Λόγῳ θείῳ Παμμάκαρ καθάπερ ἅλατι, κεχρημένος τῆς πλάνης ἐναπεκάθηρας, σῆψιν χαλεπήν, καὶ καρδίας ὑγιώσας, σέβειν καὶ δοξάζειν, Χριστὸν εἷς τοὺς αἰῶνας.
Ἐστερέωντο βάσεις χωλῶν τῷ λόγῳ σου, καὶ βοῶντα μεγάλῃ φωνῇ ἐξήρχετο, πνεύματα Σοφέ, τῶν ἐχόντων ἀκάθαρτα, φέρειν τὴν δοθεῖσαν, μὴ σθένοντά σοι χάριν.
Οἱ Σαμάρειαν πάλαι οἰκοῦντες Φίλιππε, τὸ τῆς χάριτος φέγγος ὑπὸ σοῦ δέχονται, βλέποντες πολλά, ἐκτελοῦντά σε θαύματα, Πνεύματος δυνάμει, πηγῆς τῶν χαρισμάτων.