Αναρτήσεις

Προβολή αναρτήσεων από Απρίλιος, 2012

ΤΑ ΜΥΡΑ ΘΕΡΜΩΣ

Τὰ μύρα θερμῶς, τῷ τάφῳ προσκομίζουσαι, Γυναῖκες Σωτήρ, Ἀγγέλου τῇ λαμπρότητι, τὰς ψυχὰς ἠγάλλοντο, καὶ Θεὸν σε τῶν ὅλων ἐκήρυττον, καὶ Μαθηταῖς ἐβόων· Ὄντως ἀνέστη ἐκ τάφου, ἡ πάντων ζωή.

ΟΙ ΤΗΝ ΕΠΙΓΕΙΟΝ ΑΠΟΛΑΥΣΙΝ ΜΗ ΠΟΘΗΣΑΝΤΕΣ

Οἱ τὴν ἐπίγειον ἀπόλαυσιν μὴ ποθήσαντες Ἀθλοφόροι, οὐρανίων ἀγαθῶν ἠξιώθησαν, καὶ Ἀγγέλων συμπολῖται γεγόνασι, Κύριε, πρεσβείαις αὐτῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ΩΣ ΑΛΙΕΥΣ ΛΟΓΙΚΩΝ ΙΧΘΥΩΝ

Ὡς ἁλιεὺς λογικῶν ἰχθύων, τῷ δικτύῳ Τρισμάκαρ τῶν σεπτῶν εὐχῶν βυθοῦ πταισμάτων ἀνάγαγε τὴν ταπεινήν μου ψυχήν, τὴν πάλαι ὑφ' ἡδονῶν θηρευθεῖσαν τῶν τοῦ βίου ἵνα ἀκλινῶς διελθὼν τὸν ὑπόλοιπον χρόνον μου, ὑμνήσω τὸ ὄνομά σου, καὶ δοξάσω τὸν βίον τὸν ἄμεμπτον, ὃν ἐκτελέσας ἐπὶ τῆς γῆς, ἠξιώθης ἐπ' ὄρους θεάσασθαι, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

ΑΒΡΑΜΙΑΙΑΝ ΠΡΟΘΕΣΙΝ

Ἀβραμιαίαν πρόθεσιν, σὺ θεόπτα κτησάμενος, τῷ προσκαλουμένῳ, σὲ Χριστῷ ἑπόμενος, ἐγένου θεόσοφος, καὶ λειτουργὸς ὑπῆρξας αὐτῷ, ὡς Δημιουργῶ, καὶ Λυτρωτῇ ἀνακράζων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Γεγωνοτέρα δέδεικται, τῆς βροντῆς σου ἡ πρόοδος, τῆς τῶν νομικῶν, τυπωτικῆς ἠχήσεως· Χριστὸν γὰρ ἑβρόντησας, τῇ οἰκουμένῃ πάσῃ Θεόν, ὡς Δημιουργὸν καὶ Λυτρωτήν ἀναμέλπων· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Ἐθαυμαστώθης ἔνδοξε, μαρτυρίας φαιδρότητι, καὶ θεοσεβείας ἀληθοῦς λαμπρότητι, καὶ ἄρχων Ἀπόστολε, κατασταθεὶς ἀπάσης τῆς γῆς, τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Πᾶσαν εἰς γῆν διέδραμεν, ὁ σὸς λόγος Ἰάκωβε, πλήξας ὡς βροντή, τὴν τῶν ἀπίστων ἔννοιαν, φωτίσας δὲ ἅπαντας, θείῳ φωτὶ τῆς πίστεως, ὥσπερ ἀστραπή, τοὺς εὐπειθῶς ἐκβοῶντας· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΦΩΝΗΣ ΘΕΪΚΗΣ, ΑΚΟΥΣΑΣ ΠΡΟΣΚΑΛΟΥΣΗΣ ΣΕ

Φωνῆς θεϊκῆς, ἀκούσας προσκαλούσης σε, ἀγάπην πατρός, παρεῖδες καὶ προσέδραμες, τῷ Χριστῷ Ἰάκωβε, μετὰ καὶ τοῦ συγγόνου σου ἔνδοξε, μεθ' οὗ καὶ ἠξιώθης ἰδεῖν, Κυρίου τὴν θείαν Μεταμόρφωσιν.

ΗΛΟΙΣ ΠΡΟΣΗΛΩΘΕΙΣ, ΤΗΝ ΑΡΑΝ

Ἧλοις προσηλωθείς, τὴν ἀράν, τὴν ἐν τῷ ξύλῳ διὰ ξύλου ἐξήλειψας, τεθεὶς δὲ ἐν τῷ μνημείῳ, τοὺς ἀπ' αἰῶνος νεκρούς, θεϊκῇ δυνάμει ἐξανέστησας. Τὴν σὴν δυναστείαν, μεγαλοφώνως δοξάζομεν, Πάσχα τὸ θεῖον, Ἰησοῦ παντοδύναμε, ἡ ζωὴ ἡμῶν, τοῦ Πατρὸς τὸ ἀπαύγασμα. Ὅθεν τὰ ἐπουράνια, τῇ γῇ συναγάλλονται, ἐπινικίους ᾠδάς σοι, νικοποιὲ Λόγε ᾄδοντες, Χριστὲ παντοκράτορ, τῷ παρέχοντι τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ἆρα μετὰ νεκρῶν ἡ ζωὴ; ὑπὸ τὴν γῆν τε ὁ ἀνέσπερος Ἥλιος, εἰσέτι καὶ νῦν ὑπάρχει; τῶν Μυροφόρων χορός, θρηνῳδῶν ἐβόα· Δεῦτε δράμωμεν, σπουδῇ καὶ ὀψώμεθα, πρὸς τὸ μνῆμα τὸ ἅγιον. Ἔνδον δὲ τούτου, ἐξαστράπτοντα Ἄγγελον, θεασάμεναι, ἀποροῦσαι ἐξίσταντο· ὅστις μεταβαλὼν αὐτῶν, τὸν θρῆνον ἐβόησεν, ὁ ζωοδότης ἀνέστη, μὴ ἐκθαμβεῖσθε φιλόσεμναι, αὐτὸς βασιλεύει, ὁ δωρούμενος τῷ κόσμῳ τὸ μέγα ἔλεος. Ὄρθρου ὁ τῶν γυναίων χορός, τὸν πρὸ ἡλίου ἐξεζήτησεν Ἥλιον, ἐν τάφῳ δύναντα τότε, ὁ φωταυγὴς δὲ αὐταῖς, προσεφώνει Ἄγγελος. Ἐξανέτειλε, τὸ φῶς καταυγάσαν, τοὺς ἐν τῷ σκότει καθεύδοντας, τοῖς ἑωσφόροι...

ΤΩ ΣΑΡΚΩΘΕΝΤΙ ΛΟΓΩ ΔΙ ΕΥΣΠΛΑΓΧΝΙΑΝ

Τῷ σαρκωθέντι Λόγῳ δι' εὐσπλαγχνίαν, μαθητευθεὶς Ἰάκωβε τῆς χορείας, ὤφθης Κορυφαίων συναρίθμιος, μεθ' ὧν Χριστῷ δυσώπησον, ὑπὲρ ἡμῶν τῶν τιμώντων, τήν παναγίαν σου μνήμην.

ΗΜΑΡΤΟΝ ΕΙΣ ΣΕ ΣΩΤΗΡ

Ἥμαρτον εἰς σὲ Σωτήρ, ὡς ὁ Ἄσωτος Υἱός, δέξαι με Πάτερ μετανοοῦντα, καὶ ἐλέησόν με ὁ Θεός.

ΡΗΤΟΡΕΥΟΝΤΩΝ ΓΛΩΣΣΑΙ ΣΕ

Ῥητορευόντων γλῶσσαί σε, ἀνυμνῆσαι οὐ σθένουσιν, ὦ Θεογεννῆτορ, Μαριὰμ Θεόνυμφε· Χριστὸν γὰρ ἐγέννησας, τὸν ἐπὶ πάντων Κόρη, Θεόν, τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ᾧ βοῶμεν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.

ΑΓΙΩΣ ΣΟΥ ΤΟΝ ΔΡΟΜΟΝ ΔΙΗΝΥΚΩΣ, ΕΝ ΑΓΙΩΝ ΣΚΗΝΩΜΑΣΙΝ

Ἁγίως σου τὸν δρόμον διηνυκώς, ἐν Ἁγίων σκηνώμασιν ἔνδοξε, νῦν γεγηθώς, αἴγλην κατοπτεύεις τὴν τριφεγγῆ, ἧς ἀπολαύων πάνσοφε, πλήρεις εὐφροσύνης τοὺς ὑμνητάς, τοὺς σοὺς καὶ χαρμοσύνης, ἀνάδειξον παμμάκαρ ταῖς ἱκεσίαις σου Ἰάκωβε. Ἰδεῖν σε οἱ κακοῦργοι καὶ φονευταί, ὡς τὸν σὸν πρὶν Δεσπότην μὴ φέροντες· τὰς γὰρ αὐτῶν, πράξεις ἐκφαυλίζων σῆς ἀγωγῆς, τῇ παραθέσει ἤλεγξας, κτείνουσι μαχαίρᾳ τὸν μιμητήν, Χριστοῦ τοῦ σταυρωθέντος, σαρκὶ ὑπὲρ ἀνθρώπων, ὦ θεορρῆμον παμμακάριστε. Ῥομφαίᾳ οὐρανίῳ τιμωρηθείς, ταῖς πληγαῖς ὁ Ἡρῴδης ἀπώλετο, ὅτι τοὺς σούς, Λόγε διακόνους καὶ μαθητάς, οὓς Ἀποστόλους ἔφησας, κτείνων οὐκ ἐνάρκησεν ὁ δεινός· διό σου τὴν δικαίαν, πρόνοιαν εὐεργέτα, καταπλαγέντες μεγαλύνομεν. Τιμῶντές σου τὴν μνήμην χαρμονικῶς, εὐφημοῦμέν σε μάκαρ, Ἰάκωβε, μύστα Χριστοῦ, ᾄδοντες δὲ ζῆλόν σου τὸν θερμόν, καὶ τὴν μακρὰν περίοδον, καὶ τοὺς σούς ἀγῶνας καὶ τὴν σφαγήν, βροντῆς υἱὸν καὶ φῶς σε, κριτὴν καὶ μυστολέκτην, πιστῶς σε πάντες ὀνομάζομεν.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΙΑΚΩΒΟΥ, ΑΔΕΛΦΟΥ ΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου, Ἰακώβου, ἀδελφοῦ Ἰωάννου τοῦ Θεολόγου. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Ἰακώβου, ἀδελφοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου. Ὡς ἀμνὸς Ἰάκωβος ἀχθεὶς ἐσφάγη, Τῆς εὐσεβείας μηρυκίζων τοὺς λόγους. Κτεῖνε, μάχαιρα φόνου, Ἰάκωβον ἑνὶ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κλήμεντος τοῦ Ποιητοῦ. Τέρψας ὁ Κλήμης γηγενεῖς ᾠδαῖς κάτω, Ἀπῆλθε τέρψων, ὥσπερ οἶμαι, καὶ νόας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Μαξίμου. Μάξιμος εὑρὼν τὴν ξὶ συλλαβὴν μέσην, Τὸ γαστρὸς ἡμῖν μηνύει μέσον ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Χρὴ μηδὲ νεκρὸν λανθάνειν Βασιλέα, Βασιλέως θνήξαντα τοῦ ζῶντος χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Δονάτου, Ἐπισκόπου Εὐροίας. Τὶς μὴ Δονᾶτον δοξάσει ἐν τοῖς λόγοις, Ὃν περ τὰ ἔργα πανταχοῦ ἐδόξασαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμή...

ΙΑΣΟΝΑ ΠΙΣΤΟΙ, ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΝ ΥΜΝΟΙΣ

Ἰάσονα πιστοί, καὶ Σωσίπατρον ὕμνοις, ὡς μύστας ἱερούς, τῆς Ἁγίας Τριάδος, καὶ κήρυκας τῆς Πίστεως, ἐπαξίως τιμήσωμεν, ὅπως λάβωμεν, ταῖς παρακλήσεσι τούτων, πάντες ἔλεος, καὶ χάριν εὕρωμεν θείαν, εἰς εὔκαιρον βοήθειαν.

Η ΠΑΜΦΑΗΣ ΚΑΙ ΘΕΙΑ ....

Ἡ παμφαὴς καὶ θεία, τῶν Ἀποστόλων ἑορτή, τῶν Κερκυραίων τὰ πλήθη, πρὸς εὐωχίαν συγκαλεῖ. Δεῦτε κορέσθητε πάντες, πνευματικῆς εὐφροσύνης.

ΤΩ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΒΗΜΑΤΙ ΝΥΝ ΠΑΡΙΣΤΑΜΕΝΟΙ, ΜΝΕΙΑΝ ΗΜΩΝ ΑΠΟΣΤΟΛΟΙ

Τῷ τοῦ Χριστοῦ, βήματι νῦν παριστάμενοι, μνείαν ἡμῶν Ἀπόστολοι, ποιεῖσθε πάντοτε, τῶν ὑμᾶς εὐφημούντων· ἐλάβετε γὰρ χάριν, πρεσβεύειν ὑπὲρ ἡμῶν. Δυὰς σεπτή, τῶν Ἀποστόλων αἰτήσασθε, Χριστὸν τον πανοικτίρμονα, χάριν δοθῆναί μοι, τοῦ ἡμᾶς εὐφημῆσαι, καὶ μέλψαι τοὺς ἀγῶνας, ὑμῶν πανόλβιοι. Μύσται Χριστοῦ, Ἰάσων ὦ Παμμακάριστε, καὶ πάνσοφε Σωσίπατρε, τοὺς τὴν σεπτὴν ὑμῶν, ἑορτάζοντας μνήμην, παντοίων ἐκ κινδύνων, ἀπολυτρώσασθε.

ΤΟΥ ΠΑΥΛΟΥ ΦΟΙΤΗΤΑΙ, ΣΟΦΟΙ ΓΕΝΟΜΕΝΟΙ

Τοῦ Παύλου φοιτηταί, σοφοὶ γενόμενοι, κατ' ἴχνος ἐκείνου τε πορευθέντες διεδράμετε τὰ σύμπαντα, τὸν σωτήριον λόγον καταγγέλλοντες. Ὡς θεῖοι ποταμοί, σοφίας ἔνδοξοι, ναμάτων πληροῦτε τῶν σωτηρίων, Ἐκκλησίας τὰ συστήματα, ἐκ πηγῶν σωτηρίου ῥεῖθρα βλύζοντες. Παντοίων ἀναγκών, καὶ περιστάσεων, τοῦ βίου πρεσβείαις ὑμῶν ἁγίαις, θεοφόροι κυβερνήσατε, τοὺς ὑμᾶς νῦν τιμῶντας διασῴζοντες.

ΑΙ ΜΥΡΟΦΟΡΟΙ ΓΥΝΑΙΚΕΣ ΟΡΘΡΟΥ ΒΑΘΕΟΣ

Αἱ Μυροφόροι γυναῖκες ὄρθρου βαθέος, ἀρώματα λαβοῦσαι τοῦ Κυρίου τὸν τάφον κατέλαβον, ἅπερ δὲ οὐκ ἤλπιζον εὑροῦσαι, διελογίζοντο εὐλαβούμεναι τοῦ λίθου τὴν μετάθεσιν, καὶ πρὸς ἀλλήλας διελέγοντο· Ποῦ εἰσιν αἱ σφραγῖδες τοῦ μνήματος; ποῦ ἐστιν ἡ τοῦ Πιλάτου κουστωδία, καὶ ἀκριβὴς ἀσφάλεια; Γέγονε δὲ μηνυτής τῶν ἀγνοουσῶν γυναικῶν, ἐξαστράπτων Ἄγγελος, καὶ φάσκων πρὸς αὐτάς· Τί μετὰ θρήνων ζητεῖτε τὸν ζῶντα, καὶ ζωοποιήσαντα τὸ γένος τῶν βροτῶν; ἐξηγέρθη Χριστός ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ὡς παντοδύναμος, παρέχων πᾶσιν ἡμῖν ἀφθαρσίαν καὶ ζωήν, φωτισμὸν καὶ τὸ μέγα ἔλεος. Τί τὰ μύρα τοῖς δάκρυσι Μαθήτριαι κιρνᾶτε; ὁ λίθος κεκύλισται, ὁ τάφος κεκένωται, ἴδετε τὴν φθοράν, τῇ ζωῇ πατηθεῖσαν, τὰς σφραγῖδας μαρτυρούσας τηλαυγῶς, ὑπνοῦντας δεινῶς τοὺς φύλακας τῶν ἀπειθῶν, τὸ θνητὸν σέσωσται σαρκὶ Θεοῦ, ὁ ᾍδης θρηνεῖ, δραμοῦσαι χαρᾷ, εἴπατε τοῖς Ἀποστόλοις, ὁ νεκρώσας Χριστὸς τόν θάνατον, πρωτότοκος ἐκ νεκρῶν, ὑμᾶς προάγει εἰς τὴν Γαλιλαίαν. Αἱ Μυροφόροι ὄρθριαι γενόμεναι, καὶ τὸ μνῆμά σου μετὰ σπ...

ΟΠΛΟΝ ΣΕ ΟΙ ΘΕΗΓΟΡΟΙ

Ὅπλον σε οἱ θεηγόροι, Ἀπόστολοι κεκτημένοι, τὴν τῶν ἐναντίων εὐσθενῶς, παράταξιν ἔτρεψαν, ὡς ἄριστοι, στρατιῶταί σου Λόγε. Ἐκράτυναν τὴν Ἐκκλησίαν, Σωσίπατρος καὶ Ἰάσων, ἱερολογίαις ἱεραῖς, ὡς ἔνθεοι ῥήτορες καὶ κήρυκες, καὶ Θεοῦ Ἱεράρχαι. Ἐκύκλωσαν ἡμᾶς ἀνάγκαι, καὶ θλίψεις δι' ἁμαρτίαν, ἀλλὰ παρακλήσεσι σεπταῖς, τῶν Ἀποστόλων σου, ἐλέησον ὁ Θεὸς τοὺς σοὺς δούλους.

ΤΩ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΒΗΜΑΤΙ ΝΥΝ

Τῷ τοῦ Χριστοῦ, βήματι νῦν παριστάμενοι, μνείαν ἡμῶν Ἀπόστολοι, ποιεῖσθε πάντοτε, τῶν ὑμᾶς εὐφημούντων· ἐλάβετε γὰρ χάριν, πρεσβεύειν ὑπὲρ ἡμῶν. Δυὰς σεπτή, τῶν Ἀποστόλων αἰτήσασθε, Χριστὸν τον πανοικτίρμονα, χάριν δοθῆναί μοι, τοῦ ἡμᾶς εὐφημῆσαι, καὶ μέλψαι τοὺς ἀγῶνας, ὑμῶν πανόλβιοι. Μύσται Χριστοῦ, Ἰάσων ὦ Παμμακάριστε, καὶ πάνσοφε Σωσίπατρε, τοὺς τὴν σεπτὴν ὑμῶν, ἑορτάζοντας μνήμην, παντοίων ἐκ κινδύνων, ἀπολυτρώσασθε.

ΠΑΝΤΑ ΚΑΤΕΛΙΠΕΤΕ

Πάντα κατελίπετε τερπνά, Χριστὸν ἀγαπήσαντες, οὗ τὰς ψυχὰς ἐκολλήθητε, ὀπίσω ἔνδοξοι, ἴχνεσί τε τούτου, πίστει προσηνέχθητε Ἰάσων καὶ Σωσίπατρε πάνσοφοι, ᾧ καὶ πρεσβεύετε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἰάσων Σωσίπατρε ψυχήν, τὴν ἐμὴν φωτίσατε, ἐσκοτισμένην ταῖς πάθεσιν, οἱ τὸν περίγειον, διδαχαῖς ἐνθέοις, κόσμον καταλάμψαντες, καὶ σκότος τῶν εἰδώλων μειώσαντες, καὶ προσενέγκαντες, γένος ἅπαν τὸ ἀνθρώπινον, σεσωσμένον, Χριστῷ τῷ Θεῷ ἡμῶν. Χριστὸς ὁ Θεὸς ὑμᾶς σοφοί, Ἰάσων Σωσίπατρε, τοὺς πλανωμένους ἀπέστειλεν, ἀνακαλέσασθαι, καὶ πρὸς σωτηρίαν, πάντας καθωδήγησεν, ὑμῶν ταῖς θεοσόφοις διδάγμασιν, ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΙΑΣΟΝΑ ΠΙΣΤΟΙ, ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΝ ΥΜΝΟΙΣ

Ἰάσονα πιστοί, καὶ Σωσίπατρον ὕμνοις, ὡς μύστας ἱερούς, τῆς Ἁγίας Τριάδος, καὶ κήρυκας τῆς Πίστεως, ἐπαξίως τιμήσωμεν, ὅπως λάβωμεν, ταῖς παρακλήσεσι τούτων, πάντες ἔλεος, καὶ χάριν εὕρωμεν θείαν, εἰς εὔκαιρον βοήθειαν.

ΤΟΝ ΠΡΟ ΑΙΩΝΩΝ ΕΚ ΠΑΤΡΟΣ

Τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα, τὸν Θεὸν λόγον σαρκωθέντα, ἐκ Παρθένου Μαρίας, δεῦτε προσκυνήσωμεν· Σταυρὸν γὰρ ὑπομείνας, τῇ ταφῇ παρεδόθη, ὡς αὐτός ἠθέλησε, καὶ ἀναστὰς ἐκ νεκρῶν, ἔσωσέ με τὸν πλανώμενον ἄνθρωπον, ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, Κύριε εἰσάκουσον τῆς φωνῆς μου. Χριστὸς ὁ Σωτὴρ ἡμῶν, τὸ καθ' ἡμῶν χειρόγραφον προσηλώσας, τῷ Σταυρῷ ἐξήλειψε, καὶ τοῦ θανάτου τὸ κράτος κατήργησε· προσκυνοῦμεν αὐτοῦ τὴν τριήμερον Ἔγερσιν. Σὺν Ἀρχαγγέλοις ὑμνήσωμεν, Χριστοῦ τὴν Ἀνάστασιν· αὐτὸς γὰρ Λυτρωτής ἐστι, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν, καὶ ἐν δόξῃ φοβερᾷ καὶ κραταιᾷ δυνάμει, πάλιν ἔρχεται, κρῖναι κόσμον ὃν ἔπλασεν. Σὲ τὸν σταυρωθέντα καὶ ταφέντα, Ἄγγελος ἐκήρυξε Δεσπότην, καὶ ἔλεγε ταῖς γυναιξί· Δεῦτε ἴδετε, ὅπου ἔκειτο ὁ Κύριος. Ἀνέστη γὰρ καθὼς εἶπεν, ὡς παντοδύναμος· διό σε προσκυνοῦμεν τὸν μόνον ἀθάνατον, ζωοδότα Χριστέ, ἐλέησον ἡμᾶς.

ΧΑΙΡΟΙΣ ΤΩΝ ΑΡΕΤΩΝ Ο ΚΑΝΩΝ

Χαίροις τῶν ἀρετῶν ὁ κανών, ὁ ὑπὲρ πίστεως ἀθλήσας στερρότατα, καὶ λύσας τὴν τοῦ Ἀρείου, κακοδοξίαν νευραῖς, τῶν σεπτῶν σου λόγων Ἀθανάσιε, τρανῶς ἐκδιδάσκων, μιᾶς Θεότητος δύναμιν, ὁριζομένην, ἐν τρισὶν ὑποστάσεσι, παρ' ἧς ἅπαντα, νοητὰ καὶ φαινόμενα, μόνην δι' ἀγαθότητα, παρήχθη πρὸς γένεσιν, καὶ σαφηνίζων τῆς θείας, δημιουργίας τὰ δύσληπτα, Χριστὸν καταπέμψαι, ταῖς ψυχαῖς ἡμῶν δυσώπει τὸ μέγα ἔλεος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν Χαίροις Πατριαρχῶν ἡ κρηπίς, σάλπιγξ ἡ εὔηχος, ὁ νοῦς ὁ περίβλεπτος, ἡ γλῶσσα ἡ ὀξυτάτη, ὁ διαυγὴς ὀφθαλμός, τῶν ὀρθῶν δογμάτων ἡ σαφήνεια, ποιμὴν ἀληθέστατος, ὁ λαμπτὴρ ὁ φανότατος, πέλεκυς κόπτων, ὕλην πᾶσαν αἱρέσεων, καταφλέγων τε, τῷ πυρὶ τῷ τοῦ Πνεύματος, στῦλος ὁ ἀπερίτρεπτος, ὁ πύργος ὁ ἄσειστος, ὁ τῆς Τριάδος κηρύξας, τὴν ὑπερούσιον δύναμιν, τρανῶς, ἣν δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι τὸ μέγα ἔλεος. Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται Χαίροις ἀτελευτήτου ζωῆ...

ΕΝΟΡΙΑ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΚΑΛΛΙΜΑΣΙΑΣ: ΟΙ ΑΓΙΟΙ ΙΑΣΩΝ ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΣ Οι εκχριστιανιστές τ...

ΕΝΟΡΙΑ ΚΟΙΜΗΣΕΩΣ ΘΕΟΤΟΚΟΥ ΚΑΛΛΙΜΑΣΙΑΣ: ΟΙ ΑΓΙΟΙ ΙΑΣΩΝ ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΣ Οι εκχριστιανιστές τ... : Ανάμεσα στους πιστούς μαθητές και εκλεκτούς συνεργάτες του θεηγόρου Αποστόλου των Εθνών Παύλου είναι και οι τιμώμενοι από την Ορθόδοξη Ε...

ΤΑΙΣ ΔΟΓΜΑΣΙ ΤΟΥ ΠΑΥΛΟΥ ΚΑΤΑΥΓΑΣΘΕΝΤΕΣ, ΓΕΓΟΝΑΤΕ ΦΩΣΤΗΡΕΣ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ

Ταῖς δόγμασι τοῦ Παύλου καταυγασθέντες, γεγόνατε φωστῆρες τῆς οἰκουμένης, τρισμακάριοι· καταυγάζετε γὰρ ἀεὶ κόσμον θαύμασιν, Ἰάσων, ἡ πηγὴ τῶν ἰαμάτων, Σωσίπατρε, Χριστοῦ Μαρτύρων κλέος, Ἀπόστολοι θεοφόροι, προστάται τῶν ἐν ἀνάγκαις, καθικετεύσατε Θεῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΗΝ ΤΡΙΤΤΗΝ ΚΑΙ ΜΙΑΝ ΑΡΧΙΚΗΝ

Τὴν τριττὴν καὶ μίαν ἀρχικήν, φύσιν τῆς Θεότητος, ᾀσματικῶς ἀνυμνήσωμεν λέγοντες, τοῦ ἐλέους πέλαγος ἀνεξάντλητον, οὐσιῶδες ὡς ἔχουσα, τοὺς σὲ προσκυνοῦντας φρούρησον, καὶ σῶσον ὡς φιλάνθρωπος. Ὁ πηγῇ καὶ ῥίζᾳ πεφυκώς, ὁ Πατὴρ ὡς αἴτιος, τῆς ἐν Υἱῷ καὶ Ἁγίῳ σου Πνεύματι, συμφυοῦς Θεότητος, τὸ τρισήλιον τῇ καρδίᾳ μου πήγασον σέλας, καὶ μεθέξει λάμπρυνον τῆς θεουργοῦ ἐλλάμψεως. Τριφεγγὴς Μονὰς θεαρχική, πᾶσαν διασκέδασον, ἁμαρτιῶν καὶ παθῶν μου τὴν ζόφωσιν, φωτεινῶν ἀκτίνων σου, γλυκυτάταις ἐν μετουσίαις, καὶ ποίησον, σοῦ τῆς ἀπροσίτου, δόξης με ναόν, καὶ σκηνὴν ἄχραντον.

ΑΠΟΣΤΟΛΟΙ ΘΕΗΓΟΡΟΙ

Ἀπόστολοι θεηγόροι, καὶ κήρυκες εὐσεβείας, διδάσκαλοι καὶ προστάται εὐσεβούντων ἀεισέβαστοι, παρεστηκότες Θεῷ, καὶ φωτὸς θείου πληρούμενοι, καὶ στεφάνοις ἐγκοσμούμενοι, φωτίσατε ἡμᾶς δεόμεθα, γεραίρειν τὴν ὑμῶν πανέορτον πανήγυριν, ἐν εὐφήμοις ὑμνῳδίαις εὐσεβῶς· πάντες γὰρ ἐσμεν ποίμνιον ὑμῶν, λυτρωθέντες τῆς πλάνης ἐν χάριτι, ἀλλ' ὡς ὄντες σωτῆρες τῶν πιστῶν, σπεύσατε πρὸς τὸν Κτίστην, πρεσβεύειν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ, ΚΥΡΙΑΚΗ ΤΡΙΤΗ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ ΤΗΝ ΤΩΝ ΑΓΙΩΝ ΓΥΝΑΙΚΩΝ ΜΥΡΟΦΟΡΩΝ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν ἑορτάζομεν, ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὅς ἦν μαθητὴς κεκρυμμένος, πρὸς δέ, καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου. Χριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα. Ἐγὼ δὲ ταύταις ὕμνον, ὡς μύρον φέρω. Ταῖς τῶν ἁγίων Μυροφόρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΙΑΣΟΝΟΣ ΚΑΙ ΣΩΣΙΠΑΤΡΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἰάσονος καὶ Σωσιπάτρου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν Ἑβδομήκοντα Ἰάσονος καὶ Σωσιπάτρου. Ζωῆς Ἰάσων λαμβάνει φθαρτῆς πέρας, Ἀλλ' εὗρεν ἄλλην μὴ πέρας κεκτημένην. Θανέντι δόξαν σοῦ προσώπου δεικνύεις Σῷ Σωσιπάτρῳ, τοῦ Θεοῦ Λόγου, Πάτερ. Εἰκάδι ἀμφ' ἐνάτῃ Ἰάσων ἀπεβήσατο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων λῃστῶν, οἱ διὰ τοῦ Ἀποστόλου Ἰάσονος πιστεύσαντες τῷ Χριστῷ ἐν λέβητι πίσσης κοχλαζούσης βληθέντες τελειοῦνται. Λῃσταί, μαθόντες τὴν Ἐδὲμ λῃστοῦ λάχος, Πίσσῃ λαχεῖν ἔσπευσαν αὐτὴν ἐμφλόγῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Κερκύρας, θυγατρὸς Κερκυλλίνου τοῦ Βασιλέως, ἥτις βέλεσι κατατρωθεῖσα τελειοῦται. Βελῶν Βασιλὶς ταῖς βολαῖς ἐστιγμένη, Ἐκ στιγμάτων ἔλαμψεν, ὡς ἐκ μαργάρων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Βιταλίου, πυρὶ τελειωθέντων. Μὴ δειλιάσῃς, Βιτάλιε, πρὸς φλόγα, Ἡγήσομαι γάρ, καὶ προεισέλθω Ζήνων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγ...

ΜΑΡΤΥΡΕΣ ΧΡΙΣΤΟΥ ΠΑΝΕΥΦΗΜΟΙ

Μάρτυρες Χριστοῦ πανεύφημοι, κατακρατούσης ποτέ, τῆς Ἑλλήνων σκαιότητος, καὶ ὠθούσης ἅπαντας, πρὸς ἀθέμιτα βάραθρα, ὁδὸν εὐθεῖαν, οὐ κατελίπετε, καὶ ἀθεΐᾳ, οὐ προσετέθητε, ἀλλ' ἐνηθλήσατε, γνώμης ἀνδρειότητι, καὶ τὴν ζωήν, ξίφει θανατούμενοι, κατεκληρώσασθε. Θέογνιν Ῥοῦφον Ἀντίπατρον, θεόστιχον Ἀρτεμᾶν, Μάγνον τε καὶ Θεόδοτον, τὸν κλεινὸν θαυμάσιον, καὶ τὸν θεῖον Φιλήμονα, τοὺς ἐν ἀθλήσει, φαιδρῶς ἐκλάμψαντας, καὶ τοὺς ἐν σκότει, φωταγωγήσαντας, πίστει τιμήσωμεν, ὕμνοις μακαρίσωμεν, τὴν ἱεράν, τούτων ἑορτάζοντες, μνήμην γηθόμενοι. Ἄνθη Μαρτύρων τερπνότατα, παρεμβολὴ ἱερά, θεοσύλλεκτον ἄθροισμα, ἐκκλησία ἄριστος, συνοδία θεόλεκτος, χορὸς Ἁγίων, δῆμος μακάριος, ὑπὲρ Τριάδος, ἀγωνισάμενοι, ταύτην αἰτήσασθε, δοῦναι ἡμῖν ἄφεσιν, ἁμαρτιῶν, καὶ εἰρήνην ἅπασι, καὶ μέγα ἔλεος.

ΤΩ ΦΟΒΩ ΤΩΝ ΕΒΡΑΙΩΝ ΚΕΚΡΥΜΜΕΝΩΝ

Τῷ φόβῳ τῶν Ἑβραίων κεκρυμμένων τῶν Μαθητῶν, καὶ ἐν τῇ Σιὼν συνηγμένων, εἰσῆλθες πρὸς αὐτοὺς ἀγαθέ, καὶ ἔστης κεκλεισμένων τῶν θυρῶν, ἐν μέσῳ αὐτῶν χαροποιός, καὶ ὑπέδειξας αὐτοῖς τὰς χεῖρας, καὶ τῆς ἀχράντου σου πλευρᾶς τοὺς μώλωπας, λέγων τῷ ἀπιστοῦντι Μαθητῇ· φέρε τὴν χεῖρά σου καὶ ἐρεύνα, ὅτι αὐτὸς ἐγώ εἰμι ὁ διὰ σὲ παθητός.

ΣΟΦΙΣΘΕΝΤΕΣ ΤΗ ΓΝΩΣΕΙ ΤΗ ΘΕΪΚΗ

Σοφισθέντες τῇ γνώσει τῇ θεϊκῇ, ὁπλισθέντες τοῖς ὅπλοις τοῖς νοητοῖς, ἐχθροῦ κατεβάλετε, παρατάξεις ἐν Πνεύματι, καὶ βίῳ καὶ τρόπῳ, θανέντες μετέβητε, πρός ζωὴν ἀγήρω, καὶ φῶς τὸ ἀνέσπερον· ὅθεν καὶ ἰάσεις, ἀναβλύζοντες πᾶσι, ἰᾶσθε νοσήματα, καὶ διώκετε πνεύματα, Ἀθλοφόροι ἐννάριθμοι· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην ὑμῶν.

ΝΕΟΙ ΕΞ ΤΡΙΣΙ ΠΡΟΣ ΑΛΛΟΙΣ

Νέοι ἓξ τρισὶ πρὸς ἄλλοις, μίαν γνώμην ἐν πολλοῖς, κτησάμενοι σώμασι, κάμινον κατέσβεσαν πλάνης, δρόσῳ θείου Πνεύματος, εὐσεβῶς δροσιζόμενοι. Στάζουσιν ὑμῶν οἱ πόνοι, Μάρτυρες θείους κρουνούς, ἰάσεων πάντοτε, νόσων ποταμοὺς ἐκμειοῦντες, καὶ ῥύπον πάντα πλύνοντες, τῶν παθῶν ἀξιάγαστοι. Ἔχαιρον οἱ Ἀθλοφόροι, ἐν τῷ θλίβεσθαι αὐτούς, χαρὰν ἀνεκλάλητον, ἔψαλλον τεμνόμενοι ξίφει· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Βάρη τὰ τῶν νοσημάτων, πάθη τὰ τῶν καρδιῶν, ὀδύνας τοῦ σώματος, πᾶσάν τε συμβαίνουσαν θλῖψιν, ἡμῶν κουφίσαι ἔνδοξοι, Ἀθληταῖς δυσωπήθητε.

ΤΩΝ ΘΥΡΩΝ ΚΕΚΛΕΙΣΜΕΝΩΝ, ΤΩΝ ΜΑΘΗΤΩΝ

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν δόξα σοι. Μεθ' ἡμέρας ὀκτώ, τῆς Ἐγέρσεώς σου Κύριε, ὤφθης τοῖς Μαθηταῖς σου ἐν τόπῳ οὗ ἦσαν συνηγμένοι, καὶ φωνήσας αὐτοῖς, εἰρήνη ὑμῖν, τῷ ἀπιστοῦντι Μαθητῇ, τάς χεῖρας ὑπέδειξας, καὶ τὴν ἄχραντον πλευράν, ὁ δὲ πεισθεὶς ἐβόα σοι· ὁ Κύριός μου καὶ ὁ Θεός μου, δόξα σοι. Θωμᾶς ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μέτ' αὐτῶν, ὅτε εἰσῆλθες Χριστέ, κεκλεισμένων τῶν θυρῶν· ὅθεν καὶ ἠπίστει τοῖς ῥηθεῖσιν αὐτῷ, ἐξ ἀπιστίας εἰς πίστιν βεβαιῶν, οὐκ ἀπηξίωσας δὲ ἀγαθὲ ὑποδεῖξαι αὐτῷ τὴν ἄχραντον πλευράν σου, καὶ τῶν χειρῶν καὶ τῶν ποδῶν τοὺς μώλωπας· ὁ δὲ ψηλαφήσας καὶ ἰδών, ὡμολόγησέ σε εἶναι Θεόν οὐ γυμνὸν καὶ ἄνθρωπον οὐ ψιλόν, καὶ ἐβόα· ὁ Κύριός μου καὶ ὁ Θεός μου, ...

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΕΝΝΕΑ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΚΥΖΙΚΩ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐννέα Μαρτύρων τῶν ἐν Κυζίκῳ, Θεόγνιδος, Ῥούφου, Ἀντιπάτρου, Θεοστίχου, Ἀρτεμᾶ, Μάγνου, Θεοδότου, Θαυμασίου καὶ Φιλήμονος. Εἰκὼν ἀΰλων Ταγμάτων τῶν ἐννέα, Οἱ τὰς κάρας τμηθέντες ἄνδρες ἐννέα. Εἰκάδι ὀγδοάτῃ βιότου λυγροῦ ἐννὲ᾽ ἀπῆραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ. Ὑπνοῖ τι μικρόν, ἁρπαγὴν τὴν ἐσχάτην, Τὴν εἰς ἀπαντὴν τοῦ Θεοῦ, Μέμνων μένων. Διήγησις περὶ τοῦ γενομένου θαύματος ἐν Ἀφρικῇ, ἐν τῇ πόλει Καρθαγένῃ. Ἔκστηθι λάγνε, ὧδε μοιχείας βλέπων, Τὴν ἐκδίκησιν, καὶ μακρὰν ταύτης γίνου. Τῇ ἀφάτῳ φιλανθρωπίᾳ σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΛΗΝ ΤΗΝ ΑΥΓΗΝ, ΣΟΦΕ ΤΟΥ ΠΑΡΑΚΛΗΤΟΥ, ΤΗ ΚΑΘΑΡΑ ΣΟΥ ΣΥΜΕΩΝ

Ὅλην τὴν αὐγήν, σοφὲ τοῦ Παρακλήτου, τῇ καθαρᾷ σου Συμεών, δεξάμενος καρδίᾳ, σκότος τῶν δαιμόνων ἀφεγγές, ἐξηφάνισας πιστοὺς φωτίζων. Θάλασσαν δεινῆς, Σοφὲ κακοπιστίας, ἀποξηράνας ταῖς ῥοαῖς, τῶν θείων διδαχῶν σου, ἅπασαν κατήρδευσας ψυχήν, στάχυν πίστεως καρποφοροῦσαν. Ὤφθης ἱερεύς, σεπτὸς ἐν τῷ ἰδίῳ, αἵματι Μάρτυς εἰσελθών, ναὸν εἰς θεῖον, ἔνθα πάντοτε ὁρᾷς τὸν διὰ σέ, ὥσπερ ἄμωμον ἀμνὸν τυθέντα.

ΧΡΙΣΤΟΥ ΣΕ ΣΥΓΓΕΝΗ, ΣΥΜΕΩΝ ΙΕΡΑΡΧΑ, ΚΑΙ ΜΑΡΤΥΡΑ ΣΤΕΡΡΟΝ, ΙΕΡΩΣ ΕΥΦΗΜΟΥΜΕΝ

Χριστοῦ σε συγγενῆ, Συμεὼν Ἱεράρχα, καὶ Μάρτυρα στερρόν, ἱερῶς εὐφημοῦμεν, τὴν πλάνην ὀλέσαντα, καὶ τὴν πίστιν τηρήσαντα· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.

ΤΟΥΣ ΑΘΛΟΦΟΡΟΥΣ ΤΟΥ ΧΡΙΣΤΟΥ

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου, καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΦΩΤΙ ΜΕ ΚΑΤΑΥΓΑΣΟΝ ΤΩ ΘΕΙΩ, ΦΩΤΟΣ ΟΙΚΗΤΗΡΙΟΝ

Φωτὶ με καταύγασον τῷ θείῳ, φωτὸς οἰκητήριον, Παρθένε, τῶν παθῶν μου τὸ σκότος τὸ πυκνόν, καὶ νύκτα ὄντως τὴν βαθυτάτην, σαῖς μεσιτείαις, Θεοκυῆτορ ἀπελαύνουσα.

ΙΕΡΕΥΣ ΙΕΡΩΤΑΤΟΣ, ΑΘΛΗΤΗΣ ΕΝΝΟΜΩΤΑΤΟΣ

Ἱερεὺς ἱερώτατος, ἀθλητὴς ἐννομώτατος, συγγενὴς τοῦ κτίσαντος, ἀληθέστατος, θαυματουργὸς ὑπερθαύμαστος, φωστὴρ διαυγέστατος, πλανωμένων ὁδηγός, Συμεὼν ἀναδέδειξαι, στῦλος ἄσειστος, τῆς σεπτῆς Ἐκκλησίας καὶ τῆς ἄνω, βασιλείας κληρονόμος, καὶ τῶν Ἀγγέλων ἰσότιμος. Μετὰ πόνους τοῦ σώματος, πολυτρόπους θαυμάσιε, μετὰ πᾶσαν βάσανον, πολυώδυνον, μετὰ μυρία παλαίσματα, Σταυρῷ προσωμίλησας, ἐκμιμούμενος Χριστόν, σταυρωθέντα θελήματι· ὅθεν σήμερον, Συμεών σου τὴν μνήμην τὴν φωσφόρον, ἐκτελοῦντες τὰς αἰσθήσεις, τὰς ψυχικὰς φωτιζόμεθα. Εἰς ναὸν ἐπουράνιον, ἱερῶς προσεχώρησας, ἱερῷ σταζόμενος, μάκαρ αἵματι, καὶ τῇ Τριάδι παρίστασαι, πλουσίως λαμπόμενος, ταῖς ἐκεῖθεν ἀστραπταῖς, πηγαζούσαις πανόλβιε· ὅθεν χαίροντες, τὴν ἁγίαν σου μνήμην ἐκτελοῦμεν, Συμεὼν ταῖς σαῖς πρεσβείαις, λύσιν πταισμάτων λαμβάνοντες.

ΤΗΣ ΑΝΩ ΣΙΩΝ, ΠΟΛΙΤΗΣ ΓΕΝΟΜΕΝΟΣ, ΤΗΣ ΚΑΤΩ ΣΙΩΝ

Τῆς ἄνω Σιών, πολίτης γενόμενος, τῆς κάτω Σιών, τὸν θρόνον ἐγκεχείρισαι, καὶ καλῶς τὸ ποίμνιον, ὁδηγήσας πρὸς μάνδραν οὐράνιον, ἐσταυρώθης Χριστῷ Συμεών, τὸ θεῖον πάθος αὐτοῦ μιμησάμενος.

ΤΟΝ ΕΚ ΓΕΝΟΥΣ ΑΒΡΑΑΜ, ΚΑΙ ΕΚ ΣΕΙΡΑΣ ΤΗΣ ΤΟΥ ΔΑΥΪΔ

Τὸν ἐκ γένους Ἀβραάμ, καὶ ἐκ σειρᾶς τῆς τοῦ Δαυΐδ, τὸν υἱὸν τοῦ Ἰωσήφ, καὶ συγγενῆ τοῦ Ἰησοῦ, εὐφημήσωμεν σήμερον Συμεὼν τὸν τρισόλβιον, ὡς μεγάλως μέν τῇ ἀγχιστείᾳ Χριστοῦ κλεϊζόμενον, λαμπρῶς δὲ τῷ θρόνῳ τῆς μητρὸς τῶν Ἐκκλησιῶν ἀγλαϊζόμενον, εὐκλεῶς δὲ τῷ αἵματι τοῦ μαρτυρίου καλλυνόμενον· καὶ γὰρ οὗτος, ὡς ὁ Δεσπότης, τῷ σταυρῷ προσεπάγη, τὸ θεῖον πάθος αὐτοῦ μιμησάμενος.

ΣΤΑΥΡΩΘΕΙΣ ΤΟΝ ΠΑΡΑΔΕΙΣΟΝ

Σταυρωθεὶς τὸν Παράδεισον, τοῖς ἀνθρώποις ἠνέῳξας, καὶ νεκροὺς συνήγειρας, ἡ ζωὴ ἡμῶν, καὶ ἐξανέστης τὸν θάνατον, ἑλὼν τῇ δυνάμει σου, καὶ συνῆψας οὐρανοῖς, ἀληθῶς τὰ ἐπίγεια καὶ ἐπλήρωσας, θυμηδίας ἀπλέτου, Θεοῦ Λόγε, τὸν χορὸν τῶν Ἀποστόλων, τούτοις εἰρήνην φθεγξάμενος. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἡ φθορὰ ἐξωστράκισται· ἀφθαρσία ἐξήνθησεν· ὁ δεσμὸς ὁ χρόνιος διαλέλυται, οἱ οὐρανοὶ εὐφραινέσθωσαν, γῆ καὶ τὰ ἐπίγεια· ἐξανέστη γὰρ Χριστός, ἐσκυλεύθη ὁ θάνατος, ἡ εὐφρόσυνος, ἐπεφάνη ἡμέρα, κεκλεισμένων, τῶν θυρῶν ἔνδον εἰσῆλθεν ὁ Ζωοδότης καὶ Κύριος. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Τῇ ἡμέρᾳ ὁ Κύριος, ἣν ἐποίησε σήμερον, ἀγαλλιασώμεθα εὐφραινόμενοι, ὁ Ζωοδότης ἐγήγερται, ὁ ᾍδης ἐσκύλευται, Ἀποστόλων ὁ χορὸς τὴν χαρὰν ἀκουτίζεται, ἐψηλάφησε, τὴν πλευρὰν τοῦ Δεσπότου, ἀπιστήσας, ὁ Θωμᾶς, καὶ ψηλαφήσας διπλῆν οὐσίαν ἐκήρυξε.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΣΥΜΕΩΝ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, συγγενοῦς τοῦ Κυρίου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Συμεών, Ἐπισκόπου Ἱεροσολύμων, συγγενοῦς τοῦ Κυρίου. Ἀδελφὰ πάσχεις, Συμεών, τῷ Κυρίῳ, Ξύλῳ κρεμασθείς, ὡς ἀδελφὸς Κυρίου. Ἐν ξύλῳ ἑβδόμη Συμεὼν πάγη εἰκάδι μακρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου, Ἡγουμένου τῆς Μονῆς τῶν Καθαρῶν. Παθῶν καθαρθείς, ὦ Ἰωάννη Μάκαρ, Μονῆς προέστης τῶν Καθαρῶν εἰκότως. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ποπλίωνος, μαχαίρᾳ τελειωθέντος. Σφαγεὶς Ποπλίων, αἷμα σὸν Χριστῷ χέεις, 'Ὃς ἠγοράσθης αἵματι Χριστοῦ πάλαι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Εὐλογίου τοῦ ξενοδόχου, ἐν εἰρήνῃ τελειωθέντος. Τὸν Εὐλόγιον, τὸν ξενιστὴν τῶν ξένων, Θεοῦ ξενιστὴς Ἀβραὰμ ξενιζέτω. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λολλίωνος τοῦ Νέου, ὃς κατὰ γῆς συρόμενος τελειοῦται. Κονίεται τὸ σῶμα, Μάρτυς Λολλίων, Κόνιν φύρεσθαι τὴν ἀπ' αὐτοῦ δοὺς κόνιν. Ταῖς τῶν ...

ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΠΡΟΣΗΛΩΘΕΙΣ

Ἐν τῷ Σταυρῷ προσηλωθείς, ἡ ζωὴ τῶν ἁπάντων, καὶ ἐν νεκροῖς λογισθείς, ὁ ἀθάνατος Κύριος, ἀνέστης τριήμερος Σωτήρ, ἐγείρας τὸν Ἀδὰμ ἐκ τῆς φθορᾶς· διὰ τοῦτο αἱ δυνάμεις τῶν οὐρανῶν, ἐβόων σοι ζωοδότα· Δόξα τῷ θείῳ πάθει σου Χριστέ, δόξα τῇ Ἀναστάσει σου. δόξα τῇ συγκαταβάσει σου, μόνε φιλάνθρωπε.

ΚΟΛΠΟΥΣ ΜΗ ΛΙΠΩΝ

Κόλπους μὴ λιπὼν τοὺς πατρικούς, ὤφθης ἐπὶ γῆς σαρκοφόρος δι' εὐσπλαγχνίαν Χριστέ, πάθος τε καὶ θάνατον καταδεξάμενος ἐξανέστης τριήμερος, θυρῶν κεκλεισμένων ἔνδον εἰσελήλυθας, ὡς παντοδύναμος· ὅθεν, τὴν πλευράν σου τὴν θείαν, χαίρων ὁ Θωμᾶς ψηλαφήσας, Κύριον καὶ κτίστην σε ἐδόξασεν. Ἥλοις προσηλώθης τῷ Σταυρῷ, λόγχῃ τὴν πλευρὰν ἐκεντήθης, χολῆς ἐγεύσω Χριστέ, θάνατον ὑπέμεινας, τάφῳ τεθεὶς ὡς νεκρός, ὡς Θεὸς δὲ συνέτριψας, δεσμοὺς τούς τοῦ ᾍδου καὶ συνεξανέστησας τοὺς ἀπ' αἰῶνος νεκρούς· ὅθεν, τὰς σφραγῖδας μὴ λύσας, σοῦ τοῖς Μαθηταῖς ἐνεφάνης, τὴν σὴν ἐξανάστασιν πιστούμενος. Πάσχα ἡ παροῦσα Ἑορτή, Πάσχα μυστικόν, Πάσχα θεῖον Πάσχα σωτήριον, Πάσχα πρὸς ἀθάνατον ζωὴν μετάγον ἡμᾶς, Πάσχα πᾶσαν κατήφειαν ἐξαῖρον ἐκ μέσου, Πάσχα τὴν εὐφρόσυνον χάριν διδὸν Μαθηταῖς· ὅθεν, ὁ Θωμᾶς ἀνεβόα· Κύριος Θεός μου ὑπάρχεις ὁ σκυλεύσας ᾍδου τὰ βασίλεια.

ΚΑΤΑ ΠΑΝΤΩΝ ΜΑΚΑΡΙΕ, ΤΩΝ ΠΑΘΩΝ ΕΒΑΣΙΛΕΥΣΑΣ

Κατὰ πάντων Μακάριε, τῶν παθῶν ἐβασίλευσας, νόμῳ θείῳ μέγιστε, κρατυνόμενος· καὶ λογισμὸν αὐτοκράτορα, σαφῶς ποιησάμενος, καὶ γενόμενος Θεοῦ, παραστάτης ἐπάξιος, χρῖσμα ἅγιον, ὑπεδέξω, καὶ ποίμνης προηγήσω, λογικῆς Ἀρχιερέων, καὶ Ἀθλητῶν ἐγκαλλώπισμα. Ὡς κριὸν ἐκ ποιμνίου σε, Βασιλεῦ παμμακάριστε, βασιλεὺς παράνομος διεχώρισε, καὶ Βασιλέα κηρύττοντα, Χριστὸν τὸν Θεὸν ἡμῶν, τὸν τυθέντα ὡς ἀμνόν, καὶ βροτούς διασώσαντα, θεασάμενος, κατασφάττει ἀδίκως προξενῶν σοι, οὐρανῶν τὴν βασιλείαν, καὶ αἰωνίζουσαν εὔκλειαν. Ἐφ' ὑδάτων τὰς τρίβους σου, παραδόξως πεποίησαι, Βασιλεῦ ἀοίδιμε· μετὰ τέλος γάρ, ἀπορριφείς, ὡς προέφησας, συντόνως ὑπέπλευσας, καὶ τῇ πόλει σου σαυτόν, Ἀμασείᾳ ἀπέδωκας, φόρτον τίμιον, ἀκαταίσχυντον πρέσβυν ἰαμάτων, ποταμὸν καὶ νοσημάτων, παντοδαπῶν καθαρτήριον.

ΙΔΩΝ ΜΟΥ ΤΗΝ ΠΛΕΥΡΑΝ

Ἰδών μου τὴν πλευράν, μὴ ἀπίστει μοι πλέον, ὁ Λόγος τῷ Θωμᾷ, ἀπιστοῦντι ἐβόα· δακτύλῳ με ψηλάφησον, καὶ χειρὶ ἐξερεύνησον, καὶ γνωρίσας μου, τὰς ὠτειλάς τῶν τραυμάτων, κόσμῳ κήρυττε, τὴν ζωηφόρον μου ταύτην, ἐκ τάφου Ἀνάστασιν.

ΑΙΜΑΤΩΝ ΒΑΦΑΙΣ, ΕΠΙΧΡΩΣΑΣ

Αἱμάτων βαφαῖς, ἐπιχρώσας σεαυτῷ πορφύραν Μάρτυς, καὶ ταύτην χαίρων ἀμπεχόμενος, καὶ τῇ χειρὶ τὸ σωτήριον, ὅπλον τοῦ Σταυροῦ περιφέρων, Βασιλεῦ παναοίδιμε, τῷ ἀθανάτῳ Βασιλεῖ, συμβασιλεύεις ἀεί. Τῇ ποίμνῃ τῇ σῇ, ἀπεδόθη τὸ καλῶς ἀθλῆσαν σῶμά σου, ἐκ θαλαττίων κόλπων πέλαγος, ἅμα πηγάζον ἰάσεων, καὶ τῶν παθημάτων ξηραῖνον, διεκχύσεις τῇ χάριτι, Ἱερομάρτυς Βασιλεῦ, τοῦ θείου Πνεύματος. Νυμφίῳ Χριστῷ, νύμφην ὅλην ἀρεταῖς ἠγλαϊσμένην, καὶ παρθενίᾳ διαλάμπουσαν, Γλαφύραν Πάτερ προσήγαγες, ταύτην διδαχαῖς ὡραΐσας, καὶ νυμφῶνος ἠξίωσας, ᾗ καὶ συγχαίρεις Βασιλεῦ, ἐν οὐρανίοις σκηναῖς.

ΔΙΚΑΙΟΣΥΝΗΣ ΕΣΘΗΤΑ

Δικαιοσύνης ἐσθῆτα, περιβαλλόμενοι λευκὴν ὑπὲρ χιόνα, τῇ παρούσῃ τοῦ Πάσχα, ἡμέρᾳ εὐφρανθῶμεν, ἐν ᾗ ὁ Χριστός, δικαιοσύνης ὡς ἥλιος, ἐκ τῶν νεκρῶν ἀνατείλας πάντας ἡμᾶς, ἀφθαρσίᾳ κατεφαίδρυνεν. Ἡ βασιλὶς καὶ κυρία, τῶν ἑορτῶν Ἑορτή, ἡ νῦν ἐστὶν ἡμέρα ἣν ἐποίησεν ὄντως, ὁ Κύριος, ἐν ταύτῃ, ὡς ψάλλει Δαυΐδ, μυστικῶς εὐφρανθῶμεν λαοί· τῶν γὰρ θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, τὴν εἰρήνην ἐδωρήσατο. Ἡ τοῦ Θωμᾶ ἀπιστία τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμῶνος, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν, καὶ ποδῶν τολμηρότερον, ἐμψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΑΣΙΛΕΩΣ, ΕΠΙΣΚΟΠΟΥ ΑΜΑΣΕΙΑΣ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βασιλέως, Ἐπισκόπου Ἀμασείας. Τμηθείς, Βασιλεῦ, βασιλεὺς πόλου γίνῃ, Ἐξ αἱμάτων σῶν βάμμα κόκκινον φέρων. Εἰκάδα ἀμφ' ἕκτην Βασιλεὺς ξίφει αὐχένα κάρθη. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Γλαφύρα ἐν εἰρήνῃ τελειοῦται. Θεὸν Γλαφύρα ψυχικῶν δι' ὀμμάτων, Οὐ γλαφυρῶς νῦν, ἀλλὰ τηλαυγῶς βλέπει Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ὁσία Ἰούστα ἐν εἰρήνῃ τελειοῦται. Τρόπον σελήνης πλησιφαοῦς, Ἰούσταν, Λάμψασαν ἔργοις, μνήματος κρύπτει νέφος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Νέστωρ, τοὺς γονεῖς καταλιπὼν καὶ μονάσας, ἐν εἰρήνῃ τελειοῦται. Τοὺς οὐρανοὺς ἱδρῶσι Νέστωρ ἐπρίω, Δι' οὓς φύσιν τύραννον ἠρνήσω θέσει. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

ΥΜΑΣ ΠΑΝΕΥΦΗΜΟΙ ΜΑΡΤΥΡΕΣ ΟΥ ΘΛΙΨΕΙΣ, ΟΥ ΣΤΕΝΟΧΩΡΙΑ

Ὑμᾶς πανεύφημοι Μάρτυρες οὐ θλίψεις, οὐ στενοχωρία, οὐ λιμός, οὐ διωγμὸς οὐδὲ μάστιγες οὐ θυμὸς θηρῶν οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τῶν πόνων ὑμῶν μισθόν ἐκομίσασθε, οὐρανῶν βασιλείας κληρονόμοι γεγόνατε. Ἔχοντες παρρησίαν πρὸς τὸν φιλάνθρωπον Θεὸν τῷ κόσμῳ τὴν εἰρήνην αἰτήσασθε, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΤΩΝ ΘΥΡΩΝ ΚΕΚΛΕΙΣΜΕΝΩΝ

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, ἐπέστη ὁ Σωτήρ, οὗ ἦσαν συνηγμένοι, καὶ στὰς ἐν μέσῳ αὐτῶν λέγει τῷ Θωμᾶ· Δεῦρο ψηλάφησον καὶ ἴδε τούς τύπους τῶν ἥλων, ἔκτεινόν σου τὴν χεῖρα, καὶ ἅψαι τῆς πλευρᾶς μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πίστει κήρυξον, τὴν ἐκ νεκρῶν μου Ἀνάστασιν.

Ω ΘΑΥΜΑΤΟΣ ΚΑΙΝΟΥ Ω ΠΑΡΑΔΟΞΟΥ ΤΡΟΠΟΥ

Ὢ θαύματος καινοῦ! ὢ παραδόξου τρόπου! πῶς χόρτος οὐκ ἐφλέχθη, ἡ χεὶρ τοῦ Ἀποστόλου, πυρὶ τῷ τῆς Θεότητος! Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Σπεύσωμεν καὶ ἡμεῖς, τὰς χεῖρας ἁγιάσαι, τῇ τῶν παθῶν ἀργίᾳ, καὶ οὕτω τοῦ Δεσπότου, τῆς πλευρᾶς ἐφαψόμεθα. Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἐγκαίνισον ψυχὴ πάσας σου τὰς αἰσθήσεις, πρὸς θείαν θεωρίαν· Χριστὸς γὰρ οὕτω θέλει, τελεῖσθαι τὰ ἐγκαίνια.

ΤΟΥ ΚΟΡΥΦΑΙΟΥ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ

Τοῦ Κορυφαίου τῶν Ἀποστόλων μαθητὴς χρηματίσας, καὶ σὺν αὐτῷ τὸν Χριστὸν Υἱὸν Θεοῦ κηρύξας, ἐπὶ τὴν πέτραν τῆς ἀληθείας ἐστερέωσας τοὺς πλάνῃ σαλευομένους, ἐν ᾗ κἀμὲ στερεώσας, ψυχῆς μου κατεύθυνον τὰ διαβήματα, ὅπως τοῦ ἐχθροῦ τῶν παγίδων λυτρούμενος ἀνεμποδίστως δοξάζω σε· σὺ γὰρ πάντας ἐφώτισας, Μᾶρκε σοφέ, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

ΤΩΝ ΘΕΗΓΟΡΩΝ ΛΟΓΙΩΝ

Τῶν θεηγόρων λογίων, τὸν συγγραφέα πιστοί, καὶ τῆς Αἰγύπτου μέγαν, πολιοῦχον ἀξίως, ὑμνήσωμεν βοῶντες· Μᾶρκε σοφέ, διδαχαῖς καὶ πρεσβείαις σου, πρὸς τόν ἀκύμονα βίον πάντας ἡμᾶς, ὡς Ἀπόστολος ὁδήγησον. Συνοδοιπόρος ἐγένου, τοῦ Σκεύους τῆς ἐκλογῆς, καὶ σὺν αὐτῷ διῆλθες, ὅλην Μακεδονίαν, ἐν Ῥώμῃ δὲ φοιτήσας, τοῦ Πέτρου ἡδύς, ἑρμηνεὺς ἀναδέδειξαι, καὶ ἀνεπαύσω ἀθλήσας θεοπρεπῶς, ἐν Αἰγύπτῳ Μᾶρκε πάνσοφε. Τὰς κεκαυμένας καὶ χέρσους, ψυχὰς ἐλίπανας, ταῖς φαειναῖς νιφάσι, ταῖς τοῦ Εὐαγγελίου· διό σου θεῖε Μᾶρκε, φαιδρῶς σὺν ἡμῖν, Ἀλεξάνδρεια σήμερον, πανηγυρίζει τὴν μνήμην καὶ εὐφημεῖ, προσκυνοῦσά σου τὰ λείψανα. Μᾶρκε παμμακάριστε τρυφῆς, τὸν χειμάρρουν ἔπιες, ὡς ἐξ Ἐδὲμ δὲ ἐξώρμησας, περιφανέστατος, ποταμὸς εἰρήνης, περικλύζων νάμασι, τοῦ Εὐαγγελικοῦ σου κηρύγματος, τῆς γῆς τὸ πρόσωπον, Ἐκκλησίας τὰ συστήματα, καταρδεύων, θεοπνεύστοις δόγμασι. Μᾶρκε παναοίδιμε Μωσῆς, Αἰγυπτίους πρώην μέν, ἐν τῇ θαλάσσῃ ἐβύθισεν, ἀλλὰ σὺ πάνσοφε, ἐκ θαλάσσης τούτους, τῆς πλάνης ἀνείλκυσας, δυνάμε...

ΕΞ ΥΨΟΥΣ ΛΑΒΩΝ, ΤΗΝ ΧΑΡΙΝ

Ἐξ ὕψους λαβών, τὴν χάριν τὴν τοῦ Πνεύματος, ῥητόρων πλοκάς, διέλυσας Ἀπόστολε, καὶ τὰ ἔθνη ἅπαντα, σαγηνεύσας, Μᾶρκε ἀοίδιμε, τῷ Δεσπότῃ προσήγαγες, τὸ θεῖον κηρύξας Εὐαγγέλιον.

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΡΚΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Μάρκου. Σύροντες εἰς γὴν Μᾶρκον οἱ μιαιφόνοι, Πρὸς οὐρανοὺς πέμποντες αὐτὸν ἠγνόουν. Εἰκάδι πέμπτῃ Μᾶρκον ἑνὶ χθονὶ ἄφρονες εἷλκον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνάμνησις τῶν Ἐγκαινίων τοῦ σεπτοῦ Ἀποστολείου τοῦ Ἁγίου καὶ πανευφήμου Κορυφαίου τῶν Ἀποστόλων Πέτρου, τοῦ συγκειμένου ἐν τῇ ἁγιωτάτῃ Μεγάλῃ Ἐκκλησίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μακεδονίου, Πατριάρχου Κωνσταντινουπόλεως. Ἐκστάς, Μακεδόνιε, τοῦ φθαρτοῦ θρόνου, Ὑμνεῖς τὸ Θεῖον σὺν Σεραφὶμ καὶ θρόνοις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Νίκης. Νίκης βραβεῖα τῇ τετμημένῃ Νίκῃ, Νίκης βραβεὺς δίδωσιν, ὡς νικηφόρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ὀκτὼ Ὁσιομαρτύρων καὶ Ἀναχωρητῶν. Ὀκτὼ συνεκκόπτουσιν ἀνδρῶν αὐχένας, Ὑπὸ ζυγὸν τὸν σὸν δαμασθέντων, Λόγε. Ταῖς τῶν ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΙΣ ΠΟΝΟΙΣ ΤΟΙΣ ΑΣΚΗΣΕΩΣ

Τοῖς πόνοις τοῖς ἀσκήσεως, ἐγκαρτερήσασα, ἐδέξω χάριν, ψυχῶν νοσήματα καὶ τῶν σωμάτων, Μῆτερ σεμνὴ ἀποσοβεῖν, πνεύματα διώκειν θείῳ Πνεύματι, πάντων τῶν ἐν θλίψεσι προΐστασθαι. Διὸ ταῖς, σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος. Ἡ κόνις τῶν λειψάνων σου, τυφλοῖς ἀνάβλεψιν ἀναπηγάζει, καὶ πᾶσιν ἴασιν τοῖς ἀσθενοῦσι, καὶ προσπελάζουσι πιστῶς, καὶ ἐξαιτουμένοις σε βοήθειαν, Μῆτερ Ἐλισάβετ ἀξιάγαστε. Διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι ῥῶσιν, καὶ μέγα ἔλεος. Συμπάθειαν ἐξήσκησας, Πίστιν Ὀρθόδοξον καὶ τὴν ἀγάπην, τὴν πρὸς τὸν Κύριον καὶ τὸν πλησίον, θεομακάριστε σεμνή· ὅθεν θεία χάρις σοι τοῦ Πνεύματος, Μῆτερ Ἐλισάβετ ἀνεπαύσατο. Διὸ ταῖς σαῖς πρεσβείαις, δίδου ἡμῖν εἰρήνην, ῥῶσιν καὶ ἔλεος.

ΑΝΑΣΤΑΣ ΕΚ ΤΟΥ ΜΝΗΜΑΤΟΣ, ΚΕΚΛΕΙΣΜΕΝΩΝ ΕΦΙΣΤΑΣΑΙ

Ἀναστὰς ἐκ τοῦ μνήματος, κεκλεισμένων ἐφίστασαι τῶν θυρῶν τοῖς φίλοις σου, παντοδύναμε, καὶ τῷ Θωμᾷ ἀπιστήσαντι τῶν ἥλων ὑπέδειξας διατρήσεις καὶ πλευράς, τὴν ἐκ λόγχης ἐκκέντησιν, βεβαιῶν αὐτὸν καὶ πιστούμενος Λόγε, ὡς αὐτὸς εἶ ὁ δι' οἶκτον ὑπομείνας, σωτηριώδη παθήματα. Τὴν πολλὴν συγκατάβασιν, καὶ δι' οἶκτον ἀμέτρητον καθορῶν μου κένωσιν, μὴ ἀμφίβαλε, ἀλλὰ πιστώθητι Δίδυμε, ὁ Κύριος ἔφησεν, ὡς αὐτὸς ἐγώ εἰμι, ὁ παθὼν καὶ τριήμερος, ἐκ τοῦ μνήματος ἀναστάς, καὶ τοῦ ᾍδου τὰ ταμεῖα, ἐκκενώσας καὶ ζωώσας, τοὺς ἀπ αἰῶνος τεθνήξαντας. Ἐκπλαγεὶς ὡς ἑώρακεν, ὁ Θωμᾶς ἀνεβόησεν· ὁπηνίκα εἶδέ σε, Παντοδύναμε. Σὺ εἶ Θεός μου καὶ Κύριος, πιστεύω φιλάνθρωπε, ὡς αὐτὸς εἶ ὁ παθών, καὶ τὰ πάθη ἰώμενος, τῶν ψυχῶν ἡμῶν, προσκυνῶ σου τὸ κράτος, καὶ τῷ κόσμῳ, διαγγέλλω τὴν φρικτήν σου, καὶ παντοδύναμον Ἔγερσιν.

ΟΦΙΝ ΔΕΙΝΟΝ

Ὄφιν δεινόν, δράκοντα σὺ ἐθανάτωσας, προσευχῇ σου, πρότερον συντρίψασα, τοῦ πονηροῦ, πάσας μηχανάς, θείᾳ δυναστείᾳ, καὶ τοῦτον εἰς βρῶσιν δέδωκας, θηρίων Ἐλισάβετ, καὶ παντοίων ὀρνέων, τὸν τῶν ὅλων Δεσπότην δοξάζουσα. Θείων ἀνδρῶν, τρόπους ζηλοῦσα διήνυσας θείῳ σθένει, τεσσαρακονθήμερον, Μῆτερ σεμνή, βρώσεως τινός, μὴ μεταλαβοῦσα, ἀλλ' ἄσιτος διαρκέσασα, σαρκὸς ἐπαναστάσεις, θανατοῦσα πανσόφως, καὶ ζωοῦσα τὸ πνεῦμα θεόπνευστε.

ΓΥΝΑΙΚΕΣ ΠΡΟΣ ΤΟ ΜΝΗΜΑ

Γυναῖκες πρὸς τὸ μνῆμα παρεγένοντο ὄρθριαι, καὶ ἀγγελικὴν ὀπτασίαν θεασάμεναι ἔτρεμον, ὁ τάφος ἐξήστραπτε ζωήν, τὸ θαῦμα κατέπληττεν αὐτάς· διὰ τοῦτο ἀπελθοῦσαι, τοῖς Μαθηταῖς ἐκήρυττον τὴν Ἔγερσιν. Τὸν ᾍδην ἐσκύλευσε Χριστός, ὡς μόνος κραταιὸς καὶ δυνατός, καὶ φθαρέντας συνήγειρε πάντας, τὸν τῆς κατακρίσεως λύσας φόβον, δυνάμει Σταυροῦ.

ΜΝΗΜΗ ΤΗΣ ΜΗΤΡΟΣ ΗΜΩΝ ΕΛΙΣΑΒΕΤ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἐλισάβετ, τῆς θαυματουργοῦ. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ὁσίας Ἐλισάβετ, τῆς θαυματουργοῦ. Ἐλισάβετ, λιποῦσα γῆν, Θεοῦ Λόγε, Καλὴ καλὸν βλέπει σε νύμφη νυμφίον. Εἰκάδι καί γε τετάρτῃ ἀπῆρε πόλονδε Ἐλισαβέτεια. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σάββα τοῦ Στρατηλάτου. Ἔπνιξε δεινὰ πνεύματα πλάνης Σάββας, Ποταμόπνικτος Μάρτυς ὀφθεὶς Κυρίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτυρων τῶν διὰ τοῦ Ἁγίου Σάββα πιστευσάντων ἑβδομήκοντα στρατιωτῶν, ξίφει τελειωθέντων. Κάρας ἀριθμῶν τῷ ξίφει τετμημένας, Εὕροις πεσόντας ἄνδρας ἑπτάκις δέκα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Πασικράτους καὶ Βαλεντίωνος. Ὁ Πασικράτης ἤρατο τμηθεὶς κράτος, Βαλεντίωνος ἐκβαλὼν φόβον ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Εὐσεβίου, Νέωνος, Λεοντίου, Λογγίνου καὶ ἑτέρων τεσσάρων. Ἀριθμὸν ἰσάμιλλον ὀκτὼ Μαρτύρων, Τὸν ἰσάκις τέμνουσιν ἴσον ἰσάκις. Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησο...

ΤΩΝ ΘΥΡΩΝ ΚΕΚΛΕΙΣΜΕΝΩΝ, ΤΩΝ ΜΑΘΗΤΩΝ ΣΥΝΗΘΡΟΙΣΜΕΝΩΝ

Τῶν θυρῶν κεκλεισμένων, τῶν Μαθητῶν συνηθροισμένων, εἰσῆλθες ἄφνω παντοδύναμε, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, καὶ στὰς ἐν μέσῳ αὐτῶν, εἰρήνην δοὺς ἐπλήρωσας ἁγίου Πνεύματος, προσμένειν τε προσέταξας, καὶ μηδαμοῦ χωρίζεσθαι ἀπὸ Ἱερουσαλήμ, ἕως οὗ ἐνδύσωνται τὴν ἐξ ὕψους δύναμιν· διὸ βοῶμέν σοι· ὁ φωτισμὸς καὶ ἡ ἀνάστασις, καὶ ἡ εἰρήνη ἡμῶν, δόξα σοι.

ΕΣΦΡΑΓΙΣΜΕΝΟΥ ΤΟΥ ΜΝΗΜΑΤΟΣ, Η ΖΩΗ ΕΚ ΤΑΦΟΥ

Ἐσφραγισμένου τοῦ μνήματος, ἡ ζωὴ ἐκ τάφου ἀνέτειλας, Χριστὲ ὁ Θεός, καὶ τῶν θυρῶν κεκλεισμένων, τοῖς Μαθηταῖς ἐπέστης ἡ πάντων ἀνάστασις, πνεῦμα εὐθές δι' αὐτῶν ἐγκαινίζων ἡμῖν, κατὰ τὸ μέγα σου ἔλεος.

ΕΝ ΑΝΟΜΙΑΙΣ ΣΥΛΛΗΦΘΕΙΣ

Ἐν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι, εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου, κράζω, ὁ Θεός· ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ, καὶ σῶσόν με.

ΜΕΤΑ ΤΗΝ ΕΚ ΤΑΦΟΥ ΣΟΥ ΦΡΙΚΤΗΝ, ΖΩΟΔΟΤΑ ΕΓΕΡΣΙΝ

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρὼν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἀποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος. Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται. Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

Ο ΛΑΜΠΡΟΣ ΑΡΙΣΤΕΥΣ ΓΕΩΡΓΙΟΣ

Ὁ λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις εὐφραίνει, καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοῖς δι' αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος παραγέγονε. Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος. Ἀριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῷ Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε, πίστει πόθον ἐνστησάμενος, ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπῃ ἐκτήσω τὰ οὐράνια πανεύφημε. Παρρησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος. Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε. Δεῦτε φιλομάρτυρες, ᾀσματικὴν ὑμνῳδίαν, τῷ ἀναστάντι ἐκ τάφου Χριστῷ προσάξωμεν. Σήμερον...

ΔΕΥΤΕ, ΤΗΝ ΠΑΝΕΟΡΤΟΝ ΦΑΙΔΡΑΝ

Δεῦτε, τὴν πανέορτον φαιδράν, ἔνδοξον Ἀνάστασιν πάντες, πανηγυρίσαντες, πάλιν ἑορτάσωμεν, φαιδρὰν πανήγυριν, Γεωργίου τοῦ Μάρτυρος, καὶ στέψωμεν τοῦτον, ἐαρινοὶς ἄνθεσιν, ὄντα ἀήττητον, ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν τῶν θλίψεων ἅμα, καὶ πλημμελημάτων ἀπολύτρωσιν. Ὅλον, προσενήνοχας σαυτόν, τῷ σοὶ δεδωκότι παμμάκαρ, ζωὴν ὁλόκληρον, ὥσπερ ὁλοκάρπωσιν, ζῶσαν καὶ ἔμψυχον, καὶ θυσίαν εὐπρόσδεκτον, καὶ καθαρωτάτην· ὅθεν ἐχρημάτισας, πρέσβυς θερμότατος, ζάλης ἐξαιρούμενος πάντας, πίστει τοὺς ὑμνοῦντάς σε Μάρτυς, καὶ προσκαλουμένους σε Γεώργιε. Σπόρον, γεωργήσας ἐμμελῶς, τὸν καταβληθέντα τοῦ λόγου, τῇ καθαρᾷ σου ψυχῇ, τοῦτον ἐπλεόνασας, πόνοις ἀθλήσεως, καὶ σοφῶς ἀποθέμενος, ἐν ἐπουρανίαις, θήκαις τὴν ἀκήρατον, εὗρες ἀπόλαυσιν, ἧς νῦν, ἐμφορούμενος Μάκαρ, ταῖς πρὸς τὸν Θεόν σου πρεσβείαις, τοὺς πιστῶς ὑμνοῦντάς σε περίσῳζε. Μάρτυς, ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν ...

ΤΟΥΣ ΑΘΛΟΦΟΡΟΥΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΔΕΥΤΕ ΛΑΟΙ

Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ κόσμου καὶ κήρυκας τῆς πίστεως, τὴν πηγὴν τήν ἀέναον, ἐξ ἧς ἀναβλύζει τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν ταὶς ἱκεσίαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.

ΕΑΡ ΗΜΙΝ ΕΞΕΛΑΜΨΕΝ

Ἔαρ ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ Δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον Πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον, ταύτῃ δὲ συνεκλάμπει, τοῦ πανενδόξου Μάρτυρος, Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν, ἵνα θείας, ἀξιωθῶμεν χάριτος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.

ΑΝΕΤΕΙΛΕ ΤΟ ΕΑΡ, ΔΕΥΤΕ ΕΥΩΧΗΘΩΜΕΝ, ΕΞΕΛΑΜΨΕΝ Η ΑΝΑΣΤΑΣΙΣ ΧΡΙΣΤΟΥ, ΔΕΥΤΕ

Ἀνέτειλε τὸ ἔαρ, δεῦτε εὐωχηθῶμεν, ἐξέλαμψεν ἡ Ἀνάστασις Χριστοῦ, δεῦτε εὐφρανθῶμεν ἡ τοῦ Ἀθλοφόρου μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη· διὸ φιλέορτοι, δεῦτε μυστικῶς αὐτὴν πανηγυρίσωμεν· οὗτος γὰρ ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν τυράννων, καὶ τούτους κατῄσχυνε, μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, οὐκ ἠλέησε τὸ σκεῦος τὸ πήλινον τὸ ἑαυτοῦ, ἀλλὰ γυμνὸν ἀνεχάλκευσεν, ἐν βασάνοις αὐτὸ προσαμειβόμενος, αὐτῷ βοήσωμεν· Ἀθλοφόρε ἱκέτευε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΓΛΥΚΥΤΑΤΟΝ ΔΡΟΣΟΝ, ΟΡΗ ΣΤΑΛΑΞΑΤΕ

Γλυκύτατον δρόσον, ὄρη σταλάξατε, καὶ σύ, κατ' ἐξαίρετον σκίρτα, τὸ ὄρος τὸ Ἅγιον, χόρευε νῦν, καὶ ἀγάλλου φαιδρῶς· εὗρες καὶ γάρ, κράτιστον τὸν μέγαν, Γεώργιον ὀροφύλακα. Αἰνοῦσι αἱ σύμπασαι, νῦν πατριαὶ τῶν ἐθνῶν, εὐλογοῦσιν ὑμνοῦσι, καὶ συμφώνως κράζουσι· Χαῖρε Σωτήρ, τῶν πιστῶν ἡ χαρά, χαίροις καὶ σύ, εὖχος, Ἀθλοφόρων, Γεώργιε ὑπερθαύμαστε. Ῥαβδίσματα, ξέσεις, καὶ τῶν βουνεύρων τοὺς δαρμούς, τὰς κρηπῖδας, τὸν λάκκον τῆς ἀσβέστου σέβομαι, τἆλλά τε ὅσα ὑπέστης ἀθλῶν, Μάρτυς Χριστοῦ, πάντα μακαρίζω, καὶ τὸν τροχὸν κατασπάζομαι. Δημήτριε Μάρτυς, σὺν Γεωργίῳ τῷ κλεινῷ· ἀγαθοὶ γὰρ οἱ δύο, μηδαμῶς ἐλλίπητε, τόνδε τὸν χῶρον φρουροῦντες ἀεί, καὶ πειρασμῶν, ὅλας μυριάδας, μετακινοῦντες ἀμφότεροι.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΚΑΙ ΕΝΔΟΞΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΤΡΟΠΑΙΟΦΟΡΟΥ

Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου. Ἐχθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις, Ἑκὼν παρ' ἐχθρῶν τέμνεται διὰ ξίφους. Ἦρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου. Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου Κακὴ κεφαλὴ δήμιος διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν. Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας, Ἑῷον εἶδε φῶς νοητὸν Κυρίου. Ὁ χριστομάρτυς τέμνεται Πρωτολέων, Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων. Ἀθανάσιος φαρμακὸς τομὴν κάρας Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ. Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην. Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται. Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ, Ἄμφω Θεοῦ γίνεσθε δράγματα ξένα. Ταῖς τῶν Ἁγίων σου πρ...

ΕΜΩΝ ΜΕΛΩΝ ΧΕΙΡΙ ΣΟΥ, ΕΞΕΡΕΥΝΗΣΑΣ

Ἐμῶν μελῶν χειρί σου, ἐξερευνήσας τὰς πληγάς, μή μοι Θωμᾶ ἀπιστήσῃς, τραυματισθέντι διὰ σέ, σὺν Μαθηταῖς ὁμοφρόνει, καὶ ζῶντα κήρυττε Θεόν. Σήμερον ἔαρ μυρίζει, καὶ καινὴ κτίσις χορεύει, σήμερον αἴρονται κλεῖθρα, θυρῶν καὶ τῆς ἀπιστίας, Θωμᾶ τοῦ φίλου βοῶντος· ὁ Κύριος καὶ Θεός μου.

ΕΙΚΟΝΙ ΛΑΤΡΕΥΕΙΝ, ΜΟΥΣΙΚΗΣ ΣΥΜΦΩΝΙΑΣ

«Εἰκόνι λατρεύειν, μουσικῆς συμφωνίας, συγκαλουμένης λαούς, ἐκ τῶν ᾠδῶν Σιὼν ᾄδοντες, πατρικῶς οἱ Παῖδες Δαυΐδ, τυράννου ἔλυσαν, τὸ παλίμφημον δόγμα, καὶ τὴν φλόγα εἰς δρόσον μετέβαλον, ὕμνον ἀναμέλποντες, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ». Ὡς πρώτη ὑπάρχει, ἡμερῶν καὶ κυρία, ἡ λαμπροφόρος αὕτη, ἐν ᾗ ἀγάλλεσθαι ἄξιον, τὸν καινὸν καὶ θεῖον λαόν· ἐν τρόμῳ φέρει γάρ, καὶ αἰῶνος τὸν τύπον, ὡς ὀγδοὰς τελοῦσα τοῦ μέλλοντος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Ὁ μόνος τολμήσας, τῇ ἀπίστῳ τε πίστει, εὐεργετήσας ἡμᾶς, Θωμᾶς ὁ Δίδυμος, λύει μὲν τὴν ζοφώδη ἄγνοιαν τοῖς πᾶσι πέρασι, τῇ πιστῇ ἀπιστίᾳ, ἑαυτῷ δὲ τόν στέφανον πλέκει σαφῶς, λέγων· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ. Οὐ μάτην διστάσας, ὁ Θωμᾶς τῇ Ἐγέρσει σου, οὐ κατέθετο, ἀλλ' ἀναμφίλεκτον ἔσπευδεν, ἀποδεῖξαι ταύτην, Χριστὲ τοῖς πᾶσιν ἔθνεσιν· ὅθεν δι' ἀπιστίας πιστωσάμενος πάντας, ἐδίδαξε λέγειν· Σὺ εἶ Κύριος, ὁ ὑπερυψούμενος, τῶν Πατέρων κα...

ΜΕΤΑ ΤΗΝ ΕΚ ΤΑΦΟΥ ΣΟΥ ΦΡΙΚΤΗΝ

Μετὰ τὴν ἐκ τάφου σου φρικτήν, Ζωοδότα Ἔγερσιν, ὥσπερ σφραγῖδας οὐκ ἔλυσας, Χριστὲ τοῦ μνήματος οὕτω κεκλεισμένων, θυρῶν εἰσελήλυθας, πρὸς τοὺς πανευκλεεῖς Ἄποστόλους σου, χαροποιῶν αὐτούς, καὶ εὐθές σου παρεχόμενος, τούτοις Πνεῦμα, δι' ἄμετρον ἔλεος. (Δίς) Θωμᾶς ὁ καὶ Δίδυμος οὐκ ἦν, ἐνδημῶν ἡνίκα σύ, τοῖς Μαθηταῖς ὤφθης Κύριε· ὅθεν ἠπίστησε, τῇ σῇ Ἀναστάσει, καὶ τοῖς κατιδοῦσί σε, ἐβόα· Εἰ μὴ βάλω τὸν δάκτυλον, εἰς τὴν πλευρὰν αὐτοῦ, καὶ τῶν ἥλων τὰ τυλώματα, οὐ πιστεύω, ὅτι ἐξεγήγερται. Ὡς θέλεις ψηλάφησον Χριστὸς τῷ Θωμᾷ ἐβόησε· βάλε τὴν χεῖρα καὶ γνῶθί με ὀστέα ἔχοντα, καὶ γεῶδες σῶμα, καὶ μὴ γίνου ἄπιστος, ἐπίσης δὲ τοῖς ἄλλοις πιστώθητι, ὁ δὲ ἐβόησεν· ὁ Θεός μου καὶ ὁ Κύριος, σὺ ὑπάρχεις, δόξα τῇ Ἐγέρσει σου.

ΤΗ ΦΙΛΟΠΡΑΓΜΟΝΙ ΔΕΞΙΑ, ΤΗΝ ΖΩΟΠΑΡΟΧΟΝ

Τῇ φιλοπράγμονι δεξιᾷ, τὴν ζωοπάροχόν σου πλευράν, ὁ Θωμᾶς ἐξηρεύνησε Χριστὲ ὁ Θεός· συγκεκλεισμένων γὰρ τῶν θυρῶν ὡς εἰσῆλθες, σὺν τοῖς λοιποῖς Ἀποστόλοις ἐβόα σοι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΥΚΕΩΤΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΑΠΡΙΛΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Συκεώτου, Ἐπισκόπου Ἀναστασιουπόλεως. Καὶ Θεοδώρῳ, καὶ νεκρῷ Θεοδώρου, Τὸ θαυματουργεῖν δῶρον ἐκ Θεοῦ μέγα. Εἰκάδι δευτερίῃ Συκεώτην τύμβος ἔκρυψεν. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Νέαρχος πυρὶ τελειοῦται. Τοῦ πρὸς σέ, Σῶτερ, ἐμπύρου θείου πόθου, Νέαρχος εἶπεν, οὐδὲ πῦρ με χωρίσει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ναθαναήλ, ὃς ἐστι Σίμων ὁ Ζηλωτής, ἤτοι ἡ ἀνάμνησις τῆς πρὸς τὸν Χριστὸν αὐτοῦ γνωρίσεως. Τὸν Ναζαρηνὸν γνοὺς Ναθαναὴλ μέγαν, Τὴν Ναζαρὲτ σίγησον ἄχρηστον λέγειν. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΑΚΗ ΔΕΥΤΕΡΑ ΑΠΟ ΤΟΥ ΠΑΣΧΑ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ δευτέρᾳ ἀπὸ τοῦ Πάσχα, τὰ ἐγκαίνια ἑορτάζομεν τῆς Χριστοῦ Ἀναστάσεως, καὶ τὴν τοῦ ἁγίου Ἀποστόλου Θωμᾶ ψηλάφησιν. Εἰ νηδύος κλείς, ἢ τάφου μὴ κωλύει, Σὴν Σῶτερ ὁρμὴν κλεὶς θυρῶν πῶς κωλύσει; Ταῖς τοῦ σοῦ Ἀποστόλου Θωμᾶ πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΙΣ ΕΦΥΛΑΞΕ

Τίς ἐφύλαξε τὴν τοῦ Μαθητοῦ παλάμην τότε ἀχώνευτον, ὅτε τῇ πυρίνῃ πλευρᾷ προσῆλθε τοῦ Κυρίου; τίς ἔδωκε ταύτῃ τόλμαν, καὶ ἴσχυσε ψηλαφῆσαι φλόγεον ὀστοῦν, πάντως ἡ ψηλαφηθεῖσα· εἰ μὴ γὰρ ἡ πλευρὰ δύναμιν ἐχορήγησε πηλίνῃ δεξιᾷ, πῶς εἶχε ψηλαφῆσαι παθήματα, σαλεύσαντα τὰ ἄνω καὶ τὰ κάτω; Αὕτη ἡ χάρις Θωμᾷ ἐδόθη, ταύτην ψηλαφῆσαι, Χριστῷ δὲ ἐκβοῆσαι· Κύριος ὑπάρχεις καὶ Θεός μου.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΘΩΜΑ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΑΝΤΙΠΑΣΧΑ ΗΤΟΙ Η ΨΗΛΑΦΗΣΙΣ ΤΟΥ ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΘΩΜΑ Ἱστέον, ὅτι ἐν ταύτῃ τῇ ἁγίᾳ Κυριακῇ τοῦ Ἀντιπάσχα οὐ ψάλλονται. Ἀναστάσιμα ἀλλ' ἅπαντα τῆς Ἑορτῆς. Τ ῼ ΣΑΒΒΑΤῼ ΕΣΠΕΡΑΣ ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ Ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν εἰς τό, Κύριε ἐκέκραξα... τὰ παρόντα Στιχηρὰ προσόμοια.   Ἦχος α' Τ ῶν οὐρανίων ταγμάτων   Φ έρει Χριστὸς φιλανθρώπως, καὶ τὴν ψηλάφησιν, ὡς καὶ Σταυρὸν πρὸ ταύτης, καὶ τὸν ἄδικον φόνον, τάφου τριημέρως ἐξαναστάς, ἐσφραγισμένου τοῦ μνήματος, καὶ τῶν θυρῶν κεκλεισμένων τοῖς Μαθηταῖς, ἐπιστὰς ὡς παντοδύναμος.   (Δίς) Ἡ τοῦ Θωμᾶ ἀπιστία, τὴν κοσμοσώτειραν, τοῦ θεανθρώπου Λόγου, τὴν ἐξ ᾍδου κευθμώνων, Ἔγερσιν πιστοῦται, τρῆσιν χειρῶν καὶ ποδῶν τολμηρότερον, ἐκψηλαφῶσα πρὸς πίστωσιν κοσμικήν, δεξιᾷ τῇ φιλοπράγμονι. Συνηθροισμ ένων τῷ φόβῳ, τῷ ἐκ τοῦ πάθους σου, τῶν Ἀποστόλων Λόγε, καὶ θυρῶν κεκλεισμένων, ἄφνω συνεισῆλθες, μέσον αὐτῶν, τὴν εἰρήνην δωρούμενος, καὶ τῷ Θωμᾷ προτεινόμενος ψηλαφᾶν, τοὺς σε...