Αναρτήσεις

Προβολή αναρτήσεων από Μάιος, 2014

ΑΣΤΗΡ ΔΙΑΛΑΜΠΩΝ ΘΕΙΩ ΦΩΤΙ

Ἀστὴρ διαλάμπων θείῳ φωτί, τῷ τῆς ἀληθείας ἀνεδείχθης μαρτυρικῶς, πάντας καταυγάζων τοὺς ἐν πίστει, εἰλικρινεῖ σε Ἑρμεία γεραίροντας. Διόλου τῇ νεύσει τῇ πρὸς Θεόν, πάντων ἀλογήσας, τῶν ἐν βίῳ Μάρτυς σοφέ, μαρτύρων ὑπέδυς τοὺς ἀγῶνας, καὶ τὸν ἐχθρὸν καταρράσσων ἐνίκησας. Ὡραῖος τὸ εἶδος καὶ τὴν ψυχήν, ὑπάρχων Ἑρμεία, ἐστρατεύθης τῷ Βασιλεῖ, τῷ ἐπουρανίῳ καὶ τοὺς τούτου, Μάρτυς εἰς τὸ τέλος ἐχθροὺς ἐταπείνωσας. Μὴ θύσας εἰδώλοις Μάκαρ τοὺς σούς, ἐθλάσθης ὀδόντας, σιαγόνας τῶν νοητῶν, συνθλάσας λεόντων, καὶ τῆς νίκης, ἀναδησάμενος στέφος ἀμάραντον.

Η ΑΠΡΟΣΜΑΧΗΤΟΣ ΧΑΡΙΣ, ΤΟΥ ΔΥΝΑΜΟΥΝΤΟΣ ΣΕ

Ἡ ἀπροσμάχητος χάρις, τοῦ δυναμοῦντός σε, ἐν ἀσθενείᾳ Μάρτυς, σοῦ τῆς φύσεως πᾶσι, τὴν δύναμιν δεικνύει· διὸ καὶ θνητῷ, σὲ ἐνίσχυσε σώματι, καταπαλαῖσαι τὸν ἄσαρκον κραταιῶς, καὶ λαβεῖν τὰ νικητήρια. Ταῖς τῶν αἱμάτων ῥανίσι, τῆς ἀθεΐας τὸ πῦρ, Μεγαλομάρτυς σβέσας, τὴν Χριστοῦ Ἐκκλησίαν, κατήρδευσας πλουσίως, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐφώτισας, τῶν εὐσεβῶς σου τιμώντων τὸ Ἱερόν, καὶ σεβάσμιον μνημόσυνον. Ὡς ἀκαθαίρετος Πύργος, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, οὐκ ἐσαλεύθης ὅλως, τὰς αὐτῶν δὲ καρδίας, συνέσεισας Ἑρμεία, καὶ τῷ μοχλῷ τῶν γενναίων ἀγώνων σου, ὡς εὐπερίτρεπτον τεῖχος, πάντων αὐτῶν, τὰ φρονήματα κατέαξας.

ΕΡΜΕΙΟΥ ΜΑΡΤΥΡΟΣ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων, Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου! Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΔΥΣ ΜΕΝ ΟΙΑ ΠΕΡ ΑΣΤΗΡ

Ἔδυς μὲν οἷά περ ἀστήρ, ἀπὸ κόσμου, πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ Ἥλιον, καὶ ὡς ἀκτῖνα τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τῶν ψυχῶν ἀμαυρότητα. Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος Ἰσαάκιε γέγονε· καὶ γὰρ ὁσίως ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαιώματα σοφέ, τηρήσας ἀλώβητα· ὅθεν ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΣΑΑΚΙΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΤΗΣ ΜΟΝΗΣ ΤΩΝ ΔΑΛΜΑΤΩΝ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον, Γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον. Θεῖον Ἰσαάκιον μόρος εἷλεν ἑνὶ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νατάλιος ξίφει τελειοῦται. Ὁ ὅσιος Βαρλαὰμ ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι νεομάρτυρες Ῥωμανὸς καὶ Μελέτιος, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΑΥΣΑΣ ΜΟΝΗ ΓΥΝΑΙΚΩΝ

Ἔπαυσας μόνη γυναικῶν, τὴν ἀρὰν τῶν πρωτοπλάστων Θεόνυμφε, τὸν ἀπερίγραπτον, σαρκὶ τεκοῦσα περιγραφόμενον, ἐκαινοτόμησας θεσμούς, φύσεως ἀμόλυντε, τὰ διεστῶτα τὸ πρίν, παραδόξῳ μεσιτείᾳ σου ἥνωσας.

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν

Ο ΚΥΡΙΟΣ ΑΝΕΛΗΦΘΗ ΕΙΣ ΟΥΡΑΝΟΥΣ

Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας· ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον. Κύριε, τῇ σῇ, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Θεόν, ἐπὶ Χερουβίμ, θεωρήσαντά σε τὸν νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου, δόξα σοι. Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς. Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδὸν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον· Δέσποτα, μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, οὓς δι...

ΑΝΕΛΗΦΘΗΣ ΕΝ ΔΟΞΗ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ ΗΜΩΝ

Ἀνελήφθης ἐν δόξῃ, Χριστὲ ὁ Θεὸς ἡμῶν, χαροποιήσας τοὺς Μαθητάς, τῇ ἐπαγγελίᾳ τοῦ ἁγίου Πνεύματος· βεβαιωθέντων αὐτῶν διὰ τῆς εὐλογίας, ὅτι σὺ εἶ ὁ Υἱός τοῦ Θεοῦ, ὁ λυτρωτὴς τοῦ κόσμου.

Ο ΚΥΡΙΟΣ ΑΝΕΛΗΦΘΗ ΕΙΣ ΟΥΡΑΝΟΥΣ

Ὁ Κύριος ἀνελήφθη εἰς οὐρανούς, ἵνα πέμψῃ τὸν Παράκλητον τῷ κόσμῳ, οἱ οὐρανοὶ ἡτοίμασαν τὸν θρόνον αὐτοῦ, νεφέλαι τὴν ἐπίβασιν αὐτοῦ, Ἄγγελοι θαυμάζουσιν, ἄνθρωπον ὁρῶντες ὑπεράνω αὐτῶν, ὁ Πατὴρ ἐκδέχεται, ὃν ἐν κόλποις ἔχει συναΐδιον. Τὸ Πνεῦμα τὸ ἅγιον κελεύει πᾶσι τοῖς Ἀγγέλοις αὐτοῦ· Ἄρατε πύλας οἱ ἄρχοντες ἡμῶν, Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας. ὅτι ἀνέβη Χριστός, ὅπου ἦν τὸ πρότερον. Κύριε, τῇ σῇ, Ἀναλήψει, ἐξεπλάγησαν τὰ Θεόν, ἐπὶ Χερουβίμ, θεωρήσαντά σε τὸν νεφελῶν ἀνερχόμενον, τὸν ἐπ' αὐτῶν καθεζόμενον, καὶ δοξάζομέν σε, ὅτι χρηστόν τὸ ἔλεός σου, δόξα σοι. Ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, θεωροῦντές σου τὰς ὑψώσεις Χριστέ, τὸ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρός, ἀνυμνοῦμέν σου τὴν φωτοειδῆ τοῦ προσώπου μορφήν, προσκυνοῦμέν σου τὰ παθήματα, τιμῶμεν τὴν Ἀνάστασιν, τὴν ἔνδοξον Ἀνάληψιν δοξάζοντες, ἐλέησον ἡμᾶς. Κύριε, οἱ Ἀπόστολοι ὡς εἶδὸν σε, ἐν νεφέλαις ἐπαιρόμενον, ὀδυρμοῖς δακρύων, ζωοδότα Χριστέ, κατηφείας πληρούμενοι, θρηνοῦντες ἔλεγον· Δέσποτα, μὴ ἐάσῃς ἡμᾶς ὀρφανούς, οὓς ...

ΛΥΣΟΝ ΤΑΣ ΣΕΙΡΑΣ

Λῦσον τὰς σειρὰς τῶν πταισμάτων, τῶν εὐσεβῶς σε ἀνυμνούντων, ταῖς σαῖς ἱκεσίαις θεόφρον, Θεοδοσία Μάρτυς πανεύφημε, Θεῷ τῷ παντοκράτορι, παρισταμένη πανσεβάσμιε. Εὔας τῆς προμήτορος πόθον, ἐπιτηδείως ἐκομίσω, νεύσει πρὸς Θεὸν θεουμένη, καὶ γενομένη θείᾳ μεθέξει Θεός· διὸ σε παμμακάριστε, Θεοδοσία μακαρίζομεν. Ὅλος γλυκασμὸς χρηματίζει, ὁ σὸς νυμφίος ἀθληφόρε, ὅλος ψυχικὴ θυμηδία, Θεοδοσία Μάρτυς ὑπάρχει Χριστός, οὗπερ νῦν ἀπολαύουσα, ταῖς σαῖς πρεσβείαις ἡμῶν μέμνησο.

ΤΟΙΣ ΠΟΝΟΙΣ ΖΩΗΝ

Τοῖς πόνοις ζωήν, τὴν ἄπονον κεκλήρωσαι, τοῖς αἵμασι δέ, τὸν Λέοντα ἀπέπνιξας, τὸν ἐχθρὸν τὸν βέβηλον, Ἐκκλησίας Χριστοῦ πανεύφημε, καὶ αὐτῷ συγχαίρουσα νῦν, δυσώπει ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΣΙΑΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας. Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ, Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ. Εἰκάδι Θεοδοσίην ἐνάτῃ πέφνε ῥεῦμα θαλάσσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης. Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία, Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου. Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω, Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς Ἀμήν.

Ο ΠΑΙΔΑΣ ΕΚ ΚΑΜΙΝΟΥ

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος». Χριστὸς ἀνέστη... Ἀναστὰς ὁ Ἰησοῦς ἀπὸ τοῦ τάφου καθὼς προεῖπεν, ἔδωκεν ἡμῖν τὴν αἰώνιον ζωὴν καὶ μέγα ἔλεος.

ΠΡΟΛΑΒΟΥΣΑΙ ΤΟΝ ΟΡΘΡΟΝ

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου. Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων.

Ο ΠΑΙΔΑΣ ΕΚ ΚΑΜΙΝΟΥ ΡΥΣΑΜΕΝΟΣ

«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος». Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο. Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΥΤΥΧΟΥΣ Η ΕΥΤΥΧΙΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχοῦς ἢ Εὐτυχίου, Ἐπισκόπου Μελιτηνῆς. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς. Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ! Θείας τετευχώς, Εὐτυχές, κληρουχίας, Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος. Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

ΣΤΑΘΗΡΑΝ ΕΠΙΔΕΙΝΥΜΕΝΟΣ ΤΗΝ ΕΝΣΤΑΣΙΝ

Σταθηρὰν ἐπιδεικνύμενος τὴν ἔνστασιν, Μάρτυς Εὐτύχιε, τοὺς τῶν Ἑλλήνων σοφούς, ἀνδρείως κατῄσχυνας, μέλπων ἐν Πνεύματι, Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Τοὺς τοῦ Λόγου Μαθητὰς καταμυοῦντάς σε, εὑρὼν Εὐτύχιε, τὰ ὑπὲρ λόγον καὶ νοῦν, τὸ οὖς σου ὑπέκλινας θεοπειθέστατα, καὶ ἐκραύγαζες· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ. Ῥεῖθρον ζῶν ἐν τῇ καρδίᾳ σου Εὐτύχιε, ὑποδειξάμενος, τοῦ Πνεύματος ἀληθῶς, πλάνης ἀπεξήρανας, θολώδη ῥεύματα, καὶ ἰάσεων, ἀναπηγάζεις νάματα, τοῖς πιστῶς σοι προσιοῦσι.

ΑΝΑΣΤΑΣΙΝ ΧΡΙΣΤΟΥ ΘΕΑΣΑΜΕΝΟΙ

Τὸν πρὸ ἡλίου Ἥλιον, δύναντα ποτὲ ἐν τάφῳ, προέφθασαν πρὸς ὄρθρον, ἐκζητοῦσαι ὡς ἡμέραν, Μυροφόροι κόραι, καὶ πρὸς ἀλλήλας ἐβόων· Ὦ φίλαι, δεῦτε τοῖς ἀρώμασιν ὑπαλείψωμεν, Σῶμα ζωηφόρον καὶ τεθαμμένον, σάρκα ἀνιστῶσαν τὸν παραπεσόντα Ἀδὰμ κείμενον ἐν τῷ μνήματι, ἄγωμεν, σπεύσωμεν, ὥσπερ οἱ Μάγοι, καὶ προσκυνήσωμεν, καὶ προσκομίσωμεν τὰ μύρα ὡς δῶρα τῷ μὴ ἐν σπαργάνοις, ἀλλ' ἐν σινδόνι ἐνειλημένῳ, καὶ κλαύσωμεν, καὶ κράξωμεν· Ὦ Δέσποτα ἐξεγέρθητι, ὁ τοῖς πεσοῦσι παρέχων ἀνάστασιν. Ἀνάστασιν Χριστοῦ θεασάμενοι, προσκυνήσωμεν Ἅγιον, Κύριον, Ἰησοῦν τὸν μόνον ἀναμάρτητον. Τὸν Σταυρόν σου, Χριστέ, προσκυνοῦμεν, καὶ τὴν ἁγίαν σου Ἀνάστασιν ὑμνοῦμεν καὶ δοξάζομεν. Σὺ γὰρ εἶ Θεὸς ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν, τὸ ὄνομά σου ὀνομάζομεν. Δεῦτε πάντες οἱ πιστοί, προσκυνήσωμεν τὴν τοῦ Χριστοῦ ἁγίαν Ἀνάστασιν· ἰδοὺ γὰρ ἦλθε διὰ τοῦ Σταυροῦ, χαρὰ ἐν ὅλῳ τῷ κόσμῳ. Διὰ παντὸς εὐλογοῦντες τὸν Κύριον, ὑμνοῦμεν τὴν Ἀνάστασιν αὐτοῦ· Σταυρὸν γὰρ ὑπομείνας δι' ἡμᾶς, θανάτῳ θάνατον ὤλεσεν. Ἀν...

ΕΞΕΛΑΜΨΑΣ ΩΣ ΗΛΙΟΣ

Ἐξέλαμψας ὡς ἥλιος, οἰκῶν τὸ δεσμωτήριον, ὅτι ἐκεῖ τὸ φῶς τὸ ἄδυτον, Χριστὸς σοι ἐπεφάνη, λόγους παρακλήσεως, ὡς τῷ Παύλῳ φωνῶν σοι, καρτερόφρον Ἀθλητά. Δεσμὰ σοι διερράγησαν, ὥσπερ ἱστὸς ἀράχνιος, ὅτι ἐν σοὶ ἰσχὺς ἡ ἄμαχος, συντρίβουσα δαιμόνων, ἅπασαν ἐπίνοιαν καὶ σὲ μεγαλύνουσα, στρατιῶτα τοῦ Χριστοῦ.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΛΛΑΔΙΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἑλλαδίου. Τῇ ΚΖ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου. Ἔλαιον Ἑλλάδιος ἱερωσύνης, Αἵματι συνέμιξε τοῦ μαρτυρίου. Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος. Ὁ Ἅγιος μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται. Ὁ ἅγιος μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΔΩΝ ΜΕΤΑ ΔΟΞΗΣ ΑΝΕΛΘΟΝΤΑ

Ἰδὼν μετὰ δόξης ἀνελθόντα, Θεὸν σαρκοφόρον ἐν ὑψίστοις, ἑβδομήκοντα Κάρπε Μαθηταῖς, συναριθμούμενος ἐξῆλθες, ἅμα σὺν τούτοις, κήρυξ ἔνθεος δεικνύμενος. Ὡς πρόβατον μέσον ἀπεστάλης, τῶν λύκων μετάγων αὐτοὺς Κάρπε, πρὸς ἐπίγνωσιν λόγῳ ἀληθεῖ, τῆς σωτηρίας, καὶ μεταπλάττων, τούτων τὴν γνώμην, θεορρῆμον πρός εὐσέβειαν. Συνόμιλος ὤφθης τῶν Ἀγγέλων Ἀπόστολε Κάρπε θεορρῆμον, Ἀποστόλων καὶ Μαρτύρων θαυμαστῶς, ἐν εὐσεβείᾳ τελειωθέντων, οἷς συγχορεύων, εὐφροσύνως ἡμῶν μέμνησο. Ἡγίασας Κάρπε βηματίζων, τὴν γῆν καὶ τὸ ἅγιον κηρύττων, Εὐαγγέλιον πίστει καὶ ψυχάς, τῷ ζωοδότῃ λόγῳ προσῆξας· ὅθεν σοι νέμει, κληρουχίαν τὴν οὐράνιον.

ΑΠΟΣΤΟΛΟΥ ΚΑΡΠΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων. Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ Φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην. Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀβερκίου καὶ Ἑλένης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

...ΚΥΡΙΕ, ΑΙ ΓΥΝΑΙΚΕΣ ΕΔΡΑΜΟΝ ΕΠΙ ΤΟ ΜΝΗΜΑ

Κύριε, ἐσφραγισμένου τοῦ τάφου ὑπὸ τῶν παρανόμων, προῆλθες ἐκ τοῦ μνήματος, καθὼς ἐτέχθης ἐκ τῆς Θεοτόκου. Οὐκ ἔγνωσαν πῶς ἐσαρκώθης, οἱ ἀσώματοί σου Ἄγγελοι, οὐκ ᾔσθοντο πότε ἀνέστης, οἱ φυλάσσοντές σε στρατιῶται· ἀμφότερα γὰρ ἐσφράγισται τοῖς ἐρευνῶσι, πεφανέρωται δὲ τὰ θαύματα, τοῖς προσκυνοῦσιν, ἐν πίστει τὸ μυστήριον· ὃ ἀνυμνοῦσιν, ἀπόδος ἡμῖν ἀγαλλίασιν, καὶ τὸ μέγα ἔλεος. Κύριε, τοὺς μοχλοὺς τοὺς αἰωνίους συντρίψας, καὶ δεσμὰ διαρρήξας, τοῦ μνήματος ἀνέστης, καταλιπὼν σου τὰ ἐντάφια, εἰς μαρτύριον τῆς ἀληθοῦς τριημέρου ταφῆς σου, καὶ προῆγες ἐν τῇ Γαλιλαίᾳ, ὁ ἐν σπηλαίῳ τηρούμενος. Μέγα σου τὸ ἔλεος, ἀκατάληπτε Σωτήρ, ἐλέησον ἡμᾶς. Κύριε, αἱ Γυναῖκες ἔδραμον ἐπὶ τὸ μνῆμα, τοῦ ἰδεῖν σὲ τὸν Χριστόν, τὸν δι' ἡμᾶς παθόντα· καὶ προσελθοῦσαι, εὗρον Ἄγγελον ἐπὶ τὸν λίθον καθήμενον, τῷ φόβῳ κυλισθέντα· καὶ πρὸς αὐτὰς ἐβόησε λέγων· Ἀνέστη ὁ Κύριος, εἴπατε τοῖς μαθηταῖς, ὅτι ἀνέστη ἐκ νεκρῶν, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Κύριε, ὥσπερ ἐξῆλθες ἐσφραγισμένου τοῦ τάφου, οὕτως εἰσῆλθες...

ΣΕ ΤΟΝ ΣΑΡΚΩΘΕΝΤΑ ΣΩΤΗΡΑ ΧΡΙΣΤΟΝ

Σὲ τὸν σαρκωθέντα Σωτῆρα Χριστόν, καὶ τῶν οὐρανῶν μὴ χωρισθέντα, ἐν φωναῖς ᾀσμάτων μεγαλύνομεν· ὅτι Σταυρὸν καὶ θάνατον κατεδέξω, διὰ τὸ γένος ἡμῶν, ὡς φιλάνθρωπος Κύριος, σκυλεύσας ᾍδου πύλας, τριήμερος ἀνέστης, σῴζων τὰς ψυχὰς ἡμῶν. Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ, καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρ...

ΕΣΠΕΡΙΝΗΝ ΠΡΟΣΚΥΝΗΣΙΝ ΠΡΟΣΦΕΡΟΜΕΝ

Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε δόξα σοι. Τὸν ἀρχηγὸν τῆς σωτηρίας ἡμῶν, Χριστὸν δοξολογήσωμεν· αὐτοῦ γὰρ ἐκ νεκρῶν ἀναστάντος, κόσμος ἐκ πλάνης σέσωσται, χαίρει χορὸς Ἀγγέλων, φεύγει δαιμόνων πλάνη, Ἀδὰμ πεσὼν ἀνίσταται, διάβολος κατήργηται. Οἱ τῆς κουστωδίας ἐνηχοῦντο ὑπὸ τῶν παρανόμων. Καλύψατε Χριστοῦ τὴν Ἔγερσιν, καὶ λάβετε ἀργύρια, καὶ εἴπατε, ὅτι ἡμῶν κοιμωμένων, ἐκ τοῦ μνημείου ἐσυλήθη ὁ νεκρός. Τίς εἶδε, τίς ἤκουσε νεκρὸν κλαπέντα ποτέ, μάλιστα ἐσμυρνισμένον καὶ γυμνόν, καταλιπόντα καὶ ἐν τῷ τάφῳ τὰ ἐντάφια αὐτοῦ. Μὴ πλανᾶσθε Ἰουδαῖοι, μάθετε τὰς ῥήσεις τῶν Προφητῶν, καὶ γνῶτε, ὅτι αὐτός ἐστιν ἀληθῶς, ὁ Λυτρωτὴς τοῦ κόσμου καὶ Παντοδύναμος. Κύριε ὁ τὸν ᾍδην σκυλεύσας, καὶ τὸν θάνατον πατήσας, Σωτὴρ ἡμῶν, ὁ φωτίσας τὸν κόσμον τῷ Σταυρῷ τῷ τιμίῳ, ἐλέησον ἡμᾶς....

ΔΙΑ ΤΟΥ ΤΙΜΙΟΥ ΣΟΥ ΣΤΑΥΡΟΥ ΧΡΙΣΤΕ, ΔΙΑΒΟΛΟΝ ΗΣΧΥΝΑΣ

Διὰ τοῦ τιμίου σου Σταυροῦ Χριστέ, διάβολον ᾔσχυνας, καὶ διὰ τῆς Ἀναστάσεώς σου, τὸ κέντρον τῆς ἁμαρτίας ἤμβλυνας, καὶ ἔσωσας ἡμᾶς, ἐκ τῶν πυλῶν τοῦ θανάτου, δοξάζομέν σε Μονογενές. Ὁ τὴν Ἀνάστασιν διδοὺς τῷ γένει τῶν ἀνθρώπων, ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, ἔφριξαν τοῦτον οἱ ἄρχοντες τοῦ ᾍδου, καὶ ἐπήρθησαν πύλαι ὀδυνηραί· εἰσελήλυθε γὰρ ὁ Βασιλεὺς τῆς δόξης Χριστός, λέγων τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε, καὶ τοῖς ἐν τῷ σκότει, ἀνακαλύπτεσθε. Μέγα θαῦμα! ὁ τῶν ἀοράτων Κτίστης, διὰ φιλανθρωπίαν σαρκὶ παθών, ἀνέστη ὁ ἀθάνατος. Δεῦτε πατριαὶ τῶν ἐθνῶν, τοῦτον προσκυνήσωμεν· τῇ γὰρ αὐτοῦ εὐσπλαγχνίᾳ ἐκ πλάνης ῥυσθέντες, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεὸν ὑμνεῖν μεμαθήκαμεν. Ἑσπερινὴν προσκύνησιν προσφέρομέν σοι τῷ ἀνεσπέρῳ Φωτί, τῷ ἐπὶ τέλει τῶν αἰώνων ὡς ἐν ἐσόπτρῳ διὰ σαρκός, λάμψαντι τῷ κόσμῳ, καὶ μέχρις ᾍδου κατελθόντι, καὶ τὸ ἐκεῖσε σκότος λύσαντι, καὶ τὸ φῶς τῆς Ἀναστάσεως τοῖς ἔθνεσι δείξαντι, φωτοδότα Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότ...

ΕΝ ΤΗ ΕΡΥΘΡΑ ΘΑΛΑΣΣΗ, ΤΗΣ ΑΠΕΙΡΟΓΑΜΟΥ ΝΥΜΦΗΣ

Ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ, τῆς ἀπειρογάμου νύμφης, εἰκὼν διεγράφη ποτέ. Ἐκεῖ, Μωϋσῆς διαιρέτης τοῦ ὕδατος, ἐνθάδε, Γαβριὴλ ὑπηρέτης τοῦ θαύματος. Τότε, τὸν βυθόν ἐπέζευσεν ἀβρόχως Ἰσραήλ, νῦν δέ, τὸν Χριστὸν ἐγέννησεν ἀσπόρως ἡ Παρθένος. Ἡ θάλασσα, μετὰ τὴν πάροδον τοῦ Ἰσραήλ, ἔμεινεν ἄβατος, ἡ ἄμεμπτος, μετὰ τήν κύησιν τοῦ Ἐμμανουήλ, ἔμεινεν ἄφθορος. Ὁ ὤν, καὶ προών, καὶ φανεὶς ὡς ἄνθρωπος Θεός, ἐλέησον ἡμᾶς.

ΤΗΝ ΘΕΟΠΡΕΠΗ ΚΑΙ ΣΕΒΑΣΜΙΟΝ ΚΟΡΗΝ

Τὴν θεοπρεπῆ καὶ σεβάσμιον Κόρην τιμήσωμεν, τὴν ὑπέρτιμον τῶν Χερουβίμ· ὁ γὰρ δημιουργὸς τῶν ὅλων ἐνανθρωπῆσαι βουληθείς, ἐν αὐτῇ ᾤκησεν ἀφράστως. Ὢ ξένων πραγμάτων, καὶ παραδόξων μυστηρίων! τίς οὐκ ἐκπλαγῇ, τοῦτο ἀκουτισθείς; ὅτι Θεὸς ἄνθρωπος γέγονε, καὶ τροπὴ ἐν αὐτῷ οὐχ ὑπῆρξε, καὶ τῆς παρθενίας πύλας διῆλθε, καὶ μείωσις ἐν αὐτῇ οὐχ ὑπελείφθη, καθὼς ὁ Προφήτης λέγει· Ἀνθρωπος ταύτην οὐ διοδεύσει ποτέ, εἰμὴ μόνος Κύριος, ὁ Θεὸς Ἰσραήλ, ὁ ἔχων τὸ μέγα ἔλεος.

ΜΑΚΑΡ, ΙΩΑΝΝΗ ΠΡΟΔΡΟΜΕ

Μάκαρ, Ἰωάννη Πρόδρομε, ὑπὲρ ἡλίου αὐγάς, ἀνατείλασα ἤστραψεν, ἐκ τῆς γῆς ἡ Κάρα σου, Καὶ πιστοὺς κατελάμπρυνεν, ἣν ὥσπερ θεῖον, θησαυρὸν ἔχοντες, πλουσίαν χάριν ἀπαρυόμεθα, ἁγιαζόμενοι, καὶ ψυχὰς καὶ σώματα, καὶ λογισμούς, καὶ πανηγυρίζοντες, σὲ μακαρίζομεν. Χάριν ἀέναον βρύουσα, ἡ Ἱερὰ Κεφαλή, σοῦ μακάριε Πρόδρομε, ἱερεῖ θεόφρονι, ἀγνοοῦντι μηνύεται, ὃς ἐπισπεύσας, πίστει καὶ χάριτι, σαφῶς ποιεῖται ταύτης τήν εὕρεσιν, ἁγιαζόμενος, σὺν λαῷ θεόφρονι καὶ Βασιλεῖ, πίστιν τὴν ὀρθόδοξον, θερμῶς κρατύνοντι. Τρίτην τελοῦμεν φανέρωσιν, σοῦ τῆς σεπτῆς Κεφαλῆς, ἣν τριὰς ἐστεφάνωσεν, ἐκτμηθεῖσαν ἔνδοξε, διὰ ζῆλον τὸν ἔνθεον, καὶ τῇ εὑρέσει, ταύτης ἀγάλλονται, Ἀγγέλων τάξεις, Μαρτύρων σύλλογος, θεῖοι Ἀπόστολοι, καὶ Προφῆται ἅπαντες, μεθ' ὧν ἡμῶν, πάντοτε μνημόνευε, Κυρίου Πρόδρομε.

ΑΓΓΕΛΙΚΗ ΟΡΑΣΕΙ ΤΟΝ ΝΟΥΝ

Ἀγγελικῇ ὁράσει τὸν νοῦν ἐκθαμβούμεναι, καὶ θεϊκῇ Ἐγέρσει τὴν ψυχὴν φωτιζόμεναι, αἱ Μυροφόροι τοῖς Ἀποστόλοις εὐηγγελίζοντο· Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι, τὴν Ἀνάστασιν τοῦ Κυρίου, συνεργοῦντος τοῖς θαύμασι, καὶ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

ΘΗΣΑΥΡΟΣ ΕΝΘΕΩΝ ΔΩΡΕΩΝ

Θησαυρὸς ἐνθέων δωρεῶν, ἡ θεοφρούρητος Κάρα σου Πρόδρομε, ἐκ τῶν τῆς γῆς λαγόνων ἀνέτειλεν, ἣν ἡμεῖς πιστῶς ἀρυόμενοι, καὶ προσκυνοῦντες ἔνδοξε, πλουτοῦμεν διὰ σοῦ, Χριστοῦ Βαπτιστά, θαυμάτων τὰ παράδοξα, καὶ τῶν πταισμάτων τὴν συγχώρησιν.

Ο ΤΥΦΛΟΣ ΓΕΝΝΗΘΕΙΣ, ΕΝ ΤΩ ΙΔΙΩ ΛΟΓΙΣΜΩ

Ὁ Τυφλὸς γεννηθείς, ἐν τῷ ἰδίῳ λογισμῷ ἔλεγεν· Ἆρα ἐγώ, δι' ἁμαρτίας γονέων ἐγεννήθην ἀόμματος; Ἆρα ἐγώ, δι' ἀπιστίαν ἐθνῶν ἐγεννήθην εἰς ἔνδειξιν, οὐχ ἱκανῶ τοῦ ἐρωτᾶν, πότε νύξ, πότε ἡμέρα, οὐκ εὐτονοῦσί μου οἱ πόδες τὰ τῶν λίθων προσκρούσματα· οὐ γὰρ εἶδον τὸν ἥλιον λάμποντα, οὐδὲ ἐν εἰκόνι τὸν ἐμὲ πλαστουργήσαντα, ἀλλὰ δέομαί σου, Χριστὲ ὁ Θεός. Ἐπίβλεψον ἐπ ἐμέ, καὶ ἐλέησόν με. Παράγων ὁ Ἰησοῦς ἐκ τοῦ ἱεροῦ, εὗρεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς· καὶ σπλαγχνισθείς, ἐπέθηκε πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Ὕπαγε, νίψαι εἰς τοῦ Σιλωάμ· καὶ νιψάμενος ἀνέβλεψε, δόξαν ἀναπέμπων Θεῷ, οἱ δὲ ἀγχισταὶ αὐτοῦ, ἔλεγον αὐτῷ· Τίς σου τὰς κόρας διήνοιξεν, ἃς οὐδεὶς τῶν βλεπόντων ἰᾶσαι ἴσχυσεν; ὁ δὲ φησὶ βοήσας· Ἄνθρωπος, Ἰησοῦς λεγόμενος, ἐκεῖνός μοι ἔφη· Νίψαι εἰς τοῦ Σιλωάμ, καὶ ἀνέβλεψα. Αὐτός ἐστιν ἀληθῶς, ὃν ἔφη Μωσῆς ἐν τῷ νόμῳ, Χριστὸν Μεσσίαν, αὐτός ἐστιν ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Κύριε, παράγων ἐν τῇ ὁδῷ, εὗρες ἄνθρωπον τυφλὸν ἐκ γενετῆς, καὶ ἔκθαμβοι γεγονότες οἱ...

Ο ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΘΕΙΟΣ ΕΝ ΚΟΣΜΩ ΣΤΥΛΟΣ

Ὁ φωτοφανὴς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ Ἡλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας· Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

ΤΟΝ ΣΥΝΑΝΑΡΧΟΝ ΛΟΓΟΝ

Τὸν συνάναρχον Λόγον Πατρὶ καὶ Πνεύματι, τὸν ἐκ Παρθένου τεχθέντα εἰς σωτηρίαν ἡμῶν, ἀνυμνήσωμεν πιστοὶ καὶ προσκυνήσωμεν· ὅτι ηὐδόκησε σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῷ, καὶ θάνατον ὑπομεῖναι, καὶ ἐγεῖραι τοὺς τεθνεῶτας, ἐν τῇ ἐνδόξῳ Ἀναστάσει αὐτοῦ.

Η Γ' ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Ἡ Γ' Εὕρεσις τῆς Τιμίας κεφαλῆς τοῦ Προδρόμου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη, Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως. Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται. Ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΡΕΙΘΡΟΝ ΜΟΙ ΔΩΡΗΣΑΙ ΧΡΙΣΤΕ

Ῥεῖθρόν μοι δώρησαι Χριστέ, σοφίας τῆς ἀρρήτου, καὶ γνώσεως τῆς ἄνω, τὸ φῶς τῶν ἐν τῷ σκότει, καὶ πλανωμένων ὁδηγέ, ἵνα διηγήσωμαι, ἅπερ ἡ θεία βίβλος ἐδίδαξε τοῦ Εὐαγγελίου τῆς εἰρήνης, δηλονότι, τὴν τοῦ Τυφλοῦ θαυματοποιΐαν, ὅτι ἐκ γενετῆς τυφλὸς ὑπάρχων, ὀφθαλμοὺς τοὺς αἰσθητοὺς ἀπολαμβάνει, καὶ τοὺς τῆς ψυχῆς, ἐν πίστει ἀνακραυγάζων· Σὺ τῶν ἐν σκότει, τὸ φῶς τὸ ὑπέρλαμπρον.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ

ΚΥΡΙΑΚΗ ΤΟΥ ΤΥΦΛΟΥ Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἕκτῃ ἀπὸ τοῦ Πάσχα, τὸ εἰς τὸν ἐκ γενετῆς Τυφλὸν ἑορτάζομεν, τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, θαῦμα. Φωτὸς χορηγός, ἐκ φάους πλέον φάος, Τὸν ἐκ γενετῆς ὀμματοῖς Τυφλόν, Λόγε. Τῷ ἀπείρῳ ἐλέει σου, φωτοδότα Χριστὲ ὁ Θεὸς ἡμῶν ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΑΠ ΓΗΣ, ΚΑΘΩΣ ΠΗΓΗ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ

Ἀπὸ γῆς, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοῖς χρῄζουσι. Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς· ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἴρει. Ταύτην οὖν πόθῳ μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ᾄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί. Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταῖς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στερρῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

ΤΑΙΣ ΕΥΑΡΜΟΣΤΟΙΣ ΟΣΙΕ, ΤΗΣ ΨΥΧΗΣ ΣΟΥ ΔΥΝΑΜΕΣΙΝ

Ταῖς εὐαρμόστοις Ὅσιε, τῆς ψυχῆς σου δυνάμεσιν, ἡ τρισσοφαὴς συγκατεκράθη ἔλλαμψις, ἐξ ἧς δᾳδουχούμενος, ὡς ἐκ μιᾶς Θεότητος, ταύτης πρὸ τοῦ στύλου, σοῦ τρισόλβιον οἶκον, ἐνδόξως ἐδομήσω, καὶ τὴν ἄκτιστον σέβειν, ἐθέσπισας ἐν τούτῳ, τριάδα εἰς αἰῶνας. Ἡ πανσθενὴς τοῦ Πνεύματος, τοῦ Ἁγίου ἐνέργεια, σοὶ θεοειδῶς Παμμάκαρ ἐνσκηνώσασα, συντρέχειν κεκίνηκεν, ἐκ τῶν περάτων ἅπαντας, τοὺς ὑπὸ πνευμάτων, πονηρῶν μαινομένους, καὶ τούτους θεραπεύων τῇ βαΐνῃ σου ῥάβδῳ, ἐδίδασκες· Τὸν Κτίστην, ὑμνεῖτε εἰς αἰῶνας. Νεανικῶς τὸ φρόνημα, τῆς σαρκὸς καθυπέταξας, Πάτερ ἐν νηστείαις, καὶ εὐχαῖς τῷ πνεύματι, γαστρός τε τὴν πύρωσιν, ἀπεσβεκὼς ἠφάνισας, καὶ ὡς μὴ ἐσθίων, ὑπέρ ἀνθρώπων ὤφθης, τροφῇ τῇ οὐρανίῳ, διαιτώμενος μόνῃ· καὶ ταύτης τὸν δοτῆρα, ὑμνῶν εἰς τοὺς αἰῶνας. Χοροστασίαν ἔνθεον, φοιτητῶν σοι θεσπέσιε, Πάτερ ἐγχειρίζεται, Χριστὸς ὁ Κύριος οὓς πόθῳ δεξάμενος διδασκαλίαις ἤλειφας, πρὸς τὸν ἐν ἀσκήσει, ἐπεκτείνεσθαι δρόμον, μεθ' ὧν τὰς ἀναπαύσεις, τῶν νοσηλευομένων, τελῶν ἐδοξολόγεις, ...

ΝΕΑΝΙΚΩ ΘΕΟΦΟΡΕ, ΤΩ ΦΡΟΝΗΜΑΤΙ ΚΟΣΜΟΥ ΤΗΝ ΟΧΛΗΣΙΝ, ΚΕΝΗΣ ΤΕ ΔΟΞΗΣ ΤΑΣ ΚΑΤΑΠΤΩΣΕΙΣ

Νεανικῷ θεοφόρε, τῷ φρονήματι κόσμου τὴν ὄχλησιν, κενῆς τε δόξης τὰς καταπτώσεις, φεύγων ἡσυχάζειν ἐπόθεις ἐν πνεύματι, βοῶν ἀπαύστως· Εὐλογητός, ὁ Θεός τῶν Πατέρων ἡμῶν. Σταυροειδῶς ἀνατείνων, τὰς παλάμας σου καὶ προσευχόμενος, Χριστὸν ἐν δόξῃ μετὰ Ἀγγέλων, ὀφθαλμοφανῶς θεοφόρε τεθέασαι, πρὸς τοῦτο ὄρος τὸ θαυμαστόν, ἀναβῆναί σε προστάττοντα. Οὐρανοδρόμῳ τῇ γνώμῃ, ἐπειγόμενος Πάτερ τοῦ κίονος, ἐκβὰς προθύμως σὺ τοῦ Δεσπότου, θείοις πειθαρχήσας ἐντάλμασιν, ἔφθασας τὸ ὄρος τοῦτο, ὁ θαυμαστῶς, θαυμαστόν αὐτὸς ὠνόμασας. Ὑψηλοτάτην κορυφήν, ἐπουράνιον ὥσπερ Παράδεισον, εὐωδεστάτοις πεφυτευμένον, ἄνθεσι παντοίοις εὑράμενος, ᾤκησας, μονὴν δὲ ταύτην θαυματουργέ, θεοχάρακτον κατέπηξας.

ΤΗΝ ΔΕΗΣΙΝ ΕΚΧΕΩ ΠΡΟΣ ΚΥΡΙΟΝ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Θαυμαστὸν ᾤκει πρὶν Συμεὼν γῆς ὄρος, Πόλου δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος. Εἰκάδι ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου, κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν, Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο, Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ. Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων, εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα τοῦ Δομνίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΠΙ ΤΗΝ ΠΗΓΗΝ ΕΠΕΣΤΗ, Η ΠΗΓΗ ΤΩΝ ΘΑΥΜΑΤΩΝ

Ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν θαυμάτων, ἐν τῇ ἕκτῃ ὥρᾳ, τῆς Εὔας ζωγρῆσαι καρπόν· ἡ γὰρ Εὔα ἐν ταύτῃ ἐξελήλυθεν ἐκ τοῦ Παραδείσου, ἀπάτῃ τοῦ ὄφεως. Ἤγγικεν οὖν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, ἣν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, κἀγὼ ὕδατος ἁλλομένου ἐμπλήσω σε, καὶ εἰς τὴν πόλιν δραμοῦσα ἡ σώφρων, τοῖς ὄχλοις ἀνήγγειλεν εὐθύς· Δεῦτε, ἴδετε Χριστὸν τὸν Κύριον, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν. Ἐπὶ τὸ φρέαρ ὡς ἦλθεν ὁ Κύριος, ἡ Σαμαρεῖτις ἠρώτα τὸν εὔσπλαγχνον· Παράσχου μοι τὸ ὕδωρ τῆς πίστεως, καὶ λήψομαι τῆς κολυμβήθρας τὰ νάματα, ἀγαλλίασιν καὶ λύτρωσιν, Ζωοδότα Κύριε, δόξα σοι. Ὁ συνάναρχος καὶ συναΐδιος Υἱὸς καὶ Λόγος τοῦ Πατρός, ἐπὶ τὴν πηγὴν ἐπέστη, ἡ πηγὴ τῶν ἰαμάτων, καὶ γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ παραγέγονεν, ἥν ἰδὼν ἔφη ὁ Σωτήρ· Δός μοι ὕδωρ πιεῖν, καὶ ἀπελθοῦσα, φώνησόν σου τὸν ἄνδρα. Ἡ δέ, ὡς ἀνθρώπῳ διαλεγομένη καὶ οὐ Θεῷ, λαθεῖν σπουδάζουσα ἔλεγεν· οὐκ ἔχω ἄνδρα. Καὶ ὁ Διδάσκαλος πρὸς αὐτήν· Ἀληθῶς εἶπας, οὐκ ἔχω ἄνδρα· πέντε γὰρ ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι...

ΕΠΙ ΤΟΥ ΒΗΜΑΤΟΣ ΕΣΤΩΣ, ΘΕΟΚΗΡΥΞ, ΜΙΧΑΗΛ ΟΥ ΚΑΤΕΠΛΑΓΗΣ

Ἐπὶ τοῦ βήματος ἑστώς, θεοκήρυξ, Μιχαὴλ οὐ κατεπλάγης, ἀπειλὰς τῶν ἀνόμων, ἀλλ' ἐλευθέρᾳ φωνῇ, ἐβόας· Εἰκόνα τὴν ἄχραντον, σέβω τοῦ Σωτῆρος Χριστοῦ καὶ τῶν Ἁγίων. Γνώμῃ στερρᾷ καὶ σταθηρᾷ, συμπλεκόμενος Σοφὲ τοῖς θεομάχοις, νικητὴς ἀνεφάνης, ἔργῳ καὶ λόγῳ δεικνύς, ὡς δέον εἰκόνα τὴν ἄχραντον, σέβειν τοῦ Σωτῆρος, Χριστοῦ καὶ τῶν Ἁγίων. Εἰς τὸ πρωτότυπον εἰδώς, τῆς εἰκόνος τὴν τιμὴν ἱεροφάντορ, διαβαίνουσαν Πάτερ, ταῖς θεοπνεύστοις Γραφαῖς, συνᾴδων τοὺς πάντας ἐδίδαξας, σέβειν τὴν εἰκόνα, Χριστοῦ καὶ τῶν Ἁγίων.

ΟΥΚ ΕΦΕΡΕ ΓΛΩΣΣΗΣ ΣΟΥ ΤΟΝ ΘΕΙΟΝ ΦΘΟΓΓΟΝ

Οὐκ ἔφερε γλώσσηςσου τὸν θεῖον φθόγγον, ὁ θὴρ ὁ δυσώνυμος, Μιχαὴλ ἱερώτατε, ἀλλ' ὑπερορίαις σε καταδικάζει μακραῖς, ὅμως κατῃσχύνετο τὴν σήν, Ἱεροκήρυξ ὁρῶν στερρότητα. Ἰθύνεται πάνσοφε ταῖς διδαχαῖς σου, Χριστοῦ τὸ πανίερον, ὀρθόδοξόν τε σύστημα· ἐγένου γὰρ ὄργανον θαυματουργὲ Μιχαήλ, Πνεύματι κρουόμενον, βοῶν, τὰ μεγαλεῖα τοῦ Παντοκράτορος. Σοφῶς ἐστηλίτευσας τῶν δυσωνύμων, τροφίμων τοῦ Μάνεντος τὴν βλάσφημον ἀσέβειαν, Χριστοῦ τὴν πανάχραντον Πάτερ εἰκόνα τρανῶς, καὶ τῆς Θεομήτορος τιμῶν, καὶ τῶν Ἁγίων Μιχαήλ, Ὅσιε.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΑΙ ΟΜΟΛΟΓΗΤΟΥ ΜΙΧΑΗΛ

Τῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Μιχαήλ, Ἐπισκόπου Συννάδων. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων. Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ, Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ. Εἰκάδι ἐν τριτάτῃ Μιχαὴλ ἀναδέδραμεν ἐκ γῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ ἐν εἰρήνῃ τελειωθείσης. Ὁ ἅγιος μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται. Ὁ ἅγιος μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΒΑΣΙΛΕΙΑΝ ΑΣΑΛΕΥΤΟΝ, ΒΑΣΙΛΕΥΣΑΣ

Βασιλείαν ἀσάλευτον, βασιλεύσας ἀπείληφας, Βασιλίσκε ἔνδοξε, καὶ παρίστασαι, τῷ βασιλεῖ τῶν δυνάμεων, σὺν πάσαις γηθόμενος, τῶν Ἀγγέλων στρατιαῖς, ἀναμέλπεις τε πάντοτε, τὸ ἀέναον, καὶ μακάριον ᾆσμα, φρυκτωρίαις, κατὰ μέθεξιν ταῖς θείαις, περιφανῶς αὐγαζόμενος. Τοὺς σοὺς πόδας ὑπέδησαν, ταῖς κρηπῖσιν ἡλώσαντες, ἐν τῷ σὲ πορεύεσθαι τρίβους χαίροντα, τοῦ μαρτυρίου Ἀοίδιμε, μεθ' ὧν κατεπάτησας, κεφαλὴν τοῦ δυσμενοῦς, καὶ τελείως συνέτριψας, καὶ ἐβάδισας, εὐσταλῶς τὴν οὐράνιον πορείαν, τῷ Δεσπότῃ νικηφόρος, ἐμφανιζόμενος ἔνδοξε. Προσευχῇ σου ἐβλάστησε, ξύλον ἄνικμον πρότερον, καὶ πηγὴν ἀνέβλυζε ζῶντος ὕδατος, τῇ δὲ ῥοῇ σου τοῦ αἵματος, ἡ γῆ καθηγίασται, ὁ ἀὴρ δὲ τῆς ψυχῆς, τῇ ἀνόδῳ πανόλβιε· ὅθεν πίστει σου, τὴν ἁγίαν τιμῶμεν Βασιλίσκε, καὶ πανέορτον ἡμέραν, ἐν ᾗ νομίμως ἠρίστευσας.

ΝΙΚΗΤΗΣ ΤΥΡΑΝΝΩΝ, ΚΑΙ ΠΝΕΥΜΑΤΩΝ

Νικητὴς τυράννων, καὶ πνευμάτων Ἔνδοξε τῆς πονηρίας, ἀνεδείχθης μέλπων, τῷ σὲ δυναμώσαντι ἀκαταπαύστως· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἑνεκρώθης κόσμῳ, τῷ νεκροῖς διδόντι δὲ ζωὴν Δεσπότῃ, Βασιλίσκε Μάρτυς, ἀκλινῶς ἑπόμενος ἔψαλλες χαίρων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Σώματος βασάνους, ἐνεγκὼν στερρότητι ψυχῆς θεόφρον, Ἀσωμάτοις θείοις, συγχορεύων αἴνεσιν Θεῷ προσάγεις· Εὐλογεῖτε λέγων, τα ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΒΑΣΙΛΙΣΚΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. Ὁ Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν, Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν. Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη. Ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται. Ὁ Ἅγιος μάρτυς Κόδρος ὑπὸ ἵππων συρόμενος τελειοῦται. Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΦΘΗΣ ΠΛΑΤΥΤΕΡΑ, ΟΥΡΑΝΩΝ, ΧΩΡΗΣΑΣΑ ΘΕΟΝ ΕΝ ΜΗΤΡΑ

Ὤφθης πλατυτέρα, οὐρανῶν, χωρήσασα Θεον ἐν μήτρᾳ, τὸν στενοχωρίας πονηρὰς ῥυόμενον τοὺς μελῳδοῦντας· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΟΠΛΟΝ ΚΡΑΤΑΙΟΤΑΤΟΝ, ΤΩ ΒΑΣΙΛΕΙ ΗΜΩΝ ΔΕΔΩΚΑΣ

Ὅπλον κραταιότατον, τῷ Βασιλεῖ ἡμῶν δέδωκας, τὸν Σταυρόν σου τὸν τίμιον, δι' οὗ ἐβασίλευσεν, ἐπὶ γῆς δικαίως, λάμψας εὐσεβείᾳ, καὶ βασιλείας οὐρανῶν, κατηξιώθη τῇ εὐσπλαγχνίᾳ σου, μεθ' οὗ σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Ἔδωκας φιλάνθρωπε, τῷ εὐσεβεῖ σου θεράποντι, Σολομῶντος τὴν φρόνησιν, Δαυῒδ τὴν πραότητα καὶ τῶν Ἀποστόλων τὴν ὀρθοδοξίαν, ὡς βασιλέων Βασιλεύς, κυριευόντων τε πάντων Κύριος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Πρῶτος καθυπέταξας, τὴν ἁλουργίδα ἀείμνηστε, Βασιλεῦ ἑκουσίως Χριστῷ, αὐτὸν ἐπιγνοὺς Θεόν, καὶ παμβασιλέα, πάντων εὐεργέτην, νικοποιὸν πάσης ἀρχῆς, καὶ ἐξουσίας τὸν ὑπερκείμενον, ἐντεῦθέν σοι φιλόχριστε, τὴν βασιλείαν κατεύθυνεν, Ἰησοῦς ὁ φιλάνθρωπος, καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Πλουσίων δωρεῶν τὰ κρείττονα, εἰληφῶς παρὰ Θεοῦ, Ἄναξ κράτιστε, Κωνσταντῖνε μέγιστε, καλῶς ἐν τούτοις διέπρεψας· καταυγασθεὶς γὰρ ἀκτῖσι τοῦ παναγίου Πνεύματος, ὑπὸ Σιλ...

ΚΩΝΣΤΑΝΤΙΝΟΝ ΠΙΣΤΟΙ ΣΥΝ ΤΗ ΜΗΤΡΙ

Κωνσταντῖνον πιστοὶ σὺν τῇ μητρὶ τιμήσωμεν· τοῦ Προφήτου γὰρ αὐτοὶ λόγους ἀκροασάμενοι, ἐν κέδρῳ καὶ πεύκῃ καὶ κυπαρίσσῳ, τὸν τρισύνθετον Σταυρὸν κατενόησαν, δι' οὗ τὸ σωτήριον πάθος ἐξηκολούθησε, καὶ πάντας παρέστησαν τοὺς Ἰουδαίους παρασκευάζεσθαι, δεῖξαι τοῖς λαοῖς μέγα δικαίωμα, τὸ κεκρυμμένον διὰ τὸν φθόνον, καὶ βασκανίαν τὴν αὐτῶν, καὶ τοῦτο εὑρόντες ἀνέδειξαν αὐτοί. Διὰ τοῦτο τοῖς πᾶσι νικηφόροι ἀνεδείχθησαν, ὅπλον φέροντες ἀπροσμάχητον, σημεῖον μέγα, καὶ ἐν πολέμοις φρικτόν.

ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΒΑΣΙΛΕΩΝ ΚΩΝΣΤΑΝΤΙΝΟΥ ΚΑΙ ΕΛΕΝΗΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν Ἁγίων ἐνδόξων, μεγάλων, θεοστέπτων καὶ Ἰσαποστόλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης. Τῇ ΚΑ τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων, θεοστέπτων, καὶ ἰσαποστόλων, μεγάλων Βασιλέων, Κωνσταντίνου καὶ Ἑλένης. Ὡς κοινὸν εἶχον γῆς Βασιλεῖς τὸ στέφος, Ἔχουσι κοινὸν καὶ τὸ τοῦ πόλου στέφος. Ξύνθανε μητέρι εἰκάδι πρώτῃ Κωνσταντῖνος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΜΒΡΟΙΣ ΤΩΝ ΑΙΜΑΤΩΝ ΣΟΥ

Ὄμβροις τῶν αἱμάτων σου, μεγαλομάρτυς Θαλλέλαιε, ἀθεΐας τὴν κάμινον, ἐνθέως κατέσβεσας νῦν δὲ τῶν θαυμάτων, ῥείθροις ἀπελαύνεις, πάθη ποικίλα καὶ πιστοῖς, ῥῶσιν παρέχεις ἐν θείᾳ χάριτι· διὸ τὴν θείαν μνήμην σου, περιχαρῶς ἑορτάζομεν, καὶ τὴν κόνιν τοῦ σώματος, ἱερῶς προσπτυσσόμεθα. Θαλλὸν σε κατάκαρπον, θείας ἐλαίας γνωρίσαντες, ἀθλοφόρε Θαλλέλαιε, ἐλαίῳ τῶν πόνων σου, καὶ τῶν ὑπὲρ φύσιν θαυματουργημάτων, ἱλαρυνόμεθα σαφῶς, τὸν ἐπὶ πάντων Θεὸν δοξάζοντες, μεγάλως σε δοξάσαντα, ὑπὲρ αὐτοῦ ὡς ἀθλήσαντα, καὶ τῆς πλάνης τὸ φρύαγμα, παντελῶς ἀφανίσαντα. Πελάγει ῥιπτούμενος, καὶ ταῖς σανίσιν εἱλούμενος, καὶ εὐτόνως ξεόμενος, μένεις ἀταπείνωτος, τοῦ Χριστοῦ σε μάκαρ, ἐπενδυναμοῦντος, ἀνδρειοτάτῳ λογισμῷ, πονηροτάτῳ φθόνῳ μαχόμενον, Θαλλέλαιε μακάριε, τῶν Ἀσωμάτων ὁμότιμε, ἀθλοφόρων συνόμιλε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.

ΤΟΝ ΡΥΠΟΝ ΑΠΟΣΜΗΞΟΝ, ΤΗΣ ΤΑΛΑΙΠΩΡΟΥ

Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας, ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου, καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος οἰκέτης σου.

ΤΩΝ ΜΑΡΤΥΡΩΝ ΣΥΝΑΘΛΟΣ

Τῶν Μαρτύρων σύναθλος, ἀναδειχθεὶς καὶ ὁπλίτης, στρατιώτης ἄριστος, τοῦ Βασιλέως τῆς δόξης, γέγονας διὰ βασάνων καὶ τιμωρίας, ἔπαρσιν εἰδωλολατρῶν καταπατήσας· διὰ τοῦτο τὴν σεπτήν σου, ὑμνοῦμεν μνήμην σοφὲ Θαλλέλαιε.

ΜΑΡΤΥΡΟΣ ΘΑΛΛΕΛΑΙΟΥ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θαλλελαίου.Ἀκέστορι τμηθέντι τῷ Θαλλελαίῳ. Θεὸς βοτάνην πρὸς λύσιν πέμπει πάθους. Εἰκοστῇ Θαλλέλαιος τὴν κεφαλὴν ἀπεκάρθη. Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀσηλᾶ, ὅστις ἐν ποταμῷ ῥιφείς, τελειοῦται. Οἱ τρεῖς ὅσιοι καὶ θεοφόροι πατέρες ἡμῶν Νικήτας, Ἰωάννης καί, Ἰωσήφ, οἱ κτίτορες τῆς ἐν Χίῳ Ἱερὰς καὶ βασιλικῆς Νέας Μονῆς, ἐν εἰρήνῃ τελειοῦνται. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ ἀνακομιδὴ καὶ μετακομιδὴ τοῦ λειψάνου τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Νικολάου Μύρων τῆς Λυκίας τοῦ θαυματουργοῦ. Ὁ ὅσιος πατὴρ ἡμῶν Θαλάσσιος ἐν εἰρήνῃ τελειοῦται. Ὁ ὅσιος Μᾶρκος ὁ ἐρημίτης ἐν εἰρήνῃ τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΙΕΡΟΝ ΚΕΙΜΗΛΙΟΝ, ΤΟΥ ΙΗΣΟΥ ΠΑΤΡΙΚΙΕ

Ὡς ἱερὸν κειμήλιον, τοῦ Ἰησοῦ Πατρίκιε, ἡ Ἐκκλησία λαβοῦσα τὸ σῶμά σου, ἀγαλλομένη κράζει σοι· Διὰ σοῦ ἅπας κόσμος, ἐν εἰρήνῃ βαθείᾳ διαφυλάττεται, ἐξ αἱρέσεως πάσης ἀλώβητος καὶ ἀήττητος.

ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΠΑΤΡΙΚΙΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης, καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου. Τῇ Ιθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Πατρικίου, Ἐπισκόπου Προύσης καὶ τῶν σὺν αὐτῷ, Ἀκακίου, Μενάνδρου καὶ Πολυαίνου, Ἐφεῦρε Πατρίκιος ἐκτμηθεὶς κλέος, Ὑπὲρ κλέος πᾶν γηΐνων πατρικίων. Ἐννεακαιδεκάτῃ τάμε Πατρίκιον ξίφος ὀξὺ Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Μέμνονος τοῦ θαυματουργοῦ. Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀκολούθου. Ἡ ἁγία νέα μάρτυς Κυριακὴ πυρὶ τελειοῦται. Ἡ ἁγία μάρτυς Θεοτίμη ξίφει τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΙΣΤΕΙ ΕΛΘΟΥΣΑ ΕΝ ΤΩ ΦΡΕΑΤΙ

Πίστει ἐλθοῦσα ἐν τῷ φρέατι, ἡ Σαμαρεῖτις ἐθεάσατο, τὸ τῆς σοφίας ὕδωρ σε, ᾧ ποτισθεῖσα δαψιλῶς βασιλείαν τὴν ἄνωθεν ἐκληρώσατο, αἰωνίως ἡ ἀοίδιμος.

ΥΦΑΝΤΟΝ ΕΚ ΤΗΣ ΑΝΩΘΕΝ ΧΑΡΙΤΟΣ, ΑΠΕΚΔΥΣΕΙ ΠΗΛΙΝΟΥ ΤΟΥ ΣΩΜΑΤΟΣ

Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἀπεκδύσει πηλίνου τοῦ σώματος, οἱ Ἀθληταὶ ἱμάτιον, ἐνεδύσαντο πόθῳ ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον. Ῥαντισμῷ θείου αἵματος Μάρτυρες, καθαρθέντες τὸ αἷμα τὸ ἴδιον, ὑπὲρ Χριστοῦ ἐχέατε, μελῳδοῦντες ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον. Ὡραιότατοι βότρυες ὤφθητε, νοουμένης ἀμπέλου Μακάριοι, οἶνον ἡμῖν προχέοντες, εὐσεβείας τοῖς πόθῳ ἀναβοῶσιν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.

ΝΕΟΥΣ ΖΗΛΟΥΝΤΕΣ ΠΙΣΤΩΣ, ΕΝ ΒΑΒΥΛΩΝΙ

Νέους ζηλοῦντες πιστῶς, ἐν Βαβυλῶνι παῖδας, τὸ πῦρ προθύμως ὑπεισήλθετε, βοῶντες Μακάριοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Μὴ προσκυνῆσαι γλυπτοῖς, οἱ Ἀθληταὶ τῆς δόξης, ἀνασχεθέντες τὸν ἀοίδιμον, θάνατον ὑπέστησαν, τὰς ἀθανάτους λήξεις σαφῶς ἀπολαβόντες. Ἀνδρειοτάτῃ ψυχῇ, καὶ ῥωμαλέᾳ γνώμῃ, τῶν ἀνομούντων τὰ φρυάγματα, καθεῖλον οἱ Μάρτυρες, ἀναβοῶντες πιστῶς· Χριστὲ εὐλογητὸς εἶ. Ῥήμασι θείοις ὀχυρωθείς, Μάρτυς Παυλῖνε, θανεῖν προείλου παναοίδιμε, βοῶν τῷ ποιήσαντι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.

ΤΩΝ ΣΕΠΤΩΝ ΜΥΣΤΗΡΙΩΝ ΑΚΟΥΣΩΜΕΝ

Τῶν σεπτῶν μυστηρίων ἀκούσωμεν, Ἰωάννου ἡμᾶς ἐκδιδάσκοντος, τὰ ἐν τῇ Σαμαρείᾳ γινόμενα, πῶς γυναικὶ ὡμίλει ὁ Κύριος, ὕδωρ αἰτήσας, ὁ τὰ ὕδατα εἰς τὰς συναγωγάς αὐτῶν συνάξας, ὁ Πατρὶ καὶ τῷ Πνεύματι σύνθρονος· ἦλθε γὰρ ἐκζητῶν τὴν εἰκόνα αὐτοῦ, αἰωνίως, ὡς ἀοίδιμος.

ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ

ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΑΜΑΡΕΙΤΙΔΟΣ Τῇ αὐτῇ ἡμέρᾳ Κυριακῇ πέμπτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῆς Σαμαρείτιδος ἑορτὴν ἑορτάζομεν. Ὕδωρ λαβεῖν ἐλθοῦσα τὸ φθαρτόν, γύναι, Τὸ ζῶν ἀπαντλεῖς, ᾧ ῥύπους ψυχῆς πλύνεις. Ταῖς τῆς σῆς Μάρτυρος Φωτεινῆς πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΠΕΤΡΟΥ, ΔΙΟΝΥΣΙΟΥ, ΑΝΔΡΕΟΥ, ΠΑΥΛΟΥ, ΧΡΙΣΤΙΝΗΣ, ΗΡΑΚΛΕΙΟΥ, ΠΑΥΛΙΝΟΥ ΚΑΙ ΒΕΝΕΔΙΜΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Πέτρου, Διονυσίου, Ἀνδρέου, Παύλου, Χριστίνης, Ἡρακλείου, Παυλίνου καὶ Βενεδίμου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Πέτρου, Διονυσίου, Χριστίνης παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου καὶ Ἡρακλείου. Σεπτοὶ Ἀθληταί, ὑπὲρ σεπτῆς Τριάδος, Ὑπὲρ τὸ ζῆν εἵλοντο θανεῖν ἐμφρόνως. Ὀγδοάς, Ἀθλοφόρων ἐκ γαίης εἰς πόλιν ἤρθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, Τεκούσης, Ἀλεξανδρίας, Κλαυδίας, Φαεινῆς, Εὐφρασίας, Ματρώνης, Ἰουλίας καὶ Θεοδότου Μάρτυρος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΝΤΕΣ ΟΙ ΕΥΣΕΒΕΙΣ ΣΗΜΕΡΟΝ, ΑΝΥΜΝΗΣΩΜΕΝ ΤΟΝ ΙΕΡΑΡΧΗΝ

Πάντες οἱ εὐσεβεῖς σήμερον, ἀνυμνήσωμεν τὸν Ἱεράρχην, τὸν ἀθανασίας ἐπώνυμον, καὶ Ἀθανασίου ἐφάμιλλον, Χριστιανουπόλεως ποιμένα. Δοχεῖον λαμπρὸν γενόμενον τοῦ Πνεύματος, τὸ σῶμα σὺν τῇ ψυχῇ ἀποκαθάραντα, τῆς τῶν παθῶν τρικυμίας, Ὅθεν ἠξιώθη, ἀενάως θαυματουργεῖν, Χριστῷ παριστάμενος, τῷ σώσαντι τὰς ψυχάς ἡμῶν. Δεῦτε ἐν ἱεροῖς μέλεσι, καταστέψωμεν τὴν θείαν Κάραν, εὐωδίας οὖσαν ἀνάπλεων, καὶ πάμπολλα θαύματα βρύουσαν, καὶ πιστοὺς κινδύνων λυτρουμένην, βοῶντες· Σὲ ἀνυμνοῦμεν παντοδύναμε, προστάτην καὶ ἀρωγὸν ἡμῖν ἐκφήναντα, τὸν Ἀθανάσιον ὄντως, οὗ τὸ θεῖον σκῆνος, εὐωδίας πολλῆς πληροῖς, Χριστὲ ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος. Θαῦμα ἐκπληκτικὸν γέγονε, καὶ κατέπληξε τοὺς τολμητίας, τοὺς βεβήλους χεῖρας ἐκτείνοντας, καὶ τὰ λείψανά σου συλήσαντας. Ἐκλονίσθη πᾶσα ἡ οἰκία, καὶ κρότος, φρικτὸς καὶ μέγας καὶ παννύχιος, σὲ ζῶντα καὶ μετὰ θάνατον ἀπέδειξε. Καὶ οἱ αὐτόπται νῦν ζῶσιν· οὗτοι μαρτυροῦσιν, ὅτι σὺ εἶ θαυματουργὸς κλεινὲ Ἀθανάσιε. Εὐχαῖς σου πάντες σωθείημεν. Πόθῳ θεοτερπεῖ ...

ΛΟΓΩ ΤΗΝ ΑΛΟΓΟΝ ΕΠΑΥΣΑΣ, ΤΗΣ ΑΘΕΪΑΣ ΦΘΟΡΑΝ,

Λόγῳ τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης, θεομακάριστε· διὸ σε λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζομεν, περιχαρῶς, αἴνεσιν προσάγοντες, τῷ Παντοκράτορι. Παῦλος ὁ θεῖος Ἀπόστολος, θείοις ἐπαίνοις ἡμᾶς, ἐκθειάζων λαμπρότατα, τοῖς πιστοῖς παρίστησι, τὴν ὑμῶν γενναιότητα, πρὸ τούτου λέγων, ἀποδειχθῆναι ἡμᾶς, Θεοῦ τοῦ Λόγου, μαθητὰς πάνσοφοι, καὶ συγγενεῖς αὐτοῦ, Ἰουνία πάνσοφε, ὡς ἀληθῶς, μάκαρ τε Ἀνδρόνικε, Θεοῦ θεράποντες. Πᾶσαν ἱερῷ κηρύγματι, φωταγωγοῦντες τὴν γῆν, τὴν ἀχλὺν ἀπελάσατε, τὴν τῆς ματαιότητος, καὶ πρὸς φῶς ὡδηγήσατε, θεογνωσίας, τοὺς ἐνυπάρχοντας, ἐν σκότει πάλαι, τῆς ἀθεότητος, θεῖοι Ἀπόστολοι, ὁδηγοὶ σωτήριοι, καὶ πρεσβευταί, πάντων τῶν πιστῶς ὑμᾶς, τιμώντων πάντοτε.

ΝΟΣΟΥΣ ΔΕΙΝΑΣ ΚΑΙ ΠΑΣΑΣ ΜΑΛΑΚΙΑΣ, ΕΚ ΤΩΝ ΨΥΧΩΝ ΟΜΟΥ ΚΑΙ ΤΩΝ ΣΩΜΑΤΩΝ

Νόσους δεινὰς καὶ πάσας μαλακίας, ἐκ τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων, ἀποδιώκεις τῶν προστρεχόντων, ἐν τῷ οἴκῳ σου σοφὲ Μαθητὰ τοῦ Χριστοῦ. Δαιμονικὰς ἐφόδους ἀπελαύνων, πάθη δεινὰ καθαίρεις τῶν ἀνθρώπων, ἐν συμπαθείᾳ Χριστοῦ αὐτόπτα· διὰ τοῦτό σε πιστῶς μακαρίζομεν. Ῥητορικὴν Σοφὲ ἀδολεσχίαν, καταβαλὼν ἁπλότητι δογμάτων, Θεὸν κηρύττεις σαρκὸς ἐν εἴδει, ὁμιλήσαντα βροτοῖς ἀγαθότητι.

ΩΣ ΘΑΥΜΑΣΤΑ ΣΟΥ ΤΑ ΕΡΓΑ ΧΡΙΣΤΕ!

Ὡς θαυμαστά σου τὰ ἔργα Χριστέ! Ἀνέδειξας ἐν τοῖς ἐσχάτοις χρόνοις, θαυματουργὸν τὸν Ἱεράρχην σου Ἀθανάσιον. Σὲ γὰρ τὸν βαρύτιμον ποθήσας μαργαρίτην, τόν πλοῦτον καὶ τὴν δόξαν, σκύβαλα ἑλογίσατο. Καὶ τοῖς ἴχνεσί σου ἀκολουθῶν, πνεῦμα καὶ σῶμα ταῖς ἀρεταῖς ἀπεθέωσεν. Ὅθεν τό “ἐπίβλεψον Κύριε″ ἐκφωνῶν, λαμπρότατον ἄστρον, πρὸ τοῦ στόματος αὐτοῦ ἑωρᾶτο. Τὴν δ' ὁλολύζουσαν γοερῶς, ἐπὶ τοῦ θείου λειψάνου, νεκρῶς τὴν χεῖρα ὕψωσε, καὶ ταύτην ηὐλόγησε. Μεγαλουργὲ Ἀθανάσιε, πρέσβευε τοῦ ῥυσθῆναι ἡμᾶς, ἐκ τῶν βελῶν τοῦ Βελίαρ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΝΥΝ ΟΥΝ ΓΟΡΤΥΝΙΟΙ ΠΑΝΤΕΣ, ΔΕΥΤΕ ΑΘΡΟΙΣΘΗΤΕ

Νῦν οὖν Γορτύνιοι πάντες, δεῦτε ἀθροίσθητε πόθῳ, καὶ περιπτύξασθε θερμῶς, τὴν πανσέβαστον Κάραν, καὶ ἐμφορήθητε ὀσμῆς εὐώδους, καὶ θείας ἐκ τῆς λάρνακος, ἀνυμνοῦντες καὶ βοῶντες· σῶσον πάντας Ἱεράρχα σαῖς εὐχαῖς. Τὴν φωτοφόρον σου μνήμην, ἐπιτελοῦμεν ἐνθέως, ᾠδαῖς καὶ ὕμνοις ἱεροῖς, Ἀθανάσιε Πάτερ· θαυματουργὸς γὰρ ἀληθῶς, ἡμῖν ὁσημέραι ἀναδείκνυσαι, καὶ τὴν θείαν σου Κάραν, ἐγκατέλιπες ἡμῖν ὡς θησαυρόν. Ἡνίκα μέλλει ὁ Κτίστης τὰ ἔθνη ἅπαντα κρῖναι, τότε παράστηθι γοργῶς, καὶ λιπάρησον Πάτερ, ἵνα ὁ δύστηνος ῥυσθῶ, τῆς γεέννης ἐκείνης καὶ τοῦ σκώληκος, καὶ τὸ πλῆθος παρίδῃ, τῶν ἐμῶν πταισμάτων ὁ Κριτής. Νικητικὰ μὲν βραβεῖα, τῆς ἀρετῆς ἤρω Πάτερ· ὡς γὰρ ποιμὴν ἀληθινὸς καὶ τυφλῶν ποδηγέτης, ὑπερετίθεις σὴν ψυχήν, καὶ τοῖς πᾶσι πάντα γέγονας οὐράνιε, ἵνα πάντας κερδήσῃς, καὶ προσάξῃς τὸ σὸν ποίμνιον Χριστῷ.

ΦΩΤΙΖΟΝ ΜΟΥ ΤΗΝ ΦΡΕΝΑ

Φώτισόν μου τὴν φρένα, σθένωσόν μου τὴν χεῖρα, ὦ Πνεῦμα ζωοποιὸν καὶ αὐτάγαθον, ὅπως ὑμνήσω ἀριπρεπῶς τὸν χθιζά τε καὶ πρώιζα ἐκ Κερκύρας ἀνατείλαντα φαεινόν φωστῆρα τῆς Ἐκκλησίας καὶ λάτρην Χριστοῦ Ἀθανάσιον. Καταφρονήσας γὰρ τῶν γεηρῶν καὶ χαμαιζήλων, ὡς δυνατὸν τὸ κατ' εἰκόνα ἀκηλίδωτον διετήρησεν, ἀγγελικῶς τὸν βίον διήνυσε, καὶ τῷ διττῷ τῆς ἀρχιερωσύνης τε καὶ ἀσκήσεως χαρίσματι λαμπρυνθείς, ἐν οὐρανῷ τὴν ψυχὴν ἀνεβίβασε. Τῶν δὲ νομιζόντων μύθους εἶναι τήν ἀρετὴν καὶ τὰ θαύματα δυσσεβῶν τὰ στόματα κατεφίμωσεν. Ὅθεν τῆς μυριπνόου ἐμπιπλάμενοι εὐωδίας, καὶ τὴν πανίερον αὐτοῦ μνήμην τελοῦντες βοῶμεν· Ὦ θεῖε Πάτερ, πρὸς μετανοίας ὁδὸν ἡμᾶς χειραγώγησον.

Ο ΔΟΞΑΣΘΕΙΣ ΠΑΡΑ ΘΕΟΥ ΘΑΥΜΑΣΙΩΣ

Ὁ δοξασθεὶς παρὰ Θεοῦ θαυμασίως, δι' εὐωδίας καὶ θαυμάτων ποικίλων, ἐν τοῖς ἐσχάτοις χρόνοις, Ἀθανάσιε, φάνηθι ταχύτατος, καὶ θερμὸς ἀντιλήπτωρ, τῶν δεινῶν λυτρούμενος, τοὺς πιστῶς σε τιμῶντας, καὶ τοὺς τὰ λείψανα κατέχοντας τὰ σά, πρὸς μετανοίας ὁδὸν χειραγώγησον.

ΡΑΘΑΜΙΓΓΕΣ ΚΟΝΕΩΣ ΕΚ ΛΑΡΝΑΚΟΣ ΤΗΣ ΣΗΣ

Ῥαθάμιγγες κόνεως ἐκ λάρνακος τῆς σῆς, ἐκβλύζουσιν Ἅγιε, καὶ πάντας τοὺς πιστοὺς λυτροῦνται κινδύνων, τελοῦντας πιστῶς, καὶ ἀνευφημοῦντας, τὴν γεραράν σου μνήμην. Ὦ οὐράνιοι Ἄγγελοι καὶ πᾶσα ἡ σεπτή, Ἱεραρχῶν ὁμήγυρις, κροτοῦσι τοὺς σοὺς πανσέπτους ἀγῶνας, καὶ ἔχουσι νῦν σύσκηνόν σε Πάτερ, εἰς πάντας τους αἰῶνας. Φαιδρύνεται σήμερον ἐνδόξως καὶ τερπνῶς, ἡ Γορτυνία ἅπασα. Σκιρτᾷ δὲ εὐαγῶς τιμία Προδρόμου καὶ ὁσία μονή, θησαυρὸν εὑροῦσα, τὰ λείψανά σου Πάτερ. Ἁγνείαν ἐξήσκησας, νηστείαν προσευχὴν ἐκ βρέφους, ὦ Ἅγιε πενήτων καὶ γυμνῶν τροφεὺς καὶ προστάτης, διόρθωσις ἀκριβής, τῶν ἁμαρτανόντων σὺ ἀνεδείχθης Πάτερ.

ΣΩΣΟΝ ΗΜΑΣ

Σῶσον ἡμᾶς Θεοτόκε, τοὺς ἐπὶ σοὶ πεποιθότας, καὶ Θεοτόκον ἀληθῶς, καὶ Παρθένον πρὸ τόκου, καὶ μετὰ τόκον ἀψευδῶς, καὶ ἐν τόκῳ σὲ ἀνακηρύττοντας. Προσκυνοῦμεν οὖν Μῆτερ, καὶ λατρεύομεν τὸν τόκον σου Ἁγνή.

ΑΘΑΝΑΣΙΟΥ ΣΗΜΕΡΟΝ, ΤΟΥ ΣΕΠΤΟΥ ΙΕΡΑΡΧΟΥ

Ἀθανασίου σήμερον, τοῦ σεπτοῦ Ἱεράρχου, καὶ Χριστιανουπόλεως, ὑπερκάλου ποιμένος, καὶ Γορτυνίων προστάτου, χαρμονικῶς ἐκτελοῦντες, μνήμην τὴν παναοίδιμον, ἀπαντλοῦμεν ἀφθόνως, ἐκ τῆς σοροῦ, δαψιλῆ χαρίσματα καὶ ἰάσεις, καὶ πρὸς Θεὸν κεκτήμεθα, ἀκαταίσχυντον πρέσβυν.

Ο ΧΑΜΕΥΝΙΑΙΣ ΚΑΙ ΔΕΗΣΕΣΙ ΠΥΚΝΑΙΣ

Ὁ χαμευνίαις καὶ δεήσεσι πυκναῖς, καὶ τῇ ἐγκρατείᾳ τὸν ῥοῦν τῶν παθῶν χειρωσάμενος, πνευματικὴν εὐωχίαν ἐν τῇ μνήμῃ αὐτοῦ σήμερον παρατίθεται, καὶ βοᾶν ἐπείγει· Εὐλογητὸς ὁ Θεὸς Ἀθανασίου. Νικήσας νίκην κατὰ τοῦ ἐχθροῦ, ἥνπερ κατενίκησαν Προφῆται καὶ Μάρτυρες, καὶ ὁ κλεινὸς τῶν Ἀποστόλων θίασος, Ἀγγέλους καὶ ἀνθρώπους ἐξέπληξας. Ἡμᾶς οὖν σῷζε ἀεὶ τοῦ λαοφθόρου λοιμοῦ. Ἱερατεύσας νεύσει θεϊκῇ, τοῦ Εὐαγγελίου διαπρύσιος κήρυξ Σὺ γέγονας, καὶ τοῦ Χριστοῦ τοῖς ἴχνεσιν ἑπόμενος, ὑπογραμμὸς ἀρετῆς ἀναδέδειξαι, καὶ εὐλογεῖς τὸν Θεὸν ἐν οὐρανοῖς κατοικῶν. Ἐπὶ τὴν θείαν ἤρθης σκοπιάν, ἀρχιερωσύνης καθαρότητι νοῦ Ἀθανάσιε, καὶ τὸν σταυρόν σου ἐπ' ὤμων ἀράμενος, τῷ κόσμῳ ἐνεκρώθης Ἰσάγγελε, καὶ ἀπεδείχθης τρανῶς τῶν πενομένων τροφεύς.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΑΠΟΣΤΟΛΩΝ ΑΝΔΡΟΝΙΚΟΥ ΚΑΙ ΙΟΥΝΙΑΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας, καὶ Μνήμη τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου ἐπισκόπου Χριστιανουπόλεως. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας. Ἔθνη διδάξας Ἀνδρόνικος μυρία, Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη. Ἰουνία τέθνηκε μηνὶ Μαΐῳ, 'Ὃς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου, Ἑβδομάτῃ δεκάτῃ θάν' Ἰουνίη Ἀνδρόνικός τε. Τῇ αὐτῇ ἡμέρᾳ μνήμη, τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ νέου, Ἐπισκόπου Χριστιανουπόλεως, τοῦ θαυματουργοῦ. Πέφευγεν ἐχθροῦ τοῦ βροτοκτόνου βέλη Ὁ εὐλογητὸς καὶ μέγας Χριστοῦ λάτρις. Ἆλτο ἄημα φαεσφόρον νῦν γε Ἀθανασίοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμὴρ καὶ Παμφυλών. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΓΝΩΣΤΩΣ ΕΠΕΠΟΘΗΣΑΣ

Γνωστῶς ἐπεπόθησας, ὡς ὁ θεόπτης, Θεοῦ τὴν λαμπρότητα, θεάσασθαι Θεόδωρε· διὸ τὰ ὁρώμενα πάντα κατέλιπες, γνόφον ὑπεισδύνας δὲ ὁρᾶν, κατηξιώθης τὸν ἀκατάληπτον. Ἰὸν σὺ τοῦ ὄφεως τοῦ ψυχοφθόρου, παμμάκαρ Θεόδωρε, μηδαμῶς προσηκάμενος, τὸ τούτου μνημόσυνον Πάτερ ἀπώλεσας, μνήμην ἀκατάπαυστον Θεοῦ, ἐν σῇ καρδίᾳ σοφῶς κτησάμενος.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΗΓΙΑΣΜΕΝΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Ἡγιασμένου. Δῶρόν σε θεῖον Θεόδωρε δεικνύει Ἐν Ἁγίοις Ἅγιος ἡγιασμένε. Τῇ δέγε ἑνδεκάτῃ Θεόδωρος ἀφίπτατο γαίης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀλεξάνδρου, ἀρχιεπισκόπου Ἱεροσολύμων. Μνήμη τῶν ἁγίων μαρτύρων Αὐδᾶ, Αὐδιησοῦ, ἐπισκόπου, καὶ τῶν σὺν αὐτοῖς τριάκοντα ὀκτώ, πρεσβυτέρων δέκα ἕξ, Διακόνων ἐννέα, μοναχῶν ἕξ, καὶ παρθένων ἑπτά. Οἱ ἅγιοι μάρτυρες Ἰσαάκιος, Συμεὼν καὶ Δαχθισόης πυρὶ τελειοῦνται. Οἱ ἅγιοι Ἀββάδες, οἱ ἐν τῇ μονῇ τοῦ ἁγίου Σάββα, ὑπὸ τῶν Βλεμμυῶν ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Παπηλῖνος ξίφει τελειοῦται. Ὁ ἅγιος μάρτυς Πέτρος, ὁ ἐν Βλαχέρναις, βουνεύροις τυφθείς, τελειοῦται. Ὁ ἅγιος Νικόλαος, πατριάρχης Κωνσταντινουπόλεως, ἐν εἰρήνῃ τελειοῦται. Μνήμη τῆς ἁγίας Εὐφημίας πλησίον τοῦ νεωρίου λιμένος εἰς τὴν ἁγίαν Δύναμιν. Ταῖς αὐτων ἁγίαις πρεσβείαις, ὁ Θεός, ...

ΑΝΑΡΧΟΥ ΓΕΝΝΗΤΟΡΟΣ

Ἀνάρχου γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλυνομεν

ΦΩΣΤΗΡ ΦΑΕΙΝΟΣ

Φωστὴρ φαεινός, ἐδείχθης ἐν τοῖς πέρασι τὴν ἔρημον δέ, ἐπόλισας τοῖς πλήθεσι, σεαυτὸν ἐσταύρωσας, τὸν σταυρόν σου ἐπ' ὤμων ἀράμενος, καὶ ἀσκήσει τὸ σῶμα, κατέτηξας, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΧΩΜΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Μεγάλου. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παχωμίου τοῦ Μεγάλου. Ὁ Παχώμιος, λεπτύνων σαρκὸς πάχος, Ψυχῇ συνῆγε πρὶν μεταστῆναι στέαρ Πέμπτῃ καὶ δεκάτῃ Παχώμιον ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀχιλλίου Μητροπολίτου Λαρίσσης. Λαλεῖ Λάρισσα σὰς ἀριστείας ξένας, Μνήμην ἔχουσα καὶ θανόντος σου Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ, Ὁσίου Πατρὸς ἡμῶν Βαρβάρου τοῦ μυροβλύτου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΕΣΟΥΣΗΣ ΤΗΣ ΕΟΡΤΗΣ, ΔΙΨΩΣΑΝ ΜΟΥ ΤΗΝ ΨΥΧΗΝ

Μεσούσης τῆς ἑορτῆς, διψῶσάν μου τὴν ψυχήν, εὐσεβείας πότισον νάματα ὅτι πᾶσι Σωτὴρ ἐβόησας· ὁ διψῶν, ἐρχέσθω πρός με καὶ πινέτω· Ἡ πηγὴ τῆς ζωῆς, Χριστὲ ὁ Θεὸς δόξα σοι.

ΕΘΝΗ ΚΡΟΤΗΣΑΤΕ, ΕΒΡΑΙΟΙ ΘΡΗΝΗΣΑΤΕ, Ο ΖΩΟΔΟΤΗΣ ΓΑΡ ΧΡΙΣΤΟΣ, ΤΑ ΔΕΣΜΑ ΔΙΕΡΡΗΞΕ ΤΟΥ ΑΔΟΥ ΚΑΙ ΝΕΚΡΟΥΣ ΑΝΕΣΤΗΣΕ

Ἔθνη κροτήσατε, Ἑβραῖοι θρηνήσατε· ὁ ζωοδότης γὰρ Χριστός, τὰ δεσμὰ διέρρηξε τοῦ ᾍδου καὶ νεκροὺς ἀνέστησε, καὶ νόσους ἐθεράπευσε τῷ λόγῳ. Οὗτος ἐστίν ὁ Θεὸς ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι αὐτοῦ. Θαῦμα παρέδειξας, τὸ ὕδωρ εἰς οἶνον μετελθών, ὁ ἐν Αἰγύπτῳ ποταμούς, μετατρέψας Δέσποτα εἰς αἷμα, καὶ νεκροὺς ἀνέστησας, σημεῖον τοῦτο δεύτερον τελέσας. Δόξα Σωτὴρ τῇ ἀφάτῳ σου βουλῇ, δόξα τῇ κενώσει σου, δι' ἧς ἐκαίνισας ἡμᾶς. Ῥεῖθρον ἀέναον, ὑπάρχων Κύριε, ζωῆς ἀληθινῆς, σὺ εἶ ἡ ἀνάστασις ἡμῶν, θέλων ἐκοπίασας Σωτήρ μου, καὶ ἑκὼν ἐδίψησας, τοῖς νόμοις τῆς φύσεως ὑπείκων, καὶ εἰς Σιχὰρ ἀφικόμενος σαρκί, τὸ ὕδωρ ἐζήτησας, τῇ Σαμαρείτιδι πιεῖν. Ἄρτους εὐλογήσας, ἰχθύας ἐπλήθυνας, ὁ ἀκατάληπτος Θεός, καὶ λαοὺς ἐχόρτασας ἀφθόνως, καὶ πηγὴν ἀέναον σοφίας, τοῖς διψῶσιν ἐπηγγείλω· Σὺ εἶ, Σωτήρ, ὁ Θεός ἡμῶν, ὁ δοὺς ζωὴν τοῖς πιστεύουσιν ἐν τῷ ὀνόματι τῷ σῷ.

Ο ΠΑΝΤΩΝ ΕΠΙΣΤΑΜΕΝΟΣ, ΤΩΝ ΚΑΡΔΙΩΝ ΛΟΓΙΣΜΟΥΣ

Ὁ πάντων ἐπιστάμενος, τῶν καρδιῶν λογισμοὺς ἐν μέσῳ ἀνέκραζε τοῦ ἱεροῦ ἑστηκώς, τοῖς ψεύσταις λέγων ἀλήθειαν· Τί ζητεῖτε πιάσαι, ἐμὲ τὸν ζωοδότην; ἑορτῆς μεσαζούσης, ἐκβοῶν παρρησίᾳ· Μὴ τὴν κατ' ὄψιν κρίσιν κρίνετε παράνομοι.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ, ΛΕΟΝΤΩΝ ΧΑΣΜΑΤΑ

«Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον». Ὡραῖος ἐκ τάφου ἀναστάς, τῇ τῆς Θεότητος δόξῃ κοσμούμενος, τοῖς, Ἀποστόλοις σου Κύριε, ἐπεφάνης, τὴν τοῦ Πνεύματος, ἐπαγγελλόμενος αὐτοῖς, πέμπειν ἐνέργειαν, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Νεκρώσας τὸν ᾍδην ὡς Θεός, ζωαρχικώτατε, πᾶσιν ἐπήγασας ζωὴν αἰώνιον, ἥνπερ νῦν , εἰκονίζουσι φανότατα, τῶν λαμπροφόρων ἡμερῶν τούτων αἱ χάριτες, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Ἀκτῖνας ὡς ἥλιος Χριστέ, δικαιοσύνης φανείς, κόσμῳ ἀπέστειλας, τοὺς Ἀποστόλους σου φέροντας, σὲ τὸ φῶς τὸ ἀκατάληπτον, καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀποδιώκοντας, καὶ βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΤΗΣ ΕΟΡΤΗΣ ΤΗΣ ΝΟΜΙΚΗΣ ΜΕΣΑΖΟΥΣΗΣ

Τῆς ἑορτῆς τῆς νομικῆς μεσαζούσης, ὁ τῶν ἁπάντων Ποιητὴς καὶ Δεσπότης, πρὸς τοὺς παρόντας ἔλεγες, Χριστὲ ὁ Θεός· Δεῦτε καὶ ἀρύσασθε, ὕδωρ ἀθανασίας· ὅθεν σοι προσπίπτομεν, καὶ πιστῶς ἐκβοῶμεν· Τοὺς οἰκτιρμούς σου δώρησαι ἡμῖν· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

ΡΑΔΙΟΥΡΓΙΑΙΣ ΩΕΤΟ, ΥΠΟΚΛΕΠΤΕΙΝ

Ῥαδιουργίαις ᾤετο, ὑποκλέπτειν ὁ τύραννος, τῆς σῆς καρτερίας, τὸ στερρὸν καὶ εὔτονον, παμμάκαρ, Ἰσίδωρε, πρὸς τὴν αὐτοῦ κακόνοιαν· ἀλλὰ σὺ θεόφρον, τόν Χριστὸν ἀνεβόας· φοβοῦμαι, ᾧ λατρεύω, προσκυνῶ τε καὶ μέλπω· λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας. Ὁλολαμπὲς ὡς ἥλιος, ἱλαρόν σου τὸ πρόσωπον, τῇ τοῦ μαρτυρίου χαρμονῇ ἐφαίνετο· ἀμνὸς γὰρ ὡς ἄμωμος σφαγιασθεὶς προσήχθης Θεῷ, ὃν ὡς πλαστουργόν, μελῳδικῶς ἀνεβόας· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Φωτοειδὲς τὸ σῶμά σου, τοῖς ποθοῦσιν ἐδείκνυτο, τῆς Ἀγγελικῆς δορυφορούσης τάξεως, ἀστράπτον Ἰσίδωρε, μαρμαρυγαῖς τῆς χάριτος, θαυματοποιΐαις τε ποικίλαις ἐμπρέπον, δωρούμενον ἑκάστῳ, τὰς ἰάσεις ἀφθόνως, καὶ σάλου ἐξαρπάζων, σαφῶς καὶ ἐκ κινδύνων.

ΤΗΝ ΧΕΡΣΩΘΕΙΣΑΝ ΜΟΥ ΨΥΧΗΝ

Τὴν χερσωθεῖσάν μου ψυχήν, πταισμάτων ἀνομίαις, ῥοαῖς τῶν σῶν αἱμάτων κατάρδευσον, καὶ δεῖξον καρποφόρων ἀρεταῖς· σὺ γὰρ ἔφης πᾶσι, τοῦ προσέρχεσθαι πρός σὲ Λόγε Θεοῦ πανάγιε, καὶ ὕδωρ ἀφθαρσίας ἀρύεσθαι, ζῶν τε καὶ καθαῖρον ἁμαρτίας, τῶν ὑμνούντων τὴν ἔνδοξον καὶ θείαν σου Ἔγερσιν παρέχων ἀγαθέ, τὴν ἀπὸ τοῦ ὕψους ἐνεχθεῖσαν ἀληθῶς τοῖς Μαθηταῖς σου, Πνεύματος ἰσχύν, τοῖς σὲ Θεὸν γινώσκουσι· σὺ γὰρ ὑπάρχεις πηγὴ τῆς ζωῆς ἡμῶν.

ΤΕΤΑΡΤΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ -- ΜΕΣΟΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ

Τῇ Τετάρτῃ τοῦ Παραλύτου, τὴν τῆς Μεσοπεντηκοστῆς ἑορτάζομεν ἑορτήν. Ἑστὼς διδάσκει τῆς ἑορτῆς ἐν μέσῳ. Χριστὸς Μεσσίας τῶν διδασκάλων μέσον. Τῷ ἀπείρῳ ἐλέει σου, Χριστε ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΦΕΣΤΗΚΕΝ Η ΤΩΝ ΗΜΕΡΩΝ ΜΕΣΟΤΗΣ

Πεντηκοστῆς ἐφέστηκεν ἡ τῶν ἡμερῶν μεσότης, ἐν ᾗ Χριστός, παραγυμνώσας ἀμυδρῶς θεϊκὴν δυναστείαν, Παράλυτον συνέσφιγξε, λόγῳ αὐτὸν τῆς κλίνης ἐξαναστήσας καὶ θεοπρεπῶς θαυματουργῶν ἐν ὀστρακίνῳ σώματι, τοῖς ἀνθρώποις ἐδωρήσατο τὴν αἰώνιον ζωήν, καὶ τὸ μέγα ἔλεος. Μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς. Ἐν τῷ ἱερῷ ἐπέστης ἡ σοφία τοῦ Θεοῦ, μεσούσης τῆς ἑορτῆς, διδάσκων καὶ ἐλέγχων τοὺς ἀπειθεῖς Ἰουδαίους, τοὺς Φαρισαίους, καὶ Γραμματεῖς, καὶ βοῶν παρρησίᾳ πρὸς αὐτούς· ὁ διψῶν, ἐρχέσθω πρός με, καὶ πινέτω ὕδωρ ζωηρόν, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ πιστεύων τῇ ἐμῇ χρηστότητι ποταμοὶ ῥεύσουσιν ἐκ τῆς κοιλίας αὐτοῦ ζωῆς αἰωνίου. Ὢ τῆς ἀγαθότητος, καὶ τῆς εὐσπλαγχνίας σου, Χριστὲ ὁ Θεὸς ἡμῶν· Δόξα σοι. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν, πρὸ αἰώνων εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς. Ὅτε τὸ μέσον τῆς ἑορτῆς ἐπέστη, ἀνέβη ὁ Ἰησοῦς ἐπὶ τὸ ἱερόν, καὶ ἐδίδασκε λέγων τοὺς ἀπειθεῖς Ἰουδαίους· ὁ διψῶν ἐρχέσθω πρός με καὶ πινέτω, ὕδωρ ζωηρόν αἰώνιον, καὶ οὐ μὴ διψήσῃ εἰς τὸν αἰῶνα, ὁ...

ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΕΝ ΤΗ ΧΙΩ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου τοῦ ἐν τῇ Χίῳ. Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσιδώρου. Ἔσαινεν Ἰσίδωρον ἐλπὶς τοῦ στέφους, Καὶ πρὸς τομὴν ἤπειγεν, ἐξ ἧς τὸ στέφος. Ἐν δ' Ἰσίδωρον ἄορ δεκάτῃ τάμεν ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεράποντος. Ὤφθης Θεράπων, οἷα θύτης τοῦ Λόγου, Ὤφθης Θεράπων, καὶ δι' αἵματος Πάτερ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀλεξάνδρου τοῦ ἐν Κεντουκέλλαις. Μνήμη τῶν ἁγίων μαρτύρων Ἀλεξάνδρου, Βαρβάρου καὶ Ἀκολούθου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΣΑΡΚΙ ΤΟΥ ΘΑΝΑΤΟΥ ΓΕΥΣΑΜΕΝΟΣ ΚΥΡΙΕ

Σαρκὶ τοῦ θανάτου γευσάμενος Κύριε, τὸ πικρὸν τοῦ θανάτου ἐξέτεμες τῇ Ἐγέρσει σου, καὶ τὸν ἄνθρωπον νῦν κατ' αὐτοῦ ἐνισχύσας, τῆς ἀρχαίας κατάρας, τὴν ἧτταν ἀνακαλούμενος· ὁ ὑπερασπιστὴς τῆς ζωῆς ἡμῶν Κύριε, δόξα σοι.

ΕΚΛΑΜΠΕΤΕ ΔΙΑ ΤΗΣ ΠΙΣΤΕΩΣ

Ἐκλάμπετε διὰ τῆς πίστεως, ὑπέρλαμπροι φωστῆρες ἅγιοι, θεοσεβείας ἐρασταί, Ἀθλοφόροι πανεύφημοι· τῶν τυράννων γὰρ τάς αἰκίσεις μὴ δειλιάσαντες, τῶν εἰδώλων τὴν πλάνην κατηδαφίσατε, τρόπαιον ἔχοντες ἀήττητον, τὸν Σταυρὸν τῆς ἀληθείας.

ΤΟΝ ΤΗΣ ΑΓΝΕΙΑΣ ΝΟΗΤΟΝ

Τὸν τῆς ἁγνείας νοητόν, κεκτημένη ἐραστὴν Χριστὸν νυμφίον, σεαυτὴν Ἀθληφόρε, ἐν καθαρότητι νοῦ, καὶ πόνοις θείοις ἐκαλλώπισας, καὶ τούτῳ ἡρμόσθης διὰ τοῦ μαρτυρίου. Ἡ συντριβή σου τῶν μελῶν, ἐξελέπτυνεν ἐχθρῶν μηχανουργίας τῶν αἱμάτων ἡ ῥύσις, τῆς ἀθεΐας δεινούς, χειμάρρους Σοφὴ ἀπεξήρανε, πέλαγος θαυμάτων ἡμῖν ἀναδειχθεῖσα.

ΜΝΗΜΗ ΤΗΣ ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΓΛΥΚΕΡΙΑΣ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γλυκερίας. Θηρὸς τὸ πικρὸν δῆγμα τῇ Γλυκερίᾳ Ὑπὲρ γλυκάζον ὡς ἀληθῶς ἦν μέλι. Ἐν τριτάτῃ δεκάτῃ δάκε καὶ κτάνε θὴρ Γλυκερίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σεργίου τοῦ Ὁμολογητοῦ. Ὁ Σέργιός μοι πῶς τελευτᾷς τὸν βίον, Κοινῷ τέλει τέθνηκα, καὶ ζῶν εἰμὶ σοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παυσικάκου, Ἐπισκόπου Συννάδων. Ὁ Παυσικάκου προστρέχων τῷ λειψάνῳ, Παθῶν κακούντων παῦσιν εὑρίσκει ξένην. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Λαοδίκιος ὁ δεσμοφύλαξ, ξίφει τελειοῦται. Ὁ ἅγιος Ἱερομάρτυς Ἀλέξανδρος, ἐπίσκοπος Τιβεριανῶν, ξίφει τελειοῦται. Ὁ ὅσιος Εὐθύμιος ὁ νέος, ὁ κτίτωρ τῆς ἐν ᾍθῳ μονῆς τῶν Ἰβήρων καὶ Ἰωάννης ὁ Ἴβηρ, ὁ πατὴρ τοῦ ῥηθέντος Εὐθυμίου, καὶ Γεώργιος ὁ συγγενὴς αὐτῶν, ἐν εἰρήνῃ τελειοῦνται. Ὁ ὅσιος Γαβριὴλ ὁ Ἴβηρ, ὁ θείας φωνῆς ἀκηκοώς, καὶ ἐξαγαγὼν τῆς θαλάσσης τὴν θαυματουργὸν εἰκόνα τῆς Πορταϊτίσσης, ἐν εἰρήνῃ...

ΕΚ ΘΕΪΚΗΣ, ΔΕΔΕΓΜΕΝΟΣ ΧΑΡΙΤΟΣ

Ἐκ θεϊκῆς, δεδεγμένος χάριτος, τὴν τῶν θαυμάτων δωρεάν, τοῖς αἰτοῦσί σε δωρεάν, Πάτερ τὰ ἰάματα, ἅπασι διένειμας, ὡς ὁ Δεσπότης προσέταξεν, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Πίπτει ποδῶν, σοῦ προκυλινδούμενος, ὁ Ἀσσυρίων βασιλεύς· εὐλαβεῖσθε γὰρ ἀρετήν, οἶδε καὶ πολέμιος· ἅπας ὑποπίπτει δέ, οἷς ἐνοικῶν Χριστὸς ἀναπαύεται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος. Λόγος σιγᾷ, τῶν κατορθωμάτων σου, καὶ τῶν θαυμάτων τὴν πληθύν, τὸ κατ' ἔπος οὐ δυνηθείς, φράσαι Παμμακάριστε· ψάμμον ὑπερέβη γάρ, ὧν ὁ Χριστὸς σοι δεδώρηται, ὁ αἰνετὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.

ΕΠΙΦΑΝΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΠΡΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν, Ἐπιφανίου Ἐπισκόπου Κύπρου, καὶ Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἐπιφανίου, Ἐπισκόπου Κωνσταντίας τῆς Κύπρου. Φανεὶς Ἐπιφάνιος ἐν Κύπρῳ μέγας, Κλέος παρ᾽ αὐτῇ καὶ θανὼν ἔχει μέγα. Τῇ δυσκαιδεκάτῃ Ἐπιφάνιον μόρος εἷλε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γερμανοῦ, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Χαίρων ἀφεὶς γῆν Γερμανὸς καὶ γῆς θρόνον, Γῆς Δημιουργοῦ τὸν θρόνον χαίρει βλέπων. Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΨΥΧΗΝ ΜΟΥ ΚΥΡΙΕ, ΕΝ ΑΜΑΡΤΙΑΙΣ ΠΑΝΤΟΙΑΙΣ

Τὴν ψυχήν μου Κύριε, ἐν ἁμαρτίαις παντοίαις, καὶ ἀτόποις πράξεσι, δεινῶς παραλελυμένην, ἔγειρον τῇ θεϊκῇ σου ἐπιστασίᾳ, ὥσπερ καὶ τὸν Παράλυτον, ἤγειρας πάλαι, ἵνα κράζω σεσωσμένος· Οἰκτίρμον δόξα, Χριστέ, τῷ κράτει σου.

Ο ΧΕΙΡΙ ΣΟΥ ΔΡΑΚΙ ΠΕΡΙΚΡΑΤΩΝ

Ὁ χειρί σου δρακὶ περικρατῶν τὰ πέρατα, Ἰησοῦ ὁ Θεός, ὁ τῷ Πατρὶ συνάναρχος, καὶ Πνεύματι ἁγίῳ συνδεσπόζων ἁπάντων, σαρκὶ ἐφάνης, νόσους ἰώμενος, καὶ πάθη ἀπήλασας, τυφλοὺς ἐφώτισας, καὶ τὸν Παράλυτον λόγῳ θεϊκῷ σὺ ἐξανέστησας, περιπατεῖν ἀθρόως προστάξας, καὶ τὴν βαστάσασαν αὐτὸν κλίνην ἐπὶ τῶν ὤμων ἆραι· ὅθεν πάντες σὺν τούτῳ ἀνυμνοῦμεν καὶ ἐκβοῶμεν· Οἰκτίρμον δόξα, Χριστὲ τῷ κράτει σου.

ΚΥΡΙΑΚΗ ΤΟΥ ΠΑΡΑΛΥΤΟΥ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τετάρτῃ ἀπὸ τοῦ Πάσχα, τοῦ Παραλύτου μνείαν ποιούμεθα, καὶ ὡς εἰκὸς τὸ τοιοῦτον ἑορτάζομεν θαῦμα. Τὸ ῥῆμα Χριστοῦ σφίγμα τῷ παρειμένῳ. Οὕτως ἴαμα τοῦτο ῥῆμα καὶ μόνον. Τῷ ἀπείρῳ ἐλέει σου, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΗΣΑΪΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἡσαΐου, καὶ τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου ἐνδόξου Προφήτου Ἡσαΐου. Στίχοι Ὃς ἄσπορον προεῖδεν υἱομητρίαν, Πρισθεὶς ἄναρχον εἶδεν υἱοπατρίαν. Ἡσαΐας δ' ὁρόων μέλλοντ' ἐνάτῃ χερὶ πρίσθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Χριστοφόρου. Στίχοι Τὸν Χριστοφόρον οἶδά σε Χριστοφόρος, Χριστῷ τυθέντα τῷ Θεῷ διὰ ξίφους. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἐπιμάχου καὶ Γορδιανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ ἅγιαι μάρτυρες Καλλινίκη καὶ Ἀκυλῖνα, αἱ διὰ τοῦ ἁγίου Χριστοφόρου πιστεύσασαι τῷ Χριστῷ, σούβλαις ἀπὸ ποδῶν ἕως ὤμων διαπαρεῖσαι τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΛΟΣ ΥΠΑΡΧΩΝ ΝΕΝΕΚΡΩΜΕΝΟΣ ΚΑΙ ΑΚΑΘΑΡΤΑ ΧΕΙΛΗ

Ὅλος ὑπάρχων νενεκρωμένος καὶ ἀκάθαρτα χείλη κεκτημένος Χριστέ, πῶς οἴσω σοι αἶνον ἐπάξιον. Ὄντως γινώσκων τὴν σὴν εὐσπλαγχνίαν, ὅτι σῴζει τοὺς πίστει σοι προσιόντας, ὥσπερ ποτὲ καὶ ἡ χήρα ἐκείνη τὰ δύω λεπτά, προσφέρω λόγους χειλέων ῥυπαρῶν, καὶ προσπίπτω κραυγάζων σοι· Τὸν νοῦν μου φώτισον Δέσποτα, ἵνα λέγω μετὰ τοῦ Προφήτου σου· Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ λήψεται.

ΤΑ ΜΕΓΑΛΕΙΑ ΣΟΥ ΠΑΡΘΕΝΕ ΤΙΣ ΔΙΗΓΗΣΕΤΑΙ

Τὰ μεγαλεῖά σου Παρθένε τὶς διηγήσεται; βρύεις γὰρ θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

ΥΨΗ ΟΥΡΑΝΙΑ ΕΚΜΑΝΘΑΝΕΙΝ, ΚΑΙ ΘΑΛΑΣΣΗΣ

Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἐρευνᾶν, τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ δὲ ἄστρα ἐξαριθμῆσαι, καὶ παράλιον ψάμμον οὐκ ἔστιν ὅλως οὕτως οὐδὲ τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν, ἔστεψεν, οὗ ἐν τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.

ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΑΠΟΣΤΟΛΟΥ ΚΑΙ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΘΕΟΛΟΓΟΥ ΚΑΙ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΡΣΕΝΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου. Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ Θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου αὐτοῦ, ἤγουν τοῦ μάννα. Οὐ βρῶσιν, ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει Τὸ τοῦ τάφου σου μάννα, μύστα Κυρίου. Ὀγδοάτῃ τελέουσι ῥοδισμὸν βροντογόνοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου. Λαθεῖν βιώσας Ἀρσένιος ἠγάπα, Ὃς οὐδὲ πάντως ἐκβιώσας λανθάνει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΡΟΘΥΜΩΣ ΕΚΒΕΒΗΚΑΣ

Προθύμως ἐκβέβηκας, δεσμοῦ τῆς ὕλης ὦ Παμμακάριστε, ὡς Θεοῦ παραστάτης, καὶ θεοπνεύστου γεγονὼς ἄγγελος, θεολογίας βοᾶν ἐξεπαίδευσας· Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὡς χόρτον λελόγισαι, χρυσὸν καὶ πλοῦτον ὦ Παμμακάριστε, καὶ ὁ χόρτος χρυσὸς σοι, δι' ἐνεργείας θείας γεγένηται, θεολογοῦντι τὸν Κτίστην, καὶ ψάλλοντι· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Τὸ Πνεῦμα τὸ Ἅγιον, Πατρὸς ἀνάρχου ἐκπορευόμενον, καὶ ἐκ σοῦ ἀμερίστως, λαμβάνον Λόγε Μονογενὲς τοῦ Θεοῦ, τοῖς Ἀποστόλοις κραυγάζειν ἀνήγγειλεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΟΥΡΑΝΩ ΦΑΝΕΝΤΟΣ ΣΗΜΕΙΟΥ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ὥρᾳ τρίτῃ τῆς ἡμέρας, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ Κωνσταντίνου τοῦ Μεγάλου. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, τὴν ἀνάμνησιν ἑορτάζομεν τοῦ ἐν οὐρανῷ φανέντος σημείου τοῦ Τιμίου Σταυροῦ, ἐπὶ Κωνσταντίου Βασιλέως, υἱοῦ τοῦ Μεγάλου Κωνσταντίνου, καὶ Κυρίλλου Ἀρχιεπισκόπου Ἱεροσολύμων. Σταυροῦ παγέντος, ἡγιάσθη γῆ πάλαι. Καὶ νῦν φανέντος, ἡγιάσθη καὶ πόλος. Ἑβδομάτῃ Σταυροῖο τύπος πόλῳ ἀμφετανύθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀκακίου. Εἴπερ τις ἄλλος, ἐν χορῷ τῶν Μαρτύρων, Κάλλιστος Ἀκάκιος ἐκτμηθεὶς ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Κοδράτου καὶ τῶν σὺν αὐτῷ. Ζωμοὺς χύτρας σὴς τοὺς ἱδρῶτας, Κοδρᾶτε, Ἅλατι τμηθεὶς αἱμάτων παραρτύεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Ἰωάννου τοῦ Ψυχαΐτου. Ψυχῆς μόνης σὺ τὴν σχέσιν φέρων Πάτερ, Ψυχαΐτης κέκλησαι ἐνδίκως μάκαρ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Μαξί...

Ο ΤΩΝ ΟΛΩΝ ΘΕΟΣ ΤΕ ΚΑΙ ΚΥΡΙΟΣ

Ὁ τῶν ὅλων Θεός τε καὶ Κύριος, σὺν Υἱῷ βασιλεύων καὶ Πνεύματι, ἐν μιᾷ τῇ Θεότητι ἔλαμψε, καὶ πιστοὺς εὐσεβεῖς ἀπειργάσατο, ὁ αὐτὸς καὶ τὸν Ἰὼβ ἐμαρτύρησεν, ἡ γλῶσσα ἡ ἄκακος, ἄκακον, θεοσεβῆ τε καὶ δίκαιον, πάντων τῶν κακῶν ἀπεχόμενον· Διὰ τοῦτό σε Ἰώβ, ἐν ψαλμῳδίαις τιμῶντες ἅπαντες, ὑμνοῦμέν σου τὸ μνημόσυνον.

ΑΓΙΟΥ ΚΑΙ ΔΙΚΑΙΟΥ ΙΩΒ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου καὶ δικαίου Ἰώβ. Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ δικαίου καὶ πολυάθλου Προφήτου Ἰώβ. Εἰ καὶ θανών, ἄληστος ἀνδρείας πέτρα, Καὶ πῶς Ἰὼβ κρύψει σε τῇ λήθης πέτρᾳ; Ἕκτῃ Ἰὼβ πολύτλαν θανάτου τέλος ἀμφεκάλυψε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Σεραφείμ, ἐν τῷ ὄρει τοῦ Δομποῦ ἀσκήσαντος. Λιπὼν Σεραφεὶμ τὸν κάτω καὶ τοῖς ἄνω, Φλογοφόροις σύνεστι Σεραφεὶμ χῶρον. Ἤλατ' ἄημα ἔνθεν Σεραφεὶμ οὐρανίων ἐς πόλον. Τῇ αὐτῇ ἡμέρᾳ οἱ ὅσιοι Μάμας, Παχώμιος καὶ Ἰαρίων ἐν εἰρήνῃ τελειοῦνται. Ὁ ἅγιος μάρτυς Δημητρίων τοξευόμενος τελειοῦται. Οἱ ἅγιοι μάρτυρες Δάναξ, Μέσιρος καὶ Θερινὸς ξίφει τελειοῦνται. Ὁ ἅγιος μάρτυς Δονᾶτος τοξευόμενος τελειοῦται. Ὁ ἅγιος μάρτυς Βάρβαρος ξίφει τελειοῦται. Τελεῖται δὲ τῶν εἰρημένων ἁγίων ἡ σύναξις ἐν τῷ Μαρτυρείῳ αὐτῶν τῷ ὄντι ἐν τῷ Δευτέρῳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΕΙΡΗΝΗΣ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς Ἁγίας καὶ ἐνδόξου Μεγαλομάρτυρος Εἰρήνης. Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος Εἰρήνης. Ξίφει θανοῦσα καὶ βιώσασα ξένως, Εἰρηνικῶς τέθνηκας αὖθις, Εἰρήνη. Εἰρήνη τμηθεῖσα ἀνέγρετο καὶ θάνε πέμπτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Νεοφύτου, Γαΐου καὶ Γαϊανοῦ. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ σεπτῷ καὶ σεβασμίῳ ναῷ τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, τῷ ὄντι ἐν τοῖς Δαρείου. Τῇ αὐτῇ ἡμέρᾳ, Ἀνάμνησις τῶν ἐγκαινίων τοῦ ναοῦ τῆς Ὑπεραγίας Θεοτόκου ἐν τοῖς Κύρου. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΝΥΜΦΙΟΥ ΧΡΙΣΤΟΥ ΕΡΩΤΙ

Τοῦ νυμφίου Χριστοῦ ἔρωτι, Παναοίδιμε, ἀπὸ βρέφους σεμνὴ πυρποληθεῖσα ἔδραμες, δορκὰς ὡς διψῶσα πηγαῖς ἀειρύτοις, καὶ τῇ ἀθλήσει σαυτὴν συντηρήσασα, ἐν τῷ ἀφθάρτῳ, ὄντως τοῦ Κτίστου σου θαλάμῳ ἔνδοξε, ὡς νύμφη εὐκλεής, ἐστολισμένη, πεποικιλμένη, εἰσῆλθες ὡς ἐκλεκτή, στεφανηφόρος ὁραθεῖσα, ἐξ ἀφθάρτου νυμφίου δεξαμένη, ὡς χρυσίον, βραβεῖον νίκης τῆς σῆς ἀθλήσεως.

ΩΣ ΜΑΡΤΥΣ, ΩΣ ΛΙΑΝ ΑΨΕΥΔΗΣ

Ὡς Μάρτυς, ὡς λίαν ἀψευδής, Χριστοῦ Πανεύφημε, τὴν τούτου δύναμιν, ἐθεολόγησας ἅπαντας, θεοφρόνως ἐκδιδάσκουσα, καὶ πρὸς εὐσέβειαν λαοὺς εἵλκυσας ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον. Σαφῶς μνηστευθεῖσα τῷ Χριστῷ τὴν τοῦ τυράννου ὁρμήν, πᾶσαν κατέσβεσας, σοφίας πέλαγος βρύουσα, Πελαγία πανσεβάσμιε, καὶ διαδήμασι τρισὶ Μάρτυς κεκόσμησαι· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΠΕΛΑΓΙΑΣ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Πελαγίας. Βοὸς τὸ χαλκούργημα πῦρ φανὲν φλέγον, Βληθεῖσαν ἔνδον τὴν Πελαγίαν φλέγει. Ἀμφὶ τετάρτῃ Πελαγίη καύθη βοῒ χαλκῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίου τοῦ θαυματουργοῦ. Ἔγνων τὸν Ἱλάριον ἱλαρὸν φύσει, 'Ὃς θαυματουργεῖ ἐν τάφῳ τεθειμένος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΑΤΡΟΣ ΕΞ ΑΝΑΡΧΟΥ ΤΟΝ ΥΙΟΝ

Πατρὸς ἐξ ἀνάρχου τὸν Υἱόν, καὶ Πνεῦμα Ἅγιον, ὁμολογοῦμεν πιστοί, ἐκ σοῦ Πανάμωμε λέγοντες σεσαρκῶσθαι τὸν συνάναρχον, μονογενῆ Λόγον Πατρὶ καὶ θείῳ Πνεύματι, καὶ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.

ΕΠΙ ΤΟΝ ΤΑΦΟΝ ΣΟΥ ΣΩΤΗΡ

Ἐπὶ τὸν τάφον σου Σωτήρ, αἱ Μυροφόροι πορευόμεναι, πρὸς ἑαυτὰς διηπόρουν τῷ νοΐ, καὶ ἐφθέγγοντο. Τίς ἡμῖν τὸν λίθον ἀποκυλίσει τοῦ μνήματος; Καὶ ἀναβλέψασαι, ὁρῶσιν ὅτι ὁ λίθος ἀποκεκύλισται, τῇ μορφῇ δὲ τοῦ Ἀγγέλου σὺν τῇ στολῇ ἐθαμβοῦντο, συνείχοντο δὲ τρόμῳ, καὶ φεύγειν ἐνόμιζον, καὶ πρὸς αὐτὰς ὁ νεανίσκος ἐβόησε. Μὴ φοβεῖσθε ὑμεῖς, ὃν ζητεῖτε, ἀνέστη, δεῦτε, ἴδετε τὸν τόπον, ὅπου ἔκειτο τὸ σῶμα τοῦ Ἰησοῦ, καὶ ταχὺ πορευθεῖσαι, ἀπαγγείλατε τοῖς Μαθηταῖς· ὁ Σωτὴρ ἐξανέστη τοῦ μνήματος.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ ΚΑΙ ΙΩΣΗΦ ΤΟΥ ΔΙΚΑΙΟΥ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΜΥΡΟΦΟΡΩΝ ΓΥΝΑΙΚΩΝ ΚΑΙ ΙΩΣΗΦ ΤΟΥ ΔΙΚΑΙΟΥ Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τρίτῃ ἀπὸ τοῦ Πάσχα, τὴν τῶν ἁγίων γυναικῶν Μυροφόρων ἑορτὴν ἑορτάζομεν, ἔτι δὲ μνείαν ποιούμεθα καὶ τοῦ ἐξ Ἀριμαθαίας Ἰωσήφ, ὅς ἦν μαθητὴς κεκρυμμένος, πρὸς δέ, καὶ τοῦ νυκτερινοῦ μαθητοῦ Νικοδήμου. Χριστῷ φέρουσιν αἱ Μαθήτριαι μύρα. Ἐγὼ δὲ ταύταις ὕμνον, ὡς μύρον φέρω. Ταῖς τῶν ἁγίων Μυροφόρων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΓΝΕΙΑΣ ΣΚΗΝΩΜΑ

Ἁγνείας σκήνωμα, κατοικητήριον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ Προφητῶν, πάντων περιήχημα, θεοχαρίτωτε Ναέ, τοὺς ὑμνοῦντάς σε οἰκτίρησον.

ΟΙ ΑΓΙΟΙ ΜΑΡΤΥΡΕΣ, ΤΩ ΙΣΤΙΩ ΤΟΥ ΣΤΑΥΡΟΥ

Οἱ ἅγιοι Μάρτυρες, τῷ ἱστίῳ τοῦ Σταυροῦ, πνευματικῶς πτερούμενοι, τῶν πειρασμῶν τὸ πέλαγος ἀβλαβῶς, ἐν πίστει παρέδραμον, καὶ πρὸς θείους λιμένας ἀνεπαύσαντο. Ὑφάψαντες λέβητα, ἐν αὐτῷ σε τὸν Χριστόν, ὁμολογοῦσαν ῥίπτουσιν, οἱ δυσσεβεῖς, ἀλλ' ἔμεινας ἀβλαβής, τὴν δρόσον τοῦ Πνεύματος, εὑραμένη σε Μαύρα ἀναψύχουσαν. Στρεβλούμενοι Μάρτυρες, πάσας στρέβλας τοῦ ἐχθροῦ, ἀνδρείως διελύσατε, καὶ τῇ ἀγάπῃ τέλεον τοῦ Χριστοῦ, ψυχὰς συνεδήσατε, τῆς σαρκὸς ἀποθέσει παναοίδιμοι.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΙΜΟΘΕΟΥ ΚΑΙ ΜΑΥΡΑΣ

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Τιμοθέου καὶ Μαύρας Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγ. Μαρτύρων Τιμοθέου καὶ Μαύρας. Ἥπλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι, Ἥπλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ. Σταυρῷ Τιμόθεος τριτάτῃ τανύθη ἅμα Μαύρᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου. Ῥοδοπιανῷ καὶ Διοδώρῳ ῥόδα, Ἤ δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου τοῦ σημειοφόρου (θαυματουργοῦ), Ἐπισκόπου Ἄργους. Οἱ ἅγιοι εἴκοσιν ἑπτὰ μάρτυρες πυρὶ τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΡΘΟΔΟΞΙΑΣ ΦΥΤΕΥΣΑΣ ΤΑ ΔΟΓΜΑΤΑ

Ὀρθοδοξίας φυτεύσας τὰ δόγματα, κακοδοξίας ἀκάνθας ἐξέτεμες, καὶ τὸν τῆς πίστεως σπόρον ἐπλήθυνας, τῇ ἐπομβρίᾳ τοῦ Πνεύματος Ὅσιε· διὸ εὐφημοῦμεν τὴν μνήμην σου.

ΩΣ ΑΘΑΝΑΤΟΝ ΕΝ ΕΚΚΛΗΣΙΑ, ΚΕΚΤΗΜΕΝΟΝ ΕΥΚΛΕΙΑΝ

Ὡς ἀθάνατον ἐν Ἐκκλησίᾳ, κεκτημένον εὔκλειαν, ἐν θεοπνεύστοις λόγοις, πάντες, Ἀθανάσιον τιμήσωμεν ἀξίως, ὃν περ καὶ μετὰ θάνατον, ἐδόξασε Χριστὸς ὁ Θεός, ὡς οἰκεῖον θεράποντα. Εἰς θεωρίας βάθος, ἐκταθεὶς τὰς φρένας, ἐν Ἁγίῳ Πνεύματι, ἱερομύστα Πάτερ, τὸν πλοῦτον ἀνίχνευσας τῶν θείων λογίων, καὶ τὸν κόσμον ἐπλούτισας. Τοὺς ἐν πελάγει πλάνης, χειμαζομένους Πάτερ, ὡς πυρσὸς μετάρσιος ἐνθέων διδαγμάτων, ἰθύνεις ἑκάστοτε τῇ γαλήνῃ τῶν λόγων σου, πρὸς λιμένα τῆς χάριτος.

ΑΘΑΝΑΣΙΟΥ ΤΗΝ ΠΑΝΕΟΡΤΟΝ ΜΝΗΜΗΝ

Ἀθανασίου τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς οἱ πιστοὶ ἀνευφημήσωμεν σήμερον· οὗτος γὰρ Ἄρειον τὸν πλάνον, καὶ Εὐνόμιον ἅμα σὺν Σαβελλίῳ, τοῖς τῆς ἀληθείας κατέβαλε δόγμασι, πυρὶ τῷ αἰωνίῳ παραδοὺς αὐτοὺς κατακαίεσθαι, ὡς βλασφημήσαντας ἄδικα κατὰ τῆς τοῦ Σωτῆρος σαρκώσεως, ἣν πάντες Προφῆται προκατήγγειλαν· διὸ εὐφημοῦμεν τὴν μνήμην αὐτοῦ.

ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΟΥ ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΤΟΥ ΜΕΓΑΛΟΥ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου του ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου τοῦ μεγάλου, Πατριάρχου Ἀλεξανδρείας. Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀθανασίου, Πατριάρχου Ἀλεξανδρείας. Ἀθανάσιε, ποῦ κομίζῃ; μὴ πάλιν Καὶ νεκρὸν ἐξόριστον ἐκπέμπουσί σε; Δευτερίῃ νέκυς Ἀθανασίου ἐξέδυ τύμβου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Ἑσπέρου καὶ Ζωῆς τῆς συμβίου αὐτοῦ καὶ τῶν τέκνων αὐτῶν, Κυριακοῦ καὶ Θεοδούλου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΥΡΙΕ, ΣΥ ΠΡΟ ΤΟΥ ΠΛΑΣΘΗΝΑΙ

Κύριε, σὺ πρὸ τοῦ πλασθῆναι προέγνως, Ἱερεμίαν τὸν ἔνδοξον, καὶ πρὸ τοῦ τεχθῆναι ἐκ μήτρας, ὑποφήτην καθηγίασας, ὡς προειδὼς ἀληθῶς, τῆς γνώμης τὸ ἐλεύθερον, οὗ ταῖς πρεσβείαις ἡμᾶς σῶσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Κύριε, εἰ καὶ ἐν βορβόρῳ ἐβλήθη, Ἱερεμίας ὁ ἔνδοξος, ἀλλὰ τῆς τερπνῆς εὐωδίας, νοητῶς ἀντελαμβάνετο, ἐν Παραδείσου σκηναῖς, οἷά περ αὐλιζόμενος, οὗ ταῖς πρεσβείαις ἡμᾶς σῶσον, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος. Κύριε, εἰ καὶ θρηνῳδίας ἐλάλει, Ἱερεμίας ὁ δοῦλός σου, ἀλλὰ τὴν πρὸς σὲ εὐφροσύνην, ὡς Προφήτης οὐκ ἠμαύρωσε· τὴν γὰρ Ψυχὴν σοι Χριστέ, τῷ πόθῳ συνηρμόσατο, καὶ θυμηδίας τῆς ἀνεκφράστου, διαπαντὸς ἐνεπίμπλατο.

ΣΥ ΠΡΟΚΑΘΗΓΙΑΣΑΣ, ΤΟΝ ΥΠΟΦΗΤΗΝ

Σὺ προκαθηγίασας, τὸν ὑποφήτην σου Δέσποτα, πρὸ τοκετοῦ, καὶ τοῖς πλανωμένοις, ὁδηγὸν ἐξαπέστειλας. Χάρις σοῦ τοῖς χείλεσιν, ἐγκατοικήσασα Πνεύματος, φωτιστικήν, οἷά περ λαμπάδα, τοῖς ἐν σκότει σε ἀνέδειξε. Μύρον εὐωδίας σου, μὴ ὑποφέροντες δῆμός σε, τοῦ Ἰσραήλ, βεβορβορωμένος, ἐν τῷ λάκκῳ καθείργνυσι.

ΕΙΛΚΥΣΑΣ ΤΟΝ ΦΩΤΙΣΜΟΝ, ΚΑΙ ΤΗΝ ΧΑΡΙΝ

Εἵλκυσας τὸν φωτισμόν, καὶ τὴν χάριν δαψιλῶς θεοφόρε, πνευματικῶς τὸ στόμα, τῆς ψυχῆς ὡς ἐπλάτυνας, καὶ πλησθεὶς κοινωνικῶς, πᾶσι μετέδωσας, ὦ Προφῆτα, τοῖς βουλομένοις τῆς ἐλλάμψεως. Θάλασσαν τὴν κοσμικήν, ὑψουμένην πειρασμῶν τρικυμίαις, ἑωρακὼς ἐσχάτους, τοὺς σταθμοὺς ἐπεπόθησας, καὶ πηγὴν ποταμηδόν, βρύουσαν δάκρυα, τὸν λαόν σου, τόν δυσμενῆ πικρῶς ὀδύρεσθαι. Θάνατον τοῦ Λυτρωτοῦ, προεδήλους μυστικῶς Θεηγόρε· ὡς γὰρ ἀμνὸν τῷ ξύλῳ, τὸν Χριστὸν ἀπῃώρησε, τῆς ζωῆς τὸν ἀρχηγόν, δῆμος ὁ ἄνομος Ἰουδαίων, τὸν εὐεργέτην πάσης κτίσεως.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΙΕΡΕΜΙΟΥ

ΤῊ Α' ΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου. Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἱερεμίου. Ψυχαὶ λιθώδεις καὶ ξέναι θείου φόβου, Λίθοις ἀνεῖλον θεῖον Ἱερεμίαν. Πρώτῃ- ἐν Μαΐοιο λίθοις κτάνον Ἱερεμίαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Ἱερομάρτυρος Βατᾶ τοῦ Πέρσου. Καὶ τῷ Βατᾷ, τμηθέντι τὴν κάραν ξίφει, Βατὰ πρεπόντως οὐρανοῦ τὰ χωρία. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΒΥΣΣΟΣ ΑΜΑΡΤΙΩΝ, ΚΑΙ ΠΤΑΙΣΜΑΤΩΝ

Ἄβυσσος ἁμαρτιῶν, καὶ πταισμάτων καταιγὶς με ταράττει, καὶ πρὸς βυθὸν βιαίως, συνωθεῖ ἀπογνώσεως· ἀλλὰ σὺ τὴν κραταιάν, χεῖρά μοι ἔκτεινον, ὡς τῷ Πέτρῳ, καὶ ἐκ φθορᾶς με ἀνακάλεσαι