Αναρτήσεις

Προβολή αναρτήσεων από Ιούνιος, 2014

ΣΥΝΑΞΙΣ ΤΩΝ ΑΓΙΩΝ ΕΝΔΟΞΩΝ ΚΑΙ ΠΑΝΕΥΦΗΜΩΝ ΑΠΟΣΤΟΛΩΝ ΤΩΝ ΙΒ

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Ἡ Σύναξις τῶν Ἁγίων Ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ'. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων τῶν ΙΒ', καὶ δήλωσις ὅπως καὶ ποῦ ἕκαστος αὐτῶν ἐκήρυξε καὶ ἐτελειώθη. Τιμῶ θεόπτας δώδεκα Χριστοῦ φίλους, Ἥρωας ἄνδρας καὶ θεοὺς τολμῶ λέγειν. Δώδεκα εὐκλεέας τριακοστῇ ἀγείρει μύστας. Ταῖς τῶν Ἁγίων καὶ πανευφήμων Ἀποστόλων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΕΤΡΟΥ ΚΑΙ ΠΑΥΛΟΥ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου. Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον, Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην. Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΑΥΤΟΥΣ ΤΩ ΘΕΩ

Ἑαυτοὺς τῷ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πεῖραν δεινῶν δι' αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος πᾶσι πηγαζετε τὰ θεῖα χαρίσματα, τοῖς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτός εἰμι ὁ τάλας· τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει βοῶ· ἰάσασθέ με· ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΜΝΗΜΗ ΤΗΣ ΑΝΑΚΟΜΙΔΗΣ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΩΝ ΑΓΙΩΝ ΚΑΙ ΘΑΥΜΑΤΟΥΡΓΩΝ ΑΝΑΡΓΥΡΩΝ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἀνακομιδῆς τῶν Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς εὑρέσεως τῶν τιμίων Λειψάνων τῶν Ἁγίων καὶ θαυματουργῶν Ἀναργύρων, Κύρου καὶ Ἰωάννου. Ὀστᾶ φανέντα Μαρτύρων Ἀναργύρων, Βλύζουσι κρουνοὺς θαυμάτων ἀναργύρως. Εἰκάδι ὀγδοάτῃ Κῦρος φάνη ἠδ' ὁμόαθλος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Παππίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΩΣ ΙΑΤΡΟΝ ΠΑΝΑΡΙΣΤΟΝ

Ὡς ἰατρὸν πανάριστον, καὶ λειτουργὸν εὐπρόσδεκτον, οἱ τῇ σορῷ σου τῇ θείᾳ προστρέχοντες, Σαμψὼν θεόφρον Ὅσιε, συνελθόντες σε ὕμνοις, καὶ ψαλμοῖς ἀνυμνοῦμεν, Χριστὸν δοξάζοντες, τὸν τοιαύτην σοι χάριν παρέχοντα τῶν ἰάσεων.

ΜΝΗΜΗ ΤΟΥ ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΑΜΨΩΝ ΤΟΥ ΞΕΝΟΔΟΧΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου. Τῇ ΚΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Σαμψὼν τοῦ Ξενοδόχου. Ἐξῆγεν ὁ πρὶν ἐκ γνάθου Σαμψὼν πόμα. Ὁ νῦν δὲ Σαμψὼν μύρον ἐκ τάφου βρύει. Εἰκάδι ἑβδομάτῃ Σαμψὼν θάνε, βλῦσέ τε μύρα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀνέκτου. Στίχοι Οὐκ ἦν ἀνεκτὸν τῷ Ἀνέκτῳ μὴ στέργειν Τὸν διὰ Χριστὸν θάνατον μέχρι τέλους. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΡΘΡΟΣ ΦΑΕΙΝΟΣ

Ὄρθρος φαεινός, τοῖς ἐν τῷ σκότει ὤφθης, τοῦ βίου Μακάριε, φῶς ἐπιγνώσεως, πᾶσιν αὐγάζων, τοῖς πόθῳ σε ὑμνοῦσι, καὶ ὑπερυψοῦσι, Χριστον εἰς τοὺς αἰῶνας. Γέγονας εὐθύς, καὶ ταπεινὸς καὶ πρᾶος, Δαυῒδ τὸν συνώνυμον, ἐξεικονίζων πιστῶς· ὅθεν σὺν τούτῳ, τὴν γῆν τὴν τῶν πραέων, Πάτερ ἐκληρώσω, εἰς πάντας τούς αἰῶνας. Ὁ θεοφεγγής, τῶν μοναζόντων στῦλος Δαυῒδ ὁ μακάριος, Προφήτης ἔνθεος, ἄλλος ἐδείχθη, τὰ μέλλοντα προλέγων, θείᾳ ἐπιπνοίᾳ, τοῦ Πνεύματος τοῦ θείου. Ἱεροπρεπής, ἱερωμένος ὅλως, ἡμερῶν τοῦ πνεύματος πλήρης γενόμενος, Πάτερ ἐν γήρᾳ ὁσίως βαθυτάτῳ, ἔλιπες τὸν βίον, καὶ ζῆς εἰς τους αἰῶνας.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΔΑΥΪΔ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Δαυῒδ τοῦ ἐν Θεσσαλονίκῃ. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Δαυΐδ, τοῦ ἐν Θεσσαλονίκῃ. Δαυῒδ συνήφθης τῷ πάλαι Δαυῒδ νέε, Ἄλλον Γολιὰθ σαρκικά κτείνας πάθη. Ἕκτῃ ἐξεπέρησε πύλας βίου εἰκάδι Δαυΐδ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Ἰωάννου Ἐπισκόπου Γοτθίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΥΣΕΒΙΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐσεβίου, Ἐπισκόπου Σαμοσάτων. Κέραμος, Εὐσέβιε Μάρτυς Κυρίου, Εὐθὺς δὲ καὶ στέφανος ἐν τῇ σῇ κάρᾳ. Εἰκάδι δευτερίῃ κεφαλὴν θλάσαν Εὐσεβίοιο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ζήνωνος καὶ Ζηνᾶ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΜΥΡΟΝ ΕΥΩΔΕΣ, ΑΠΟΣΤΑΖΕΙ, Η ΑΟΙΔΙΜΟΣ

Μύρον εὐῶδες, ἀποστάζει, ἡ ἀοίδιμος καὶ ἔνδοξός σου μνήμη, στρατιῶτα Χριστοῦ, τοῖς ψάλλουσιν ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ἄρρητος δόξα περιστέφει, τοὺς πρὸς αἴνεσιν τὴν σὴν συνειλεγμένους, στρατιῶτα Χριστοῦ, καὶ ψάλλοντας ἀπαύστως· Εὐλογητὸς εἶ κυριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ῥήσει τυράννου ἀπειθήσας, οὐκ ἐλάτρευσας Ἀοίδιμε τῇ κτίσει, ἀλλ' ἢ μόνῳ Θεῷ, τῷ ζῶντι ἀναμέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Τύφον κατέβαλες τυράννου, στηλιτεύσας τὴν ἀνόμων ἀφροσύνην, καὶ τὴν δόξαν Χριστοῦ, ἐκήρυττες κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΙΟΥΛΙΑΝΟΥ ΤΟΥ ΤΑΡΣΕΩΣ

Τῌ ΚΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ Ταρσέως. Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουλιανοῦ τοῦ ἐν Κιλικίᾳ. Φέρων τι χρῆμα σάκκος ἄξιον πόλου, Ἰουλιανόν, βάλλεται πόντου μέσον. Σάκκῳ Ἰουλιανὸς βυθὸν εἰσέδυ εἰκάδι πρώτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος, Ἀφροδισίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Τερεντίου, Ἐπισκόπου Ἰκονίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΙ ΣΕ ΟΝΟΜΑΣΩΜΕΝ

Τὶ σε ὀνομάσωμεν ἔνδοξε; Ἱεράρχην ἀληθῆ, καὶ ἱερὸν δογματιστήν, ὀρθοδόξων στηριγμόν, καὶ Ἐκκλησίας ὀφθαλμόν, φωστῆρα, νοητὸν φῶς ἀπαστράπτοντα, Μαρτύρων, εὐκληρίᾳ διαπρέποντα, τῆς ἀληθείας ὑπέρμαχον, μέγαν τοῦ ψεύδους κατήγορον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε Ἱεράρχα προσφθέγξωμαι; ποταμὸν τῆς νοητῆς, ἐκπορευόμενον Ἐδέμ, καταρδεύοντα τὴν γῆν, ἐπιρροαῖς πνευματικαῖς, κρατῆρα, θείου νάματος πληρούμενον, Ἀρείου, τοὺς ὁμόφρονας βυθίζοντα, στῦλον πυρὸς προηγούμενον, νέου λαοῦ θείᾳ χάριτι, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Τὶ σε ὀνομάσω Εὐσέβιε; εὐσεβείας ποριστήν, καὶ ἀσεβείας μειωτήν, ἀθλοφόρων καλλονήν, καὶ Ἱερέων χαρμονήν, δρεπάνην, τὰ ζιζάνια ἐκτέμνουσαν, τὸν σῖτον, τόν οὐράνιον συνάγουσαν· πηγὴν θαυμάτων ἀέναον, νόσων ἐξαίρουσαν καύσωνα, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΘΥΣΙΑΣΤΗΡΙΟΝ ΤΕΡΠΝΟΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι' ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.

ΝΕΚΡΩΣΙΝ ΖΩΗΦΟΡΟΝ, ΕΝΕΔΥΣΩ ΠΑΤΕΡ

Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης ἔνδοξε κρείττονα. Μύστα τῶν ἀπορρήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς πόθῳ τιμῶντάς σε, σῶσον Παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἐφόδους, διαλύων ταῖς ἱκεσίαις σου. Ἔχων πρὸς τὸν Δεσπότην, παρρησίαν Πάτερ, οὗ καὶ τὸ πάθος, προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ γαλήνην αἴτησαι πάνσοφε. Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ Μεθόδιε.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΜΕΘΟΔΙΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΠΑΤΑΡΩΝ

Τῌ Κ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων. Μέθοδον Μεθόδιος βίου πρὸς βίον, Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει. Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΝΑΥΤΙΩΝ ΤΩ ΣΑΛΩ, ΤΩΝ ΒΙΩΤΙΚΩΝ ΜΕΛΗΜΑΤΩΝ

Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε

ΑΓΙΟΥ ΑΠΟΣΤΟΛΟΥ ΙΟΥΔΑ, ΜΑΡΤΥΡΟΣ ΖΩΣΙΜΟΥ, ΠΑΪΣΙΟΥ ΜΕΓΑΛΟΥ

Τῌ ΙΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα. Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα. Καὶ συγγενείᾳ καὶ χορῷ αὐχεῖν ἔχεις. Χριστοῦ μαθητῶν ὦ Ἰούδα, καὶ πάθει. Ἐννεακαιδεκάτῃ βελέεσσιν Ἰούδας θνῄσκει. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου. Ψυχὴν ὑπὲρ σοῦ Ζώσιμος θεὶς φιλτάτην, Ξίφει θανών, ζῇ ψυχικὴν ζωήν, Λόγε. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Παϊσίου του Μεγάλου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΤΕΧΘΕΝΤΟΣ ΔΕΣΠΟΤΟΥ ΚΑΙ ΑΔΕΛΦΟΥ

Τοῦ τεχθέντος Δεσπότου καὶ ἀδελφοῦ, χρηματίσαντος πάντων τῶν ἐκλεκτῶν, Ἰούδα μακάριε, ἀδελφὸς ἐχρημάτησας, καὶ ὑπ' αὐτοῦ Ἀπόστολος, εἰς πάντα τὰ πέρατα, ἀπεστάλης πανεύφημε, τὸν λόγον τῆς πίστεως, πᾶσι κατασπείρων, καὶ φωτίζων τοὺς σκότει, ἀγνοίας δουλεύοντας, πονηρῷ κοσμοκράτορι. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.

ΕΚ ΡΙΖΗΣ ΕΥΚΛΕΟΥΣ

Ἐκ ῥίζης εὐκλεοῦς, θεοδώρητον κλῆμα, ἀνέτειλας ἡμῖν, τοῦ Κυρίου αὐτόπτα, Ἀπόστολε θεάδελφε, τοῦ Χριστοῦ κήρυξ πάνσοφε, τρέφων ἅπαντα, κόσμον καρποῖς σου τῶν λόγων, τὴν ὀρθόδοξον, πίστιν Κυρίου διδάσκων, ὡς μύστης τῆς χάριτος.

ΡΩΜΑΛΕΟΤΗΤΙ ΦΡΕΝΩΝ, ΩΣΠΕΡ ΟΙ ΑΙΧΜΑΛΩΤΟΙ ΠΑΙΔΕΣ

Ῥωμαλεότητι φρενῶν, ὥσπερ οἱ αἰχμάλωτοι Παῖδες, σὺν τῇ φλογὶ τῶν πειρασμῶν, καὶ τὴν πλάνην ἐπάτει Λεόντιος, ἀναμέλπων σοι Κύριε ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Ἀπροσπαθείᾳ τῆς σαρκός, ἐπιλελησμένος εὐτόνως, τοὺς αἰκισμοὺς ὑπὲρ Χριστοῦ, ὡς ἀήττητος Μάρτυς ὑπέφερες, μελῳδῶν σου τῷ κτίσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ. Σοφίᾳ πόθῳ τε Χριστοῦ, φύσεως βιαίως κρατήσας, τῆς ἐπικήρου βιοτῆς, ζωηφόρον προέκρινας θάνατον, ἀναμέλπων Λεόντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΕΟΝΤΙΟΥ

Τῌ ΙΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου μάρτυρος Λεοντίου. Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λεοντίου καὶ τῶν σὺν αὐτῷ, Ὑπατίου καὶ Θεοδούλου. Ἄκμων τὸ σῶμα τοῦ Λεοντίου τάχα, Ἄκμων σιδηροῦς, πρὸς σφύρας τὰς αἰκίας. Ὀγδοάτῃ δεκάτῃ πληγῇσι Λεόντιος ἐκπνεῖ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Αἰθερίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν

ΘΕΙΟΝ ΦΡΟΝΗΜΑ, ΑΝΕΙΛΗΜΜΕΝΟΙ

Θεῖον φρόνημα, ἀνειλημμένοι, ὦ ὑπέρμαχοι τοῦ Δυρραχίου, καὶ τοῦ Χριστοῦ ὁπλῖται στερρόψυχοι, Ἀπολλωνίου τὸ θράσος καθείλετε, καὶ Τριποντίου τὸ σέβας ᾐσχύνατε, νίκης ἔπαθλα, φαιδρῶς ἐκ Θεοῦ δεξάμενοι, δωρεῖσθε τοῖς πιστοῖς παθῶν ἰάματα.

ΜΝΗΜΗ ΤΩΝ ΑΓΙΩΝ ΜΑΡΤΥΡΩΝ ΙΣΑΥΡΟΥ, ΒΑΣΙΛΕΙΟΥ, ΙΝΝΟΚΕΝΤΙΟΥ

Τῌ ΙΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων, Ἰσαύρου, Βασιλείου, Ἰννοκεντίου, Ἑρμείου, Φήλικος καὶ Περεγρίνου, καὶ τῶν Ἁγίων Μαρτύρων, Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἀθλήσεως τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου, καὶ τῶν σὺν αὐτῷ Βασιλείου, Ἰννοκεντίου, Φήλικος, Ἑρμείου καὶ Περεγρίνου. Τμηθεὶς Ἴσαυρος σὺν συνάθλων πεντάδι, Σαύρας νοητῆς καρδίαν τέμνει μέσον. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μανουήλ, Σαβὲλ καὶ Ἰσμαήλ. Σαβέλ, Μανουήλ, Ἰσμαὴλ Πέρσαι γένος. Τὸ δ' ἀξίωμα, Μάρτυρες διὰ ξίφους. Ἑβδομάτῃ δεκάτῃ κασιγνήτους τρεῖς τάμε χαλκός. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΝ ΔΕΗΣΗ ΕΚΧΕΩ

Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ Ἅδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς. Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΛΟΓΟΙΣ ΘΕΙΟΙΣ ΚΑΤΗΡΔΕΥΘΗ

Λόγοις θείοις κατηρδεύθη, ἄμπελος ὡς ἀληθής, Τύχων ἡ καρδία σου, καὶ καρποφορήσασα βότρυν, θεογνωσίας ἔβλυσε, γλυκασμὸν ἰαμάτων ἡμῖν. Ἤνθησας καθάπερ ῥόδον, ἔλαμψας ὥσπερ ἀστήρ, ἔφανας ὡς ἥλιος Πάτερ, τοὺς βοῶντας φωτίζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Στέφανος χαρίτων Πάτερ, σοῦ τῇ θείᾳ κορυφῇ, ἐτέθη ὡς γέγραπται, νίκην κατ᾽ εχθρῶν ἀραμένου, καὶ μελῳδοῦντος· Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν. Ὤφθη σου τὸ θαῦμα μέγα, Τύχων πάτερ θαυμαστέ, χρόνοις λαμπρυνόμενον· ἄμπελος γὰρ σοῦ ἐν τῇ μνήμῃ, περκάζει βότρυν φέροντα, γλυκασμὸν εὐφροσύνης πιστοῖς.

ΑΓΙΟΥ ΤΥΧΩΝΟΣ

Τῌ ΙΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Τύχωνος, Ἐπισκόπου Ἀμαθοῦντος τῆς Κύπρου. Βλάβην ὀλοθρεύοντος ἐκφυγὼν Τύχων, Ζωῆς τυχὼν γέγηθε τῆς ἀνωλέθρου. Ἕκτῃ καὶ δεκάτῃ κατερύκακε γαῖα Τύχωνα. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΟΥ ΣΥΓΚΑΤΑΒΑΣΙΝ

«Θεοῦ συγκατάβασιν, τὸ πῦρ ᾐδέσθη ἐν Βαβυλῶνί ποτε· διὰ τοῦτο οἱ Παῖδες, ἐν τῇ καμίνῳ ἀγαλλομένω ποδί, ὡς ἐν λειμῶνι χορεύοντες ἔψαλλον· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν». Ἡ ἔνδοξος κένωσις, ὁ θεῖος πλοῦτος τῆς σῆς πτωχείας Χριστέ, καταπλήττει Ἀγγέλους, Σταυρῷ ὁρῶντάς σε καθηλούμενον, διὰ τὸ σῶσαι τοὺς πίστει κραυγάζοντας· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Τῇ θείᾳ καθόδῳ σου, φωτὸς ἐπλήσθη τὰ καταχθόνια, καὶ τὸ σκότος ἠλάθη, τὸ πρὶν διῶκον· ὅθεν ἀνέστησαν, οἱ ἀπ' αἰῶνος δεσμῶται κραυγάζοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΑΠΑΝΤΩΝ ΜΕΝ ΚΥΡΙΟΝ, ΕΝΟΣ ΔΕ ΜΟΝΟΥ ΜΟΝΟΓΕΝΟΥΣ

Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ, ὀρθοδόξως Πατέρα, θεολογοῦντες σε καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ ἐκπορευόμενον Πνεῦμα εὐθές, συμφυές καὶ συναΐδιον.

ΠΩΣ ΣΕ ΜΑΚΑΡΙΣΩΜΕΝ ΘΕΟΤΟΚΕ

Πῶς σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου; Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως; τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτόν, εἰς κένωσιν τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ, ἀπειρόγαμε, μείνας, ὅπερ ὑπῆρχε φύσει, Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει, καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΣΩΤΗΡΙΑΝ ΕΙΡΓΑΣΩ, ΜΕΣΟΝ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ

Σωτηρίαν εἰργάσω, μέσον τῆς οἰκουμένης, προφητικῶς ὁ Θεός· ὑψωθεὶς γὰρ ἐν ξύλῳ, πάντας ἀνεκαλέσω, τοὺς ἐν πίστει κραυγάζοντας· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ. Ἀναστὰς ἐκ τοῦ τάφου, ὡς ἐξ ὕπνου οἰκτίρμον, πάντας ἐρρύσω φθορᾶς· ἡ κτίσις δὲ πιστοῦται, διὰ τῶν Ἀποστόλων, κηρυττόντων τὴν Ἔγερσιν. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΠΑΝΤΩΝ

Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν. Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους. Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω. Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ΣΥ ΠΑΡΑΝΟΜΟΥΣ ΕΛΕΓΧΩΝ

Σὺ παρανόμους ἐλέγχων, Ἀμὼς τὴν τοῦ Κυρίου, δικαιοσύνην ἐδείκνυς, βοῶν θεοφάντορ· Ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν. Ἐτέθης στῦλος Προφῆτα, τῆς Καινῆς Διαθήκης, ἀνέχων ταύτης τὴν στέγην, καὶ πίστει κραυγάζων· Ἅγιος εἶ Κύριε, καὶ σὲ ὑμνεῖ τὸ πνεῦμά μου. Μεμυημένος τὰ θεῖα, Προφῆτα θεηγόρε, Ἀμὼς ἐνθέως φωτίζων, λαοὺς ἐμελῴδεις· Ἅγιος εἶ Κύριε, ὁ σῴζων τὰς ψυχὰς ἡμῶν.

ΑΝΗΛΘΕΣ ΕΠΙ ΣΤΑΥΡΟΥ ΙΗΣΟΥ

Ἀνῆλθες ἐπὶ Σταυροῦ Ἰησοῦ, ὁ καταβὰς ἐξ οὐρανοῦ, ἦλθες ἐπὶ θάνατον, ἡ ζωὴ ἡ ἀθάνατος, πρὸς τοὺς ἐν σκότει, τὸ φῶς τὸ ἀληθινόν, πρὸς τοὺς πεσόντας, ἡ πάντων Ἀνάστασις, ὁ φωτισμός, καὶ ὁ Σωτὴρ ἡμῶν, δόξα σοι.

ΤΟΥ ΠΡΟΦΗΤΟΥ ΣΟΥ ΑΜΩΣ ΤΗΝ ΜΝΗΜΗΝ, ΚΥΡΙΕ ΕΟΡΤΑΖΟΝΤΕΣ

Τοῦ Προφήτου σου Ἀμὼς τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.

ΠΟΝΟΥΣ ΥΠΟΜΕΙΝΑΣΑ

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρώσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ὀλολύζουσα· Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, πάντας θέλων ῥύσασθαι, τοὺς ἐξ Ἀδὰμ γηγενεῖς! Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

ΑΓΙΟΥ ΠΡΟΦΗΤΟΥ ΑΜΩΣ

Τῌ ΙΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου, Ἀμώς. Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἀμώς. Ἀμώς, ὁ συκάμινα κνίζων αἰπόλος, Ἐδὲμ τρυγᾷ τὰ δένδρα κνίζων οὐκέτι. Πέμπτῃ ἐκ βιότοιο Ἀμὼς δεκάτῃ τε ἀπέπτη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Δουλᾶ. Δουλᾶς, ξοάνοις δουλικὸν μὴ δοὺς σέβας, Ἤνεγκε σαρκός, ὡς Θεοῦ δοῦλος, ξέσεις. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Νερσῆ· καὶ ἡ σύναξις τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου πέραν ἐν τοῖς Μαρανακίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΥΡΕΝ, Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΑΥΓΗ

Εὗρεν, ἡ τοῦ Πνεύματος αὐγή, τῆς σῆς διανοίας Προφῆτα, τὴν καθαρότητα, στίλβουσαν ὡς ἔσοπτρον, διαφανέστατον, καὶ τὸν κόσμον κατηύγασε, τῆς θεογνωσίας, φέγγος ἀπαστράψασα, καὶ προτυπώσασα, θείων μυστηρίων εἰκόνας, χάριν τε τὴν πᾶσαν ἀνθρώποις, μέλλουσαν δοθήσεσθαι θεσπέσιε. Στόμα, χρηματίσας τοῦ Θεοῦ, τοὺς τῆς ἀσεβείας ἐργάτας, σαφῶς διήλεγξας, δίκην ἀναπόδραστον, αὐτοῖς καὶ ἄφυκτον, ἀπαρτίσας Πανόλβιε, τῆς δικαιοσύνης, δόγμασιν ἑπόμενος, καὶ θείοις κρίμασιν· ὅθεν τῶν σοφῶν σου ῥημάτων, βλέποντες τὴν ἔκβασιν μάκαρ, ὕμνοις ἐπαξίοις εὐφημοῦμέν σε. Μύστης, τῶν ἀρρήτων τοῦ Θεοῦ, γέγονας κριμάτων Προφῆτα, θεομακάριστε· ἔθνη γὰρ ἐφώτισας, καὶ κατελάμπρυνας, καὶ Τριάδα ἐκήρυξας, Ἀμώς θεηγόρε· ὅθεν σου τὴν ἔνδοξον μνήμην γεραίρομεν. Ῥῦσαι ἀπὸ πάσης ἀνάγκης, πάντας τοὺς πιστῶς εὐφημοῦντας, καὶ πανηγυρίζοντάς σε ἔνδοξε.

ΕΣΠΕΡΙΝΟΝ ΥΜΝΟΝ, ΚΑΙ ΛΟΓΙΚΗΝ ΛΑΤΡΕΙΑΝ

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως. Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως. Μαρτύρων θεῖος χορός, τῆς Ἐκκλησίας ἡ βάσις, τοῦ Εὐαγγελίου ἡ τελείωσις, ὑμεῖς ἔργῳ τοῦ Σωτῆρος τὰ ῥητὰ ἐπληρώσατε· ἐν ὑμῖν γὰρ αἱ πύλαι τοῦ ᾍδου, κατὰ τῆς Ἐκκλησίας ἀνεῳχθεῖσαι, ἐκλείσθησαν, ἡ τοῦ αἵματος ὑμῶν χύσις, τὰς εἰδωλικὰς σπονδὰς ἐξήρανεν, ἡ σφαγὴ ὑμῶν, ἀπέτεκε τῶν πιστῶν τὸ πλήρωμα, τοὺς ἀσωμάτους ἐξεπλήξατε, τῷ Θεῷ στεφανηφόροι παρίστασθε, ᾧ ἀπαύστως πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΕΞ ΑΡΟΤΗΡΟΣ ΩΦΘΗΣ

Ἐξ ἀροτῆρος ὤφθης, προφήτης ὦ Ἐλισαῖε· καὶ Ἠλιοὺ δεδεγμένος, τὴν μηλωτὴν καὶ τὸ αὐτοῦ, πνεῦμα δισσῶς ἐπεσπάσω, καὶ σὺν αὐτῷ σε τιμῶμεν.

ΔΕΥΤΕ ΛΑΟΙ, ΤΗΝ ΤΡΙΣΥΠΟΣΤΑΤΟΝ ΘΕΟΤΗΤΑ

Δεῦτε λαοί, τὴν τρισυπόστατον Θεότητα προσκυνήσωμεν, Υἱὸν ἐν τῷ Πατρί, σὺν ἁγίῳ Πνεύματι· Πατὴρ γὰρ ἀχρόνως ἐγέννησεν Υἱόν, συναΐδιον καὶ σύνθρονον, καὶ Πνεῦμα ἅγιον ἦν ἐν τῷ Πατρί, σὺν Υἱῷ δοξαζόμενον, μία δύναμις, μία οὐσία, μία Θεότης, ἣν προσκυνοῦντες πάντες λέγομεν· Ἅγιος ὁ Θεός, ὁ τὰ πάντα δημιουργήσας δι' Υἱοῦ, συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, Ἅγιος ἰσχυρός, δι' οὗ τὸν Πατέρα ἐγνώκαμεν, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον ἐπεδήμησεν ἐν κόσμῳ, Ἅγιος ἀθάνατος, τὸ Παράκλητον Πνεῦμα, τὸ ἐκ Πατρὸς ἐκπορευόμενον, καὶ ἐν Υἱῷ ἀναπαυόμενον, Τριὰς ἁγία, δόξα σοι.

ΣΟΦΙΑΣ ΚΡΑΤΗΡ

Σοφίας κρατήρ, ἀνεδείχθης ἀρεταῖς σοφὲ πληρούμενος, καὶ συγκαλέσας τῷ κηρύγματι, τῆς ὑψηλῆς πολιτείας σου, ἴθυνας τὴν ποίμνην θεόφρον, καὶ σὺν αὐτῇ πάτερ ἔκραζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Μονὰς τὰς ἐκεῖ, καὶ τὰς λήξεις ἐν τιμῇ Πάτερ προέφθασας, καὶ συναγάλλῃ τῷ Κυρίῳ σου, καὶ συνευφραίνῃ καὶ γέγηθας. Ὅθεν σε τιμῶμεν παμμάκαρ, τῷ δοξάζοντι κράζοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ἀνδρείᾳ φρενῶν, ἐζωσμένος τὴν ὀσφὺν Πάτερ Μεθόδιε, καὶ διὰ βίου στολισάμενος, τὴν ἀμπεχόνην τῆς πίστεως, ἐν τῇ εὐωχίᾳ τῆς ἄνω, βασιλείας εἰσέδραμες· Εὐλογητός εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.

ΗΛΙΟΣ ΚΑΤΑΛΑΜΨΑΣ

Ἥλιος καταλάμψας ὁ τῆς δικαιοσύνης ἐν τῇ πεφωτισμένῃ ψυχῇ σου, ἀπεδίωξε πᾶσαν ἀχλὺν ἁμαρτίας ἐξ αὐτῆς, καὶ Θεοῦ ἔδειξε Προφήτην σε φαιδρότατον· ἐντεῦθεν καὶ ἡμεῖς κράζομεν οὕτως· Χαῖρε, Θεοῦ ὁ μηδὲν προτιμήσας, χαῖρε, βοῶν κατασφάξας τὰ ζεύγη. Χαῖρε, ὁ καταλείψας τὸν βίον σου ἅπαντα, χαῖρε, ὁ πλουτήσας τὸν πλοῦτον τὸν ἄσυλον. Χαῖρε, ὅτι ἠκολούθησας τῷ καλέσαντι Θεῷ, χαῖρε, ὅτι νῦν ἀπείληφας παρ' αὐτοῦ τὰς δωρεάς. Χαῖρε, ὅτι τὴν μηλωτὴν Ἠλιοὺ ἐκομίσω, χαῖρε, ὅτι ἐν τάχει διασχίζεις τὸ ὕδωρ. Χαῖρε, περῶν ἀβρόχως τὰ ὕδατα. χαῖρε, ψυχῶν πολλῶν ὁ ἐπίκουρος. Χαῖρε, μαθὼν τὴν ἀπόκρυφον γνῶσιν, χαῖρε, θανὼν καὶ ὡς ζῶν ἐποπτεύων. Χαίροις, Προφῆτα θεσπέσιε.

ΔΙΠΛΗΝ ΤΗΝ ΧΑΡΗΝ ΕΙΛΗΦΩΣ ΠΑΡΑ ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ

Διπλῆν τὴν χάριν εἰληφὼς παρὰ τοῦ Πνεύματος, Προφήτης ὤφθης θαυμαστὸς πᾶσι τοῖς πέρασι, τοὺς ὑμνοῦντάς σε λυτρούμενος ἐκ κινδύνων, καὶ δωρούμενος τὴν χάριν τῶν θαυμάτων σου, τοῖς προστρέχουσιν ἐν ταύτῃ μετὰ πίστεως, καὶ βοῶσί σοι· Χαίροις Προφῆτα θεσπέσιε.

ΕΙΛΗΦΑΣ ΜΑΚΑΡ ΕΛΙΣΣΑΙΕ, ΕΝ ΤΩ ΠΝΕΥΜΑΤΙ ΔΙΠΛΑ ΤΟΥ ΔΙΔΑΣΚΑΛΟΥ

Εἴληφας μάκαρ Ἐλισσαῖε, ἐν τῷ Πνεύματι διπλᾶ τοῦ διδασκάλου, καὶ ἐν τούτῳ θεοφορούμενος ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὅλον τὸν βίον ἐκαρπώσω, καὶ τὴν ἄφθονον χάριν τοῦ διδασκάλου, παρθενίας δειχθεὶς κειμήλιον καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας. Ὕδωρ διῆλθες, Ἰορδάνου, ὃ ἐπάταξας μνησθεὶς τοῦ διδασκάλου, καὶ διέβης ἀνίκμοις ἴχνεσι κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.

ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ, ΚΑΙ ΠΝΕΥΜΑΤΟΣ ΕΠΙΔΗΜΙΑΝ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. (Δίς) Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Ἦχος β' Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε. (Δίς) Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆ...

ΠΡΟΦΗΤΟΥ ΕΛΙΣΑΙΟΥ ΚΑΙ ΑΓΙΟΥ ΜΕΘΟΔΙΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ

Τῌ ΙΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισαίου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ. Τῇ ΙΔ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισαίου. Ἠλίαν ἵπποι, τὸν δὲ διπλοῦν Ἠλίαν, Εἰς οὐρανοὺς ἀνῆγον ὡς ἵπποι Νόες. Πότμον Ἐλισσαῖος δεκάτῃ λάχεν ἠδὲ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Μεθόδιον φωστῆρα τῆς Ἐκκλησίας, Τὸ τῆς τελευτῆς σβεννύει στυγνὸν νέφος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, Ἐπισκόπου Γορτύνης τῆς Κρητῶν νήσου. Εἰ καὶ γέρων Κύριλλος ἦν ὁ Γορτύνης, Ἡβῶσαν εἶχε πρὸς ξίφος τὴν καρδίαν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΕΔΟΞΑΣΜΕΝΗ ΧΡΙΣΤΩ ΤΩ ΝΥΜΦΙΩ ΣΟΥ, ΕΝ ΟΥΡΑΝΟΙΣ ΑΛΗΘΩΣ

Δεδοξασμένη Χριστῷ τῷ νυμφίῳ σου, ἐν οὐρανοῖς ἀληθῶς, χαίρουσα παρίστασαι· διὸ σε ἐπὶ γῆς τοὺς εὐσεβῶς γεραίροντας, εὐχαῖς σου ἀντιδόξασον Σεμνή, καὶ σοῦ μετόχους ποίησον, τῷ Κυρίῳ ψάλλοντας· Ἐνδόξως γὰρ δεδόξασται. Εἰσεποιήσω τὴν χάριν τοῦ Πνεύματος, τὴν σὴν ψυχὴν καθαράν, Ἔνδοξε τελέσασα, καὶ στίγμασι σαρκὸς ὡραιοτάτη πέφηνας· διὸ σε ὁ νυμφίος τῶν ψυχῶν, ἁγνή, τελείως ἄμωμον, ὅλην χρηματίσασαν, ἡρμόσατο πανεύφημε. Χειμῶνος πλάνης τῆς γῆς τὰ πληρώματα, πληροῦντος πάλαι δεινῶς, πλήρης οὖσα Πνεύματος, ὡς Μάρτυς ἀπλανὴς Κυρίου παντοκράτορος, ἐπέφθασας τὸ ἔαρ τῆς ζωῆς, καὶ νίκης ἦρας τρόπαιον, Ἀκυλῖνα ἔνδοξε, θεόφρον ἀξιάγαστε.

ΡΑΝΤΙΣΜΟΙΣ ΑΙΜΑΤΩΝ ΣΟΥ, ΚΑΘΗΓΝΙΣΜΕΝΗ

Ῥαντισμοῖς αἱμάτων σου, καθηγνισμένην παρθένε, καὶ Μαρτύρων στέμμασι, σὲ Ἀκυλῖνα στεφθεῖσαν, δέδωκε, τοῖς ἐν ἀνάγκαις τῶν νοσημάτων, ἴασιν, καὶ σωτηρίαν ὁ σὸς νυμφίος, τοῖς προστρέχουσιν ἐν πίστει, Χριστὸς ὁ βρύων ζωὴν αἰώνιον.

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΑΚΥΛΙΝΗΣ

Τῌ ΙΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης. Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀκυλίνης. Τὸν παστὸν εὐτρέπιζε λαμπρόν, Νυμφίε. Ἀκυλῖνα σοι τέμνεται Νύμφη νέα. Ἀμφὶ τρίτην δεκάτην κεφαλὴν τμήθη Ἀκυλῖνα. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀννης καὶ τοῦ υἱοῦ αὐτῆς, Ἰωάννου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΛΟΝ ΧΡΙΣΤΟΝ, ΕΙΣΟΙΚΙΣΑΜΕΝΟΣ ΕΝΔΟΞΕ

Ὅλον Χριστόν, εἰσοικισάμενος ἔνδοξε, καὶ κόσμον παρωσάμενος, δόξαν τὴν ἄστατον, τῆς αὐτοῦ ἀπολαύεις, Ὀνούφριε ἀξίως, χαρᾶς ἀοίδιμε. Νόμῳ Χριστοῦ, ἐμμελέτησας θεσπέσιε, δένδρον ζωῆς κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν, τῶν θείων ἰαμάτων, τοῖς κατορθώμασι.

Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΘΟΔΟΣ, ΑΠΟΣΤΟΛΟΥΣ ΕΦΩΤΙΣΕΝ, ΕΝ ΠΥΡΙΝΑΙΣ

Ἡ τοῦ Πνεύματος κάθοδος, Ἀποστόλους ἐφώτισεν, ἐν πυρίναις γλώσσαις νῦν, ἐποφθεῖσα αὐτοῖς, καὶ τούτους ῥήτορας ἔδειξε, τοῖς πᾶσι κηρύττοντας, τῆς Τριάδος ἀληθῆ, ὁμοφυῆ τε τὴν ἕνωσιν· ὅθεν ἅπαντα, ἐξεπλήττοντο ἔθνη, καθορῶντα, τοὺς ποτὲ ἀγροικοτάτους, τρανῶς λαλοῦντας ἀπόρρητα. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ὑπερῴῳ καθήμενοι οἱ Ἀπόστολοι ἔλαβον, τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, πνοὴν βιαίαν φοιτήσασαν, ἐν πυρίναις γλώσσαισι, καὶ ἐλάλουν ἐμφανῶς, διαφόροις διδάγμασι, προσφθεγγόμενοι, τὸν τῆς χάριτος λόγον βεβαιοῦντες, τὸν παθόντα ἑκουσίως, Χριστὸν ὑπάρχειν Θεὸν ἀληθῆ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ὡς κατέπεμψας Κύριε, τοῦ ἁγίου σου Πνεύματος Ἀποστόλοις σήμερον, θείαν χάριν, καὶ νῦν ἡμῖν παράσχου δεόμεθα, αὐγάσαι καρδίας φωτί, ἀενάως τῆς αὐτοῦ, ἐπελεύσεως, ὅπως σαφῶς τὸν τρισάγιον, ἐν φωναῖς ἀσιγήτοις, αἶνον πάντες, ἀναπὲμψωμεν ὑμνοῦντες, Τριάδα φύσει ἀχώριστον...

ΙΔΟΥ ΠΡΟΦΗΤΙΚΑΙ, ΠΕΡΑΙΟΥΝΤΑΙ ΠΡΟΡΡΗΣΕΙΣ

Ἰδοὺ προφητικαί, περαιοῦνται προρρήσεις· ὁ τούτους γὰρ αὐγαῖς, ἀμυδραῖς ἐκκαλύψας μελλόντων τὴν δήλωσιν, ὡς Θεὸς ὁ Παράκλητος, νῦν ἐκκέχυται, τοῖς Ἀποστόλοις πλουσίως, διὰ τούτων δέ, καὶ τοῖς πιστῶς προσκυνοῦσι, Τριάδα τὴν ἄκτιστον.

ΟΜΟΔΥΝΑΜΟΝ, ΣΥΝΘΡΟΝΟΝ, ΣΥΜΦΥΕΣ ΚΑΙ ΣΥΝΑΝΑΡΧΟΝ

Ὁμοδύναμον, σύνθρονον, συμφυὲς καὶ συνάναρχον, τῷ Πατρί, τῷ Λόγῳ τε, Πνεῦμα ἅγιον, συμπαντουργόν, συναΐδιον, πανάγαθον, πάνταρχον, τοὺς τοῦ Λόγου Μαθητάς, ἐμφορῆσαν ἐσόφισεν, ἐν τοῖς ἔθνεσιν, ἐν φωναῖς πολυγλώσσοις καταγγέλλειν, τοῦ Θεοῦ τὰ μεγαλεῖα, καὶ τῆς Τριάδος τὰ δόγματα. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Τὰ τῇ μέθῃ σκοτούμενα, τῆς ἀγνοίας θεάνθρωπε, τῶν ἐθνῶν συστήματα, τὰ πολύσπορα, ὑψηγοροῦντας ἐν πνεύματι, τὰ θεῖα τοὺς Μύστας σου, πολυγλώσσοις λαλιαῖς, ἀπεκάλουν μεθύοντας, τοὺς ἐλάσαντας, τῆς ἀπάτης τὴν μέθην, ἀλλ' ἡμεῖς σε, δι' αὐτῶν ἐπεγνωκότες, θεολογοῦμεν σῳζόμενοι. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἡ πηγὴ ἡ ἀΐδιος, ἀενάως ἡ βρύουσα, ποταμὸν ἀνέκφραστον ἀγαθότητος, ὕδωρ τὸ ζῶν ἀεὶ βλύζουσα, συμφύτως προχέουσα, ταῖς αὐτοῦ ἐπιρροαῖς, τὴν ψυχήν μου κατάρδευσον, λυτρουμένη με, τῷν παθῶν τῆς καμίνου, τοῦ φλογμοῦ τε, τῶν δεινῶν πειρατηρίων, καὶ τοῦ πυ...

ΠΑΤΕΡ ΘΕΟΦΡΟΝ ΟΝΟΥΦΡΙΕ

Πάτερ θεόφρον Ὀνούφριε, ἐν ἐρημίᾳ με νῦν, τῶν παθῶν αὐλιζόμενον, εἰς ὁδὸν εὐθεῖάν με, ἀρετῶν χειραγώγησον, πρὸς μετανοίας, τρίβον πρεσβείαις σου, πρὸς θελημάτων, Θεοῦ ἐκπλήρωσιν, πρὸς ἀδαπάνητον τῶν καλῶν ἀπόλαυσιν, ὅπως τὸ σόν, χαίρων παναοίδιμε, τελῶ μνημόσυνον. Πάτερ θεόφρον Ὀνούφριε, τὸν παγετὸν τῆς νυκτός, καὶ ἡμέρας τὸν καύσωνα, τῇ ἐλπίδι Ὅσιε, τῶν μελλόντων ὑπέμεινας· τὰ ἐπὶ γῆς σου, μέλη νεκρώσας γάρ, τῆς οὐρανίου ζωῆς ἐπέτυχες, ἔνδον γενόμενος, τῆς παστάδος Ἅγιε, περιχαρῶς, κάλλος τὸ ἀμήχανον, ὁρῶν τοῦ Κτίστου σου. Πάτερ θεόφρον Ὀνούφριε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν τὴν πηγήν, αὐτὸ τὸ ὄντως ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ πυρσευόμενος ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον. Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν, ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου· τῶν δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν ...

ΜΕΓΑΛΩΝ ΧΑΡΙΣΜΑΤΩΝ ΑΓΝΗ ΠΑΡΘΕΝΕ ΘΕΟΝΥΜΦΕΥΤΕ, ΗΞΙΩΘΗΣ, ΟΤΙ ΕΤΕΚΕΣ

Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεονύμφευτε, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.

ΤΗΣ ΜΑΚΑΡΙΟΤΗΤΟΣ ΤΗΣ ΥΠΕΡ ΝΟΥΝ ΟΡΕΓΟΜΕΝΟΣ, ΕΛΟΓΙΣΩ ΘΕΣΠΕΣΙΕ

Τῆς μακαριότητος τῆς ὑπὲρ νοῦν ὀρεγόμενος, ἐλογίσω θεσπέσιε, τρυφὴν τὴν ἐγκράτειαν, τὴν πτωχείαν πλοῦτον, τὴν ἀκτημοσύνην, περιουσίαν ἀληθῆ, καὶ εὐδόξίαν τὴν μετριότητα· διὸ καὶ τῆς ἐφέσεως, τῆς κατὰ γνώμην ἐπέτυχες, ἐν σκηναῖς αὐλιζόμενος τῶν Ἁγίων Ὀνούφριε. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ. Δρόμον τῆς ἀσκήσεως, ἀπεριτρέπτως τετέλεκας, καὶ τὴν πίστιν τετήρηκας, ἐντεῦθεν καὶ στέφανον, ἐκομίσω Πάτερ, τῆς δικαιοσύνης· ὃν σοι ἡτοίμασε Χριστὸς ὁ κατ' ἀξίαν νέμων τὰ ἔπαθλα, καὶ γέρα χαριζόμενος καὶ τὴν τῶν πόνων ἀντίδοσιν, ὃν καὶ νῦν ἡμᾶς ῥύσασθαι, ἐκ κινδύνων δυσώπησον. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον. Πᾶσαν ἡδυπάθειαν, ὑπωπιάζων τὸ σῶμά σου, ἀπηρνήσω θεόσοφε, πικραίνων τὴν αἴσθησιν, ἐγκρατείας πόνοις, καὶ σκληραγωγίας, ὑπομονῇ τε πειρασμῶν, καὶ καρτερίᾳ τῶν περιστάσεων, ἀνθ' ὧν τὴν ἀτελεύτητον, ἀντιλαμβάνεις ἀπόλαυσιν, καὶ τρυφὴν ἀδιάδοχον, καὶ χαρὰν ἀνεκλάλητον. Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σὲ τιμῶμεν Ὀνούφριε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴ...

ΕΜΑΚΡΥΝΑΣ ΟΣΙΕ. ΚΑΙ ΕΝ ΕΡΗΜΟΙΣ

Ἐμάκρυνας Ὅσιε, καὶ ἐν ἐρήμοις σαφῶς, ηὐλίσθης τὸν Κύριον, ῥυόμενόν σε δεινῶν, ἀεὶ ἐκδεχόμενος. Ὅθεν εὐαρεστήσας, τῷ Δεσπότῃ παμμάκαρ, εἴληφας τὴν ἀγήρω, οὐρανῶν βασιλείαν, ἐν ᾗ νῦν αὐλιζόμενος, μνήσθητι τῶν τιμώντων σε.

ΕΝ ΑΒΥΣΣΩ ΠΤΑΙΣΜΑΤΩΝ

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

Ω ΑΓΑΠΗ, ΤΟ ΦΩΣ ΤΟ ΥΠΕΡΛΑΜΠΡΟΝ

Ὦ ἀγάπη, τὸ φῶς τὸ ὑπέρλαμπρον! ὦ πασῶν ἀρετῶν τὸ κεφάλαιον! ἡ ἀεὶ τὰ οὐράνια τάγματα εὐφροσύνης πληροῦσα καὶ χάριτος, ἡ ἐνοικήσασα τοῖς Ἁγίοις, Πατριάρχαις Προφήταις καὶ Ἀποστόλοις, ὧν ταῖς εὐχαῖς καὶ ἡμῖν ἐνοίκησον, ἵνα σὺν αὐτοῖς μελῳδῶμεν τῷ Θεῷ, Ἀλληλούϊα.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΟΝΟΥΦΡΙΟΥ

Τῌ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου. Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὀνουφρίου τοῦ Αἰγυπτίου. Καὶ τὴν ἑνὸς χιτῶνος ἐντολήν, Πάτερ, Ὑπερβέβηκας, γυμνητεύσας εἰς τέλος. Δωδεκάτῃ ἀχίτωνα Ὀνούφριον ἐκ βίου ἦραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Πέτρου τοῦ ἐν τῷ Ἄθῳ. Καὶ σοὶ προτείνει δεξιὰν Χριστός, Πέτρε, Σωθέντι γυμνῷ ἐκ θαλάσσης τοῦ βίου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀντωνίνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἰωάννου τοῦ Στρατιώτου, καὶ τῶν Ὁσίων Ζήνωνος καὶ Τριφυλλίου Ἐπισκόπου, καὶ τοῦ Ὁσίου Ἰουλιανοῦ τοῦ ἐν τοῖς Δαγάτου (ἢ Δαγάζου). Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗΣ ΕΡΗΜΟΥ ΠΟΛΙΤΗΣ

Τῆς ἐρήμου πολίτης καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης θεοφόρε Πατὴρ ἡμῶν Ὀνούφριε νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τὰς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι διὰ σοῦ πάσιν ἰάματα.

ΦΩΣ ΝΟΗΤΟΝ ΚΑΙ ΟΥΡΑΝΙΟΝ, ΕΝΔΟΝ ΛΑΒΩΝ ΕΝ ΚΑΡΔΙΑ ΣΟΥ

Φῶς νοητὸν καὶ οὐράνιον, ἔνδον λαβὼν ἐν καρδίᾳ σου, τῆς ἀκηράτου Τριάδος δοχεῖον ὤφθης Ὀνούφριε, καὶ νῦν μετὰ Ἀγγέλων ἠρίθμησαι, κραυγάζων· Ἀλληλούϊα.

ΜΕΓΑ ΚΑΙ ΜΙΚΡΟΝ, ΠΟΛΥ ΤΕ ΚΑΙ ΟΛΙΓΟΝ

Μέγα καὶ μικρόν, πολύ τε καὶ ὀλίγον, τὸ τοῦ Σωτῆρος Εὐαγγέλιον, πανσόφως ἐδίδαξας, τὰ μεγάλα καὶ παράδοξα, συντετμημένοις ῥήμασι, πᾶσι διασημαῖνον, Βαρθολομαῖε θεόσοφε. Ὥσπερ ποταμός, Σιὼν ἐξωρμημένος, τῆς Ἐκκλησίας τὰ συστήματα, ποτίζων Πανόλβιε, τὸν χειμάρρουν τῆς θείας τρυφῆς, ἐξέπιες φανότατα, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΩΦΘΗΣ ΜΕΓΑΣ ΗΛΙΟΣ ΤΗ ΕΚΚΛΗΣΙΑ

Ὤφθης μέγας ἥλιος τῇ Ἐκκλησίᾳ, διδαγμάτων λάμψεσι, καὶ θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμῶντάς σε, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.

ΕΜΥΗΘΗΣ ΤΟΥ ΛΟΓΟΥ ΜΑΘΗΤΑ

Ἐμυήθης τοῦ Λόγου μαθητά, τοὺς λόγους τοὺς ἁγίους, καὶ τοὺς πάλαι ἀλογίᾳ δεινῶς καθυπαχθέντας τέκνα εἰργάσω τοῦ φωτός. Ἥπλωσας εἰς βάθη ἀγνωσίας τὰ σεπτὰ καὶ ἱερά σου δίκτυα, καὶ ἔλαβες τὰ ἔθνη ὑπήκοα, τὰς κεχερσωμένας ἀπάτῃ διανοίας ἐνέωσας τῷ θείῳ ἀρότρῳ. Ἐξήρανας τὸν φλογμὸν τῆς πολυθεΐας, δροσισμῷ σου τῆς φαιδρᾶς θεηγορίας υἱοὺς Θεοῦ, τοὺς πρὶν ὀργῆς τέκνα ἐργασάμενος, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.

ΑΓΙΟΥ ΒΑΡΘΟΛΟΜΑΙΟΥ ΚΑΙ ΒΑΡΝΑΒΑ

Τῌ ΙΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα. Τῇ ΙΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα. Καὶ σὸς μαθητής, Χριστέ, Βαρθολομαῖος, Μιμούμενός σε, σταυρικὸν φέρει πάθος. Ὑπὲρ λίθον σάπφειρον, ὡς γραφὴ λέγει, Τοὺς συντρίβοντας εἶχε Βαρνάβας λίθους. Ἑνδεκάτῃ σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον. Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν. ᾞσας Γαβριὴλ πρὶν τὸ Χαῖρε τῇ Κόρῃ. ᾌδεις δὲ καὶ νῦν, Ἄξιόν σε ὑμνέειν. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΝΑΠΕΜΑΡΑΝΑΣ ΠΑΤΕΡ, ΜΕΘΟΔΕΙΑΣ ΚΑΙ ΒΕΛΗ, ΠΥΡΙ ΤΗΣ

Ἐναπεμάρανας Πάτερ, μεθοδείας καὶ βέλη, πυρὶ τῆς ἐγκρατείας τοῦ ἐχθροῦ, καὶ τῆς ἁγνείας τῷ ἄνθρακι, τῆς σαρκὸς τὴν ὑλώδη, μανίαν πυρπολήσας ἀληθῶς, τῆς ἐκεῖ φωταυγείας, Μεθόδιε ἠξίωσαι. Λιποτακτήσας οὐδόλως, ἀσθενείᾳ σαρκός σου, τοῖς θείοις ἐνετρύφας δαψιλῶς, οὐδὲ τὸ γῆρας προέκρινας, τὴν καθέδραν προβλέπων, ὡς ἔφη Δανιὴλ τοῦ Παλαιοῦ, ἀλλ' ὑπερεῖδες Πάτερ, ἐν κόποις τὴν ἀσθένειαν. Πατριαρχῶν ἐν χορείᾳ, αὐλιζόμενος μέλπεις, τὸ ἆσμα τῶν Ἀγγέλων σὺν αὐτοῖς, Ἅγιος, Ἅγιος, Ἅγιος, ὁ Πατὴρ ὁ γεννήτωρ, Υἱὸς ὁ γεννηθείς, καὶ τὸ Πνεῦμα, προϊὸν ἀμερίστως, Τριὰς Ἁγία δόξα σοι.

ΡΗΤΟΡΕΥΕΙ ΠΑΝΣΟΦΟΣ ΔΥΑΣ

Ῥητορεύει πάνσοφος δυάς, ἐνώπιον ἀνόμων, τὴν σάρκωσιν τοῦ ὀφθέντος, δι' ἡμᾶς ἐπὶ τῆς γῆς, Λόγου ὑπὲρ ἔννοιαν, καὶ βασάνων πᾶσαν πεῖραν ὑποστᾶσα, Μαρτύρων ταῖς ἀγέλαις νῦν συναριθμεῖται, εἰς πάντας τοὺς αἰῶνας. Ἱερεῖα ὥσπερ ἱερά, ὀπτώμενοι λαμπάσι, τὸ ὄμμα πρὸς τὸν Θεόν, σῴζειν δυνάμενον ὑμᾶς, ἐτείνατε Μάρτυρες, μελῳδοῦντες· Πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Δεδεμένοι Μάρτυρες σοφοί, καὶ πίσσῃ κεχρισμένοι, ἐν βόθρῳ πυρακτωθέντι, ὑπεβλήθητε ὁμοῦ, ἐνθέως κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΜΑΡΤΥΡΩΝ ΑΛΕΞΑΝΔΡΟΥ ΚΑΙ ΑΝΤΩΝΙΝΗΣ

Τῌ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης. Τῇ Ι' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων Ἀλεξάνδρου καὶ Ἀντωνίνης. Εὕρατο Ἀλέξανδρος ἅμ' Ἀντωνίνῃ Τὸν βόθρον ἀκάτιον εἰς τρυφὴν φέρον. Τῇ δεκάτῃ μόρον Ἀντωνῖνα ἐμπυρόπισσον, Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Τιμοθέου, ἐπισκόπου Προύσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κανίδου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Θεοφάνους καὶ Πανσέμνης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Ἀπόλλωνος ἐπισκόπου, καὶ Ἀλεξίου Ἐπισκόπου Βιθυνίας. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΔΕΥΤΕΡΑ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

ΔΕΥΤΕΡΑ ΜΕΤΑ ΤΗΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ Τῌ ΚΥΡΙΑΚῌ ΤΗΣ ΠΕΝΤΗΚΟΣΤΗΣ Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου, Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θράση. Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΤΑΧΕΙΑΝ ΚΑΙ ΣΤΑΘΗΡΑΝ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἤμων ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ· ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

ΑΝΘΡΑΚΑ ΤΟΝ ΝΟΗΤΟΝ ΑΓΝΗ

Ἄνθρακα τὸν νοητὸν Ἁγνὴ πανάμωμε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεομῆτορ, μορφὴ τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμω τὴν σωτηρίαν βραβεύοντα· ὅθεν σε πάντες μεγαλύνομεν.

ΥΨΩΜΑ ΧΡΙΣΤΟΥ ΚΑΤΕΠΑΡΘΕΝ ΤΗΣ ΓΝΩΣΕΩΣ

Ὕψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου Θεομήτορος, Κύριλλε ἅπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὸ ἄθεον, Υἱῶν δυάδα ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων. Ῥώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα ὁμοούσιον, τόν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας Μακάριε, ὀφθείς τε Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι. Ἄνωθεν ἡμᾶς τοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως, Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταῖς πρεσβείαις σου, τὸ κέρας ὀρθοδόξων φωτίζων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας.

ΜΝΗΜΗ ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ

Τῌ Θ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Τὴ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας. Κύριλλον ὑμνῶ τοῦ Κυρίου μου φίλον, Καὶ Κυρίας πρόμαχον Ἀειπαρθένου. Εὕρατο τυμβοχοὴν ἔνατον Κύριλλος ἐς ἦμαρ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΑΧΕΙΑΝ ΚΑΙ ΣΤΑΘΗΡΑΝ ΔΙΔΟΥ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

ΧΑΙΡΟΙΣ Ο ΣΤΡΑΤΙΩΤΗΣ ΧΡΙΣΤΟΥ

Χαίροις ὁ στρατιώτης Χριστοῦ, ὁ τροπωσάμενος ἐχθροῦ τὴν παράταξιν, τῷ ὅπλῳ τῆς εὐσεβείας, ὁ τῶν πιστῶν στηριγμός, ὁ πολλῶν βασάνων ὠνησάμενος, Θεοῦ τήν οὐράνιον, βασιλείαν Θεόδωρε, ἐν ᾗ χορεύων, καὶ μεθέξει θεούμενος, καὶ λαμπόμενος, καθαραῖς διαδόσεσι· μέμνησο τῶν τιμώντων σου, τὴν μνήμην τὴν ἔνδοξον, καὶ προσκυνούντων ἐν πίστει, τὴν τῶν λειψάνων σου λάρνακα, ἀφ' ἧς ἀναβλύζεις, τοῖς αἰτοῦσιν εὐρωστίαν, καὶ μέγα ἔλεος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός. Χαίροις ἡ Ἱερὰ Κεφαλή, τῶν ἀθλοφόρων τὸ σεπτὸν ἀκροθίνιον, ὁ κόσμος τῆς Ἐκκλησίας, ὁ καθαιρέτης ἐχθροῦ, δωρεῶν ἐνθέων ὁ ἐπώνυμος· λαμπτὴρ τὴν ὑφήλιον, καταυγάζων τοῖς θαύμασι· πύργος ὁ μέγας, διαμείνας ἀσάλευτος, ταῖς προσρήξεσι, τῶν ἀπείρων κολάσεων· λόγχῃ τῆς καρτερίας σου, ὁ κτείνας τὸν δράκοντα· ὁ ἀριστεύσας μεγάλως, ὡς στρατιώτης ἀήττητος, Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάσ...

ΤΩΝ ΑΘΛΗΤΩΝ ΤΟ ΕΚΛΑΜΠΡΟΝ ΚΑΛΛΟΣ

Τῶν ἀθλητῶν τὸ ἔκλαμπρον κάλλος, δεῦτε πάντες τῶν ὕμνων τοῖς στεφάνοις πιστοί, Θεόδωρον καταστέψωμεν· δῶρον γὰρ Θεοῦ μέγα τῷ κόσμῳ ἀναδέδεικται, λάμψεσι ταῖς τῶν θαυμάτων· τὸν γὰρ ἐχθρὸν ἐκνικήσας Βελίαρ ἄθλοις σεπτοῖς, ὀμβρίζει ἀντὶ αἱμάτων, κρουνηδὸν ἰαμάτων τὰ ῥεύματα, σὺν τούτοις δὲ πᾶσι χαίρει Χριστῷ, καὶ δίδωσιν εἰρήνην ἀνέκλειπτον, πρεσβεύων ἀπαύστως ὑπὲρ πάντων ἡμῶν.

ΑΝΑΚΟΜΙΔΗ ΛΕΙΨΑΝΩΝ ΜΕΓΑΛΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΩΡΟΥ ΣΤΡΑΤΗΛΑΤΟΥ

Τῌ Η' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τῆς ἀνακομιδῆς τοῦ λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου. Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἀνακομιδῆς τοῦ Λειψάνου τοῦ Ἁγίου Μεγαλομάρτυρος Θεοδώρου τοῦ Στρατηλάτου. Νεκρόν με Θεόδωρον ἡ πατρὶς δέχου, Ὃν ζῶντα πλουτεῖ Μαρτύρων πατρὶς πόλος. Ὄλβιον ὀγδοάτῃ Θεοδώρου σῶμα κομίσθη. Τῇ αὐτῇ ἡμέρᾳ, τελεῖται ἡ σύναξις τῆς ὑπεραγίας Θεοτόκου ἐν τῷ Σωσθενείῳ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Νικάνδρου καὶ Μαρκιανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Καλλιόπης. Ταῖς αὐτῶν ἁγίαις, πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ, ΚΑΙ ΠΝΕΥΜΑΤΟΣ ΕΠΙΔΗΜΙΑΝ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι, Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. (Δίς) Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς , Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα...

ΚΥΡΙΑΚΗ ΤΗΣ ΑΓΙΑΣ ΠΕΝΤΗΚΟΣΤΗΣ

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν. Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει, Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις. Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ' ἁλιεῦσι. Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΥΛΟΓΗΤΟΣ ΕΙ ΚΥΡΙΕ

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὕρω κἀγώ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγώ εἰμι· ἀνακάλεσαί με, Σωτήρ, καὶ σῶσόν με. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θείᾳ τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν με ἐπιστρέψας εἰς γῆν ἐξ ἧς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Εἰκών εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σῇ εὐσπαγχνίᾳ, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοι, Παραδείσου πάλιν ποιῶν πολίτην με. Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου. Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλους σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλους σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα. ...

ΜΝΗΜΗΝ ΤΕΛΟΥΝΤΕΣ ΠΑΝΤΩΝ

Μνήμην τελοῦντες πάντων, τῶν κοιμηθέντων ἐν Χριστῷ, καὶ τελευταίας ἡμέρας, μνήμην ποιήσωμεν πιστοί, ὑπὲρ ἡμῶν τε κἀκείνων, Χριστὸν ἀεὶ δυσωποῦντες.

ΕΛΠΙΣ ΜΑΡΤΥΡΩΝ ΧΟΡΟΥΣ

Ἐλπὶς Μαρτύρων χοροὺς ἐνεύρωσε καὶ πρὸς τὴν σὴν ἀγάπην διαπύρως ἑπτέρωσε, τῶν μελλόντων τούτοις προτυπώσασα, τὴν μὴ σαλευομένην ὄντως ἀνάπαυσιν, ἧς τούς μεταστάντας ἀγαθὲ τυχεῖν ἀξίωσον. Λαμπρᾶς καὶ θείας τυχεῖν ἐλλάμψεως, τῆς σῆς Χριστὲ τοὺς πίστει μεταστάντας εὐδόκησον, τὴν ἐν κόλποις Ἀβραὰμ ἀνάπαυσιν, μόνος ὡς ἐλεήμων, τούτοις δωρούμενος, καὶ τῆς αἰωνίου ἀξιῶν μακαριότητος. Ὁ ὢν τῇ φύσει χρηστὸς καὶ εὔσπλαγχνος, καὶ θελητὴς ἐλέους εὐσπλαγχνίας ἡ ἄβυσσος, οὓς ἐκ τόπου τούτου τῆς κακώσεως, καὶ σκιᾶς τοῦ θανάτου Σῶτερ μετέστησας, ἔνθα καταλάμπει σου τὸ φῶς, τούτους κατάταξον.

ΦΟΒΕΡΟΝ ΤΟ ΤΕΛΟΣ ΤΟ ΤΟΥ ΘΑΝΑΤΟΥ

Φοβερὸν τὸ τέλος τὸ τοῦ θανάτου, καὶ φρικτὴ ἡ κρίσις ἡ τοῦ Δεσπότου· τὸ πῦρ γὰρ τὸ ἄσβεστον ηὐτρέπισται ἐκεῖσε, σκώληξ ἀκοίμητος κολάζων, καὶ βρυγμὸς τῶν ὀδόντων, σκότος ἐξώτερον ὑπάρχει, καὶ αἰωνία δίκη· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος. Πάντες οἱ τῷ βίῳ προστετηκότες, δεῦτε ἐν τοῖς τάφοις ἐξεστηκότες, ἐγκύψατε, ἴδετε τοῦ κόσμου τὴν ἀπάτην, ποῦ νῦν τοῦ σώματος τὸ κάλλος, καὶ ἡ δόξα τοῦ πλούτου; ποῦ δὲ ἡ ἔπαρσις τοῦ βίου; ὄντως μάταια πάντα· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἐκ τῶν προσκαίρων ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος. Νῦν ἐπὶ τὸν τάφον ὁ ἐπὶ θρόνου, νῦν ὁ ἐν πορφύρᾳ φθορὰν ὑπέδυ· οὐκ ἔτι ἐν θρόνῳ γάρ, ἀλλ' ἐν μνήματι κεῖται, ἴδε, ἐξέλιπε, τὸ βασίλειον κράτος, ἴδε, ὡς ὄναρ, τῶν ἀνθρώπων, παροδεύει ὁ βίος· διὸ κράξωμεν πρὸς τὸν Σωτῆρα· Οὓς ἐξελέξω ἀνάπαυσον, διὰ τὸ μέγα σου ἔλεος. Πάντας τοὺς ἐνθένδε μετατεθέντας, ἐπὶ αἰωνίου ζωῆς ἐλπίδι, καὶ βίον ἀλλάξαντας παντοίῳ Σῶτερ τρόπῳ, πᾶσαν κατάστασιν καὶ ...

ΕΝ ΤΑΙΣ ΣΚΗΝΑΙΣ

Ἐν ταῖς σκηναῖς τῶν ἐκλεκτῶν, καὶ ἐν χώρᾳ τῶν ζώντων, οὓς προσελάβου Ἰησοῦ, εὐσεβῶς κοιμηθέντας κατάταξον, ὡς εὐδιάλλακτος Θεός, καὶ ἔμπλησον τοῦ ἀνεσπέρου σου φωτός, καὶ τῆς ἐπουρανίου σου χαρᾶς ἀξίωσον.

Ο ΒΑΘΕΙ ΣΟΦΙΑΣ ΦΙΛΑΝΘΡΩΠΩΣ ΠΑΝΤΑ ΟΙΚΟΝΟΜΩΝ

Ὁ βάθει σοφίας φιλανθρώπως πάντα οἰκονομῶν, καὶ τὸ συμφέρον πᾶσιν ἀπονέμων, μόνε Δημιουργέ, ἀνάπαυσον Κύριε τὰς ψυχὰς τῶν δούλων σου· ἐν σοὶ γὰρ τὴν ἐλπίδα ἀνέθεντο, τῷ ποιητῇ καὶ πλάστῃ καὶ Θεῷ ἡμῶν.

ΙΝΑ ΤΗΣ ΔΟΞΗΣ ΤΥΧΗΣ

Ἵνα τῆς δόξης τύχης, τῆς ἐκεῖ Ἀθλοφόρε, τῆς ὁρωμένης χαίρων κατεφρόνησας, καὶ θείᾳ ἐπινεύσει, πρὸς τοὺς αἰκισμοὺς ἐχώρησας μὴ δειλιάσας, κολαστηρίων εἴδη καὶ θάνατον πικρόν· ὅθεν μετὰ Μαρτύρων ἐστέφθης ἀγωνισάμενος. Ὡράθης οἶκος Μάρτυς, καθαρὸς τῆς Τριάδος, οἰκοδομία πράξεων Θεόδοτε, πανόλβιε ἐνθέων, ἄθλων τε λαμπρῶν φαιδρότησι κεκοσμημένος, δι' ὧν ναοὺς δαιμόνων, καὶ ξόανα σοφέ, θείᾳ τοῦ Παρακλήτου δυνάμει, σαφῶς κατέστρεψας. Σταλάζον ὄρος θεῖον, γλυκασμὸν ἀνεφάνης, πηγὴ θαυμάτων πέλαγός τε ἔνδοξε, ἐνθέων χαρισμάτων, ῥεῖθρον διαυγὲς τοῦ Πνεύματος, ψυχὰς ἀρδεῦον, καὶ κατακλύζον πάθη, καὶ πᾶσι προξενοῦν, Μάρτυς τοῖς σὲ ὑμνοῦσι τὴν ἀγαλλίασιν.

ΤΩΝ ΑΠ' ΑΙΩΝΟΣ ΣΗΜΕΡΟΝ ΝΕΚΡΩΝ, ΑΠΑΝΤΩΝ ΚΑΤ' ΟΝΟΜΑ

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ. Ὁ τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχὼν τῇ Ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστάς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον τούτους τῆς οὐρανίου βασιλείας σου. Τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις, Ἀβραάμ, τοὺς ἐξ...

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΤΟΥ ΑΓΚΥΡΑΣ

Τῌ Ζ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου Ἀγκύρας. Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Θεοδότου τοῦ ἐν Ἀγκύρᾳ. Χεὶρ Θεόδοτον, ἣν Θεοῦ χεὶρ ξηράνοι, Θεῷ δοτὸν τίθησι, πλήξασα ξίφει. Θεόδοτος ἑβδομάτῃ τυθεὶς ἕλεν οὐρανὸν εὐρύν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ζηναΐδος τῆς θαυματουργοῦ, καὶ τῶν Ἁγίων γυναικῶν, Αἰσίας καὶ Σωσάννης, μαθητριῶν Παγκρατίου Ἐπισκόπου Ταυρομενίου. Τελεῖται δὲ ἡ αὐτῶν σύναξις ἐν τῷ ἁγιωτάτῳ αὐτῶν Μαρτυρείῳ, ἐν τοῖς Βασιλίσκου. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λυκαρίωνος. Ἄφωνος ἥκει πρὸς ξίφος Λυκαρίων, Ἔναντι τοῦ κείροντος οἷον ἀρνίον. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες Ταράσιος καὶ Ἰωάννης ξίφει τελειοῦνται. Ἰωάννην τέμνουσι σὺν Ταρασίῳ Οὐ πρὸς τέμνον ἐκταραχθέντας ξίφος. Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ὅσιος Στέφανος ἐν εἰρήνῃ τελειοῦται. Ἐπώνυμος Στέφανος οὗ φορεῖ στέφους, Ὁ πρακτικὴ χεὶρ ἀρετῶν οἶδε πλέκειν. Τῇ αὐτῇ ἡμέρᾳ, ο. Ὅσιος Ἄνθιμος ἐν εἰρήνῃ τελειοῦται. Ἄνθην ἐνεγκ...

ΙΛΑΡΙΩΝΟΣ ΤΟΥ ΝΕΟΥ

Τῌ ΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Τῇ ς' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Ἱλαρὸς ὢν πνεύματι σὺ Ἱλαρίων, Ἱλαρὸς ἐν σώματι ἦς καὶ καρδίᾳ. Βῆ δ' ἐς ὄλυμπον Ἱλαρίωνος κέαρ ἁγνὸν ἐν ἕκτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀττάλου τοῦ θαυματουργοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων πέντε Παρθένων, καὶ τῆς συνοδίας αὐτῶν. Κόρας φρονίμους πέντ' ἔφη Θεὸς Λόγος, Προϊστορῶν σοι τάσδε πέντε Παρθένους. Ταῖς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΡΘΟΔΟΞΟΙΣ ΔΟΓΜΑΣΙΝ

Ὀρθοδόξοις δόγμασιν, Ἱερομάρτυς κηρύξας, δῶρον θεῖον ἅγιον, σαυτὸν προσῆξας τῷ Κτίστῃ, πρότερον ἐν τῇ ἀσκήσει ἐνδιαπρέψας, ὕστερον τῷ μαρτυρίῳ στερρῶς ἀθλήσας, καὶ νομίμως ὑπεδέξω, βραβεῖον νίκης, παρὰ Χριστοῦ τοῦ Θεοῦ.

ΑΓΙΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΔΩΡΟΘΕΟΥ, ΕΠΙΣΚΟΠΟΥ ΤΥΡΟΥ

Τῇ Ε' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Δωροθέου, Ἐπισκόπου Τύρου. Ὁ Δωρόθεος, κἂν φραγγέλλωμαι λέγει, Λείπουσι πολλὰ πρὸς τὰ Χριστοῦ μου πάθη. Πέμπτῃ Δωροθέοιο δέμας πληγῇσι δαμάσθη. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς μετὰ φιλανθρωπίας ἐπενεχθείσης ἡμῖν φοβερὰς ἀπειλῆς καὶ ἀνάγκης, ἐν τῇ τῶν Βαρβάρων ἐπιδρομῇ, ὅτε, μέλλοντας ὑπ' αὐτῶν δικαίως αἰχμαλωτίζεσθαι, καὶ φόνῳ μαχαίρας παραδίδοσθαι, ὁ οἰκτίρμων καὶ φιλάνθρωπος Κύριος, διὰ σπλάγχνα ἐλέους αὐτοῦ, παρ' ἐλπίδα πᾶσαν ἐλυτρώσατο ἡμᾶς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων δέκα Μαρτύρων τῶν ἐν Αἰγύπτῳ, Μαρκιανοῦ, Νικάνδρου, Ὑπερεχίου, Ἀπόλλωνος, Λεωνίδου, Ἀρείου, Γοργίου, Σεληνιάδος, Εἰρήνης καὶ Πάμβωνος. Ὁ ἅγιος μάρτυς Χριστόφορος ὁ ἀπὸ Ῥώμης, ξίφει τελειοῦται. Ὁ ἅγιος Μάρτυς Κόνων, ὁ ἀπὸ Ῥώμης, ἐν θαλάσσῃ βληθεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ, ΚΑΙ ΘΡΟΝΟΝ ΔΙΑΔΟΧΟΣ

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Δωρόθεε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΙΘΥΝΑΣ ΤΗΝ ΠΟΙΜΝΗΝ, ΧΡΙΣΤΟΥ ΘΕΙΟΥΣ ΠΡΟΣ ΛΙΜΕΝΑΣ

Ἴθυνας τὴν ποίμνην, Χριστοῦ θείους πρὸς λιμένας, ἀβλαβῆ τηρήσας αὐτὴν χειμώνων ἐναντίων, ὡς πανάριστος Ἱεράρχης καὶ θείων Πάτερ, πληρωτὴς σοφὲ προστάξεων. Ὡς ἱερουργὸς ἱερός, ὡς Μάρτυς γενναῖος, ὡς θαυματουργὸς θαυμαστός, ὡς θεῖος λογογράφος, ὡς τῆς πίστεως ἀδιάσειστος στῦλος, δόξης αἰωνίου Πάτερ ἔτυχες. Σὲ ὡς θεῖον δῶρον Δωρόθεε ὁ τὰ δῶρα, ὡς Θεὸς παρέχων, πλουσίᾳ χρηστότητι τοῖς δεομένοις, εἰς πιστῶν ἐναργῆ σωτηρίαν, τῇ Ἐκκλησίᾳ ἐδωρήσατο. Ἡ θεοφεγγὴς μνήμη σου ἀνέτειλε κόσμῳ, καταυγάζουσα πιστούς, ἀκτῖσι χαρισμάτων, ἣν δοξάζοντας κοινωνοὺς ἡμᾶς δεῖξον Πάτερ, τῆς ἐν σοὶ θείας λαμπρότητος.

Ο ΜΥΣΤΟΛΕΚΤΗΣ ΤΩΝ ΘΕΟΥ ΑΡΡΗΤΩΝ ΜΥΣΤΗΡΙΩΝ

Ὁ μυστολέκτης των Θεοῦ ἀρρήτων μυστηρίων, Ἀπόστολος ὁ μέγας Παῦλος, τὸ στόμα τοῦ Χριστοῦ, πόρρωθεν προβλέπων τὸ μέλλον, προέγραφεν τὸν ἄξιον τοῦ θρόνου τῆς τῶν πόλεων Βασιλίδος. Τοιοῦτος ἡμῖν, φάσκων, ἔπρεπεν Ἀρχιερεύς, ὅσιος καὶ ἄκακος, δίκαιος καὶ ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ἡνωμένος τῷ πνεύματι ταῖς ἄνω οὐρανίαις Δυνάμεσιν ὅς, ἔχων παρρησίαν εἰς τὴν εἴσοδον τῶν Ἁγίων, παρίσταται ἀεὶ τῷ θρόνῳ τῆς χάριτος, αἰτούμενος δοθῆναι ἡμῖν ἔλεος, καὶ χάριν εὑρεῖν εἰς εὔκαιρον βοήθειαν. Αὐτὸν οὖν χρεωστικῶς ἀνευφημοῦντες, ὡς χάριν ἐκ Θεοῦ σαφῶς λαβόντα, συμφώνως ὑμνήσωμεν.

ΜΗΤΡΟΦΑΝΟΥΣ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ

Τῌ Δ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Τῇ Δ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μητροφάνους, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως. Γῆς μητρὸς ἐκστάς, Μητρόφανες παμμάκαρ, Ἐκεῖ μετῆρας, οὗ Πατὴρ πάντων μέγας. Μητροφάνης δὲ τετάρτῃ ἔδυ χθόνα βωτιάνειραν. Μνήμη τῆς ὁσίας μητρὸς ἡμῶν Σοφίας τῆς ἀσκητικῶς βιωσάσης. Ὁ ἅγιος ὁσιομάρτυς Ἰωάννης, ὁ ἡγούμενος τῆς μονῆς Μοναγρίας, ἐν σάκκῳ βληθεὶς καὶ τῇ θαλάσσῃ καταποντισθεὶς τελειοῦται. Ὁ ὅσιος Ἁλώνιος ἐν εἰρήνῃ τελειοῦται. Αἱ ἅγιαι Μαρία καὶ Μάρθα, ἀδελφαὶ τοῦ Λαζάρου, ἐν εἰρήνῃ τελειοῦνται. Ἐκ Βηθανίας τὰς ἀδελφὰς Λαζάρου, Σῴζειν δύνασθαι καὶ νεκρὰς πιστευτέον. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟΥ ΑΔΟΥ ΣΚΥΛΕΥΘΕΝΤΟΣ

Τοῦ ᾍδου σκυλευθέντος ὑπὸ σοῦ Ζωοδότα, καὶ κόσμου φωτισθέντος, ἐν τῇ σῇ, Ἀναστάσει, ἀνῆλθες μετὰ δόξης ὁ Σωτήρ, ὁ πάντα περιέχων τῇ χειρί· διὰ τοῦτο σύν Ἀγγέλοις σε καὶ ἡμεῖς, δοξάζομεν, βοῶντες· Δόξα τῇ Ἀναλήψει σου Χριστέ, δόξα τῇ βασιλείᾳ σου, δόξα τῇ εὐσπλαγχνίᾳ σου, μόνε φιλάνθρωπε.

ΤΩΝ ΚΥΡΙΟΚΤΟΝΩΝ ΣΕ ΔΕΙΝΟΙ

Τῶν κυριοκτόνων σε δεινοί, παῖδες προδεδώκασι, φθόνῳ τηκόμενοι ἔνδοξε, καὶ ἀνδρισάμενος, ἀκαταγωνίστως, Παραδείσου εἴληφας, ὦ Λουκιλλιανὲ τὴν ἀπόλαυσιν· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Παῖδες οἱ πανίεροι πατρί, ὥσπερ πειθαρχοῦντές σοι, σὺν σοὶ ἀθλοῦσι στερρότατα, καὶ ἡ ἀοίδιμος, καὶ Ὁσία Παῦλα, Μάρτυς ἀξιάγαστε, μεθ' ὧν νῦν κατοικῶν τὰ οὐράνια, Χριστὸν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἰάσεων νάματα ἡ σή, θήκη τοῖς προστρέχουσιν, ἀναπηγάζει ἑκάστοτε, Μάρτυς πολύαθλε, καὶ ἐκπλύνει πάθη, καὶ βυθίζει φάλαγγας, δαιμόνων συνεργείᾳ τοῦ Πνεύματος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΤΟΥΣ ΜΑΡΤΥΡΑΣ ΧΡΙΣΤΟΥ

Τοὺς μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦνται, καὶ πόθῳ προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς πίστεως.

ΛΟΓΙΚΟΥ ΛΕΙΜΩΝΟΣ

Λογικοῦ λειμῶνος, ἄνθη βλέποντες, Χριστοῦ εὐωδέστατα, τοὺς Μάρτυρας σήμερον, τιμαῖς μεγαλύνομεν. Ἑωσφόροι φανέντες, ἀληθῶς τῇ Ἐκκλησίᾳ, Χριστοῦ τοῦ Θεοῦ, οἱ Μάρτυρες λάμπουσι, τῆς ὁμολογίας τὸ φῶς. Ὁ παθῶν ὀδύνας, ταῖς εὐχαῖς τῶν, Ἀθλοφόρων ἰώμενος, κἀμοῦ νῦν θεράπευσον, τὸ ἄλγος Φιλάνθρωπε.

ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΛΟΥΚΙΛΛΙΑΝΟΥ

Τῌ Γ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ. Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Λουκιλλιανοῦ, Παύλης, καὶ τῶν σὺν αὐτοῖς νηπίων, Κλαυδίου, Ὑπατίου, Παύλου καὶ Διονυσίου. Λουκιλλιανὸς σύν τε Παῦλα νηπίοις, Αἵματι ὠνήσαντο Μαρτύρων στέφη. Σταυρῷ ἀμφὶ τρίτην Λουκιλλιανὸς τετάνυστο. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἀθανασίου τοῦ θαυματουργοῦ. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΟΛΗΝ ΣΥΓΚΡΟΤΗΣΑΝΤΕΣ

Ὅλην συγκροτήσαντες, τὴν τῆς ψυχῆς ἐπιστήμην, καὶ τῷ θείῳ Πνεύματι, συνδιασκεψάμενοι, τὸ μακάριον, καὶ σεπτὸν Σύμβολον, οἱ σεπτοὶ Πατέρες, θεογράφως διεχάραξαν, ἐν ᾧ σαφέστατα, τῷ Γεγεννηκότι συνάναρχον, τὸν Λόγον ἐκδιδάσκουσι, καὶ παναληθῶς ὁμοούσιον, ταῖς τῶν Ἀποστόλων, ἑπόμενοι προδήλως διδαχαῖς, οἱ εὐκλεεῖς καὶ πανόλβιοι, ὄντως καὶ θεόφρονες. Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν. Ὅλην εἰσδεξάμενοι, τὴν νοητὴν λαμπηδόνα, τοῦ ἁγίου Πνεύματος, τὸ ὑπερφυέστατον χρησμολόγημα, τὸ βραχὺ ῥήματι, καὶ πολὺ συνέσει, θεοπνεύστως ἀπεφθέγξαντο, ὡς Χριστοκήρυκες, εὐαγγελικῶν προϊστάμενοι, δογμάτων οἱ μακάριοι, καὶ τῶν εὐσεβῶν παραδόσεων, ἄνωθεν λαβόντες, τὴν τούτων ἀποκάλυψιν σαφῶς, καὶ φωτισθέντες, ἐξέθεντο, ὅρον θεοδίδακτον. Συναγάγετε αὐτῷ τοὺς ὁσίους αὐτοῦ. Ὅλην συλλεξάμενοι, ποιμαντικὴν ἐπιστήμην, καὶ θυμὸν κινήσαντες, νῦν τὸν δικαιότατον ἐνδικώτατα, τοὺς βαρεῖς ἤλασαν, καὶ λοιμώδεις λύκους, τῇ σφενδόνῃ τῇ τοῦ Πνεύματος, ἐκσφενδονήσαντες, τοῦ τῆς Ἐκκλησίας πληρώματος, πεσόντας ὡς ...

ΑΙΜΑΤΙ ΧΡΙΣΤΟΥ ΛΕΛΥΤΡΩΜΕΝΟΣ, ΤΗ ΓΝΩΜΗ ΤΟΝ ΔΙ΄ ΑΥΤΟΝ ΥΠΕΣΤΗΣ

Αἵματι Χριστοῦ λελυτρωμένος, τῇ γνώμῃ τὸν δι' αὐτὸν ὑπέστης θάνατον· τῆς γὰρ συνειδήσεως, ἤνεγκας μαρτύριον, ὁμολογίας χάριτι καταλαμπόμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Σῶμα καὶ ψυχὴν κεκαθαρμένος, τὸν λόγον τῷ παντεπόπτῃ Λόγῳ τέθεικας, τοῦτον πρὶν ἀσώματον ἄναρχον δεικνύοντα, καὶ συμπαθῶς γενόμενον ἄνθρωπον ὕστερον, τόν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας. Ἵνα κληρουχίας οὐρανίου, καὶ δόξης ἀδιαδόχου τύχης ἔνδοξε, δόξαν τὴν εὐμάραντον, Πάτερ καταλέλοιπας, ὑπερορίας ἅπασαν φέρων πικρότητα, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.

ΝΙΚΗΦΟΡΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝ/ΠΟΛΕΩΣ

Τῌ Β' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ., Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ. Τοῦ Πατριάρχου Πατριάρχης πλησίον, Θείου γέροντος, Ἀβραὰμ Νικηφόρος. Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην. Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν Λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται. Ἡ ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων τελειοῦνται. Ὁ ὅσιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῷ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται. Αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΝΟΘΕΥΣΑΣ ΑΡΕΙΟΣ, ΦΡΕΝΙ ΑΓΝΩΜΟΝΙ

Νοθεύσας Ἄρειος, φρενὶ ἀγνώμονι, τὴν ὀρθόδοξον πίστιν ταῖς πατρικαῖς, ψήφοις ἐξωστράκισται, τῆς Ἐκκλησίας σεσηπός, ὥσπερ μέλος ὁ δυσώνυμος. Ὑπὲρ σοῦ Δέσποτα, ἀγωνιζόμενος, ὁ χορὸς τῶν Πατέρων, σοῦ τοὺς ἐχθρούς, ἄγαν ἐτροπώσατο, καὶ συμφυῆ σε τῷ Πατρί, καὶ τῷ Πνεύματι ἐδόξασε. Μεσίτης γέγονας, Θεὸς καὶ ἄνθρωπος, τοῦ Θεοῦ καὶ ἀνθρώπων· ὅθεν Χριστέ, δύο σε ταῖς φύσεσιν, ἕνα γνωρίζοντες Υἱόν, οἱ θεόφρονες ἐκήρυξαν.

ΕΝ ΥΨΗΛΩ ΚΗΡΥΓΜΑΤΙ ΤΗΣ ΤΟΥ ΘΕΟΥ ΕΚΚΛΗΣΙΑΣ

Ἐν ὑψηλῷ κηρύγματι τῆς τοῦ Θεοῦ Ἐκκλησίας, ἀκούσωμεν βοώσης, ὁ διψῶν, ἐρχέσθω καὶ πινέτω, ὁ κρατήρ, ὃν φέρω, κρατήρ ἐστι τῆς σοφίας, τούτου τὸ πόμα ἀληθείας λόγῳ κεκέρακα, ὕδωρ οὐ προχέων ἀντιλογίας, ἀλλ' ὁμολογίας, ἧς πίνων ὁ νῦν Ἰσραήλ, Θεὸν ὁρᾷ φθεγγόμενον· ἴδετε, ἴδετε, ὅτι αὐτός ἐγώ εἰμι, καὶ οὐκ ἠλλοίωμαι· ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα, καὶ πλὴν ἐμοῦ ἄλλος οὐκ ἔστιν ὅλως. Ἐντεῦθεν οἱ μετέχοντες πλησθήσονται, καὶ αἰνέσουσι, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

ΟΥΡΑΝΟΘΕΝ ΤΗΝ ΚΛΗΣΙΝ ΔΕΞΑΜΕΝΟΣ

Οὐρανόθεν τὴν κλῆσιν δεξάμενος, ὥσπερ ὁ θεσπέσιος Παῦλος θεόσοφε, εὐθυδρομήσας ἄριστα, μαρτυρίου τὸ στάδιον ἤνυσας. Ἀκυμάντως βασάνων τὸ πέλαγος, θείᾳ κυβερνήσει διήλθετε Μάρτυρες, καὶ πρὸς λιμένα εὔδιον, τῆς Χριστοῦ βασιλείας ἐφθάσατε. Ἀπλανεῖς ὡς ἀστέρες ἐμπρέποντες, τῷ τῆς Ἐκκλησίας σεπτῷ, στερεώματι, τὴν οἰκουμένην ἅπασαν, φωταυγείαις τῶν ἄθλων φωτίζετε.

ΙΛΑΣΜΟΣ ΗΜΙΝ ΧΡΙΣΤΕ ΚΑΙ ΣΩΤΗΡΙΑ

«Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν΄ ὡς Προφήτην θηρὸς ἐκ θαλαττίου, Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα».

ΠΝΕΥΜΑΤΟΣ ΘΕΙΟΥ ΠΛΗΣΘΕΙΣ, ΤΗΣ ΠΟΝΗΡΙΑΣ ΤΑ ΔΕΙΝΑ ΠΝΕΥΜΑΤΑ

Πνεύματος θείου πλησθείς, τῆς πονηρίας τὰ δεινὰ πνεύματα, τοῖς ὀχετοῖς, Μάρτυς τῶν αἱμάτων, τῶν σῶν Ἰουστῖνε, ἀπέπνιξας μάκαρ, ἀθλήσας στερρότατα. Ἡ χαριτώνυμος, χάριτος ἔμπλεως Θεοῦ γέγονε, καὶ γυναικῶν, ἐπιλαθομένη σαφῶς τοῦ ἀσθενοῦς, ἤθλησε νομίμως, καὶ δόξης ἠξίωται. Χαριτωθεὶς τὴν ψυχήν, ὁμολογίαις ἱεραῖς ἤμβλυνας, τοῦ παλαιοῦ, ἐχθροῦ τὴν κακίαν Χαρίτων ἀθλητά, θείων ἀθλοφόρων, σεπτὸν ἐγκαλλώπισμα.

ΑΠΕΙΡΑΝΔΡΩΣ ΠΑΡΘΕΝΕ

Ἀπειράνδρως Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ συμβολα.

ΕΣΚΙΡΤΗΣΑΝ ΑΠΟΣΤΟΛΟΙ

Ἐσκίρτησαν Ἀπόστολοι, ὁρῶντες μετάρσιον σήμερον, τὸν κτίστην αἰρόμενον, ἐλπίδι τοῦ Πνεύματος, καὶ φόβῳ ἔκραζον· Δόξα τῇ ἀνόδῳ σου. Ἐπέστησαν οἱ ἄγγελοι, βοῶντες Χριστέ, τοῖς Μαθηταῖς σου· Ὃν τρόπον κατείδετε, Χριστὸν ἀνερχόμενον, σαρκὶ ἐλεύσεται, δίκαιος πάντων κριτής. Ὡς εἶδόν σε Σωτὴρ ἡμῶν, δυνάμεις αἱ οὐράνιαι, εἰς ὕψος αἰρόμενον σύσσωμον, ἐκραύγαζον λέγουσαι· Μεγάλη Δέσποτα, ἡ φιλανθρωπία σου.

ΑΠΟΣΤΟΛΩΝ ΤΟ ΚΗΡΥΓΜΑ, ΚΑΙ ΤΩΝ ΠΑΤΕΡΩΝ ΤΑ ΔΟΓΜΑΤΑ

Ἀποστόλων τὸ κήρυγμα, καὶ τῶν Πατέρων τὰ δόγματα, τῇ Ἐκκλησίᾳ μίαν τὴν πίστιν ἐκράτυνεν· ἣ καὶ χιτῶνα φοροῦσα τῆς ἀληθείας, τὸν ὑφαντὸν ἐκ τῆς ἄνω θεολογίας, ὀρθοτομεῖ καὶ δοξάζει, τῆς εὐσεβείας τὸ μέγα μυστήριον.

ΕΝ ΑΒΥΣΣΩ ΠΤΑΙΣΜΑΤΩΝ

Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε

ΤΩΝ ΑΓΙΩΝ ΤΙΗ' ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΩΝ ΕΝ ΝΙΚΑΙΑ

ΚΥΡΙΑΚΗ ΤΩΝ ΑΓΙΩΝ ΤΙΗ' ΘΕΟΦΟΡΩΝ ΠΑΤΕΡΩΝ ΤΩΝ ΕΝ ΝΙΚΑΙᾼ Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ἑβδόμῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἐν Νικαίᾳ πρώτην Οἰκουμενικὴν Σύνοδον ἑορτάζομεν, τῶν τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων. Πόλου νοητοῦ ἀστέρες σελασφόροι. Ἀκτῖσιν ὑμῶν φωτίσατέ μοι φρένας. Κατὰ Ἀρείου Ξένον τὸν Υἱὸν Πατρὸς οὐσίας λέγων, Ἄρειος, ἤτω τῆς Θεοῦ δόξης ξένος. Ταῖς τῶν ἁγίων τριακοσίων δέκα καὶ ὀκτὼ θεοφόρων Πατέρων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΙΟΥΣΤΙΝΟΥ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ

Τῌ Α' ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου, καὶ ἑτέρου Ἰουστίνου καὶ τῶν σὺν αὐτῷ. Τῇ Α' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰουστίνου τοῦ Φιλοσόφου. Ἰουστῖνον κώνειον ἦρεν ἐκ βίου, Ὡς εἴθε πρῶτον τοὺς πιεῖν δεδωκότας. Πρώτῃ Ἰουνίου Ἰουστῖνε ἐλλεβορίζῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἰουστίνου, Χαρίτωνος, Χαριτοῦς, Εὐελπίστου, Ἱέρακος, Πέωνος καὶ Βαλλεριανοῦ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φίρμου τοῦ Μάρτυρος. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Θεσπεσίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.