Αναρτήσεις

Προβολή αναρτήσεων από Μάιος, 2010

ΕΝ ΤΩ ΠΕΛΑΓΕΙ ΤΟΥ ΒΙΟΥ

Ἐν τῷ πελάγει τοῦ βίου κλυδωνιζόμενος, καὶ ταῖς τῶν ἐναντίων, ῥαπιζόμενος αὔραις, βοῶ σοι Θεοτόκε. Ἴθυνον νῦν, πρὸς λιμένα με εὔδιον, τῆς μετανοίας τήν ζάλην τῶν λογισμῶν, εἰς γαλήνην μεταβάλλουσα.

Η ΑΠΡΟΣΜΑΧΗΤΟΣ ΧΑΡΙΣ...

Ἡ ἀπροσμάχητος χάρις, τοῦ δυναμοῦντός σε, ἐν ἀσθενείᾳ Μάρτυς, σοῦ τῆς φύσεως πᾶσι, τὴν δύναμιν δεικνύει· διὸ καὶ θνητῷ, σὲ ἐνίσχυσε σώματι, καταπαλαῖσαι τὸν ἄσαρκον κραταιῶς, καὶ λαβεῖν τὰ νικητήρια. Ταῖς τῶν αἱμάτων ῥανίσι, τῆς ἀθεΐας τὸ πῦρ, Μεγαλομάρτυς σβέσας, τὴν Χριστοῦ Ἐκκλησίαν, κατήρδευσας πλουσίως, καὶ τῶν πιστῶν, τὰς καρδίας ἐφώτισας, τῶν εὐσεβῶς σου τιμώντων τὸ Ἱερόν, καὶ σεβάσμιον μνημόσυνον. Ὡς ἀκαθαίρετος Πύργος, ταῖς προσβολαῖς τῶν ἐχθρῶν, οὐκ ἐσαλεύθης ὅλως, τὰς αὐτῶν δὲ καρδίας, συνέσεισας Ἑρμεία, καὶ τῷ μοχλῷ τῶν γενναίων ἀγώνων σου, ὡς εὐπερίτρεπτον τεῖχος, πάντων αὐτῶν, τὰ φρονήματα κατέαξας.

ΦΟΡΕΣΑΣ ΜΕ ΠΡΟΗΛΘΕ ΘΕΟΣ ΕΚ ΣΟΥ

Φορέσας με προῆλθε Θεὸς ἐκ σοῦ, ἀφθαρσίας ἐνδύων με ἔνδυμα, τὸν πονηρᾷ, γνώμῃ γυμνωθέντα θείας στολῆς, Θεογεννῆτορ Δέσποινα, πάντων τῶν ἀνθρώπων καταφυγή, Μαρτύρων στεφηφόρων, κραταίωμα καὶ τεῖχος, καὶ τῶν Ἀγγέλων ἀγαλλίαμα.

ΕΝ ΤΩ ΣΤΑΥΡΩ ΠΑΡΕΣΤΩΣΑ

Ἐν τῷ Σταυρῷ παρεστῶσα τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρῃνοῦσα, Μῆτερ ἁγνή, Οἴμοι! Τέκνον γλυκύτατον, τὶ ταῦτα πάσχεις ἀδίκως, Λόγε Θεοῦ; ἵνα σώσῃς τὸ ἀνθρώπινον.

ΙΔΕΙΝ ΚΑΤΗΞΙΩΘΗΣ ΑΠΟΛΥΘΕΙΣ...

Ἰδεῖν κατηξιώθης ἀπολυθείς, τῆς σαρκὸς ἀθλοφόρε πανεύφημε, τὰ ἀγαθά, ἅπερ προητοίμασέ σοι Θεός, καὶ τοῖς σὺν σοὶ ἀθλήσασι, καὶ καταβαλοῦσι τὸν πονηρόν, μεθ' ὧν ἡμᾶς σωθῆναι, τὸν Κύριον δυσώπει, Μάρτυς Ἑρμεία ἀξιάγαστε. Ὡραῖόν σου τὸ εἶδος καὶ πρὸ τῆς σῆς, ἐναθλήσεως ὃν ὡραιότερον, ὤφθη Σοφέ, μετὰ τοὺς ἀγῶνας τοὺς θαυμαστούς, ἀγγελικῇ λαμπρότητι, κατηγλαϊσμένον περιφανῶς· διὸ καὶ πρὸς ὡραίους, ἀνέδραμες νυμφῶνας, νίκης στεφάνοις καλλυνόμενος. Στρατείας ἀλογήσας τῆς ἐπὶ γῆς, Βασιλεῖ οὐρανίῳ ἐστράτευσαι, Μάρτυς σοφέ, οὗ τῇ δυναστεία τῇ κραταιᾷ, τὰς τῶν δαιμόνων φάλαγγας, πάσας ἐξηφάνισας κραταιῶς, καὶ νίκης τοὺς στεφάνους, νομίμως ἀνεπλέξω, ὑπὲρ ἡμῶν πρεσβεύων πάντοτε. Ἡ μνήμη σου ἐπέστη ἡ φωταυγής, τὰς ἡμῶν διανοίας φωτίζουσα, μαρμαρυγαῖς, τῶν ἀγωνισμάτων σου τῶν στερρῶν, ἐν ᾗ παρακαλοῦμέν σε. Ἔχων παρρησίαν πρὸς τόν Χριστόν, ἱκέτευε ἀπαύστως, τυχεῖν ἡμᾶς ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς ἐτάσεως.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΡΜΕΙΟΥ

Τῌ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Στίχοι Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων, Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου! Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΕΔΥΣ ΜΕΝ ΟΙΑ ΠΕΡ ΑΣΤΗΡ...

Ἔδυς μὲν οἷά περ ἀστήρ, ἀπὸ κόσμου, πρὸς Χριστὸν δὲ ἀνέτειλας, τὸν νοητὸν ἀληθῶς, δικαιοσύνης παμμάκαρ Ἥλιον, καὶ ὡς ἀκτῖνα τοῖς πιστοῖς, τὰς σὰς καταλέλοιπας, φωτοειδεῖς ἀρετάς, ἐλαυνούσας τῶν ψυχῶν ἀμαυρότητα. Τίμιος ἔναντι Θεοῦ, σοῦ ὁ θάνατος Ἰσαάκιε γέγονε· καὶ γὰρ ὁσίως ἐν γῇ, ἐπολιτεύσω τούτου προστάγματα, καὶ δικαιώματα σοφέ, τηρήσας ἀλώβητα· ὅθεν ἀνέτειλεν, ὡς δικαίῳ σοι τὸ φῶς τὸ ἀνέσπερον.

ΜΕΤ ΕΥΦΡΟΣΥΝΗΣ ΑΠΑΣΑΙ, ΓΥΝΑΙΚΩΝ...

Μετ' εὐφροσύνης ἅπασαι, γυναικῶν αἱ θεόφρονες, αἱ τελειωθεῖσαι, ἐν Χριστῷ τῷ Πνεύματι, Παρθένον τὴν ἄχραντον, καὶ ἀληθῆ Μητέρα Θεοῦ, τὴν ἐκ τῆς κατάρας, τῆς προμήτορος Εὔας, ἡμᾶς λυτρωσαμένην, τανῦν περικυκλοῦσαι, τὸν ταύτης ἀνυμνεῖτε, καρπὸν εἰς τοὺς αἰῶνας.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ

Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τῆς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι· Θεόκτιστε Πατὴρ ἡμῶν Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΑΓΑΛΛΙΑΣΘΕ...

Ἀγαλλιᾶσθε Μάρτυρες, οἱ Προφῆται, Ἀπόστολοι, Ἱερομαρτύρων ὁ σεπτὸς κατάλογος, Δικαίων Ὁσίων τε, καὶ Διδασκάλων θεῖος χορός, σὺν ταῖς Μυροφόροις γυναιξὶ μελῳδοῦντες· Οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Τῆς ὑπὲρ νοῦν λαμπρότητος, ἐμφορούμενοι Ἅγιοι, θείας εὐφροσύνης καὶ χαρᾶς πληρούμενοι, Θεοὶ χρηματίζετε, τῇ πρὸς Θεὸν ἐγγύτητι, ταῖς θεουργικαῖς μαρμαρυγαῖς ὁμιλοῦντες, καὶ δόξης τῆς ἀφράστου, φωτισθέντες ἀκτῖσι, Χριστὸν ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ἀναφανέντες Ἅγιοι, ὡς φωστῆρες πολύφωτοι, τὸν τῆς Ἐκκλησίας, οὐρανὸν φαιδρύνετε, ποικίλοις χαρίσμασι, καὶ διαφόροις κάλλεσιν, ἐν δικαιοσύνῃ, σωφροσύνῃ, ἀνδρείᾳ, φρονήσει τε, βοῶντες· Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε Χριστὸν εἰς τοὺς αἰῶνας.

ΑΓΙΩΝ ΤΑ ΤΑΓΜΑΤΑ...

Ἁγίων τὰ τάγματα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ἀσιγήτως ὑμνοῦντα, τρυφῆς ἐνθέου νῦν ἀπολαύουσι, καὶ γεγηθότες χορεύουσι ψάλλοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Ταῖς θείαις ἐλλάμψεσι, τῆς τρισηλίου φωτοχυσίας σεπτῶς, τῶν Ἁγίων οἱ δῆμοι, περιλαμφθέντες μονάδα τρισάριθμον, θεολογοῦσι Πατέρα συνάναρχον, καὶ τὸν Υἱόν εὐσεβῶς, καὶ Πνεῦμα ἅγιον. Ἀφράστῳ τῇ δόξῃ σου, ὅταν ὀφθήσῃ Θεὸς ἐν μέσῳ θεῶν, τὰς ἀξίας παρέχων ἑνὶ ἔκάστῳ, καὶ τοὺς στεφάνους διδούς, τότε τοὺς πάντας ἀξίωσον ψάλλειν σοι· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν. Γηθόμενοι μέλψωμεν, τὴν τῶν Ἁγίων πάντων ὁμήγυριν, ἐκ παντὸς κροτουμένην, καὶ γένους ἅμα, καὶ ἀξιώματος, καὶ πολιτείας, καὶ τούτοις συμψάλωμεν· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.

ΠΑΘΕΣΙ ΝΕΚΡΩΘΕΝΤΑ...

Πάθεσι νεκρωθέντα, ζώωσόν με Πάτερ ταῖς πρεσβείαις σου, τῇ ζωὴ νῦν τῶν ζώντων, παρρησίᾳ πολλῇ παριστάμενος. Αἴγλην ἄϋλον Πάτερ, ἔνδον ἐν καρδίᾳ σου δεξάμενος, ἐφωτίσθης καὶ πᾶσαν, τῶν παθῶν τὴν ἀχλὺν ἐξηφάνισας.

ΕΓΚΡΑΤΕΙΑΣ ΤΟΙΣ ΒΕΛΕΣΙ, ΤΟΝ ΕΧΘΡΟΝ ΕΤΡΑΥΜΑΤΙΣΑΣ...

Ἐγκρατείας τοῖς βέλεσι, τὸν ἐχθρὸν ἐτραυμάτισας, καὶ τὰς τούτου φάλαγγας ἐξεπόρθησας· διὸ τῆς νίκης ἀπέλαβες, βραβεῖα Μακάριε, παρ' αὐτοῦ τοῦ κραταιῶς, σὲ Χριστοῦ ἐνισχύσαντος, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου. Θεωρίας τῆς κρείττονος, ἐπιβὰς Παμμακάριστε, τὰ γεώδη ἅπαντα καὶ ἐπίκηρα, καὶ περιὼν ἐν τῷ σώματι, παρεῖδες καὶ ἄϋλον, πολιτείαν ἐπὶ γῆς, ἐπεσπάσω ἀοίδιμε, θείῳ Πνεύματι, ὁδηγούμενος Πάτερ μοναζόντων, ὁδηγὸς κανὼν καὶ τύπος, ὤφθης καὶ πίστει περίδοξος. Τῶν χαρίτων τοῦ Πνεύματος, ταῖς ἐνθέοις ἐλλάμψεσι, φαιδρυνθεὶς θεόπνευστε, Ἰσαάκιε, φωστὴρ ἐδείχθης τοῖς πέρασιν, ὀδύνας κακώσεων, καὶ τὸ σκότος τῶν παθῶν, ἀπελαύνων πρεσβείαις σου, καὶ ῥυόμενος, νοσημάτων παντοίων καὶ κινδύνων, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

ΑΝΑΣΤΑΣ ΕΚ ΤΟΥ ΤΑΦΟΥ...

Ἀναστὰς ἐκ τοῦ τάφου ὡς ἀληθῶς, ταῖς ὁσίαις προσέταξας Γυναιξί, κηρῦξαι τὴν Ἔγερσιν, Ἀποστόλοις ὡς γέγραπται, καὶ δρομαῖος ὁ Πέτρος, ἐπέστη τῷ μνήματι, καὶ τὸ φῶς ἐν τῷ τάφῳ, ὁρῶν κατεπλήττετο· ὅθεν καὶ κατεῖδε, τὰ ὀθόνια μόνα, χωρὶς τοῦ θείου σώματος, ἐν αὐτῷ κατακείμενᾳ, καὶ πιστεύσας ἐβόησε· Δόξα σοι Χριστὲ ὁ Θεός, ὅτι σῴζεις ἅπαντας Σωτὴρ ἡμῶν· τοῦ Πατρὸς γὰρ ὑπάρχεις ἀπαύγασμα.

ΕΛΠΙΔΙ ΚΑΙ ΑΓΑΠΗ ΘΩΡΑΚΙΣΘΕΝ, ΚΑΙ ΠΙΣΤΩΣ

Ἐλπίδι καὶ ἀγάπῃ θωρακισθέν, καὶ πιστῶς πεφραγμένον τὸ σύνταγμα, τῶν ἐκλεκτῶν, πάσας τῶν τυράννων τὰς ἀπειλάς, τοὺς αἰκισμοὺς καὶ μάστιγας, χαίροντες ὑπέμειναν εὐκλεῶς, Χριστὸν πεπλουτηκότες, νικοποιὸν ἐν ἄθλοις, τῆς ἀληθείας πρωτομάρτυρες. Λιμένα σωτηρίας τὸν Βαπτιστήν, Ἀποστόλους, Προφήτας καὶ Μάρτυρας, σὺν Ἀσκηταῖς, θείους Διδασκάλους, καὶ Ἱερεῖς, Πατριαρχῶν τε σύλλογον, καὶ Ἱερομάρτυρας εὐκλεεῖς, γυναῖκας φιλοθέους, Ὁσίους καὶ Δικαίους, νῦν ἐπαξίως εὐφημήσωμεν. Πυρὶ δοκιμασθέντες τῶν πειρασμῶν, καὶ τρυφαῖς μὴ θελχθέντες ἀγάλλεσθε, εἰλικρινῶς θρόνῳ τοῦ Δεσπότου φωτοειδεῖ, παρεστηκότες ἔνδοξοι, δῆμος τῶν Ἁγίων ἐν οὐρανοῖς, λυθέντων τῶν ἐσόπτρων, σκιᾶς τε παρειμένης, τῆς ἀληθείας ταῖς ἐμφάσεσι.

ΕΠΙΛΑΜΨΕΙ ΠΝΕΥΜΑΤΟΣ...

Ἐπιλάμψει Πνεύματος τοῦ Παναγίου, φωτισθεὶς ἀπήλασας, τὴν τῶν αἱρέσεων ἀχλύν, θαυματουργέ, Ἰσαάκιε· ὅθεν σε πάντες, συμφώνως γεραίρομεν.

ΟΙ ΕΝ ΠΑΣΗ ΤΗ ΓΗ ΜΑΡΤΥΡΗΣΑΝΤΕΣ...

Οἱ ἐν πάσῃ τῇ γῇ μαρτυρήσαντες, καὶ ἐν τοῖς οὐρανοῖς μετοικήσαντες, οἱ τὰ πάθη Χριστοῦ μιμησάμενοι, καὶ τὰ πάθη ἡμῶν ἀφαιρούμενοι, ἐνταῦθα σήμερον ἀθροίζονται, πρωτοτόκων δεικνύοντες Ἐκκλησίαν, ὡς τῆς ἄνω τὸν τύπον ἐπέχουσαν, καὶ Χριστῷ ἐκβοῶσαν· Θεός μου εἶ· Σύ με διὰ τῆς Θεοτόκου συντήρησον, πολυέλεε.

ΠΩΣ ΣΕ ΜΑΚΑΡΙΣΩΜΕΝ...

Πῶς σε μακαρίσωμεν Θεοτόκε; πῶς δὲ ἀνυμνήσωμεν ὑπερευλογημένη, τὸ ἀκατάληπτον μυστήριον τῆς κυοφορίας σου; Τῶν αἰώνων γὰρ ὁ ποιητής, καὶ τῆς ἡμετέρας δημιουργός φύσεως; τὴν ἰδίαν εἰκόνα οἰκτείρας, καθῆκεν ἑαυτόν, εἰς κένωσιν τὴν ἀνεξιχνίαστον, ὁ ὢν ἐν τοῖς ἀΰλοις κόλποις τοῦ Πατρός, ἐν μήτρᾳ σου ἁγνὴ κατεσκήνωσε, καὶ σάρξ ἀτρέπτως ἐγένετο ἐκ σοῦ, ἀπειρόγαμε, μείνας, ὅπερ ὑπῆρχε φύσει, Θεός. Διὸ αὐτὸν προσκυνοῦμεν, Θεὸν τέλειον, καὶ ἄνθρωπον τέλειον, τὸν αὐτὸν ἐν ἑκατέρᾳ μορφῇ· ἑκατέρα γὰρ φύσις ἐστὶν ἐν αὐτῷ ἀληθῶς, διπλᾶ δὲ πάντα κηρύττομεν, τὰ φυσικὰ αὐτοῦ ἰδιώματα, κατὰ τὴν διπλόην τῶν οὐσιῶν, δύο σέβοντες τάς ἐνεργείας, καὶ τὰ θελήματα. Ὁμοούσιος γὰρ ὢν τῷ Θεῷ καὶ Πατρί, αὐτεξουσίως θέλει, καὶ ἐνεργεῖ ὡς ἄνθρωπος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΞΕΣΤΗ ΕΠΙ ΤΟΥΤΩ Ο ΟΥΡΑΝΟΣ..

«Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διό σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι, μεγαλύνουσι». Τῇ θείᾳ καὶ ἀνάρχῳ φύσει ἁπλοῦς, πεφυκὼς συνετέθης προσλήψει σαρκός, ἐν σεαυτῷ, ταύτην ὑποστήσας Λόγε Θεοῦ, καὶ πεπονθὼς ὡς ἄνθρωπος, ἔμεινας ἐκτὸς πάθους ὡς Θεός· διό σε ἐν οὐσίαις, δυσὶν ἀδιαιρέτως, καὶ ἀσυγχύτως μεγαλύνομεν. Πατέρα κατ' οὐσίαν τὴν θεϊκήν, ὡς δὲ φύσει γενόμενος ἄνθρωπος, ἔφης Θεόν, Ὕψιστε τοῖς δούλοις συγκατιών, ἐξαναστὰς τοῦ μνήματος, χάριτι Πατέρα τῶν γηγενῶν, τιθεὶς τὸν κατὰ φύσιν, Θεόν τε καὶ Δεσπότην, μεθ' οὗ σε πάντες μεγαλύνομεν.

ΕΠΤΑΠΛΑΣΙΩΣ ΚΑΜΙΝΟΝ...

«Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν δημιουργόν, καὶ λυτρωτήν, ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας». Τῆς Ἰησοῦ Θεότητος, ἡ ὑπέρθεος δύναμις, ἧς ἐν τοῖς καθ' ἡμᾶς, θεοπρεπῶς ἐξέλαμψε· σαρκὶ γὰρ γευσάμενος, ὑπὲρ παντὸς θανάτου Σταυροῦ, ἔλυσε τοῦ ᾍδου τήν ἰσχύν. Ὂν ἀπαύστως, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας. Ὁ σταυρωθεὶς ἐγήγερται, ὁ μεγάλαυχος πέπτωκεν, ὁ καταπεσὼν καὶ συντριβεὶς ἀνώρθωται, φθορὰ ἐξωστράκισται, καὶ ἀφθαρσία ἤνθησεν· ὑπὸ τῆς ζωῆς γὰρ τὸ θνητόν κατεπόθη, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΕΣΠΕΡΙΝΟΝ ΥΜΝΟΝ, ΚΑΙ ΛΟΓΙΚΗΝ ΛΑΤΡΕΙΑΝ...

Ἑσπερινὸν ὕμνον, καὶ λογικὴν λατρείαν, σοὶ Χριστὲ προσφέρομεν, ὅτι ηὐδόκησας, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Κύριε, Κύριε, μὴ ἀπορρίψῃς ἡμᾶς ἀπὸ τοῦ προσώπου σου· ἀλλὰ εὐδόκησον, τοῦ ἐλεῆσαι ἡμᾶς, διὰ τῆς Ἀναστάσεως. Χαῖρε Σιὼν ἁγία, Μήτηρ τῶν Ἐκκλησιῶν, Θεοῦ κατοικητήριον· σὺ γὰρ ἐδέξω πρώτη, ἄφεσιν ἁμαρτιῶν, διά τῆς Ἀναστάσεως. Ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος, πρὸ τῶν αἰώνων γεννηθείς, ἐπ' ἐσχάτων δὲ τῶν χρόνων, ὁ αὐτὸς ἐκ τῆς Ἀπειρογάμου σαρκωθείς, βουλήσει σταύρωσιν θανάτου ὑπέμεινε, καὶ τὸν πάλαι νεκρωθέντα ἄνθρωπον ἔσωσε, διὰ τῆς ἑαυτοῦ Ἀναστάσεως.

ΟΣΙΟΥ ΙΣΑΑΚΙΟΥ, ΗΓΟΥΜΕΝΟΥ ΜΟΝΗΣ ΔΑΛΜΑΤΩΝ...

Τῌ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰσαακίου, Ἡγουμένου τῆς Μονῆς τῶν Δαλμάτων. Στίχοι Ψήφῳ Θεοῦ πρὸς θεῖον ἤρθη χωρίον, Γῆς, Ἰσαάκιος ἐκλιπὼν τὸ χωρίον. Θεῖον Ἰσαάκιον μόρος εἷλεν ἑνὶ τριακοστῇ. Τῇ αὐτῇ ἡμέρᾳ ὁ Ἅγιος Νατάλιος ξίφει τελειοῦται. Ὁ ὅσιος Βαρλαὰμ ἐν εἰρήνῃ τελειοῦται. Οἱ ἅγιοι νεομάρτυρες Ῥωμανὸς καὶ Μελέτιος, ξίφει τελειοῦνται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΡΙΣΣΟΦΑΗ ΘΕΟΤΗΤΑ...

Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ συμβασιλεῦον ὁμοούσιον Πνεῦμα, οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.

ΑΓΙΩΝ ΠΑΝΤΩΝ ΕΟΡΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ...

Τῇ σήμερον ἡμέρᾳ, Κυριακῇ μετὰ τὴν Πεντηκοστήν, τὴν τῶν ἁπανταχοῦ τῆς οἰκουμένης ἐν Ἀσίᾳ, Λιβύῃ, καὶ Εὐρώπῃ, Βορρᾷ τε καὶ Νότῳ, Ἁγίων πάντων Ἑορτὴν ἑορτάζομεν. Στίχοι Τοῦ Κυρίου μου πάντας ὑμνῶ τοὺς φίλους. Εἴ τις δὲ μέλλων, εἰς τοὺς πάντας εἰσίτω. Ταῖς τῆς ἀχράντου σου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεός, καὶ πάντων τῶν ἀπ' αἰῶνος Ἁγίων σου, ἐλέησον καὶ σῶσον ἡμᾶς, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος. Ἀμήν.

ΛΥΘΕΙΣΑ ΔΕΣΜΩΝ ΤΩΝ ΤΗΣ ΣΑΡΚΟΣ...

Λυθεῖσα δεσμῶν τῶν τῆς σαρκός, Θεοδοσία σεμνή, ἀνέπτης χαίρουσα, πρὸς φωτεινόμορφον θάλαμον, νυμφικῶς περιχορεύουσα, καὶ μαρτυρίου φοινικῷ αἵματι στίλβουσα, καὶ βοῶσα· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον. Παστάδα οὐράνιον οἰκεῖν, κατηξιώθης φαιδρῶς, Θεοδοσία σεμνή, διαιωνίζουσαν εὔκλειαν, εὑραμένη παναοίδιμε, καὶ τῆς ἀνδρείας σου καρπὸν ὄντως πλουτήσασα· Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶσα τὸν Κύριον. Ὡράθης φερώνυμος σαφῶς, Θεοδοσία σεμνή· Θεοῦ γὰρ δόσις ἡμῖν, ἀρίστη δέδοσαι πάνσοφε, δωρεῶν τῶν ὑπὲρ ἔννοιαν, ἀναδιδοῦσα ποταμοὺς τοῖς πίστει μέλπουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΑΓΝΟΟΥΝΤΑ ΤΑ ΕΘΝΗ

Ἀγνοοῦντα τὰ ἔθνη Κύριε, τὴν τοῦ παναγίου Πνεύματος, ἐν τοῖς Ἀποστόλοις σου γενομένην δύναμιν, τὴν ἐναλλαγὴν τῶν γλωσσῶν, μέθην εἶναι ἐνόμιζον, ἡμεῖς δὲ στηριχθέντες ὑπ' αὐτῶν, ἀπαύστως οὕτω λέγομεν· Τὸ Πνεῦμά σου τὸ ἅγιον, μὴ ἀντανέλῃς ἀφ' ἡμῶν, δεόμεθα φιλάνθρωπε. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Κύριε, τοῦ ἁγίου Πνεύματος ἡ ἐπιφοίτησις, τοὺς Ἀποστόλους σου ἐμφορήσασα, ἐν ἑτέραις γλώσσαις λαλεῖν παρεσκεύασεν· ὅθεν τὸ παράδοξον, τοῖς μὲν ἀπίστοις μέθη ἐνομίζετο, τοῖς δὲ πιστοῖς πρόξενον σωτηρίας, οὗ τῆς ἐλλάμψεως καὶ ἡμᾶς ἀξίωσον, δεόμεθα φιλάνθρωπε. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. Βασιλεῦ οὐράνιε, Παράκλητε, τὸ Πνεῦμα τῆς ἀληθείας, ὁ πανταχοῦ παρών, καὶ τὰ πάντα πληρῶν, ὁ θησαυρὸς τῶν ἀγαθῶν, καὶ ζωῆς χορηγός, ἐλθέ, καὶ σκήνωσον ἐν ἡμῖν, καὶ καθάρισον ἡμᾶς ἀπὸ πάσης κηλῖδος, καὶ σῶσον ἀγαθὲ τὰς ψυχὰς ἡμῶν. Γλῶσσαι ποτὲ συνεχύθησαν, διὰ τὴν τόλμαν τῆς π...

ΑΙΓΛΗ ΠΑΡΘΕΝΙΑΣ ΛΑΜΠΟΥΣΑ

Αἴγλῃ παρθενίας λάμπουσα, Θεοδοσία σεμνή, καὶ πορφύραν δι' αἵματος, μαρτυρίου πάνσοφε, βεβαμμένην λαμπρότατα, περιθεμένη καὶ ὑπερκόσμιον, Χριστοῦ νυμφῶνα κατασκηνώσασα, κόρη πανάμωμε, συγχορεύεις τάξεσιν, Ἀγγελικαῖς, ὄντως ἀκατάλυτον, χορείαν ἔνδοξε. Μάρτυς παρθένε πανεύφημε, Θεοδοσία Χριστόν, ὁλοκλήρως ποθήσασα, τῶν βασάνων ἤνεγκας, τὰς πληγὰς καρτερώτατα, αἰκιζομένη διὰ τὸν σὸν ἐραστήν, καὶ ξεομένη πλευρὰς ταῖς μάστιξιν· Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς πρὸς γῆν, ὄντως καταβέβληκας, τὸν ὑπερήφανον. Κάλλει ψυχῆς τε καὶ σώματος, κεκοσμημένη φαιδρῶς, τῷ Χριστῷ προσενήνεξαι, τὸν τῆς δόξης στέφανον, παρ᾽ αὐτοῦ ἀναδήσασθαι, Θεοδοσία Μάρτυς πανένδοξε, καὶ βασιλείας σαφῶς διάδημα, ὄντως πολύτιμον, ἐπαξίως δέδεξαι, σῇ κορυφῇ, νύμφη παναμώμητος, φανεῖσα πάνσοφε.

ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ.... ΠΑΝΤΑ ΧΟΡΗΓΕΙ....

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. ( Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας. Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε. Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδὸν σωτηρίας, καὶ ἐν Ἀποστόλοις ἔλαμψε, Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου· σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας, σὺ εἶ ὁ Θεὸς ἡμῶν. Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας...

ΘΕΙΟΓΕΝΕΣ ΛΟΓΕ, ΠΝΕΥΜΑ

Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον, Ἐκ Γενέτου κόλπων ἦκας ἐπιχθονίοις Οἷα πυρὸς γλώσσησι φέρον Θεότητος ἀΰλου. Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις. «Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν». Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα. Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις. Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος, Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν. Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸς γλωττήμασι, Νείμας τὸ Πνεῦμα Χριστός, ὡς ὑπέσχετο. «Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται». «Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμα...

.... ΣΕΒΕΙΝ ΕΝ ΑΠΛΟΤΗΤΙ...

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα, τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας». «Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε». «Τὸ διὰ τὸν φόβον σου ληφθὲν Κύριε, ἐν γαστρὶ τῶν Προφητῶν, καὶ κυηθὲν ἐπὶ τῆς γῆς πνεῦμα σωτηρίας, ἀποστολικὰς καρδίας κτίζει καθαράς, καὶ ἐν τοῖς πιστοῖς εὐθὲς ἐγκαινίζεται· φῶς γὰρ καὶ εἰρήνη, διότι τὰ σὰ προστάγματα». Ἡ ἐπιφοιτήσασα ἰσχὺς σήμερον, αὕτη Πνεῦμα ἀγαθόν, Πνεῦμα σοφίας Θεοῦ, Πνεῦμα ἐκ Πατρὸς ἐκπορευτόν, καὶ δι' Υἱοῦ πιστοῖς ἡμῖν πεφηνός, μεταδοτικόν, ἐν οἷς κατοικίζεται φύσει, τῆς ἐν ᾗ κατοπτεύεται ἁγιότητος. «Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας· Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις». Καθώς περ εὐδόκησεν αὐτεξουσίως, Ἀδέσποτον κά...

ΑΓΙΑΣ ΜΑΡΤΥΡΟΣ ΘΕΟΔΟΣΙΑΣ

Τῌ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας. Τῇ Κθ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας. Στίχοι Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ, Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ. Εἰκάδι Θεοδοσίην ἐνάτῃ πέφνε ῥεῦμα θαλάσσης. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Ὁσιομάρτυρος Θεοδοσίας τῆς Κωνσταντινουπολιτίσσης. Στίχοι Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία, Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου. Στίχοι Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω, Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς Ἀμήν.

ΟΙ ΣΟΥ ΣΩΤΗΡΟΣ ΕΡΑΣΤΑΙ, ΧΑΡΑΣ ΕΠΛΗΣΘΗΣΑΝ...

Οἱ σοῦ Σωτῆρος ἐρασταί, χαρᾶς ἐπλήσθησαν, καὶ θάρσος ἔλαβον οἱ πρῴην δειλιῶντες, ὡς τὸ Πνεῦμα τὸ ἅγιον, σήμερον ἐξ ὕψους, κατῆλθεν, καὶ ἔστη ἐπὶ τὰς κάρας τῶν Μαθητῶν, καὶ ἄλλος ἄλλα ἐλάλει πρὸς τοὺς λαούς· γλῶσσαι γὰρ διεσπάρησαν, ὁρώμεναι ὡσεὶ πυρός, καὶ τούτους οὐ κατέφλεξαν, ἀλλὰ μᾶλλον ἐδρόσισαν.

ΜΕΤΑ ΤΗΝ ΕΓΕΡΣΙΝ ΧΡΙΣΤΕ, ΤΗΝ ΕΚ ΤΟΥ ΤΑΦΟΥ...

Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου, κατέπεμψας οἰκτίρμον, Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ, μυστικῶς, Σῶτερ τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.

ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ

Τὸ Πνεῦμα τὸ ἅγιον, τὸ διαιροῦν τὰ χαρίσματα, ἐπὶ γῆς ἐπεδήμησεν, οὐχ ὥς περ τὸ πρότερον, τῇ σκιᾷ τοῦ νόμου, λάμψαν ἐν Προφήταις, οὐσιωδῶς δὲ νῦν ἡμῖν, τῇ μεσιτείᾳ Χριστοῦ δεδώρηται, καρδίας ἐκκαθάρωμεν, ταῖς ἀρεταῖς καὶ δεξώμεθα, τὴν αὐτοῦ ἐπιφοίτησιν, μυστικῶς φωτιζομενοι. Τὸ Πνεῦμα τὸ ἅγιον, μὴ ἀντανέλῃς φιλάνθρωπε, ἀφ' ἡμῶν, ἀλλὰ δώρησαι, ἀξίως τὴν χάριν σου, πολιτευομένους, ψυχῇ καὶ καρδίᾳ διαιωνίζουσαν αὐτοῦ, τὴν μετουσίαν κληρονομῆσαι ἡμᾶς, ναοὺς καὶ οἰκητήρια, τοῦ Παρακλήτου ὑπάρχοντας, Ἰησοῦ ὁ Θεὸς ἡμῶν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. Τὸ πνεῦμα τὸ ἅγιον τὸ ἁγιάζον τὰ σύμπαντα, εὐσεβῶς ἀνυμνήσωμεν, καὶ πίστει βοησωμεν, ὁ ἐλθὼν ἐν κόσμῳ, Πατρὸς εὐδοκίᾳ, μὴ ἀποχώρει ἀφ' ἡμῶν, τῶν λατρευόντων σου τῇ Θεότητι, ναοὺς ἡμᾶς ἀνάδειξον, τῆς σῆς ἀφράστου χρηστότητος, καὶ ἁγίασον ἅπαντας, τοὺς πιστῶς ἀνυμνοῦντάς σε.

ΙΔΕ ΦΩΤΑΥΓΗΣ, ΕΠΕΣΤΗ ΠΑΝΗΓΥΡΙΣ...

Ἴδε φωταυγής, ἐπέστη πανήγυρις, τοῦ ἀθλοφόρου Χριστοῦ· πάντες οὖν συνδράμωμεν, εὐσεβοφρόνως τούτου τὰ θαύματα, καὶ ἱερὰ παλαίσματα ἀνευφημῆσαι πιστῶς, δι' ὧν ὤφθη, Ἄγγελος ἐπίγειος, ἀληθῶς καὶ οὐρανιος ἄνθρωπος. Ὥσπερ προσφοράν, παμμάκαρ παρέδωκας, τὴν σὴν ψυχὴν τῷ Θεῷ, μέσον τῶν ὑδάτων μέν, τὸ θεῖον τέλος ὑποδεχομενος, πρὸς τὸν τρυφῆς χειμάρρουν δὲ κατασκηνούμενος, καὶ μεθέξει, κάλλιστα θεούμενος, καὶ φωτὸς ἀϊδίου πληρούμενος. Στήριγμα πιστῶν, ὑπάρχεις καὶ καύχημα ἀξιοθαύμαστε, τῶν ἀσπαζομένων σου, θεόφρον Μάρτυς τὰ θεῖα λείψανα, καὶ ἐκτελούντων πάντοτε τὴν θείαν μνήμην σου, ἀθλοφόρων, μέγα ἀκροθίνιον, τῶν Ἀγγέλων ἁπάντων συνόμιλε. Ἤθροισται λαός, ὑμνῆσαί σου σήμερον τὰ ἀριστεύματα, καὶ τὰ κατορθώματα, καὶ τοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, ὃν ταῖς εὐχαῖς σου μέγιστε Μάρτυς Εὐτύχιε, ἀπὸ πάσης, λύτρωσαι στενώσεως, καὶ ἀθέων βαρβάρων ἁλώσεως.

ΕΠΙΠΑΦΛΑΖΟΝΤΑΣ ΠΑΛΑΙ...

Ἐπιπαφλάζοντος πάλαι, πυρίνου ἅρματος, ὁ ζηλωτὴς Ἠλίας, καὶ πυρίπνους ἐν δόξῃ, ὀχούμενος ἐδήλου, τὴν νῦν ἐν Σιών, Ἀποστόλοις ἐκλάμψασαν, ἀφ' ὕψους θείαν ἐπίπνοιαν ἐμφανῶς, δι' ἧς κόσμον κατελάμπρυναν. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ἰσηγοροῦντες τὴν θείαν, οἰκονομίαν Χριστοῦ, ἐν πυριμόρφοις γλώσσαις, οἱ Ἀπόστολοι πάντες, ἐφώτισαν τὰ ἔθνη, σέβειν πιστῶς, ἐν τρισὶν ὑποστάσεσιν, ἕνα Θεόν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα τὸ πανάγιον. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Σιὼν ἁγία ἡ Μήτηρ, Ἐκκλησιῶν ἁπασῶν, ἐν ᾗ πυρὸς ἐν εἴδει, τὸ Παράκλητον Πνεῦμα, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθε φρικτῶς, χαῖρε νῦν καὶ ἑόρταζε, τὴν κοσμοπόθητον ὄντως Πεντηκοστήν, σὺν ἡμῖν πανηγυρίζουσα.

ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΑΓΙΟΝ ΠΑΤΡΟΣ, ΤΟ ΕΚΠΟΡΕΥΟΜΕΝΟΝ...

Τὸ Πνεῦμα τὸ ἅγιον Πατρός, τὸ ἐκπορευόμενον, καὶ ἐν Υἱῷ προσκυνούμενον, δι' οὗ καὶ φέρεται, καὶ κρατεῖται πάντα, καὶ ζωῇ συνέχεται, καὶ ζῇ καὶ διαμένει καὶ σῴζεται, θεολογήσωμεν. Ἀκατάληπτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός,καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Τὸ Πνεῦμα τὸ ἅγιον πηγή, πάσης ἀγαθότητος, οὐσιωδῶς ἐπεδήμησε, τῆς γῆς τὰ πέρατα, οὐρανίου σθένους, διὰ τῶν Ἀποστόλων, πληρῶσαι καὶ τῆς θείας χρηστότητος, αὐτῷ βοήσωμεν· Ἀνερμήνευτε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι. Μὴ ἀπορρίψῃς με ἀπό τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Τὸ Πνεῦμα τὸ ἅγιον Θεός, συμφυὲς καὶ σύνθρονον, Πατρὶ καὶ Λόγῳ γνωρίζεται, φῶς ὑπερτέλειον, ἐκ φωτὸς ἐκλάμψαν, ἐξ ἀνάρχου τελείου, Πατρός, καὶ δι' Υἱοῦ προερχόμενον, αὐτῷ βοήσωμεν, Ζωοπάροχε Παράκλητε, τὴν εἰρήνην τῷ κόσμῳ σου δώρησαι.

ΘΕΟΦΡΟΝ ΕΥΤΥΧΙΕ ΝΕΥΡΑΙΣ....

Θεόφρον Εὐτύχιε νευραῖς, τῶν πανσόφων λόγων σου, ἐναποπνίξας τοὺς ἄφρονας, τέλος μακάριον, πνιγμονὴ ὑδάτων, ὑπεδέξω δράκοντα, ἐν τούτοις ἀποπνίγων τὸ ἄσαρκον· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Κόσμος ὡραιότατος δειχθείς, ἀθλητῶν ἐν χάριτι, μετεβιβάσθης γηθόμενος, πρὸς ὑπερκόσμια, Βασιλεῖ τῶν ὅλων, ἀληθῶς παρίστασθαι, σὺν πάσαις ταῖς ἁγίαις Δυνάμεσι, μεθ' ὧν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Μάρτυς ἀξιάγαστε τὰ σά, λείψανα γηθόμενοι, περιφανῶς ἀσπαζόμεθα, καὶ ἀρυομένοι, χάριν ἰαμάτων, πόθῳ σε γεραίρομεν, καὶ πίστει ἐκτενῶς δυσωποῦμέν σε, Χριστόν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΜΝΗΜΗ ΤΟΥ ΑΓΙΟΥ ΜΑΡΤΥΡΟΣ ΕΥΤΥΧΟΥΣ Η ΕΥΤΥΧΙΟΥ

Τῌ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Εὐτυχοῦς ἢ Εὐτυχίου, Ἐπισκόπου Μελιτηνῆς. Τῇ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, Ἐπισκόπου Μελιτηνῆς. Στίχοι Ὡς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ! Θείας τετευχώς, Εὐτυχές, κληρουχίας, Εἰκάδι ὀγδοάτῃ Εὐτυχέα ἔνθεν ἄειραν. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἑλικωνίδος. Στίχοι Ἑλικωνὶς τμηθεῖσα τὴν κάραν ξίφει Οὐχ Ἑλικῶνα, ἀλλ' Ἐδὲμ τρυφὴν ἔχει. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμὴν

ΙΔΟΥ ΠΡΟΦΗΤΙΚΑΙ, ΠΕΡΑΙΟΥΝΤΑΙ ΠΡΟΡΡΗΣΕΙΣ...

Ἰδοὺ προφητικαί, περαιοῦνται προρρήσεις· ὁ τούτους γὰρ αὐγαῖς, ἀμυδραῖς ἐκκαλύψας μελλόντων τὴν δήλωσιν, ὡς Θεὸς ὁ Παράκλητος, νῦν ἐκκέχυται, τοῖς Ἀποστόλοις πλουσίως, διὰ τούτων δέ, καὶ τοῖς πιστῶς προσκυνοῦσι, Τριάδα τὴν ἄκτιστον.

Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΚΑΘΟΔΟΣ, ΑΠΟΣΤΟΛΟΥΣ ΕΦΩΤΙΣΕΝ...

Ἡ τοῦ Πνεύματος κάθοδος, Ἀποστόλους ἐφώτισεν, ἐν πυρίναις γλώσσαις νῦν, ἐποφθεῖσα αὐτοῖς, καὶ τούτους ῥήτορας ἔδειξε, τοῖς πᾶσι κηρύττοντας, τῆς Τριάδος ἀληθῆ, ὁμοφυῆ τε τὴν ἕνωσιν· ὅθεν ἅπαντα, ἐξεπλήττοντο ἔθνη, καθορῶντα, τοὺς ποτὲ ἀγροικοτάτους, τρανῶς λαλοῦντας ἀπόρρητα. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Ὑπερῴῳ καθήμενοι οἱ Ἀπόστολοι ἔλαβον, τοῦ ἁγίου Πνεύματος τὴν ἐνέργειαν, πνοὴν βιαίαν φοιτήσασαν, ἐν πυρίναις γλώσσαισι, καὶ ἐλάλουν ἐμφανῶς, διαφόροις διδάγμασι, προσφθεγγόμενοι, τὸν τῆς χάριτος λόγον βεβαιοῦντες, τὸν παθόντα ἑκουσίως, Χριστὸν ὑπάρχειν Θεὸν ἀληθῆ. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ὡς κατέπεμψας Κύριε, τοῦ ἁγίου σου Πνεύματος Ἀποστόλοις σήμερον, θείαν χάριν, καὶ νῦν ἡμῖν παράσχου δεόμεθα, αὐγάσαι καρδίας φωτί, ἀενάως τῆς αὐτοῦ, ἐπελεύσεως, ὅπως σαφῶς τὸν τρισάγιον, ἐν φωναῖς ἀσιγήτοις, αἶνον πάντες, ἀναπὲμψωμεν ὑμνοῦντες, Τριάδα φύσει ἀχώριστον.

Η ΤΟΥ ΠΝΕΥΜΑΤΟΣ ΑΙΓΛΗ ΤΟΥΣ ΑΠΟΣΤΟΛΟΥΣ...

Ἡ τοῦ Πνεύματος αἴγλη τοὺς Ἀποστόλους σου, ἐμφορήσασα Σῶτερ, φωστῆρας ἔδειξε, τὴν τῶν αἱρέσεων ἀχλύν, ἀποδιώκοντας, ἀπὸ τῆς γῆς, καὶ τῶν πιστῶν, καταφωτίζοντας ψυχάς, λατρεύειν σου τὸν Πατέρα, καὶ τὸ πανάγιον Πνεῦμα τὸ ἁγιάζον τοὺς προσκυνοῦντάς σε.

ΓΗ ΤΟ ΑΙΜΑ ΣΟΥ ΜΥΡΩΔΕΙ...

Γῆ τὸ αἷμά σου μυρωδεῖ, ἄνωθεν ὑμνεῖ σε οὐρανός, λογογραφοῦμεν δὲ ἡμεῖς τὰ ὡραῖα ἆθλά σου Μάκαρ, καὶ λαμπρῶς ἐκβοῶμεν· Ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας. Πῦρ καὶ ξίφος μὴ πτοηθείς, γέγονας ὁπλίτης τοῦ Χριστοῦ, ἐν παντευχίᾳ μυστικῇ, τὸν Βελίαρ σκυλεύσας Μάκαρ, καὶ πιστῶς ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

ΟΜΟΔΥΝΑΜΟΝ, ΣΥΝΘΡΟΝΟΝ, ΣΥΜΦΥΕΣ

Ὁμοδύναμον, σύνθρονον, συμφυὲς καὶ συνάναρχον, τῷ Πατρί, τῷ Λόγῳ τε, Πνεῦμα ἅγιον, συμπαντουργόν, συναΐδιον, πανάγαθον, πάνταρχον, τοὺς τοῦ Λόγου Μαθητάς, ἐμφορῆσαν ἐσόφισεν, ἐν τοῖς ἔθνεσιν, ἐν φωναῖς πολυγλώσσοις καταγγέλλειν, τοῦ Θεοῦ τὰ μεγαλεῖα, καὶ τῆς Τριάδος τὰ δόγματα. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Τὰ τῇ μέθῃ σκοτούμενα, τῆς ἀγνοίας θεάνθρωπε, τῶν ἐθνῶν συστήματα, τὰ πολύσπορα, ὑψηγοροῦντας ἐν πνεύματι, τὰ θεῖα τοὺς Μύστας σου, πολυγλώσσοις λαλιαῖς, ἀπεκάλουν μεθύοντας, τοὺς ἐλάσαντας, τῆς ἀπάτης τὴν μέθην, ἀλλ' ἡμεῖς σε, δι' αὐτῶν ἐπεγνωκότες, θεολογοῦμεν σῳζόμενοι. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἡ πηγὴ ἡ ἀΐδιος, ἀενάως ἡ βρύουσα, ποταμὸν ἀνέκφραστον ἀγαθότητος, ὕδωρ τὸ ζῶν ἀεὶ βλύζουσα, συμφύτως προχέουσα, ταῖς αὐτοῦ ἐπιρροαῖς, τὴν ψυχήν μου κατάρδευσον, λυτρουμένη με, τῷν παθῶν τῆς καμίνου, τοῦ φλογμοῦ τε, τῶν δεινῶν πειρατηρίων, καὶ τοῦ πυ...

ΘΕΟΝ ΔΟΞΑΖΩ ΕΠΙ ΠΑΤΡΟΣ...

Θεὸν δοξάζω ἐπὶ Πατρός, σύμφωνα ὑμνῶ ἐπὶ Υἱοῦ, καὶ ἐπὶ Πνεύματος ταῦτον, φύσιν κράτος, πλὴν τῶν προσώπων· εἷς Θεὸς γὰρ τὰ τρία, ὃν ὑμνοῦντες αἰνοῦμεν ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ΝΟΥΣ ΤΟ ΘΑΥΜΑ ΟΥΚ ΕΚΧΩΡΕΙ....

Νοῦς τὸ θαῦμα οὐκ ἐγχωρεῖ, γλῶσσα δὲ εἰπεῖν ἐξαπορεῖ, ὅτι κύει ἄνευ σπορᾶς ἡ Παρθένος, καὶ μετὰ τόκον ἀληθῶς Θεομήτωρ· ἣν αἰνοῦντες, ὑμνοῦμεν τὸν Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.

ΚΑΙ ΤΡΙΑ ΣΕΒΩ ΠΡΟΣΩΠΑ

Καὶ τρία σέβω πρόσωπα, καὶ μίαν τὴν Θεότητα, ὅτι ἐν τρισὶ διῄρηται προσώποις οὐ τῇ φύσει· εἷς γὰρ ὁ Θεὸς ἡμῶν, ὁ Πατὴρ ὁ Υἱός τε, καὶ τὸ Πνεῦμα τὸ εὐθές.

ΕΝ ΤΟΙΣ ΠΡΟΦΗΤΑΙΣ ΑΝΗΓΓΕΙΛΑΣ...

Ἐν τοῖς Προφήταις ἀνήγγειλας ἡμῖν ὁδόν σωτηρίας, καί, ἐν Ἀποστόλοις ἔλαμψε Σωτὴρ ἡμῶν, ἡ χάρις τοῦ Πνεύματός σου, σὺ εἶ Θεὸς πρῶτος, σὺ καὶ μετὰ ταῦτα, καὶ εἰς τοὺς αἰῶνας σὺ εἶ ὁ Θεὸς ἡμῶν.

ΜΩΣΗΣ ΕΝ ΟΡΕΙ ΤΟΝ ΟΝΤΑ....

Μωσῆς ἐν ὄρει τὸν ὄντα, πυρὶ τεθέαται, ἀλλὰ καὶ τοῖς θεόπταις, καὶ σοφοῖς Ἀποστόλοις, τὸ πνεῦμα πυριμόρφως κάτεισι νῦν, ὡς σαφῶς ὑπεμφήνειεν, ὡς εἷς Θεός ὁ λαλήσας, τότε καὶ νῦν, ἐν ταυτότητι τῆς φύσεως. Ἐν πυριμόρφοις ταῖς γλώσσαις, οἱ θεορρήτορες, βαπτίσματος τοῦ θείου, οἱ πρὸς ὕδωρ καλοῦντες, ῥητόρων φληναφίας, ἀθέων πυρί, τῷ τοῦ Πνεύματος ἔφλεξαν, ἀλλὰ φωτίσαις Παράκλητε καὶ ἡμᾶς, τοὺς πιστῶς θεολογοῦντάς σε. Καὶ τοὺς ἐν ὕλῃ Θεέ μου, σοὶ λειτουργήσαντας, προσλαβομένῳ πάχος, τὸ τῆς ὕλης ἀρρήτως, ὡς πάλαι τοὺς ἀΰλους, πυρὶ καινουργεῖς, φλογεροὺς τῷ τοῦ Πνεύματος. Ὡς πολυΰμνητος πέλεις, ὡς θαυμαστός, ἐν τοῖς ἔργοις σου φιλάνθρωπε.

ΘΕΟΦΡΟΝ ΕΛΛΑΔΙΕ ΒΑΦΑΙΣ...

Θεόφρον Ἑλλάδιε βαφαῖς, τοῦ οἰκείου αἵματος, ἱερωσύνης ἐλάμπρυνας, στολὴν τὴν ἔνθεον, μεθ' ἧς εἰς τὰ ἄνω, εἰσῆλθες βασίλεια, καὶ θρόνῳ τοῦ Δεσπότου παρίστασαι, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θεόφρον Ἑλλάδιε Χριστός, ἐποφθεὶς σοι ἅπαντας, τοὺς ἐκ μωλώπων ἰάσατο, χώρας, χάριτι· δι' αὐτὸν γὰρ πᾶσαν, ὑπομείνας κάκωσιν, προείλου προφανῶς αἰκιζόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θεόφρον Ἑλλάδιε πυρός, φύσιν ἐχαλίνωσας, καὶ ἀδιάφλεκτος ἔμεινας· ἡ δρόσος γὰρ Θεοῦ, σὲ περικυκλοῦσα, ἀβλαβῆ ἐφύλαττεν, ἐχθροὺς περιφανῶς καταισχύνουσα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΙΕΡΟΜΑΡΤΥΡΟΣ ΕΛΛΑΔΙΟΥ

Τῌ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἑλλαδίου. Τῇ ΚΖ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου. Στίχοι Ἔλαιον Ἑλλάδιος ἱερωσύνης, Αἵματι συνέμιξε τοῦ μαρτυρίου. Εἰκάδι ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή. Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος. Ὁ Ἅγιος μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται. Ὁ ἅγιος μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΟ ΠΑΝΑΓΙΟΝ ΠΝΕΥΜΑ ΝΥΝ ΚΑΤΕΛΘΟΝ

Τὸ πανάγιον Πνεῦμα νῦν κατελθόν, ἐπὶ τοὺς Ἀποστόλους εἴδει πυρός, θάμβους ἐπλήρωσε, τῶν ἐθνῶν τὰ συστήματα· ἐν γὰρ γλώσσαις λαλούντων, πυρίναις φιλάνθρωπε, τὴν ἰδίαν ἕκαστος, διάλεξιν ἤκουεν· ὅθεν καὶ τὸ θαῦμα, τοῖς ἀπίστοις ὡς μέθη, πιστοῖς δὲ σωτήριον, ἀληθῶς ἐγνωρίζετο· διὰ τοῦτο δοξάζομεν, τὸ κράτος σου, Χριστὲ ὁ Θεός, τῶν πταισμάτων ἄφεσιν αἰτούμενοι, καταπέμψαι πλουσίως τοῖς δούλοις σου.

ΩΣ ΠΡΟΣΦΥΕΣ ΩΣ ΟΙΚΕΙΟΝ...

Ὡς προσφυὲς ὡς οἰκεῖον, τοῖς λογικοῖς οὐρανοῖς, ἐν πυριμόρφοις γλώσσαις, τοῦ Θεοῦ καταγγέλλειν, τοῖς ἔθνεσι τῇν δόξαν, τοῦ τῷ πυρί, οὐρανοὺς ὡραΐσαντος, καὶ καταυγάσαντος κόσμον τὸν αἰσθητόν, σὺν Υἱῷ τε καὶ τῷ Πνεύματι. Ἐν τῇ Σιὼν συνηγμένων, τῶν Μαθητῶν τοῦ Χριστοῦ, ὡς ἡ ἐπαγγελία, τὸ πανάγιον Πνεῦμα, ἐν τούτοις ἐφιζῆσαν, εἴδει πυρός, πυριπνόους ἀνέδειξεν, ἐκφαντορίαις τὰ δόγματα μυστικαῖς, τῆς Τριάδος ῥητορεύοντας. Οὐρανοχάλκευτα ξίφη, τοὺς Ἱεροὺς Μαθητάς, τὸ ἱερὸν φοιτῆσαν, ἐκτετέλεκε Πνεῦμα, τῇν γῆν καθιερῶσαι, τῷ ποιητῇ, ἀνιέρους συγκόψαντας, ὡς ἐκλιπεῖν τὰς ῥομφαίας τοῦ πονηροῦ, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν. Εἴδομεν τὸ φῶς τὸ ἀληθινόν, ἐλάβομεν Πνεῦμα ἐπουράνιον, εὕρομεν Πίστιν ἀληθῆ, ἀδιαίρετον Τριάδα προσκυνοῦντες· αὕτη γὰρ ἡμᾶς ἔσωσε. Σήμερον ἐφοίτησε, τοῦ παναγίου σου Πνεύματος, ἡ ἐνέργεια Κύριε, ἐν τοῖς Ἀποστόλοις σου, καὶ σοφοὺς ἐνδεῖξαν, τῇ θεογνωσίᾳ, καταπεπλήρωκεν ἰδού, τῆς μακαρίας διδασκαλίας σου· διό σου τῇν σωτήριον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ Παντοδύναμε, ὁ Σ...

ΙΔΩΝ ΜΕΤΑ ΔΟΞΗΣ ΑΝΕΛΘΟΝΤΑ...

Ἰδὼν μετὰ δόξης ἀνελθόντα, Θεὸν σαρκοφόρον ἐν ὑψίστοις, ἑβδομήκοντα Κάρπε Μαθηταῖς, συναριθμούμενος ἐξῆλθες, ἅμα σὺν τούτοις, κήρυξ ἔνθεος δεικνύμενος. Ὡς πρόβατον μέσον ἀπεστάλης, τῶν λύκων μετάγων αὐτοὺς Κάρπε, πρὸς ἐπίγνωσιν λόγῳ ἀληθεῖ, τῆς σωτηρίας, καὶ μεταπλάττων, τούτων τὴν γνώμην, θεορρῆμον πρός εὐσέβειαν. Συνόμιλος ὤφθης τῶν Ἀγγέλων Ἀπόστολε Κάρπε θεορρῆμον, Ἀποστόλων καὶ Μαρτύρων θαυμαστῶς, ἐν εὐσεβείᾳ τελειωθέντων, οἷς συγχορεύων, εὐφροσύνως ἡμῶν μέμνησο. Ἡγίασας Κάρπε βηματίζων, τὴν γῆν καὶ τὸ ἅγιον κηρύττων, Εὐαγγέλιον πίστει καὶ ψυχάς, τῷ ζωοδότῃ λόγῳ προσῆξας· ὅθεν σοι νέμει, κληρουχίαν τὴν οὐράνιον.

ΤΟ ΠΝΕΥΜΑ ΤΟ ΠΑΝΑΓΙΟΝ

Τὸ Πνεῦμα τὸ πανάγιον, τὸ φῶς τὸ ἐκ φωτὸς προϊόν, ἐν πυρίναις γλώσσαις, ἦλθεν ἐπὶ γῆς, φλέξαι τὰς ἁμαρτίας, τῶν πίστει προσκυνούντων, τὴν τρισυπόστατον Θεότητα. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Τὸ Πνεῦμα τὸ πανάγιον, ἐγκαίνισον ἡμῖν ὁ Θεός, ὅπερ πάλαι, πέμψας σου τοῖς Μαθηταῖς, ἐνίσχυσας οἰκτίρμον, πληρῶσαι ἐν τῷ κόσμῳ, σοῦ τὰ σωτήρια θελήματα. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Τὸ Πνεῦμα τὸ πανάγιον, πιστῶς θεολογήσωμεν, ἐκβοῶντες· Μὴ ἀποστῇς ἀφ' ἡμῶν, Παράκλητε, ὁ πᾶσι παρέχων σωτηρίαν, καὶ ἁγιάζων τοὺς ὑμνοῦντάς σε.

ΚΑΘΩΣ ΕΠΗΓΓΕΙΛΑΤΟ

Καθὼς ἐπηγγείλατο, αὐτεξουσίως μολόν, τὸ Πνεῦμα τὸ ἅγιον, τοῖς Ἀποστόλοις Χριστέ, εἰς μίαν συνήρμοσε, πίστεως συμφωνίαν, τῆς ἀκτίστου Τριάδος, γλώσσας τάς διαφόρους, τῆς ἐθνῶν πανσπερμίας· ἀλλ' οἴκησον καὶ ἡμῖν ἀγαθέ, φιλάνθρωπε δεόμεθα.

ΕΝ ΤΑΙΣ ΑΥΛΑΙΣ ΣΟΥ ΥΜΝΗΣΩ ΣΕ, ΤΟΝ ΣΩΤΗΡΑ...

Ἐν ταῖς αὐλαῖς σου ὑμνήσω σε, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κλίνας γόνυ προσκυνήσω σου, τῇν ἀήττητον δύναμιν, ἐν ἑσπέρᾳ, καὶ πρωΐ, καὶ μεσημβρίᾳ, καὶ ἐν παντὶ καιρῷ εὐλογήσω σε, Κύριε.

ΔΕΚΤΙΚΩΝ ΕΛΛΑΜΨΕΩΝ....

Δεκτικῶν ἐλλάμψεων τὸν νοῦν θεϊκῶν ποιούμενος, κατεφωτίσθης Πανόλβιε, καὶ εἰς τὸ κήρυγμα, τοῦ Χριστοῦ ἐξῆλθες, καὶ λαὸν ἐδίδαξας, πιστεύειν εἰς αὐτόν, ὡς φιλάνθρωπον, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Ἄστρον φαεινότατον δειχθείς, θείαις ἐπιλάμψεσι, τῆς οἰκουμένης τὰ πέρατα, φωτίζεις πάντοτε, διδαχαῖς, Παμμάκαρ, καὶ σκεδάζεις χάριτι ἀχλὺν τῶν νοσημάτων ἑκάστοτε, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος. Θυσίαν ἀναίμακτον Θεῷ, θύων τελεώτατα, ὑπὲρ αὐτοῦ Μάρτυς τέθυσαι, καὶ προσενήνεξαι, νοητῇ τραπέζῃ, θῦμα εὐωδέστατον, Ἀπόστολε ὦ Κάρπε θεόληπτε· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.

ΑΠΟΣΤΟΛΟΥ ΚΑΡΠΟΥ

Τῌ ΚΣΤ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα. Τῇ ΚΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Ἀποστόλου Κάρπου, ἑνὸς τῶν Ἑβδομήκοντα Ἀποστόλων. Στίχοι Καρποὺς ἐνεγκών, Κάρπε, δεκτοὺς Κυρίῳ Φέρεις καθ' ὥραν τὴν τελευτὴν ὡς τρύγην. Εἰκάδι ἕκτῃ Κάρπος ἀπὸ χθονὸς ἵπτατο μακρῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀλφαίου, καὶ τῶν Ἁγίων Μαρτύρων, Ἀβερκίου καὶ Ἑλένης. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΟΤΟΚΕ, ΣΥ Η ΑΜΠΕΛΟΣ Η ΑΛΗΘΙΝΗ...

Θεοτόκε, σὺ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε Δέσποινα, μετὰ καὶ τοῦ Προδρόμου, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Ο ΦΩΤΟΦΑΝΗΣ ΚΑΙ ΘΕΙΟΣ ΕΝ ΚΟΣΜΩ

Ὁ φωτοφανὴς καὶ θεῖος ἐν κόσμῳ στῦλος, ὁ τοῦ νοητοῦ Ἡλίου Πρόδρομος λύχνος, Κεφαλὴν τὴν φωσφόρον καὶ θείαν αὐτοῦ, ἀναδείξας ἐν τοῖς πέρασιν, ἁγιάζει τούς πιστῶς αὐτήν, προσκυνοῦντας καὶ κραυγάζοντας· Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

ΩΣ ΜΕΣΙΤΗΣ ΤΗΣ ΝΕΑΣ, ΚΑΙ ΤΗΣ ΠΑΛΑΙΑΣ ΓΕΓΟΝΩΣ ΙΕΡΩΤΑΤΕ...

Ὡς μεσίτης τῆς νέας, καὶ τῆς παλαιᾶς γεγονὼς ἱερώτατε, Διαθήκης θείας, τὴν ἡμῶν παλαιότητα καίνισον, καινισμὸν τελούντων, τῆς νεωστὶ ἀναφανείσης, Κεφαλῆς σου μακάριε Πρόδρομε. Ἐκ Κομάνων κομῶσαν, χάριν ἰαμάτων τὴν Κάραν σου Πρόδρομε, πρὸς τὴν Βασιλίδα, εἰσοικίζεις τῶν πόλεων σήμερον, ἧς τῇ ἐπανόδῳ, ἐπικροτεῖ πιστῶν τὰ πλήθη, φωτισμοῦ ἀκηράτου πληρούμενα. Βασιλεὺς ἁλουργίδος, πλέον τῇ εἰσόδῳ τῆς Κάρας σου γάννυται, ἱερεὺς δὲ θεῖος, θεοφόρου ἐπώνυμος Πρόδρομε, ταῖς παλάμαις ταύτην, περικρατῶν συνευλογεῖται, εὐλογῶν τοὺς πιστοὺς τελεώτατα.

ΜΑΚΑΡ ΙΩΑΝΝΗ ΠΡΟΔΡΟΜΕ, ΥΠΕΡ ΗΛΙΟΥ ΑΥΓΑΣ

Μάκαρ, Ἰωάννη Πρόδρομε, ὑπὲρ ἡλίου αὐγάς, ἀνατείλασα ἤστραψεν, ἐκ τῆς γῆς ἡ Κάρα σου, Καὶ πιστοὺς κατελάμπρυνεν, ἣν ὥσπερ θεῖον, θησαυρὸν ἔχοντες, πλουσίαν χάριν ἀπαρυόμεθα, ἁγιαζόμενοι, καὶ ψυχὰς καὶ σώματα, καὶ λογισμούς, καὶ πανηγυρίζοντες, σὲ μακαρίζομεν. Χάριν ἀέναον βρύουσα, ἡ Ἱερὰ Κεφαλή, σοῦ μακάριε Πρόδρομε, ἱερεῖ θεόφρονι, ἀγνοοῦντι μηνύεται, ὃς ἐπισπεύσας, πίστει καὶ χάριτι, σαφῶς ποιεῖται ταύτης τήν εὕρεσιν, ἁγιαζόμενος, σὺν λαῷ θεόφρονι καὶ Βασιλεῖ, πίστιν τὴν ὀρθόδοξον, θερμῶς κρατύνοντι. Τρίτην τελοῦμεν φανέρωσιν, σοῦ τῆς σεπτῆς Κεφαλῆς, ἣν τριὰς ἐστεφάνωσεν, ἐκτμηθεῖσαν ἔνδοξε, διὰ ζῆλον τὸν ἔνθεον, καὶ τῇ εὑρέσει, ταύτης ἀγάλλονται, Ἀγγέλων τάξεις, Μαρτύρων σύλλογος, θεῖοι Ἀπόστολοι, καὶ Προφῆται ἅπαντες, μεθ' ὧν ἡμῶν, πάντοτε μνημόνευε, Κυρίου Πρόδρομε.

ΣΥΝΤΑΤΤΩ, ΣΥΝΥΜΝΩ, ΣΥΝΔΟΞΑΖΩ

Συντάττω, συνυμνῶ, συνδοξάζω, συνσέβω, Πατρὶ καὶ τῷ Υἱῷ, τὸ πανάγιον Πνεῦμα, ἑνῶν τῇ Θεότητι, διαιρῶν ἰδιότησιν· οὕτω τοῦτο γὰρ τοὺς τοῦ Χριστοῦ Ἀποστόλους, ἐμφορῆσαν νῦν, ἀνὰ τὸν σύμπαντα κόσμον, κηρύττειν ἐσόφισε. Χριστοῦ τοὺς Μαθητάς, ἡ τοῦ Πνεύματος χάρις, φρικτῶς ἐξ οὐρανοῦ, κατελθοῦσα ἐν εἴδει, πυρός, κατεφώτισε, καὶ φωστῆρας ἀνέδειξε, καταγγέλλοντας, τῇν τῆς ἁγίας Τριάδος, μίαν δύναμιν, καὶ κυριότητα μίαν, ἣν πίστει δοξάζομεν. Αἴγλῃ θεαρχικῇ, τὸν νοῦν καταλαμφθέντες, οἱ Μαθηταί σου Λόγε, οὐσιωδῶς τὸ Πνεῦμα, τὸ ἅγιον ἐδέξαντο. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ Πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Γλῶσσαι ὡσεί πυρός, ἐξ ὕψους ὁραθεῖσαι, ἐπὶ τοὺς Ἀποστόλους, κατῆλθον μερισθεῖσαι, φωτίζουσαι, οὐ φλέγουσαι. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ Πνεῦμά σου τὸ Ἅγιον μὴ ἀντανέλῃς ἀπ΄ ἐμοῦ. Ἄνωθεν πρὸς ἡμᾶς, Παράκλητε φοιτήσας, ὡς πρὶν τοῖς Ἀποστόλοις ἁγίασον καὶ σῶσον, τοὺς σὲ Θεὸν κηρύττοντας. Πάντα χορηγεῖ, τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τ...

ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον, ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι· Δημιουργὲ τοῦ παντός, Κύριε δόξα σοι.

ΠΡΟΦΗΤΩΝ ΩΣ ΥΠΕΡΤΕΡΟΣ, ΤΟΝ ΠΡΟΦΗΤΕΥΘΕΝΤΑ...

Προφητῶν ὡς ὑπέρτερος, τὸν προφητευθέντα ἰδεῖν ἠξίωσαι, Ἠλιοὺ προπορευόμενος, ἐν δυνάμει τούτου μάκαρ Πρόδρομε. Τὴν ἀοίδιμον Κάραν σου, μύρα ἰαμάτων ἀναπηγάζουσαν, τρίτον ἤδη ἐφανέρωσας, τὰ δυσώδη πάθη ἀπελαύνουσαν. Συνελθόντες ἀρύσασθε, ἅπαντες ἰάματα μὴ κενούμενα, ἐκ πηγῆς ἀναδιδόμενα, τῆς τιμίας Κάρας τοῦ Προδρόμου Χριστοῦ.

ΝΥΝ ΕΓΚΑΙΝΙΖΟΝΤΑΙ ΓΛΩΣΣΑΙ....

Νῦν ἐγκαινίζονται γλῶσσαι, τὰ μεγαλεῖα Θεοῦ, ἑτεροφθόγγοις λόγοις, καὶ πυρὸς ὡς ἐν εἴδει, εἰς πίστωσιν ἁπάντων, τῷν ἐπὶ γῆς, διηγεῖσθαι τρανότατα, νῦν εἰς σημεῖον τοῖς ἔθνεσιν ἀληθῶς, σωτηρία ἐπεδήμησεν. Ἣν καταπέμψαι ὑπέσχου, τοῖς Μαθηταῖς σου Χριστέ, ἐξ ὕψους δυναστείαν, ἐκπληρώσας ἐκπέμπεις, τὸ ἅγιον του Πνεῦμα, δείξας ἡμῖν, ὅτι σὺ εἶ ἡ ἀλήθεια, καὶ ἐπὶ σὲ οἱ ἐλπίζοντες ἀγαθέ, ἀληθῶς οὐ καταισχύνονται. Τὴν προθεσμίαν πληρώσας, σοῦ τὸν Παράκλητον, ὡσεί πυρὸς ἐν γλώσσαις, ἐξαπέστειλας κόσμῳ, τὰς πάντων ἁμαρτίας, θείῳ πυρί, ἀναχωνεῦσαι, καὶ δοῦναι ἡμῖν, τήν πρὸς αὐτὸν κοινωνίαν εἰλικρινῆ, τοῖς πιστῶς θεολογοῦσιν αὐτόν.

ΑΠΟ ΓΗΣ, ΚΑΘΩΣ ΠΗΓΗ ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ...

Ἀπὸ γῆς, καθὼς πηγὴ τοῦ Παραδείσου, Κεφαλὴ θεοφιλὴς ἡ τοῦ Προδρόμου, ῥεῖθρα βλύζει χάριτος, καὶ θαυμάτων τὰ νάματα νέμει πᾶσι τοῖς χρῄζουσι. Προσέλθωμεν οὖν πάντες, καὶ ἀντλήσωμεν προθύμως ἐκ ταύτης τῶν ἰαμάτων τοὺς θείους κρουνούς· ἀρδεύει γὰρ ψυχὰς ἐν δωρεαῖς ἀενάοις, καὶ κατακλύζει σωμάτων πόνους, καὶ πᾶσαν νόσον εὐθέτως αἴρει. Ταύτην οὖν πόθῳ μέλψωμεν, καὶ πίστει ἀσπασώμεθα, σεμνῶς περιπτυσσόμενοι, καὶ ᾄσμασιν ὡς στέμμασι στέψωμεν ταύτην Πιστοί. Προκαθάρωμεν ἡμῶν κηλῖδας νοητάς, καὶ ἐνθέοις ἀρεταῖς κοσμήσωμεν ψυχάς, καὶ βοήσωμεν στερρῶς, Χριστοῦ σοφὲ Βαπτιστά, σῶσον πάντας ἡμᾶς.

Η Γ ΕΥΡΕΣΙΣ ΤΗΣ ΤΙΜΙΑΣ ΚΕΦΑΛΗΣ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ...

Τῌ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Ἡ Γ' Εὕρεσις τῆς Τιμίας κεφαλῆς τοῦ Προδρόμου. Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς τρίτης Εὑρέσεως τῆς τιμίας Κεφαλῆς τοῦ Ἁγίου καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου. Στίχοι Φωνὴ βοῶντος γῆς μυχῷ κεκρυμμένη, Τῆς γῆς ῥαγείσης, πᾶσιν ἤχησε ξένως. Εἰκάδι δὲ Προδρόμοιο Κάρην εὗρον κατὰ πέμπτην. Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος μάρτυς Κελεστῖνος, σιδήρῳ τὰς πτέρνας τρυπηθείς, τελειοῦται. Ὁ ὅσιος Ἀλβιανὸς ἐν εἰρήνῃ τελειοῦται. Ταῖς τοῦ σοῦ Προδρόμου πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΑΧΕΙΑΝ ΚΑΙ ΣΤΑΘΗΡΑΝ ΔΙΔΟΥ ... ΤΟ ΠΑΝΑΓΙΟΝ ΣΟΥ ΠΝΕΥΜΑ.

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν· μὴ χωρίζου τῶν ψυχῶν ἤμων ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ· ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

ΑΠΑΛΩΝ ΕΞ ΟΝΥΧΩΝ

Ἁπαλῶν ἐξ ὀνύχων, ἀγωνιστὴς ἄριστος, ἔφυς ἐραστής τε, τοῦ θείου κάλλους διάπυρος· ὅθεν ἐν μήτρᾳ σε, προεγνωκὼς ὁ Δεσπότης, Συμεὼν ἡγίασε, Πάτερ ἀοίδιμε. Σοφισθεὶς ἐκ βραχείας, θαυματουργὲ ὅσιε, Πάτερ ἡλικίας, τὴν ὄντως γνῶσιν τοῦ Πνεύματος, τὸν ἀκατάληπτον, αὐτοπτικῶς ἠξιώθης, κατιδεῖν Δυνάμεσι περικυκλούμενον. Τῆς ψυχῆς τὰς αἰσθήσεις, ἐκ τῆς φρικτῆς ὅσιε, Πάτερ ἐλλαμφθείς, θεωρίας, ξένην διάγνωσιν, ἐκτήσω τῶν ἀγαθῶν, καὶ τῶν ἑτέρως ἐχόντων, Συμεών, καὶ ἄπταιστον βίον διήνυσας. Ἐμφανῶς σοι παρέστη, ἀποσταλείς, Ἄγγελος, τὸν ἀγγελικόν, θεοφόρε παρεγγυώμενος, βίον ἀσπάσασθαι, ἀγαλλομένῳ ποδὶ δέ, τοῦ ὀφθέντος εἴπεσο, Πάτερ τοῖς ἴχνεσι.

ΘΕΟΛΟΓΙΑΣ ΑΛΗΘΟΥΣ...

Θεολογίας ἀληθοῦς ὑπόθεσις, ἐστὶν ἡ μνήμη σου, θαυματουργὲ Πάτερ, Συμεὼν καὶ ἔλλαμψις, τοῖς συνελθοῦσιν ἅπασι, καθαραῖς ταῖς καρδίαις, ὑμνῆσαι ταύτης τὸ μέγεθος, καὶ τὸν ἀξιάγαστον βίον σου. Ἀπὸ φωνῆς τοῦ Βαπτιστοῦ καὶ ὄψεως, εὐηγγελίσθη σου, ἡ εὐκλεὴς μήτηρ, καὶ σὲ εὐωδέστατον, καὶ θεῖον καταγώγιον, παμμακάριστε Πάτερ, συνέλαβέ τε καὶ τέτοκε, τῆς τρισυποστάτου Θεότητος. Ὑπερφυῶς δικαιοσύνης ὄχημα, θεοχαρίτωτον, ἐκ σπαργάνων Πάτερ, μητρικῶν ἐσόμενον, προγνοὺς ὁ μέγας Πρόδρομος, εὐωνύμου μαστοῦ σε, ἀπέχεσθαι ἐγκελεύεται, καὶ τοῦ δεξιοῦ ἀποτρέφεσθαι. Μυστικωτάτης ἀπαρχὴν δεξάμενος, ζωῆς πανόλβιε, διὰ λουτροῦ Πάτερ, τῆς ἀναγεννήσεως, τὴν δωρεὰν τοῦ Πνεύματος, ἀπὸ βρέφους ἐνθέως, τῆς σῆς ψυχῆς τὴν εὐπρέπειαν, ἔδειξας ἡλίου φαιδρότερον.

.... ΣΥΓΓΝΩΜΗΝ ΚΑΙ ΑΦΕΣΙΝ ΤΩΝ ΑΜΑΡΤΙΩΝ

Ἡ ἀενάως βρύουσα ζωτικὴ καὶ φωτιστικὴ πηγή, ἡ συναΐδιος τοῦ Πατρὸς δημιουργικὴ δύναμις, ὁ πᾶσαν τὴν οἰκονομίαν, διὰ τὴν τῶν βροτῶν σωτηρίαν, ὑπερκάλλως πληρώσας, Χριστέ, ὁ Θεὸς ἡμῶν. Ὁ θανάτου δεσμοὺς ἀλύτους, καὶ κλεῖθρα ᾍδου διαρρήξας, πονηρῶν δὲ πνευμάτων πλήθη καταπατήσας, ὁ προσαγαγὼν σεαυτὸν ἄμωμον ὑπὲρ ἡμῶν ἱερεῖον, τὸ σῶμα δοὺς τὸ ἄχραντον εἰς θυσίαν, τὸ πάσης ἁμαρτίας ἄψαυστόν τε καὶ ἄβατον, καὶ διὰ τῆς φρικτῆς ταύτης, καὶ ἀνεκδιηγήτου ἱερουργίας, ζωὴν ἡμῖν αἰώνιον χαρισάμενος, ὁ εἰς ᾍδου καταβάς, καὶ μοχλοὺς αἰωνίους συντρίψας, καὶ τοῖς κάτω καθημένοις ἄνοδον ὑποδείξας, τὸν δὲ ἀρχέκακον καὶ βύθιον δράκοντα, θεοσόφῳ δελεάσματι ἀγκιστρεύσας, καὶ σειραῖς ζόφου δεσμεύσας ἐν ταρτάρῳ, καὶ πυρὶ ἀσβέστῳ, καὶ σκότῳ ἐξωτέρῳ, διὰ τῆς ἀπειροδυνάμου σου κατασφαλισάμενος ἰσχύος, ἡ μεγαλώνυμος σοφία τοῦ Πατρός, ὁ τοῖς ἐπηρεαζομένοις μέγας ἐπίκουρος φανείς, καὶ φωτίσας τοὺς ἐν σκότει, καὶ σκιᾷ θανάτου καθημένους. Σύ, δόξης ἀενάου Κύριε, καὶ Πατρὸς ὑψίστου Υἱὲ ἀγαπητέ, ἀΐδιον φῶς, ἐξ ἀϊδίου φ...

ΣΥΜΦΩΝΟΝ ΕΘΡΟΗΣΕΝ ΟΡΓΑΝΩΝ ΜΕΛΟΣ ..... ΤΡΙΤΤΗ ΜΕΝ ΕΥΜΟΙΡΗΣΕΝ

«Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν, Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ». Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες, Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην. Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων. Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως. Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ. Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα, Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου, Τοῦ Πνεύματός μου, συμβοήσουσι. Φύσις, Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ. Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν, Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις, Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας, Ἀλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ, Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ. «Οἱ ἐν καμίνῳ τοῦ πυρὸς ἐμβληθέντες ὅσιοι Παῖδες, τὸ πῦρ εἰς δρόσον μετέβαλον, διὰ τῆς ὑμνῳδίας, οὕτω βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν». «Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασ...

ΠΑΡΑΔΟΞΑ ΣΗΜΕΡΟΝ ΕΙΔΟΝ ΤΑ ΕΘΝΗ

Παράδοξα σήμερον, εἶδον τὰ ἔθνη πάντα ἐν πόλει Δαυΐδ, ὅτε τὸ Πνεῦμα κατῆλθε τὸ Ἅγιον ἐν πυρίναις γλώσσαις, καθὼς ὁ θεηγόρος Λουκᾶς ἀπεφθέγξατο. Φησὶ γάρ· Συνηγμένων τῶν Μαθητῶν τοῦ Χριστοῦ, ἐγένετο ἦχος, καθάπερ φερομένης βιαίας πνοῆς, καὶ ἐπλήρωσε τὸν οἶκον, οὗ ἦσαν καθήμενοι, καὶ πάντες ἤρξαντο φθέγγεσθαι, ξένοις ῥήμασι, ξένοις δόγμασι, ξένοις διδάγμασι, τῆς ἁγίας Τριάδος. Τὸ Πνεῦμα τὸ ἅγιον, ἦν μὲν ἀεί, καὶ ἔστι, καὶ ἔσται, οὔτε ἀρξάμενον, οὔτε παυσόμενον, ἀλλ' ἀεὶ Πατρὶ καὶ Υἱῷ συντεταγμένον, καὶ συναριθμούμενον, ζωή, καὶ ζωοποιοῦν, φῶς, καὶ φωτὸς χορηγόν, αὐτάγαθον, καὶ πηγὴ ἀγαθότητος· δι' οὗ Πατὴρ γνωρίζεται, καὶ Υἱὸς δοξάζεται, καὶ παρὰ πάντων γινώσκεται· μία δύναμις, μία σύνταξις, μία προσκύνησις, τῆς ἁγίας Τριάδος. Τὸ Πνεῦμα τὸ ἅγιον, φῶς, καὶ ζωή, καὶ ζῶσα πηγὴ νοερά, Πνεῦμα σοφίας, Πνεῦμα συνέσεως, ἀγαθόν, εὐθές, νοερόν, ἡγεμονεῦον, καθαῖρον τὰ πταίσματα, Θεός, καὶ θεοποιοῦν, πῦρ, ἐκ πυρὸς προϊόν, λαλοῦν, ἐνεργοῦν, διαιροῦν τὰ χαρίσματα· δι' οὗ Προφῆται ἅπ...

ΕΥΔΟΚΙΑ ΚΑΙ ΧΑΡΙΤΙ...

Τίς Θεὸς μέγας, ὡς ὁ Θεὸς ἡμῶν, σὺ εἶ ὁ Θεός, ὁ ποιῶν θαυμάσια μόνος. Στίχ. α'. Ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου. Τίς Θεὸς μέγας... Στίχ. β'. καὶ εἶπα. Νῦν ἠρξάμην, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου. Τίς Θεὸς μέγας... Στίχ. γ'. Ἐμνήσθην τῶν ἔργων Κυρίου, ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου. Τίς Θεὸς μέγας... Ὁ Διάκονος Ἔτι καὶ ἔτι, κλίναντες τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Καὶ ἡμῶν κλινόντων τὰ γόνατα ἐπὶ γῆς, καὶ ἀσκεπῶν ὄντων, ἀναγινώσκει ὁ Ἱερεὺς τὰς Εὐχὰς ἀπὸ τοῦ βήματος μεγαλοφώνως εἰς ἐπήκοον πάντων. Ἄχραντε, ἀμίαντε, ἄναρχε, ἀόρατε, ἀκαταληπτε, ἀνεξιχνίαστε, ἀναλλοίωτε, ἀνυπέρβλητε, ἀμέτρητε, ἀνεξίκακε Κύριε, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον, ὁ ποιήσας τὸν οὐρανόν, καὶ τὴν γῆν, καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ δημιουργηθέντα ἐν αὐτοῖς, ὁ πρὸ τοῦ αἰτεῖσθαι τοῖς πᾶσι τὰς αἰτήσεις παρέχων. Σοῦ δεόμεθα, καὶ σὲ παρακαλοῦμεν, Δέσποτα φιλάνθρωπε, τὸν Πατέρα τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ, τοῦ δι' ἡμ...

ΣΤΗΛΗΝ ΓΕΓΡΑΜΜΕΝΗΝ ΕΧΟΥΣΑΝ...

Στήλην γεγραμμένην ἔχουσαν, τὰς γενικὰς ἀρετάς, θεωρίαις καὶ πράξεσι, Συμεὼν πανόλβιε, τὴν ψυχὴν ἀπετέλεσας, τὰ τῆς σαρκὸς νικήσας σκιρτήματα, καὶ ζωηφόρον ἀμφιασάμενος, νέκρωσιν Ὅσιε, καὶ φωστὴρ γενόμενος, ἀειφανής, πάσης γῆς τοῖς πέρασι, λάμπεις τῇ χάριτι. Πόθῳ τῷ θείῳ πτερούμενος, ἔτι τὴν σάρκα φορῶν, καὶ τὸν χοῦν περικείμενος, τοῖς Ἀγγέλοις γέγονας, προφανῶς ὁμοδίαιτος, τῶν ἐπιγείων μὲν ἀφιστάμενος, πρός οὐρανοὺς δέ, Πάτερ ὑψούμενος· ὅθεν ἐλήλυθας, ἔνθα φῶς τὸ ἄδυτον, διηνεκῶς, θείαις ἀναβάσεσιν, ἐπεκτεινόμενος. Σάρκα λεπτύνας ἀσκήσεσιν, ἀνωφερῆ τὴν ψυχήν, καὶ Θεῷ πλησιάζουσαν, Συμεὼν ἀπέδειξας, καὶ δοχεῖον τοῦ Πνεύματος, καὶ τῇ δυνάμει, τούτου τὰ θαύματα, τὰ ὑπέρ φύσιν, τελεῖν ἠξίωσαι· ἔνθα γὰρ πέφυκε, παντουργὸς ἐνέργεια, τὰ ὑπὲρ νοῦν, πάντα καὶ διάνοιαν, διαπεραίνεται.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΣΥΜΕΩΝ...

Τῌ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεών, τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Συμεὼν τοῦ ἐν τῷ θαυμαστῷ ὄρει. Στίχοι Θαυμαστὸν ᾤκει πρὶν Συμεὼν γῆς ὄρος, Πόλου δὲ πανθαύμαστον οἰκεῖ νῦν ὄρος. Εἰκάδι ἔνθα νόες Συμεὼν μόλεν ἀμφὶ τετάρτῃ. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων μαρτύρων Μελετίου τοῦ στρατηλάτου καὶ τῶν σὺν αὐτῷ, Ἰωάννου, Στεφάνου, Σεραπίωνος τοῦ Αἰγυπτίου, Καλλινίκου τοῦ μάγου, κομήτων καὶ Τριβούνων δώδεκα, γυναικῶν τριῶν, Μαρκιανῆς, Παλλαδίας καὶ Σωσάννης, νηπίων δύο, Κυριακοῦ καὶ Χριστιανοῦ, καὶ τῶν σὺν αὐτοῖς μαρτυρησάντων χιλιάδων ἕνδεκα καὶ διακοσίων ὀκτώ. Τελεῖται δὲ ἡ σύναξις πάντων τούτων, εἰς τὸν ναὸν τοῦ ἁγίου μάρτυρος Πλάτωνος τὸν εὑρισκόμενον εἰς τὰ προαύλια τὰ ὀνομαζόμενα τοῦ Δομνίου. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΥΠΕΡ ΤΗΣ ΑΝΩΘΕΝ ΕΙΡΗΝΗΣ

Ὑπέρ της ἄνωθεν εἰρήνης, καί της σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ της εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν, καί τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνος) τοῦ τιμίου πρεσβυτερίου, της ἐν Χριστῷ διακονίας, παντός τοῦ Κλήρου καί τοῦ Λαοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπέρ τοῦ εὐσεβοῦς ἡμῶν Ἔθνους, πάσης Ἀρχῆς καὶ Ἐξουσίας ἐν αὐτῷ, τοῦ κατὰ ξηρὰν θάλασσαν καὶ ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ περιεστῶτος λαοῦ, τοῦ ἀπεκδεχομέμου τὴν χάριν τοῦ ἁγίου Πνεύματος, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῶν κλινόντων τὰς καρδίας αὐτῶν ἐνώπιον Κυρίου, καὶ τὰ γόνατα, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ ἐνισχυθῆναι ἡμᾶς πρὸς τελείωσιν εὐαρεστήσεως, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ καταπεμφθῆναι πλούσια τὰ ἐλέη αὐτοῦ ἐφ' ἡμᾶς, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τοῦ δεχθῆναι τὴν γονυκλισίαν ἡμῶν, ὡς θυμίαμα ἐνώπιον αὐτοῦ, τοῦ Κυρίου δεηθῶμεν. Ὑπὲρ τῶν χρῃζόντων τῆς πάρ' αὐτοῦ βοηθείας, τοῦ Κυρίου δεηθῶμεν. ...

ΤΟΥ ΑΓΙΟΥ ΠΝΕΥΜΑΤΟΣ

Τῇ αὐτῇ ἡμέρᾳ, Δευτέρᾳ τῆς Πεντηκοστῆς, αὐτὸ τὸ πανάγιον, καὶ ζωοποιόν, καὶ παντοδύναμον ἑορτάζομεν Πνεῦμα, τὸν ἕνα τῆς Τριάδος Θεόν, τὸ ὁμότιμον, καὶ ὁμοούσιον, καὶ ὁμόδοξον τῷ Πατρὶ καὶ τῷ Υἱῷ. Στίχοι Πᾶσα πνοή, δόξαζε Πνεῦμα Κυρίου, Δι' οὗ πονηρῶν πνευμάτων φροῦδα θράση. Τῇ ἐπιφοιτήσει τοῦ ἁγίου Πνεύματος, πρεσβείαις τῶν Ἀποστόλων σου, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς, Ἀμήν.

ΜΗ ΤΗΣ ΦΘΟΡΑΣ ΔΙΑΠΕΙΡΑ ....

Μὴ τῆς φθορᾶς διαπείρᾳ κυοφορήσασα, καὶ παντεχνήμονι Λόγῳ σάρκα δανείσασα, Μῆτερ ἀπείρανδρε, Παρθένε Θεοτόκε, δοχεῖον τοῦ ἀστέκτου, χωρίον τοῦ ἀπείρου πλαστουργοῦ σου, σὲ μεγαλύνομεν

ΟΤΕ ΚΑΤΑΒΑΣ ΤΑΣ ΓΛΩΣΣΑΣ ΣΥΝΕΧΕΕ

Ὅτε καταβὰς τὰς γλώσσας συνέχεε, διεμέριζεν ἔθνη ὁ Ὕψιστος· ὅτε τοῦ πυρὸς τὰς γλώσσας διένειμεν, εἰς ἑνότητα πάντας ἐκάλεσε, καὶ συμφώνως δοξάζομεν τὸ πανάγιον Πνεῦμα.

ΣΥΜΦΩΝΟΝ ΕΘΡΟΗΣΕΝ ΟΡΓΑΝΩΝ ΜΕΛΟΣ

Σύμφωνον ἐθρόησεν ὀργάνων μέλος, Σέβειν τὸ χρυσότευκτον ἄψυχον βρέτας. Ἡ τοῦ Παρακλήτου δὲ φωσφόρος χάρις, Σεβασμιάζει τοῦ βοᾶν· Τριὰς μόνη, Ἰσοσθενής, ἄναρχος, εὐλογητὸς εἶ». Φωνὴν προφητόφθεγκτον ἠγνοηκότες, Ἔφασκον οἰνότευκτον ἄφρονες μέθην. Ῥήσεις ξενηκούσθησαν ὡς Ἀποστόλων. Οἱ εὐσεβεῖς δέ, σοὶ βοῶμεν ἐνθέως. Νεουργὲ τοῦ σύμπαντος, εὐλογητὸς εἶ. Θέσπιν κατεβρόντησεν ὁ βλέπων ὄπα, Ἔνθους Ἰωὴλ τοῦ θεαρχικωτάτου Οἷς ἐκχεῶ, φήσαντος οἷά περ Λόγου, Τοῦ Πνεύματός μου, συμβοήσουσι. Φύσις, Ἡ τρισσοφεγγόφωτος, εὐλογητὸς εἶ. Τριττὴ μὲν εὐμοίρησεν ὡρῶν τὴν χάριν, Ὅπως ὑπεμφήνειε τρεῖς ὑποστάσεις, Σέβειν ἐν ἁπλότητι τῆς ἐξουσίας, Ἀλλ' ἐν μιᾷ νῦν ἡμερῶν τῇ Κυρίᾳ, Υἱὸς Πατήρ, καὶ Πνεῦμα, εὐλογητὸς εἶ.

ΤΑΧΕΙΑΝ ΚΑΙ ΣΤΑΘΗΡΑΝ ΔΙΔΟΥ

Ταχεῖαν καὶ σταθηρὰν δίδου παραμυθίαν τοῖς δούλοις σου, Ἰησοῦ, ἐν τῷ ἀκηδιάσαι τὰ πνεύματα ἡμῶν, μὴ χωρίζου τῶν ψυχῶν ἡμῶν ἐν θλίψεσι, μὴ μακρύνου τῶν φρενῶν ἡμῶν ἐν περιστάσεσιν, ἀλλὰ ἀεὶ ἡμᾶς πρόφθασον. Ἔγγισον ἡμῖν, ἔγγισον ὁ πανταχοῦ, ὥς περ καὶ τοῖς Ἀποστόλοις σου πάντοτε συνῇς, οὕτω καὶ τοῖς σὲ ποθοῦσιν ἕνωσον σαυτὸν οἰκτίρμον, ἵνα συνημμένοι σοι ὑμνῶμεν, καὶ δοξολογῶμεν τὸ πανάγιόν σου Πνεῦμα.

ΕΞ ΑΓΚΑΛΩΝ, ΑΝΕΤΕΘΗΣ ΤΩ ΛΟΓΩ

Ἐξ ἀγκαλῶν, ἀνετέθης τῷ Λόγῳ Ἱεροφάντορ· θεῖον γὰρ ἀνάθημα δεδειγμένος, ἐνδιαπρέψας, πρακτικῇ θεωρίᾳ, καὶ σοφίας καρπὸν δρεψάμενος, γέγονας ποιμὴν ἀληθῶς ἀξιόληπτος. Ῥῆμα Θεοῦ, δαψιλῶς κατοικῆσαν ἐν σοὶ θεόφρον, ποταμοὺς ἀνέβλυσε διδαγμάτων, οἷς ἐντρυφῶντες, εὐφραινόμεθα μάκαρ, σὲ μεσίτην σαφῶς πλουτήσαντες, ἵλεων ἡμῖν ἐργαζόμενον Κύριον. Ὁ θεϊκῇ, δυναστείᾳ τὰ πάντα διακοσμήσας, σὲ ὧ θεοφάντορ ἱερωσύνης, μυστικωτάτης, κατηγλάϊσε μύρῳ, προγινώσκων τὴν σὴν λαμπρότητα· ὤφθης ἱερεὺς γὰρ Θεοῦ μεγαλόφωνος.

ΤΟ ΠΑΝΑΓΙΟΝ ΠΝΕΥΜΑ

Τὸ πανάγιον Πνεῦμα, τὸ προϊὸν ἐκ τοῦ Πατρός, καὶ δι' Υἱοῦ ἐνδημῆσαν, τοῖς ἀγραμμάτοις Μαθηταῖς, τοὺς σὲ Θεὸν ἐπιγνόντας, σῶσον, ἁγίασον πάντας.

ΤΗΝ ΜΕΘΕΟΡΤΟΝ ΠΙΣΤΟΙ....

Τὴν μεθέορτον πιστοί, καὶ τελευταίαν ἑορτήν, ἑορτάσωμεν φαιδρῶς· αὕτη ἐστὶ Πεντηκοστή, ἐπαγγελίας συμπλήρωσις, καὶ προθεσμίας· ἐν ταύτῃ γὰρ τὸ πῦρ, τοῦ Παρακλήτου εὐθύς, κατέβη ἐπὶ γῆς, ὥσπερ ἐν εἴδει γλωσσῶν, καὶ Μαθητὰς ἐφώτισε, καὶ τούτους οὐρανομύστας ἀνέδειξε. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον, ἐφώτισε. Ἡ τοῦ Πνεύματος πηγή, ἐπιδημοῦσα τοῖς ἐν γῇ, εἰς πυρφόρους ποταμούς, μεριζομένη νοητῶς, τοὺς Ἀποστόλους ἐδρόσιζε φωταγωγοῦσα, καὶ γέγονεν αὐτοῖς, νέφος δροσῶδες τὸ πῦρ, φωτίζουσα αὐτούς, καὶ ὑετίζουσα φλόξ, δι' ὧν ἡμεῖς ἐλάβομεν τὴν χάριν, διὰ πυρός τε καὶ ὕδατος. Τὸ φῶς ἐπέστη, τοῦ Παρακλήτου, καὶ τόν κόσμον ἐφώτισε. Μετὰ τὴν Ἔγερσιν Χριστέ, τὴν ἐκ τοῦ τάφου, καὶ τὴν πρὸς ὕψος οὐρανοῦ, θείαν Ἀνάληψιν, τοῖς θεόπταις τὴν δόξαν σου κατέπεμψας οἰκτίρμον· Πνεῦμα εὐθὲς ἐγκαινίσας τοῖς Μαθηταῖς· ὅθεν, ὥσπερ κιθάρα μουσουργική, πᾶσιν ἐτρανολόγησαν, τῷ θείῳ πλήκτρῳ μυστικῶς, Σῶτερ, τὰ ἀπηχήματα, καὶ τὴν οἰκονομίαν σου.

ΙΛΑΣΜΟΣ ΗΜΙΝ ΧΡΙΣΤΕ ΚΑΙ ΣΩΤΗΡΙΑ

Ἱλασμὸς ἡμῖν Χριστὲ καὶ σωτηρία, Ὁ Δεσπότης ἔλαμψας ἐκ τῆς Παρθένου, Ἵν, ὡς Προφήτην θηρὸς ἐκ θαλατίου, Στέρνων Ἰωνᾶν, τῆς φθορᾶς διαρπάσῃς, Ὅλον τὸν Ἀδάμ, παγγενῆ πεπτωκότα». Ἱμερτὸν ἡμῖν εὐθὲς ἐν τοῖς ἐγκάτοις, Αἰωνίως ἕξουσι Πνεῦμα καινίσαις, Πατροπροβλήτως πάντοτε ξυνημμένον, Ὕλης ἀπεχθοῦς καυστικῶν μολυσμάτων, Ῥύπου τε φρενῶν ῥυπτικὸν Παντοκράτορ. Ὀρεκτὸν ἀξίωμα τοῖς Ἀποστόλοις, Σιωνίταις μίμνουσι σὴν παρουσίαν, Γνώρισμα Πνεῦμα πατρογεννήτου Λόγου, Λέσχην ἀπηνῆ τῶν ἐθνῶν ποππυσμάτων, Ὤκιστα δεικνύς, πυρπνόως καθιδρύεις.

ΛΥΤΗΡΙΟΝ ΚΑΘΑΡΣΙΝ ΑΜΠΛΑΚΗΜΑΤΩΝ

«Λυτήριον κάθαρσιν ἀμπλακημάτων, Πυρίπνοον δέξασθε Πνεύματος δρόσον, Ὦ τέκνα φωτόμορφα τῆς Ἐκκλησίας, Νῦν ἐκ Σιὼν γὰρ ἐξελήλυθε νόμος, Ἡ γλωσσοπυρσόμορφος Πνεύματος χάρις». Καθώς περ εὐδόκησεν αὐτεξουσίως, Ἀδέσποτον κάτεισι Πνεῦμα πατρόθεν, Σοφίζον ἐν γλώσσησι τοὺς Ἀποστόλους, Ἐπισφραγίζον τὸν φερέσβιον Λόγον, Πατροσθενὲς ξύμμορφον, ὃν Σωτὴρ ἔφη. Ἰῆτο τὰς φρένας μὲν ἐξ ἁμαρτίας, Χ' αὐτῷ κατεσκεύαζε τῶν Ἀποστόλων, Θεὸς Λόγος πάνταρχος, ἄχραντον δόμον. Ὁμοσθενοῦς δὲ καὶ συνουσιουμένου, Νῦν ἐγκατοικίζεται Πνεύματος φάος.

ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ .....

Πεντηκοστὴν ἑορτάζομεν, καὶ Πνεύματος ἐπιδημίαν, καὶ προθεσμίαν ἐπαγγελίας, καὶ ἐλπίδος συμπλήρωσιν, καὶ τὸ μυστήριον ὅσον; Ὡς μέγα τε καὶ σεβάσμιον! Διὸ βοῶμέν σοι, Δημιουργὲ τοῦ παντὸς Κύριε, δόξα σοι. Γλώσσαις ἀλλογενῶν, ἐκαινούργησας Χριστὲ τοὺς σοὺς Μαθητάς, ἵνα δι' αὐτῶν σε κηρύξωσι, τὸν ἀθάνατον Λόγον καὶ Θεόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. Πάντα χορηγεῖ τὸ Πνεῦμα τὸ ἅγιον, βρύει προφητείας, ἱερέας τελειοῖ, ἀγραμμάτους σοφίαν ἐδίδαξεν, ἁλιεῖς θεολόγους ἀνέδειξεν, ὅλον συγκροτεῖ τὸν θεσμὸν τῆς Ἐκκλησίας, Ὁμοούσιε καὶ Ὁμόθρονε, τῷ Πατρὶ καὶ τῷ Υἱῷ, Παράκλητε, δόξα σοι. Ὅτε τὸ Πνεῦμά σου κατέπεμψας Κύριε, καθημένοις τοῖς , Ἀποστόλοις, τότε οἱ τῶν Ἑβραίων παῖδες θεωροῦντες, ἐξίσταντο θάμβει· ἤκουον γὰρ αὐτῶν φθεγγομένων, ἑτέραις ξέναις γλώσσαις, καθὼς τὸ Πνεῦμα ἐχορήγει αὐτοῖς· ἰδιῶται γὰρ ὄντες, ἐσοφίσθησαν, καὶ τὰ ἔθνη πρὸς πίστιν ζωγρήσαντες, τὰ θεῖα ἐρρητόρευον· διὸ καὶ ἡμεῖς βοῶμέν σοι· ὁ ἐπὶ γῆς ὀφθείς, καὶ ἐκ τῆς πλάνης σώσας ἡμᾶς, Κύριε, δόξα σοι.

ΠΕΝΤΗΚΟΣΤΗΣ ΕΟΡΤΗΝ

«Πόντῳ ἐκάλυψε Φαραὼ σὺν ἅρμασιν, ὁ συντρίβων πολέμους ἐν ὑψηλῷ βραχίονι, ᾄσωμεν αὐτῷ, ὅτι δεδόξασται». Ἔργῳ, ὡς πάλαι τοῖς Μαθηταῖς ἐπηγγείλω, τὸ Παράκλητον Πνεῦμα ἐξαποστείλας Χριστέ, ἔλαμψας τῷ κόσμῳ φῶς, φιλάνθρωπε. Νόμῳ τὸ πάλαι προκηρυχθὲν καὶ Προφήταις, ἐπληρώθη, τοῦ θείου Πνεύματος σήμερον· πᾶσι γὰρ πιστοῖς χάρις ἐκκέχυται. Θειογενὲς Λόγε, Πνεῦμα Παράκλητον πάλιν ἄλλον, Ἐκ Γενέτου κόλπων ἦκας ἐπιχθονίοις Οἷα πυρὸς γλώσσησι φέρον Θεότητος ἀΰλου. Σῆμα τεῆς φύτλης, καὶ χάριν ὑμνοπόλοις. «Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ. Ἐρρητόρευσε τὸν θεόγραφον νόμον· Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα, καὶ μυεῖται Πνεύματος Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν». Ἔφη τὸ σεπτὸν καὶ σεβάσμιον στόμα. Νοσφισμὸς ὑμῖν οὐ γενήσεται φίλοις. Ἐγὼ γὰρ εἰς πατρῷον ὕψιστον θρόνον Συνεδριάζων, ἐκχεῶ τοῦ Πνεύματος, Λάμψαι ποθοῦσι, τὴν χάριν τὴν ἄφθονον Ὄρος βεβηκώς, ἀτρεκέστατος Λόγος, Γαληνόμορφον ἐκτελεῖ τὴν καρδίαν. Ἔργον γὰρ ἐκπεράνας, εὔφρανε φίλους, Πνοῇ βιαίᾳ, καὶ πυρὸ...

ΚΑΤΑΝΟΩΝ Ο ΠΡΟΦΗΤΗΣ....

«Κατανοῶν ὁ Προφήτης, τὴν ἐπ' ἐσχάτων σου Χριστὲ ἔλευσιν, ἀνεβόα· τὴν σὴν εἰσακήκοα Κύριε δυναστείαν, ὅτι πάντας τοῦ σῶσαι, τοὺς χριστούς σου ἐλήλυθας». Ὁ ἐν Προφήταις λαλήσας, καὶ διὰ νόμου κηρυχθείς, πρῴην τοῖς ἀτελέσι, Θεὸς ἀληθὴς ὁ Παράκλητος, τοῖς τοῦ Λόγου ὑπηρέταις καὶ μάρτυσι, γνωρίζεται σήμερον. Σῆμα Θεότητος φέρον, τοῖς Ἀποστόλοις ἐν πυρί, Πνεῦμα κατεμερίσθη, καὶ ξέναις ἐν γλώσσαις ἐνέφηνεν, ὡς πατρόθεν θεῖον σθένος, ἐρχόμενον ἐστὶν αὐτοκέλευστον. «Ἄναξ ἀνάκτων, οἶος ἐξ οἴου μόνος, Λόγος προελθών, Πατρὸς ἐξ ἀναιτίου. Ἰσοσθενές σου Πνεῦμα τοῖς Ἀποστόλοις, Νημερτὲς ἐξέπεμψας ὡς εὐεργέτης, ᾌδουσι· Δόξα τῷ κράτει σου, Κύριε». Λουτρὸν τὸ θεῖον τῆς παλιγγενεσίας, Λόγῳ κεραννὺς συντεθειμένη φύσει, Ὀμβροβλυτεῖς μοι ῥεῖθρον ἐξ ἀκηράτου Νενυγμένης σου πλευρᾶς, ὦ Θεοῦ Λόγε, Ἐπισφραγίζων τῇ ζέσει τοῦ Πνεύματος. Κάμπτει τὰ πάντα τῷ Παρακλήτῳ γόνυ, Γόνῳ τε Πατρός, Πατρὶ συμφυεστάτῳ. Ἐν γὰρ προσώποις οἶδε τριττοῖς οὐσίαν, Νημερτές, ἀπρόσιτον, ἄχρονον, μίαν. Ἔλ...

ΑΠΟΡΡΗΤΩ ΛΑΜΨΑΣ ΦΩΤΙΣΜΩ...

Ἀπορρήτῳ λάμψας φωτισμῷ, Πάτερ δι' ἀσκήσεως ἀρχιερεὺς τοῦ Θεοῦ ἐχρημάτισας, Μιχαὴλ θεσπέσιε, τὸ βασίλειον, ποδηγῶν ἱεράτευμα, καὶ Χριστοῦ ποιμαίνων, σὺ τὴν Ἐκκλησίαν παμμακάριστε. Ῥητορεύων στόματι λαμπρῷ, πᾶσι διεσάφησας, πανευσεβῶς τὰ θεόφθεγκτα δόγματα, Μιχαὴλ πανόλβιε, τῶν αἱρέσεων, διελέγχων τὸ βλάσφημον, καὶ τῆς εὐσεβείας, ἄριστα παμμάκαρ προϊστάμενος. Χαρισμάτων θείων γεγονώς, μάκαρ ἐνδιαίτημα, πᾶσι πιστῶς προφανῶς μεταδέδωκας, Μιχαὴλ πανεύφημε, θεομίμητον, πολιτείαν κτησάμενος, καὶ δικαιοσύνην, περιβεβλημένος ὡς ἱμάτιον. Ἱερὸν εἰκόνισμα Θεοῦ, καὶ τῆς Θεομήτορος, τιμητικῶς προσκυνῶν διετέλεσας, Μιχαὴλ πανίερε, καὶ τὴν βλάσφημον γλωσσαλγίαν διέλυσας, τῶν αἱρετιζόντων, λόγοις καὶ παθήμασι τροπούμενος.

ΠΑΤΕΡ ΜΙΧΑΗΛ ΘΕΟΠΝΕΥΣΤΕ...

Πάτερ Μιχαὴλ θεόπνευστε, τὸ κατ' εἰκόνα Θεοῦ, διετήρησας ἄμεμπτον, καὶ Χριστοῦ τὸν ἄχραντον, χαρακτῆρα ἐτίμησας, καὶ διδαχαῖς σου, πᾶσαν κατέσβεσας, τήν γλωσσαλγίαν, ψυχῆς στερρότητι. Ὢ τῶν ἀγώνων σου, καρτερᾶς ἐνστάσεως! δι' ἧς Χριστῷ, μάκαρ εὐηρέστησας, τῷ παντοκράτορι. Πάτερ Μιχαὴλ θεόληπτε, ἱερωσύνης στολήν, ἐνδυσάμενος ἔδραμες, τῶν μαρτύρων στάδιον, καὶ Χριστῷ προσενήνεξαι, διπλοῖς στεφάνοις, μάκαρ κοσμουμενος, ἀρχιερέων, τάξεις ὀψόμενος. Ὢ τῆς ἀφράστου σου, χαρμονῆς μακάριε, ἧς μετασχεῖν, ὄντως κατηξίωσαι, θεομακάριστε. Πάτερ Μιχαὴλ θειότατε, σὺ τῷ ποδήρει σεπτῶς, Ἀαρὼν ὥσπερ δεύτερος, καθωραϊζόμενος, τῶν Ἁγίων τὰ Ἅγια, νῦν κατοπτεύεις, ἔνδον γενόμενος, καὶ τοῦ δευτέρου καταπετάσματος, Ὢ τῆς ἀχράντου σου, ὑπὲρ νοῦν ἐλλάμψεως, Ἱεραρχῶν, θεῖον ἐγκαλλώπισμα, ἧς καὶ μετέσχηκας.

ΟΜΟΛΟΓΗΤΟΥ ΜΙΧΑΗΛ....

ῌ ΚΓ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Μιχαήλ, Ἐπισκόπου Συννάδων. Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων. Στίχοι Τῷ κυματώδει μικρὸν ἐμπρέψας βίῳ, Λύῃ Μιχαήλ, οἷα κούφη πομφόλυξ. Εἰκάδι ἐν τριτάτῃ Μιχαὴλ ἀναδέδραμεν ἐκ γῆς. Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ ἐν εἰρήνῃ τελειωθείσης. Ὁ ἅγιος μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται. Ὁ ἅγιος μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΗ ΑΥΤΗ ΗΜΕΡΑ ΤΗΝ ΑΓΙΑΝ ΠΕΝΤΗΚΟΣΤΗΝ ΕΟΡΤΑΖΟΜΕΝ....

Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ ὀγδόῃ ἀπὸ τοῦ Πάσχα, τὴν ἁγίαν Πεντηκοστὴν ἑορτάζομεν. Στίχοι Πνοῇ βιαίᾳ γλωσσοπυρσεύτως νέμει, Χριστὸς τὸ θεῖον Πνεῦμα τοῖς Ἀποστόλοις. Ἐκκέχυται μεγάλῳ ἑνὶ ἤματι Πνεῦμ' ἁλιεύσι. Ταῖς τῶν ἁγίων Ἀποστόλων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΤΩΝ ΑΠ' ΑΙΩΝΟΣ ΣΗΜΕΡΟΝ

Τῶν ἀπ' αἰῶνος σήμερον νεκρῶν, ἁπάντων κατ' ὄνομα, μετὰ πίστεως ζησάντων εὐσεβῶς, μνήμην τελοῦντες οἱ πιστοί, τὸν Σωτῆρα καὶ Κύριον, ἀνυμνήσωμεν, αἰτοῦντες ἐκτενῶς, τούτους ἐν ὥρᾳ τῆς κρίσεως, ἀπολογίαν ἀγαθήν, δοῦναι αὐτῷ τῷ Θεῷ ἡμῶν, τῷ πᾶσαν κρίνοντι τὴν γῆν, τῆς δεξιᾶς αὐτοῦ παραστάσεως τυχόντας ἐν χαρᾷ, ἐν μερίδι Δικαίων, καὶ ἐν Ἁγίων κλήρῳ φωτεινῷ, καὶ ἀξίους γενέσθαι, τῆς οὐρανίου βασιλείας αὐτοῦ. Ὁ τῷ οἰκείῳ αἵματι Σωτήρ, βροτοὺς ἐκπριάμενος, καὶ θανάτῳ σου θανάτου τοῦ πικροῦ, ἐκλυτρωσάμενος ἡμᾶς, καὶ ζωὴν τὴν αἰώνιον, παρασχὼν τῇ Ἀναστάσει σου ἡμῖν, πάντας ἀνάπαυσον Κύριε, τοὺς κοιμηθέντας εὐσεβῶς, ἢ ἐν ἐρήμοις, ἢ πόλεσιν, ἢ ἐν θαλάσσῃ, ἢ ἐν γῇ, ἢ ἐν παντὶ τόπῳ, βασιλεῖς τε, ἱερεῖς, ἀρχιερεῖς, μοναστάς καὶ μιγάδας, ἐν ἡλικίᾳ πάσῃ παγγενεῖ, καὶ ἀξίωσον τούτους τῆς οὐρανίου βασιλείας σου. Τῇ ἐκ νεκρῶν Ἐγέρσει σου Χριστέ, οὐκέτι ὁ θάνατος, κυριεύει τῶν θανόντων εὐσεβῶς· διὸ αἰτοῦμεν ἐκτενῶς, τοὺς σοὺς δούλους ἀνάπαυσον, ἐν αὐλαῖς σου, καὶ ἐν κόλποις, Ἀβραάμ, τοὺς ἐξ...

ΑΛΗΘΩΣ ΜΑΤΑΙΟΤΗΣ ΤΑ ΣΥΜΠΑΝΤΑ

Ἀληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή, ὅτε τὸν κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί· διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας ἀνάπαυσον, ὡς φιλάνθρωπος.

ΒΑΣΙΛΕΙΑΝ ΑΣΑΛΕΥΤΟΝ

Βασιλείαν ἀσάλευτον, βασιλεύσας ἀπείληφας, Βασιλίσκε ἔνδοξε, καὶ παρίστασαι, τῷ βασιλεῖ τῶν δυνάμεων, σὺν πάσαις γηθόμενος, τῶν Ἀγγέλων στρατιαῖς, ἀναμέλπεις τε πάντοτε, τὸ ἀέναον, καὶ μακάριον ᾆσμα, φρυκτωρίαις, κατὰ μέθεξιν ταῖς θείαις, περιφανῶς αὐγαζόμενος. Τοὺς σοὺς πόδας ὑπέδησαν, ταῖς κρηπῖσιν ἡλώσαντες, ἐν τῷ σὲ πορεύεσθαι τρίβους χαίροντα, τοῦ μαρτυρίου Ἀοίδιμε, μεθ' ὧν κατεπάτησας, κεφαλὴν τοῦ δυσμενοῦς, καὶ τελείως συνέτριψας, καὶ ἐβάδισας, εὐσταλῶς τὴν οὐράνιον πορείαν, τῷ Δεσπότῃ νικηφόρος, ἐμφανιζόμενος ἔνδοξε. Προσευχῇ σου ἐβλάστησε, ξύλον ἄνικμον πρότερον, καὶ πηγὴν ἀνέβλυζε ζῶντος ὕδατος, τῇ δὲ ῥοῇ σου τοῦ αἵματος, ἡ γῆ καθηγίασται, ὁ ἀὴρ δὲ τῆς ψυχῆς, τῇ ἀνόδῳ πανόλβιε· ὅθεν πίστει σου, τὴν ἁγίαν τιμῶμεν Βασιλίσκε, καὶ πανέορτον ἡμέραν, ἐν ᾗ νομίμως ἠρίστευσας.

ΒΑΣΙΛΙΣΚΟΥ

Τῌ ΚΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ ΜΑΪΟΥ Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Βασιλίσκου. Στίχοι Ὁ Βασιλίσκος ἐκτομῇ δοὺς τὴν κάραν, Πατεῖ νοητοῦ βασιλίσκου τὴν κάραν. Εἰκάδι δευτερίῃ Βασιλίσκος φάσγανον ἔτλη. Ὁ Ἅγιος Μάρτυς Μάρκελλος, μόλυβδον κοχλάζοντα ποτισθείς, τελειοῦται. Ὁ Ἅγιος μάρτυς Κόδρος ὑπὸ ἵππων συρόμενος τελειοῦται. Ὁ Ἅγιος Ἰωάννης ὁ Βλαδίμηρος, ὁ βασιλεὺς καὶ θαυματουργός, ξίφει τελειοῦται. Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

ΘΕΙΩ ΚΑΛΥΦΘΕΙΣ Ο ΒΡΑΔΥΓΛΩΣΣΟΣ

Θείῳ καλυφθεὶς ὁ βραδύγλωσσος γνόφῳ, Ἐρρητόρευσε τὸν θεόγραφον νόμον. Ἰλὺν γὰρ ἐκτινάξας ὄμματος νόου, Ὁρᾷ τὸν ὄντα καὶ μυεῖται Πνεύματος, Γνῶσιν, γεραίρων ἐνθέοις τοῖς ᾄσμασιν

ΕΤΕΧΘΗΣ ΩΣ ΑΥΤΟΣ ΗΘΕΛΗΣΑΣ....

Ἐτέχθης ὡς αὐτὸς ἠθέλησας, ἐφάνης, ὡς αὐτὸς ἠβουλήθης, ἔπαθες σαρκί, ὁ Θεὸς ἡμῶν, ἐκ νεκρῶν ἀνέστης, πατήσας τὸν θάνατον, ἀνελήφθης ἐν δόξῃ, ὁ τὰ σύμπαντα πληρῶν, καὶ ἀπέστειλας ἡμῖν Πνεῦμα θεῖον, τοῦ ἀνυμνεῖν καὶ δοξάζειν σου τὴν Θεότητα. Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως Ἀναλαμβανομένου σου Χριστέ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν, αἱ δυνάμεις ὁρῶσαι ἑτέρα τῇ ἑτέρᾳ ἐβόων· Τίς ἐστιν οὗτος; καὶ φησὶ πρὸς αὐτάς· Οὗτός ἐστιν ὁ κραταιός καὶ δυνάστης, οὗτός ἐστιν ὁ δυνατὸς ἐν πολέμῳ, οὗτός ἐστιν ἀληθῶς ὁ Βασιλεὺς τῆς δόξης. Καὶ ἵνα τί αὐτοῦ ἐρυθρὰ τὰ ἱμάτια; Ἐκ Βοσὸρ ἥκει, ὅπερ ἐστί, τῆς σαρκός. Αὐτὸς δὲ ὡς Θεὸς ἐν δεξιᾷ καθίσας τῆς μεγαλωσύνης, ἀπέστειλας ἡμῖν τὸ Πνεῦμα τὸ ἅγιον ἵνα ὁδηγήσῃ, καὶ σώσῃ τὰς ψυχὰς ἡμῶν. Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Ἀνελήφθης ἐν δόξῃ, ἐκ τοῦ ὄρους τῶν Ἐλαιῶν Χριστὲ ὁ Θεὸς ἐνώπιον τῶν σῶν Μαθητῶν, καὶ ἐκάθισας ἐν δεξιᾷ τοῦ Πατρὸς ὁ τὰ σύμπαντα πληρῶν τῇ Θεότητι, καὶ ἀπέστειλας αὐτοῖς Πνεῦμα τὸ ἅγιον, τὸ ...