Αναρτήσεις

Προβολή αναρτήσεων από Αύγουστος, 2025

Μερισμὸν οὐχ ὑπέστη, θεία ξυνωρὶς τῶν μαρτύρων αὐτάδελφος· τῇ γὰρ ἀμερίστῳ, καὶ Ἁγίᾳ Τριάδι πιστεύσασα, ἐν μιᾷ ἐλπίδι, τοὺς μερισμῷ πλάνης ἀτόπου, συσχεθέντας συνῆψεν ἐν χάριτι. Ἀληθείας σπαρτίῳ, τῷ λαξευτηρίῳ τε τῆς θείας γνώσεως, τὰς λιθώδεις φρένας, εὐσεβῶς ἀθλοφόροι λαξεύοντες, ναοὺς τῆς Τριάδος, πανευσεβῶς ἐνθέῳ σθένει, ἀπειργάσασθε λάμψει τοῦ Πνεύματος. Ῥιζοτόμοι κακίας, πάσης ἀνεδείχθητε μάρτυρες ἔνδοξοι, φυτουργοὶ δὲ πάσης, εὐσεβείας καὶ λόγοις καὶ πράγμασι, τὸν ἐκφύντα κλάδον, τοῦ Ἱεσσαὶ ἐκ ῥίζης θείας, ἐν ἀβάτοις καρδίαις φυτεύσαντες.

Τῶν Ἀποστόλων ὁ δῆμος, συναθροισθεὶς ἐν νεφέλαις, ἀξιοχρέως κηδεύει, τὴν τοῦ Κυρίου Μητέρα, παρόντος καὶ τοῦ Σωτῆρος, σὺν μυριάσιν Ἀγγέλων.

Ῥωννύμεθα προσψαύοντες, τοῖς ἱεροῖς πανόλβιοι, ὑμῶν λειψάνοις ἐν πίστει, κατ᾽ ἄμφω Λαῦρε καὶ Φλῶρε. Ἀλλ' ὦ μεγαλομάρτυρες, μνείαν ἡμῶν πρὸς Κύριον, ποιεῖτε ᾧ παρίστασθε, τῶν τὴν ὑμῶν ἐκτελούντων, λαμπρὰν καὶ πάμφωτον μνήμην.

Ξυλίνους λιθίνους τε, θεοὺς ἀθέων καταστρεψάμενοι, στήλας θεογνωσίας, Λαῦρος καὶ Φλῶρος οἱ μεγαλώνυμοι, τοῖς μελῳδοῦσιν ἑαυτοὺς ἀνέστησαν· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν. Ὑπάρχοντες ἔμπλεοι, πυρὸς τοῦ θείου μάρτυρες Πνεύματος, τοὺς καμίνῳ βληθῆναι, ὁσίους ἄνδρας, κατακριθέντας δεινῶς, ταῖς ἐπομβρίαις τῶν θείων εὐχῶν ὑμῶν, διετηρήσατε ἀσινεῖς ἔνδοξοι μάρτυρες. Νοσοῦσι τὴν ἴασιν, ἀδικουμένοις τὴν ἀπολύτρωσιν, κινδυνεύουσι πᾶσι, τὴν σωτηρίαν ἀεὶ παρέχουσι, Φλῶρος καὶ Λαῦρος βοῶντες οἱ μάρτυρες· Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.