων Μιχαὴλ ἐκ τῆς Μονῆς Ζώβης, καὶ τῶν σῦν αὐτῷ λς´ Ἁγίων Μοναχῶν τῶν μαρτυρησάντων ἐν τῇ ἐνορίᾳ Σεβαστουπόλεως. Στίχοι Τμηθεὶς Μιχαὴλ σὺν μαθηταῖς τρισδέκα, Χορῷ συνήφθη τῶν Μοναστομαρτύρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἓξ Ὀσιομαρτύρων ξίφει τελειωθέντων. Στίχοι Ἓξ συμμονασταὶ τοὺς ἑαυτῶν μανδύας, Ἄθλοις ἐρυθραίνουσι τοῖς διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δομνίνου. Στίχοι Δεινὴν Δομνῖνος συντριβὴν σκελῶν φέρων, Ὑποσκελισμοὺς τοῦ Σατᾶν καταισχύνει. Ὁ Ὅσιος Ἰ...