ΥΨΩΜΑ ΧΡΙΣΤΟΥ ΚΑΤΕΠΑΡΘΕΝ ΤΗΣ ΓΝΩΣΕΩΣ

Ὕψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου Θεομήτορος, Κύριλλε ἅπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὸ ἄθεον, Υἱῶν δυάδα ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων.

Ῥώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα ὁμοούσιον, τόν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας Μακάριε, ὀφθείς τε Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι.

Ἄνωθεν ἡμᾶς τοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως, Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταῖς πρεσβείαις σου, τὸ κέρας ὀρθοδόξων φωτίζων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας.

Δημοφιλείς αναρτήσεις από αυτό το ιστολόγιο

ΟΤΕ ΕΚ ΤΟΥ ΞΥΛΟΥ ΣΕ ΝΕΚΡΟΝ, Ο ΑΡΙΜΑΘΑΙΑΣ ΚΑΘΕΙΛΕ, ΤΗΝ ΤΩΝ ΑΠΑΝΤΩΝ ΖΩΗΝ

Ο ΥΨΩΘΕΙΣ ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΕΚΟΥΣΙΩΣ, ΤΗ ΕΠΩΝΥΜΩ ΣΟΥ ΚΑΙΝΗ ΠΟΛΙΤΕΙΑ...

ΕΙΔΟΜΕΝ ΤΟ ΦΩΣ ΤΟ ΑΛΗΘΙΝΟΝ