Αναρτήσεις

Προβολή αναρτήσεων από Φεβρουάριος, 2016

ΥΠΕΡΤΕΡΑ ΤΩΝ ΑΝΩ

Ὑπερτέρα τῶν ἄνω, πέφυκας Δυνάμεων θεοχαρίτωτε, συλλαβοῦσα Λόγον, τὸν τὰ σύμπαντα λόγῳ ποιήσαντα, καὶ τεκοῦσα, τὸν ἐκ Πατρὸς πρὸ τῶν αἰώνων, γεννηθέντα ἀρρεύστως ἀμόλυντε.

ΠΡΟΦΗΤΑΙ ΠΡΟΗΓΓΕΙΛΑΝ, ΤΟ ΒΑΘΟΣ

Προφῆται προήγγειλαν, τὸ βάθος Κόρη τοῦ μυστηρίου σου, ἐξ ἁγνῶν σου αἱμάτων, Θεὸν Παρθένε ἐκυοφόρησας, καὶ ἐν οὐσίαις δυσὶν ἀπεκύησας, εἰς σωτηρίαν ἡμῶν καὶ ἀπολύτρωσιν.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών· Τὸν Δημιουργὸν καὶ Λυτρωτήν ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Ὡς τῆς ἀμπέλου κλήματα, τῆς ἀΰλου ὑπάρχοντες, βότρυας ἡμῖν θεογνωσίας ἤνθησαν, καὶ οἶνον ἐκέρασαν, ἀθανασίας πᾶσι σαφῶς, μέθην ψυχικῆς, ἀποκρουόμενον βλάβης, οἱ Μάρτυρες βοῶντες· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Τοῖς ὀχετοῖς τοῦ αἵματος, ποταμοὺς ἀπεξήραναν, εἰδωλομανίας, καὶ πυρὰν ἐτέφρωσαν, ἀθέου προστάγματος, οἱ ἀθληταὶ τῆς δόξης Χριστοῦ, πᾶσαν δὲ πιστῶς, ἀναβοῶσαν καρδίαν, κατήρδευσαν πλουσίως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας. Ἱεραρχῶν ὁ πρόκριτος, ἱερῶς συγκινούμενος, τὴν συγκομιδὴν τὴν ἱερὰν πεποίηται, ὑμῶν Παμμακάριστοι, καὶ ἐτησίως ταύτην τιμᾷ, μέλπων σὺν παντί, τῷ ἱερῷ καταλόγῳ· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΕΥΡΕΣΕΩΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΤΩΝ ΕΝ ΤΟΙΣ ΕΥΓΕΝΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τῶν Ἁγίων Μαρτύρων τῶν ἐν τοῖς Εὐγενίου, ἥτις συνέβη ἐν τοῖς χρόνοις Ἀρκαδίου τοῦ Βασιλέως. Στίχοι Φανέντες ἐκ γῆς Μάρτυρες κεκρυμμένοι, Αἴρουσι πᾶσαν ἐκ προσώπου γῆς βλάβην. Εἰκάδα δευτερίην ἀνὰ σεπτὰ φάνη χθονὸς ὀστᾶ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Ἀθανασίου, τοῦ ἐν τῷ Παυλοπετρίῳ. Στίχοι Ἀθανάσιος, θρέμμα Παυλοπετρίου, Ἀποστόλοις σύνεστι, Παύλῳ καὶ Πέτρῳ. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Ἀνθοῦσα, καὶ οἱ δώδεκα αὐτῆς οἰκέται, ξίφει τελειοῦνται. Στίχοι Εὔνους ἐφεῦρες, Ἀνθοῦσα, τοὺς οἰκέτας, Ξίφει θανούσῃ, συνθανόντας σοι ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Μάρτυς Συνετὸς ξίφει τελειοῦται. Στίχοι Ψάλλει Συνετὸς καὶ περ ἐκθνῄσκων ξίφει, «Βλέπων ἀσυνετοῦντας ἐξετηκόμην». Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ὁσίων Πατέρων ἡμῶν Θαλασσίου καὶ Λιμναίου. Στίχοι Λιμὴν Λιμναῖον καὶ Θαλάσσιον φέρ...

ΠΙΣΤΙΝ ΧΡΙΣΤΟΥ ΩΣΕΙ ΘΩΡΑΚΑ

Πίστιν Χριστοῦ ὡσεὶ θώρακα, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τὰς ἐναντίας δυνάμεις κατεπάτησας, Πολύαθλε, καὶ στέφει οὐρανίῳ ἐστέφθης, αἰωνίως ὡς ἀήττητος.

ΤΟΝ ΕΝ ΘΡΟΝΩ ΦΩΤΟΣ

Τὸν ἐν θρόνῳ φωτὸς ἐποχούμενον εὐχαρίστως ἐν πίστει ὑμνοῦμέν σε, ὅτι δώρημα θεῖον δεδώρησαι τὸν γενναῖον τοῖς ἄθλοις Θεόδωρον, τὸν ἐν τῷ βίῳ τρισμακάριστον, ὡς ὑπέρμαχον ὄντα τῆς ἀληθείας, καὶ λαμπρὸν στεφανίτην σου Χριστὲ ὁ Θεός, ὑπὲρ οὗ μέχρι τέλους ἀντέσχεν, ἀθλῶν ὡς ἀήττητος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΤΗΡΩΝΟΣ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Τήρωνος. Στίχοι Τήρων, ὁ δηλῶν ἀρτίλεκτον ὁπλίτην, Θεῷ πρόσεισιν, ἀρτίκαυστος ὁπλίτης. Ἑβδομάτῃ δεκάτῃ πυρὶ Τήρωνα πυρὶ φλεγέθουσιν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μαριάμνης, ἀδελφῆς τοῦ Ἁγίου Φιλίππου τοῦ Ἀποστόλου. Στίχοι Ἀφεῖσα τὴν γῆν Μαριάμνη παρθένος, Τὸν ἐκ Μαρίας Παρθένου Χριστὸν βλέπει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Αὐξιβίου. Στίχοι Τὸν Αὐξίβιον οὐ παρόψεται λόγος, Φανέντα ληξίβιον ἐξ ἐναντίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοστηρίκτου, καὶ Μνήμη τῆς εὑρέσεως τῶν λειψάνων τοῦ Ἁγίου Μηνᾶ τοῦ Καλλικελάδου. Στίχοι Τὴν γῆν ὀρύξας ὡς δικέλλῃ τῷ λόγῳ Μηνᾶν ἐκεῖθεν ἐκφέρω κεκρυμμένον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν εὐσεβεῖ τῇ Μνήμῃ γενομένων Βασιλέων Μαρκιανοῦ καὶ Πουλχερίας. Τελεῖται δὲ ἡ αὐτῶν Σύναξις ἐν τῇ μεγάλῃ Ἐκκλησίᾳ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς...

ΦΙΛΗΣΑΣ ΧΡΙΣΤΟΥ

Φιλήσας Χριστοῦ, τὰ θεῖα θελήματα, ἐδείχθης Πιστῶν, ἀκέστωρ φιλόχριστος, γενναιόφρον Πάμφιλε, διὰ τοῦτο καὶ μακαρίζομεν, τὴν σεπτήν σου πανήγυριν. Πρεσβεύων μὴ παύσῃ ὑπὲρ πάντων ἡμῶν.

ΙΔΟΥ ΕΞΕΛΑΜΨΕΝ Η ΦΩΣΦΟΡΟΣ

Ἰδοὺ ἐξέλαμψεν ἡ φωσφόρος, καὶ φωταυγὴς θεία μνήμη τοῦ στερροῦ ἀθλητοῦ, Παμφίλου τοῦ θεοκήρυκος, πάντων τὰς ὄψεις καὶ τὰς καρδίας καταυγάζουσα φέγγει τῷ ἀνεσπέρῳ. Περιχαρῶς, ὦ φιλέορτοι, δεῦτε συνδράμωμεν, καὶ τὴν τούτου θείαν ἡμέραν, ὡς καλὴν ἑορτὴν ἐνιαύσιον, τοῖς ᾄσμασι καταστέψωμεν, εὐλογοῦντες ὑμνοῦντες τὸν Κύριον, τὸν τοῦτον ἀξίως στεφανώσαντα· Πρεσβεύει γὰρ ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΠΑΜΦΙΛΟΥ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παμφίλου, καὶ τῶν σὺν αὐτῷ. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Παμφίλου, Οὐάλεντος, Παύλου, Σελεύκου, Πορφυρίου, Ἰουλιανοῦ, Θεοδούλου, Ἠλία, Ἱερεμίου, Ἡσαϊου, Σαμουήλ καὶ Δανιήλ. Στίχοι Ὑπὲρ τὸ πᾶν σε Πάμφιλος φιλῶν Λόγε, Καὶ τὴν τομὴν ἡγεῖτο τῆς κάρας φίλην. Παῦλον Σέλευκος, καὶ Σέλευκον Οὐάλης, Βλέπων τομῇ χαίροντα, τὴν τομὴν φέρει. Ἥλαντο πρὸς πῦρ Μάρτυρες θεῖοι δύο, Θείου πόθου πῦρ ἓν τρέφοντες οἱ δύο. Σταυροῦσι δοῦλοι τῆς πλάνης ἐπὶ ξύλου, Καὶ Θεόδουλον, δοῦλοι Ἐσταυρωμένου. Κλῆσεις Προφητῶν καὶ τελευτὰς Μαρτύρων, Αὐχοῦσι πέντε μάρτυρες τετμημένοι. Ἕκτῃ καὶ δεκάταῃ ξίφους τάμε Πάμφιλον ἀκμή. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων τῶν ἐν Μαρτυροπόλει, καὶ τοῦ Ὁσίου Μαρουθᾶ, τοῦ ἀνεγείραντος τὴν πόλιν ἐπ' ὀνόματι τῶν Μαρτύρων. Στίχοι Ἡ κλῆσις ἔργον μαρτυρωνύμῳ πόλει, Πολλῶν ἐν αὐτῇ μαρτυρησάντων ξίφει. Στέρξας Μαρουθᾶς τὸν Θεὸν σφόδρα σφόδρα, Θεῷ παραστάς, τέρπεται σφό...

Ο ΘΕΙΟΣ ΒΛΑΣΤΟΣ

Ὁ θεῖος βλαστός, τὸ ἄνθος τὸ ἀμάραντον, ἀμπέλου Χριστοῦ, τὸ κλῆμα τὸ πολύφορον, θεοφόρε Βλάσιε, τοὺς ἐν πίστει τελοῦντας τὴν μνήμην σου, εὐφροσύνης πλήρωσον τῆς σῆς, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΡΩΜΗ ΘΕΟΥ ΕΝΙΣΧΥΘΕΙΣ

Ῥώμῃ Θεοῦ ἐνισχυθείς, ὦ θεόφρον, ὡς ἱερὸς Ἱεράρχης καὶ λειτουργὸς αὐτοῦ, ἐν πράξεσι θείαις ἀναδέδειξαι, τῶν ἀθλοφόρων ἐν ταῖς χορείαις, ἀθλοφόρος ὡράθης καὶ στεφανίτης, τῆς Ἀαρὼν ὑπερήρθης θυσίας, ὡς μύστης Χριστοῦ, σὺν Ἄβελ αἷμα τὸ θεῖον ἀνακράζει Θεῷ τὴν σφαγήν σου, καὶ θρόνῳ θείῳ τοῦ κτίσαντος παρεστώς, σὺν Ἀγγέλων τοῖς τάγμασι πρεσβεύεις ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΒΛΑΣΙΟΥ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βλασίου, Ἀρχιεπισκόπου Σεβαστείας. Στίχοι Λαιμὸν Βλάσιος ἐκκοπεὶς διὰ ξίφους, Ἀλγοῦσι λαιμοῖς ῥευμάτων εἴργει βλάβας. Ἑνδεκάτῃ Βλασίου τάμεν αὐχένα χαλκὸς ἀτειρής. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι δύο Παῖδες, οἱ συναθλήσαντες τῷ Ἁγίῳ Βλασίῳ, μετὰ τῶν ἑπτὰ γυναικῶν, ξίφει τελειοῦνται. Στίχοι Βαβαὶ τοσαύτης παιδίων εὐθαρσίας! Σπεύδουσιν ἄμφω, ποῖον ἐκτμηθῇ φθάσαν. Κτείνει γυναῖκας ἑπτὰ σεπτὰς τὸ ξίφος, Οὐ τῇ γυναικῶν συσχεθείσας δειλίᾳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς εὑρέσεως τοῦ λειψάνου τοῦ Ἁγίου Ζαχαρίου τοῦ Προφήτου, τοῦ Πατρὸς τοῦ τιμίου Προδρόμου. Στίχοι Φανεὶς ὁ νεκρὸς γῆθεν ὁ Ζαχαρίου, Τοῖς ζῶσι πιστοῖς ἄφθονον βλύζει χάριν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη Θεοδώρας τῆς Βασιλίσσης, τῆς στερεωσάσης τὴν ὀρθοδοξίαν. Στίχοι Θεοδώραν Ἄνασσαν εὐσεβεστάτην, Χριστὸς Βασιλεὺς ἀξιοῖ θείου στέφους. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν...

ΤΑ ΣΤΙΦΗ ΤΩΝ ΠΙΣΤΩΝ

Τὰ στίφη τῶν πιστῶν, εὐσεβῶς συνελθόντα, τὸν Μάρτυρα Χριστοῦ, Χαραλάμπη τὸν μέγαν, ἀξίως εὐφημήσωμεν, εὐσεβείας τὸν πρόμαχον, ἀδαμάντινον, καὶ δυσσεβῶν καθαιρέτην, τὸν κηρύξαντα, Θεὸν τοῦ σύμπαντος κόσμου, Χριστὸν τὸν Θεάνθρωπον.

ΑΝΑΤΕΤΑΛΚΕΝ Ο ΜΕΓΑΣ ΚΑΙ ΑΝΕΣΠΕΡΟΣ.....

Ἀνατέταλκεν ὁ μέγας καὶ ἀνέσπερος, Ἥλιος πᾶσι βροτοῖς, ἐκ τῆς νηδύος τῆς σῆς, καὶ πάντας ἐφώτισε φωτὶ τῆς γνώσεως, τοὺς κραυγάζοντας· Εὐλογημένος Πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας.

ΑΝΥΜΝΟΥΜΕΝ ΣΕ ΒΟΩΝΤΕΣ, ΧΑΙΡΟΙΣ ΕΝΔΟΞΕ ΜΑΡΤΥΣ ΧΑΡΑΛΑΜΠΕΣ

«Ἀνυμνοῦμέν σε βοῶντες, χαίροις ἔνδοξε Μάρτυς Χαράλαμπες· τὴν θείαν κάραν σου γάρ, ἡμῖν σὺ δεδώρησαι, ὡς κρήνην βρύουσαν, πλοῦτον ἄσυλον, τὸν τὰς ψυχάς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων». Μεγαλύνομεν τοὺς ἄθλους σου θεσπέσιε, Μεγαλομάρτυς Χριστοῦ, καὶ τοὺς ἀγῶνας τοὺς σούς· εἰδώλων σεβάσματα γὰρ καταβέβληκας, καὶ κατήργησας, τὴν τῶν δαιμόνων ἔπαρσιν, παναοίδιμε γενναίως. Ὡς φωστὴρ ἀειλαμπέστατος ἀνέτειλεν, ἡμῖν ἡ κάρα σου, τῆς πλάνης τῆς ζοφερᾶς, κινδύνων καὶ θλίψεων ἡμᾶς ἐξαίρουσα, νοσημάτων τε, τῶν ὀλεθρίων ῥύεται, καὶ δωρεῖται τὴν ὑγείαν.

ΟΙ ΠΑΙΔΕΣ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Οἱ Παῖδες ἐν Βαβυλώνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν πατέρων ἡμῶν». Προσομιλῶν ταῖς βασάνοις καὶ τῷ πυρὶ λιπαινόμενος, Ἀθλοφόρε Χριστοῦ, ὡς χρυσίου, ὀβρυζότερος γέγονας, καὶ ἱερὸν ἀνάθημα, ἀληθῶς ἐχρημάτισας. Τῶν προσευχῶν τῇ δρόσῳ, παρανομούντων ἡ κάμινος, κατεσβέσθη Σοφέ, καὶ ἐρύσθης μελῳδῶν τῷ ποιήσαντι· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Τῇ παρατάσει τῶν ἄθλων, δένδρον ἐφάνης ὑψίκομον, συσκιάζων πιστούς, ἐκ φλογώδους ἁμαρτίας κραυγάζοντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΧΑΡΑΛΑΜΠΟΥΣ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ

τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Χαραλάμπους τοῦ Θαυματουργοῦ. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Χαραλάμπους. Στίχοι Κατηξιώθης, Χαράλαμπες, ἐκ ξίφους, Καὶ λαμπρότητος καὶ χαρᾶς τῶν Μαρτύρων. Τῇ δεκάτῃ Χαράλαμπες, ἐὸν ἐτμήθης ἀπὸ λαιμόν. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες, Βάπτος καὶ Πορφύριος, οἱ τιμωροῦντες τὸν Ἅγιον Χαραλάμπη, ξίφει τελειοῦνται. Στίχοι Πορφύριος καὶ Βάπτος ἐκ κοινοῦ ξίφους, Ἀθλήσεως βάπτουσι κοινὴν πορφύραν. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ πιστεύσασαι Ἅγιαι τρεῖς γυναῖκες ξίφει τελειοῦνται. Στίχοι Τὰς τρεῖς γυναῖκας ἀρρενωποὺς μηνύει, Ἄρρην ἀριθμός, ὁ τρία, πρὸς τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ Παρθένων, Ἐνναθᾶ, Οὐαλεντίνης, καὶ Παύλου. Στίχοι Εἰς ἀρραβῶνα παρθένοις κόραις δύο, Ὁ νυμφίος δίδωσι θάρσος πρὸς φλόγα. Ἐκεῖνος οὗτος Παῦλος ὁ Χριστοῦ φίλος, Χριστοῦ πόθῳ τράχηλον ἐκτετμημένος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀναστασίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλε...

ΦΕΡΩΝΥΜΟΣ ΕΔΕΙΧΘΗΣ

Φερώνυμος ἐδείχθης, τῆς νίκης ὦ Νικηφόρε, ἀγάπῃ καὶ μαρτυρίῳ, νενικηκὼς τοὺς τυράννους· ὅθεν καὶ νίκης τὸ στέφος, ἐδέξω παρὰ Κυρίου.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σὲ Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσι». Μετέστης ὡς νυμφίος ὡραϊσθείς, ἐν στολαῖς ὑφανθείσαις ἐξ αἵματος, μαρτυρικοῦ, θείας ἀγλαΐας πρὸς μετοχήν, τοῦ κοσμηθέντος σώματος, καὶ καλλωπισθέντος τῷ σταυρῷ, τῷ πάθει τῷ Τιμίῳ, τοῦ πάντων εὐεργέτου, ὦ Νικηφόρε παμμακάριστε. Ἐθέλχθης τοῦ Δεσπότου ταῖς καλλοναῖς, ὧν οὐδὲν ὡραιότερον ἔνδοξε, καὶ τῆς αὐτοῦ, σπεύδων ἀπολαύειν διηνεκοῦς, καὶ εὐπρεποῦς λαμπρότητος, ξίφει ἐκτεμεῖν σου τὴν κεφαλήν, ἠρέθισας τυράννους, πυρούμενος τῷ πόθῳ, ὦ Νικηφόρε τοῦ Κυρίου σου. Λαμπρῶς κατὰ τῆς πλάνης Μάρτυς Χριστοῦ, ἀριστεύσας καὶ ταύτην τρεψάμενος, ὡς νικητής, στέφος ἐκομίσω τῇ κορυφῇ, τὸ τῶν χαρίτων ἔνδοξε, καὶ νῦν συγχορεύεις μαρτυρικῶς, Μαρτύρων ταῖς χορείαις, παμμάκαρ Νικηφόρε, περὶ τὸν θρόνον τοῦ Παντάνακτος.

ΤΗΝ ΤΟΥ ΠΑΥΛΟΥ ΣΑΦΩΣ

Τὴν τοῦ Παύλου σαφῶς διδασκαλίαν ἐπόθησας, καὶ τοῖς στέρνοις τοῖς σοῖς Ἔνδοξε κατεφύτευσας, βοῶν· Ἡ ἀγάπη οὐκ ἀσχημονεῖ, αὕτη τὸν Κτίστην ἄνθρωπον τέλειον ἡμῖν ἐχαρίσατο, δι' ἀγάπην πάντα ὑπέμεινεν, ἥλους καὶ σταυρόν, ὄξος καὶ ἐμπτύσματα, λόγχῃ ἐπάγη πλευρὰν ἁγίαν, δι' ἧς ἀνέβλυσεν ἡμῖν αἷμα καὶ ὕδωρ θεουργόν, ὃν ποθήσας, ἐφάνης νικηφόρος, ὡς καὶ τῇ κλήσει, ὁπλίτης, μύστης Θεοῦ τῆς χάριτος.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΝΙΚΗΦΟΡΟΥ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου. Τῇ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νικηφόρου. Στίχοι Τὸν ἐκ παλαιοῦ κλητικὸν Νικηφόρον, Τμηθέντα γνῶθι πρακτικὸν Νικηφόρον. Φασγάνῳ ἀμφ' ἐνάτῃ Νικηφόρε, δειροτομήθης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ῥωμανοῦ τοῦ Κίλικος. Στίχοι Λήθην βαθεῖαν εἶχε καὶ ζῶν τοῦ βίου, Ῥωμανὸς οὗτος, ὃς μετέστη τοῦ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαρκέλλου Ἐπισκόπου Σικελίας, Φιλαγρίου Ἐπισκόπου Κύπρου, καὶ Παγκρατίου Ἐπισκόπου Ταυρομενίου. Στίχοι Λυθέντες ἄνδρες σαρκικῶν τρεῖς ἁμμάτων (δεσμῶν δηλ.), Τῶν τῆς Ἐδὲμ μετέσχον ἐντρυφημάτων. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Ἱερομάρτυς Πέτρος ὁ Δαμασκηνὸς ξίφει τελειοῦται. Στίχοι Ὁ διελέγξας τοὺς παραπλῆγας Πέτρος, Θνῄσκει μονοπλὴξ τῷ διὰ ξίφους τέλει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ΤΟΝ ΕΝ ΟΡΕΙ

«Τὸν ἐν ὄρει ἁγίω δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπαρθένου, τῷ Μωϋσῇ Μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Σιὼν ὄρος ἡ πόλις ἡ ἁγία, χαῖρε σφόδρα ὁ θεῖος Ζαχαρίας, Ἀγγέλων ὁ συνόμιλος προτρέπεται, καὶ σὺ δὲ ἀγάλλου, Ἱερουσαλήμ, εἰς πάντας τοὺς αἰῶνας. Ζαχαρία Προφῆτα κατατέρπου, πληρωθέντας θεώμενος τοὺς λόγους, οὓς προηγόρευσας τῷ Πνεύματι λαμπόμενος· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας. Ἀναμέσον ὀρέων κατασκίων, ἐθεώρεις ἑστῶτας τοὺς Ἀγγέλους, τὴν ἐπὶ πάντων πρόνοιαν μυοῦντάς σε, ἔνδοξε Προφῆτα, καὶ ὑμνολογοῦντας, Χριστὸν εἰς τοὺς αἰῶνας.

ΑΓΙΩΝ ΤΟ ΑΓΙΟΝ

Ἁγίων τὸν ἅγιον, τέτοκας μόνη θεοχαρίτωτε, ἀπορρήτῳ κυήσει· καὶ γὰρ Παρθένος ἔμεινας ἄχραντε, ὡς πρὸ τοῦ τόκου· διὸ σοι κραυγάζομεν τὴν τοῦ Ἀγγέλου φωνήν· Εὐλογημένη Ἁγνή.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνι ποτέ· διὰ τοῦτο οἱ παῖδες ἐν τῇ καμίνῳ, ἀγαλλομένῳ ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ὑψούμενον Κύριον, ἐπὶ τοῦ ξύλου καὶ καταράξαντα, τὸν μεγάλαυχον ὄφιν, κατανοήσας συνανυψώθης αὐτῷ, χριστομιμήτως ἐν σταυρῷ καὶ θάνατον, ὑπενεγκὼν Ἀθλητά, συνεξανέστης αὐτῷ. Θεοῦ σε Θεόδωρε, τῆς ἀκηράτου δόξης θερμὸν ἐραστήν, ἐγνωκὼς τῷ σῷ πόθῳ, ὁλοκαρδίως ψυχὴν προσέδησα, τὴν προσδοκίαν πᾶσαν τῆς ἐλπίδος μου, ἀνατεθεὶς ἐπὶ σοί, μὴ ὑπερίδῃς με. Ἐδόξασας Κύριον, τοῖς μέλεσί σου ἐνδοξαζόμενον, ἐν βουλαῖς τῶν Ἁγίων, τὸν σὲ μεγάλως ἀντιδοξάσαντα, τερατουργίαις καὶ ποικίλοις θαύμασι, καὶ περιόντα τῇ γῇ, καὶ μετὰ τέλος Σοφέ.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΤΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ

τῌ ΟΓΔΟῌ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ στρατηλάτου, καὶ τοῦ Ἁγίου Προφήτου Ζαχαρίου. Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου. Στίχοι Ὢν Θεόδωρος ἀξίαν Στρατηλάτης, Ὑπῆρξε τμηθεὶς τοῦ Θεοῦ Στρατηλάτης. Ὄμβριμον ὀγδοάτῃ Θεοδώρου αὐχένα κόψαν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Προφήτου Ζαχαρίου. Στίχοι Ἵππους ἑώρας τοὺς νόας Ζαχαρία, Δι' ὧν πρὸς ὕψος οὐρανῶν ἀφιππάσω. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Νικηφόρος καὶ Στέφανος, ξίφει τελειοῦνται. Στίχοι Ξεσθεῖσι Νικηφόρῳ καὶ τῷ Στεφάνῳ, Νικηφόρου στέφανος ἐπλάκη τέλους. Τῇ αὐτῇ ἡμέρᾳ, αἱ Ἅγιαι Μάρθα καὶ Μαρία αἱ ἀδελφαί, καὶ ὁ Ὅσιος Λυκαρίων ὁ Μάρτυς, ξίφει τελειοῦνται. Στίχοι Ἅς περ παρῆξεν εἰς τὸ φῶς γαστὴρ μία, Μάρθαν Μαρίαν, ἓν στερεῖ φωτὸς ξίφος. Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων, Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον. Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΑΝΑΡΧΟΥ ΓΕΝΝΗΤΟΡΟΣ, ΥΙΟΣ ΘΕΟΣ ΚΑΙ ΚΥΡΙΟΣ

«Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν». Ἰδεῖν κατηξίωσαι, ἀπολυθεὶς τοῦ σώματος, τὰ ἀθέατα κάλλη Πάτερ Παρθένιε, ὅλος ἀρετῶν εὐμορφίᾳ, ὡς ἀληθῶς καθωραϊσμένος· διὸ σε γεραίρομεν, καὶ γνησίως μακαρίζομεν. Ὡς κρίνον ὡς ῥόδον σε, εὐῶδες ὡς ὀσφράδιον, ἀρετῶν ποικιλίᾳ ὡραϊζόμενον, Πάτερ ὁ Χριστὸς εἰς τὰς ἄνω, περιφανῶς ἐσκήνωσε μάνδρας, ὁσίως ποιμάναντα, τόν λαὸν αὐτοῦ Παρθένιε. Σκιρτήσωμεν ἄνθρωποι, χορεύσωμεν γηθόμενοι, ἑορτήν τε ἁγίαν νῦν συστησώμεθα, ψάλλοντες Θεῷ ἐν αἰνέσει, τὸν θαυμαστὸν καὶ μέγαν ποιμένα, Παρθένιον σήμερον, κατὰ χρέος μακαρίζοντες. Ἡ μνήμη σου σήμερον, ἡμῶν περιαυγάζουσα, τὰς καρδίας ὡς μέγας ἥλιος ἔλαμψεν· ἣν ἐπιτελοῦντες ἐν πίστει, ῥῦσαι παθῶν σκότους Ἱεράρχα, καὶ νόσων καὶ θλίψεων, καὶ παντοίων περιστάσεων.

ΟΙ ΠΑΙΔΕΣ ΕΝ ΒΑΒΥΛΩΝΙ

«Οἱ Παῖδες ἐν Βαβυλῶνι, καμίνου φλόγα οὐκ ἔπτηξαν, ἀλλ' ἐν μέσῳ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ Κύριε ὁ Θεὸς τῶν Πατέρων ἡμῶν». Ἡ θήκη τῶν σῶν λειψάνων, Λουκᾶ πηγὴ ἀναδέδεικται, ἰαμάτων ἐν ᾗ πᾶς προστρέχων, ἐκλυτροῦται παντοίων παθῶν, σὲ μακαρίζων Ὅσιε, καὶ ἡμῶν τὸν Δεσπότην Χριστόν. Σημείοις μεγίστοις Πάτερ, ἐδόξασέ σε ὁ Κύριος ὃν ἐδόξασας σύ, διὰ πόνων τῆς ἀσκήσεως πρότερον· Εὐλογητὸς γὰρ ἔκραζες, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ἐν βίῳ περιφανής τε, καὶ ἐν τοῖς θαύμασι μέγιστος, καὶ ἐν πᾶσι καλοῖς ἀνεδείχθης, ἀπαράμιλλος Ὅσιε, διὸ τῶν πόνων εὕρηκας, ἀμοιβὴν βασιλείαν Θεοῦ.

ΑΝΤΙΘΕΟΝ ΠΡΟΣΤΑΓΜΑ

«Ἀντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος». Ἐν σοὶ ἐνσκηνώσασα ἡ θεία χάρις, Προφήτην σε δείκνυσι, τὰ μέλλοντα φθεγγόμενον, ἐντεῦθεν προήγγειλας τῷ διαδέχεσθαι, μέλλοντι τὸν Πρόεδρον Σοφέ, ὡραϊσμένον θείαις λαμπρότησι. Λαμψάκου τὸν Πρόεδρον τῆς Ἑλλησπόντου, λαμπτῆρα τὸν ἄδυτον, θαυματουργίαις ἅπασαν, τὴν γῆν τὸν φαιδρύναντα, καὶ ἀπελάσαντα νύκτα, πολυώδυνον παθῶν, ὑμνολογοῦμεν πάντες Παρθένιον. Πολύχουν ἀπέδωκε τὸν ταύτης σπόρον, ἡ γῆ τῇ ἐντεύξει σου, πανθαύμαστε Παρθένιε, καὶ βότρυας ἤνεγκεν ἄμπελος ἄνικμος, οὕτω σε δοξάσαντος Θεοῦ, τοῦ δοξασθέντος τῇ πολιτείᾳ σου.

ΛΟΥΚΑ ΤΟΥ ΕΝ ΤΩ ΣΤΕΙΡΙΩ ΤΗΣ ΕΛΛΑΔΟΣ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν τῷ Στειρίῳ τῆς Ἑλλάδος. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παρθενίου, Ἐπισκόπου Λαμψάκων. Στίχοι Ἀφῆκε τὸν χοῦν Παρθένιος Λαμψάκῳ, Λαμπτῆρα πυρσεύοντα φῶς αὐτοῦ μέγα. Παρθένιος κατέδαρθε, λαχὼν μακρὸν ἑβδόμῃ ὕπνον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Λουκᾶ, τοῦ ἐν Ἑλλάδι. Στίχοι Ἔπλησε Λουκᾶς θαυμάτων τὴν Ἑλλάδα, Ὃς οὐδὲ νεκρὸς παύεται τῶν θαυμάτων. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων χιλίων Μαρτύρων καὶ τριῶν, οἰκετῶν τῶν τεσσάρων Προτικτόρων, τῶν ἐν Νικομηδείᾳ μαρτυρησάντων. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι ἓξ Μάρτυρες, οἱ ἐκ Φρυγίας, πυρὶ τελειοῦνται. Στίχοι Μὴ τὴν πυρὸς φρίξαντες ἰσχὺν ἓξ Φρύγες, Τῇ τῶν Φρυγῶν γῇ πύργος εἰσὶν ἰσχύος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν Μονοβάτοις ἀγωνισαμένου, καὶ τοῦ Ἁγίου Μάρτυρος Θεοπέμπτου, καὶ τῆς συνοδίας αὐτοῦ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ ...

ΙΕΡΩΣΥΝΗΣ ΤΩ ΦΩΤΙ ΔΙΑΛΑΜΠΩΝ

Ἱερωσύνης τῷ φωτὶ διαλάμπων, ἐφωταγώγησας λαοὺς Ἱεράρχα, τὸ τῶν εἰδώλων σκότος τε ἠφάνισας αἴγλῃ ἰαμάτων δέ, τῶν παθῶν τὴν ὁμίχλην, λύσας μεταβέβηκας, πρός τὸ ἄδυτον φέγγος, ὑπὲρ ἡμῶν πρεσβεύων ἐκτενῶς, τῶν σὲ τιμώντων, Βουκόλε Μακάριε.

ΠΟΙΜΑΝΤΙΚΩΣ ΩΔΗΓΗΣΑΣ, ΠΡΟΣ ΝΟΜΑΣ ΕΥΣΕΒΕΙΑΣ

Ποιμαντικῶς ὡδήγησας, πρὸς νομὰς εὐσεβείας, τὸ τοῦ Κυρίου ποίμνιον, πάνσοφε, Ἱεράρχα, ἀποδιώξας ὡς θῆρας, πᾶσαν αἵρεσιν· ὅθεν, νῦν ἐποπτεύεις, ἵλεως, καὶ ἡμᾶς οὐρανόθεν, ὡς παρεστώς, μετὰ τῆς Πανάγνου καὶ Θεοτόκου, τῷ θρόνῳ τῆς Θεότητος, παμμακάριστε Πάτερ.

Η ΠΥΛΗ ΤΗΣ ΧΑΡΙΤΟΣ, Η ΑΝΟΙΞΑΣΑ ΒΡΟΤΟΙΣ

Ἡ πύλη τῆς χάριτος, ἡ ἀνοίξασα βροτοῖς, τὴν πύλην τὴν οὐράνιον, τῆς μετανοίας πύλας μοι τηλαυγῶς, διάνοιξον Δέσποινα, καὶ πυλῶν τοῦ θανάτου ἐλευθέρωσον.

Ο ΜΗΤΡΑΝ ΠΑΡΘΕΝΙΚΗΝ ΑΓΙΑΣΑΣ ΤΩ ΤΟΚΩ ΣΟΥ

Ὁ μήτραν παρθενικὴν ἁγιάσας τῷ τόκῳ σου, καὶ χεῖρας τοῦ Συμεὼν εὐλογήσας ὡς ἔπρεπε, προφθάσας καὶ νῦν ἔσωσας ἡμᾶς Χριστὲ ὁ Θεός. Ἀλλ' εἰρήνευσον ἐν πολέμοις τὸ πολίτευμα, καὶ κραταίωσον Βασιλεῖς οὓς ἠγάπησας, ὁ μόνος φιλάνθρωπος.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΒΟΥΚΟΛΟΥ ΕΠΙΣΚΟΠΟΥ ΣΜΥΡΝΗΣ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης. Τῇ ΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Βουκόλου, Ἐπισκόπου Σμύρνης. Στίχοι Σμύρνης ὁ Ποιμὴν Βουκόλος θυηπόλος, Ἄγρυπνός ἐστι, καὶ θανών, ποίμνης φύλαξ. Ἀγλαὸν ἠελίοιο φάος λίπε Βουκόλος ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Ἐμέσῃ. Στίχοι Χριστὸς τέτρηται χεῖρας ἥλοις καὶ πόδας, Ἰουλιανὸς προστίθησι καὶ κάραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Φαύστης, Εὐϊλασίου, καὶ Μαξίμου. Στίχοι Τρεῖς Μάρτυρες πάσχουσιν ἰχθύων πάθος, Κοινῇ τυχόντες ὀργάνου τοῦ τηγάνου. · · Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμάς. Ἀμήν.

ΤΩ ΘΕΙΩ ΦΕΓΓΕΙ ΣΟΥ ΑΓΑΘΕ

«Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς, πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν πταισμάτων ἀνακαλούμενον». Ἱερωσύνης τὸ ἱερόν, ἔνδυμα φορέσας ἱερῶς, τοὺς ἀνιέρους ἐφώτισας, σέβειν Ἱεράρχα Μονάδα ἄκτιστον, τρισὶν ἐν χαρακτῆρσι, Βουκόλε πάνσοφε. Στόματος λύκου τοῦ νοητοῦ, ἥρπασας λαοὺς ταῖς διδαχαῖς, τοῦ θεηγόρου σου στόματος, καὶ αἱρετιζόντων Πάτερ ἀπύλωτα, ταῖς σαῖς θεολογίαις, ἔφραξας στόματα. Ταῖς φωτοβόλοις καταυγασθεὶς Ὅσιε τοῦ Πνεύματος αὐγαῖς, φωτοειδὴς ὅλος γέγονας, λάμπων ταῖς τῷ σκότει ἐνυπαρχούσαις ψυχαῖς, Βουκόλε, Ἱεράρχα θεομακάριστε. Ὁ βδελυρὸς ἥττηται ταῖς σαῖς, ἱερολογίαις ἱεραῖς, Μαρκίων καὶ ἐξωστράκισται, πάσης ἀτοπίας ἐξερευγόμενος, βόρβορον ὁ λυσσώδης, Βουκόλε ἔνδοξε.

ΥΜΝΩ ΣΕ ΑΚΟΗ

Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε, εἰσακήκοα καὶ ἐξέστην· ἕως ἐμοῦ ἥκεις γάρ, ἐμὲ ζητῶν τὸν πλανηθέντα· Διὸ τὴν πολλήν σου συγκατάβασιν, τὴν εἰς ἐμὲ δοξάζω Πολυέλεε». ᾘσχύνθη, τοῦ δολίου δράκοντος, ἡ ἀπόνοια καὶ ἠλέγχθη· παρθένοι γὰρ τούτου νῦν , τὸ φρύαγμα καταπατοῦσι, Χριστοῦ ἐκ Παρθένου ἀνατείλαντος, ἐπὶ τῆς γῆς καὶ πάντας καταυγάσαντος. Νομίμως, σωφροσύνην ἄσπιλον, ἐξασκήσασα Ἀθλοφόρε, τὰ πνεύματα χαίρουσα, κατέλαβες τῆς πονηρίας, Χριστοῦ ὁπλισαμένη τῇ χάριτι, καὶ τὸν Σταυρὸν ἐπ' ὤμων τούτου ἄρασα. Γενοῦ μοι προστασία πάνσοφε, τῶν δεινῶν με ἐξαιρουμένη, καὶ πειρασμῶν ζάλης τε, καὶ θλίψεως καὶ δυναστείας ἐχθροῦ, λυτρωθεὶς ὅπως ὑμνήσω σε, ἀγαθὴν προστάτιν Ἀγαθώνυμε.

ΣΤΟΛΙΖΕΣΘΩ ΣΗΜΕΡΟΝ, Η ΕΚΚΛΗΣΙΑ

Στολιζέσθω σήμερον, ἡ Ἐκκλησία, πορφυρίδα ἔνδοξον, καταβαφεῖσαν ἐξ ἁγνῶν, λύθρων Ἀγάθης τῆς Μάρτυρος· Χαῖρε, βοῶσα, Κατάνης τὸ καύχημα.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΓΑΘΗΣ

Τῌ Ε' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης. Τῇ Εˊ τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγάθης. Στίχοι Χαίρει, σκότει δοθεῖσα φρουρᾶς Ἀγάθη, Μισοῦσα καὶ φῶς, εἰ πλάνων ὄψεις βλέπει. Πέμπτῃ ἐν φυλακῇ Ἀγάθη θάνεν εἶδος ἀρίστη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοδοσίου τοῦ ἐν τῷ Σκοπέλῳ. Στίχοι Στενὴν ὁδεύσας Θεοδόσιος τρίβον, Τὴν εὐρύχωρον τῆς Ἐδὲμ πατεῖ τρίβον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πολυεύκτου, Πατριάρχου Κωνσταντινουπόλεως. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΟΦΑΝΕΙΑΣ ΑΡΡΗΤΟΥ ΝΥΝ ΕΟΡΤΑΖΟΜΕΝ.....

Θεοφανείας ἀρρήτου νῦν ἑορτάζομεν, σωτηριώδη χάριν· ἐκ Παρθένου γὰρ Κόρης, ἀτρέπτως νηπιάσας Χριστὸς ὁ Θεός, ἐν ναῷ τῷ Θεῷ καὶ Πατρί, ὑπὸ Μητρὸς νῦν προσάγεται, ὃν λαβών, Συμεὼν ἐνηγκαλίσατο. Ἐν τοῖς Προφήταις ὡράθης, ὡς θέμις ἦν Ἰησοῦ, σὲ θεαθῆναι πάλαι ἀλλὰ νῦν Θεοῦ Λόγε, σαρκὶ παντὶ τῷ κόσμῳ, ὤφθης ἑκών, ἐκ Παρθένου Μαρίας Χριστέ, σοῦ τὸ σωτήριον πᾶσι τοῖς ἐξ Ἀδάμ, ἐμφανίσας ὡς φιλάνθρωπος. Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὸν νόμον τάξας ποτέ, νῦν ἐν Σιὼν τῇ πόλει, ἐκπληρῶν τὰ τοῦ νόμου, χερσὶ τῆς Θεοτόκου, βρέφος Χριστέ, σὺν τοῖς ὁλοκαυτώμασι, τοῦ Συμεών ἐν ἀγκάλαις εἰς τὸν ναόν, εἰσαχθῆναι κατεδέξω σαρκί.

ΕΠΙ ΑΣΕΙΣΤΟΝ ΚΡΗΠΙΔΑ

Ἐπὶ ἄσειστον κρηπῖδα ὄντες πίστεως, σὲ Θεομῆτορ ἄχραντε, ὁμολογοῦμεν Θεοτόκον. Λόγον γὰρ Θεοῦ, ἀσπόρως ἐγέννησας ἡμῖν. Εὐλογημένος ὁ καρπός, τῆς σῆς κοιλίας Ἁγνή.

ΔΡΟΣΟΒΟΛΟΝ ΜΕΝ ΤΗΝ ΚΑΜΙΝΟΝ

«Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς Ὁσίοις Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Στερεώματι τῆς πίστεως ἐνέθετο, καθάπερ Πάτερ ἥλιον, ὁ Δεσπότης σε καταλάμπειν φέγγει νοητῷ, ψυχὰς τῶν βοώντων ἐκτενῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἤμων. Μολυσμοὺς σαρκὸς καὶ πνεύματος ἀπέπλυνας, Μάκαρ δακρύων χεύμασι, καὶ γενόμενος Θεοφόρε φῶς τοῖς ἐπὶ γῆς, τοὺς πάντας ἐδίδαξας βοᾶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΙΔΡΩΣΙ ΤΗΣ ΑΣΚΗΣΕΩΣ

Ἱδρῶσι τῆς ἀσκήσεως, παθῶν τὴν φλόγα ἔσβεσας, καὶ ἀπαθείας πρὸς ὕψος, ἀναδραμὼν Θεοφόρε, τῷ τοῦ Χριστοῦ νῦν βήματι, παρέστης ἀγαλλόμενος, ὑπὲρ ἡμῶν δεόμενος, Ἰσίδωρε τῶν τελούντων, τὴν παναγίαν σου μνήμην.

ΙΣΙΔΩΡΟΥ ΤΟΥ ΠΗΛΟΥΣΙΩΤΟΥ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΦΕΒΡΟΥΑΡΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσιδώρου τοῦ Πηλουσιώτου Στίχοι Πηλουσιῶτα, χαῖρε, πολλὰ μοι, Τὸν πηλὸν ἐκδύς, καὶ χαρᾶς τυχὼν ξένης. Ἐν δ' lσίδωρον ἔθεντο τετάρτῃ σήματι λυγρῷ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Νικολάου ὁμολογητοῦ τοῦ Στουδίτου. Στίχοι Ἔδοξε τῷ στήσαντι μέτρα τῷ βίῳ, Καὶ Νικόλαον ἐκμετρῆσαι τὸν βίον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου ἱερομάρτυρος Ἀβραμίου, ἐπισκόπου Ἀρβὴλ τῆς Περσίδος. Στίχοι Πῶς τοῦτο φρικτὸν τοῖς ἀθληταῖς Κυρίου, Ἔφασκε δεικνὺς Ἀβράμιος τὸ ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ ἐν Εἰρηνοπόλει, ἑνὸς τῶν Τριακοσίων δεκαοκτὼ Ἁγίων Πατέρων, τῶν ἐν Νικαίᾳ, καὶ μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεοκτίστου. Στίχοι Θείοις σκεπασθεὶς πίστεως θείας ὅπλοις, Γυμνοῖ τράχηλον Θεόκτιστος τῷ ξίφει. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος καὶ θαυματουργός, Ἰάσιμος ἐν εἰρήνῃ τελειοῦται. Στίχοι Ἀλλ' Ἰασίμου καὶ μ...