Αναρτήσεις

Προβολή αναρτήσεων από Μάιος, 2019

Ἰδεῖν κατηξιώθης ἀπολυθείς

Ἰδεῖν κατηξιώθης ἀπολυθείς, τῆς σαρκὸς ἀθλοφόρε πανεύφημε, τὰ ἀγαθά, ἅπερ προητοίμασέ σοι Θεός, καὶ τοῖς σὺν σοὶ ἀθλήσασι, καὶ καταβαλοῦσι τὸν πονηρόν, μεθ' ὧν ἡμᾶς σωθῆναι, τὸν Κύριον δυσώπει, Μάρτυς Ἑρμεία ἀξιάγαστε. Ὡραῖόν σου τὸ εἶδος καὶ πρὸ τῆς σῆς, ἐναθλήσεως ὃν ὡραιότερον, ὤφθη Σοφέ, μετὰ τοὺς ἀγῶνας τοὺς θαυμαστούς, ἀγγελικῇ λαμπρότητι, κατηγλαϊσμένον περιφανῶς· διὸ καὶ πρὸς ὡραίους, ἀνέδραμες νυμφῶνας, νίκης στεφάνοις καλλυνόμενος. Στρατείας ἀλογήσας τῆς ἐπὶ γῆς, Βασιλεῖ οὐρανίῳ ἐστράτευσαι, Μάρτυς σοφέ, οὗ τῇ δυναστεία τῇ κραταιᾷ, τὰς τῶν δαιμόνων φάλαγγας, πάσας ἐξηφάνισας κραταιῶς, καὶ νίκης τοὺς στεφάνους, νομίμως ἀνεπλέξω, ὑπὲρ ἡμῶν πρεσβεύων πάντοτε. Ἡ μνήμη σου ἐπέστη ἡ φωταυγής, τὰς ἡμῶν διανοίας φωτίζουσα, μαρμαρυγαῖς, τῶν ἀγωνισμάτων σου τῶν στερρῶν, ἐν ᾗ παρακαλοῦμέν σε. Ἔχων παρρησίαν πρὸς τόν Χριστόν, ἱκέτευε ἀπαύστως, τυχεῖν ἡμᾶς ἐλέους, ἐν τῇ ἡμέρᾳ τῆς ἐτάσεως.

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου.

Τῇ ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἑρμείου. Βάπτεις σεαυτὸν κογχύλῃ σῶν αἱμάτων, Ἑρμεία, τμηθεὶς· ὢ βαφῆς ἀνεκπλύτου! Ἑρμείαν τριακοστῇ ἄορ κατέκτανε πρώτῃ. Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας τὸ πῦρ κατέσβεσαν, τοῖς πιστοῖς δὲ δρόσος ὤφθησαν, ἀθλοφόρε Μάρτυς ἀξιάγαστε.

Οἱ κρουνοὶ τῶν αἱμάτων σου, τῆς πολυθεΐας τὸ πῦρ κατέσβεσαν, τοῖς πιστοῖς δὲ δρόσος ὤφθησαν, ἀθλοφόρε Μάρτυς ἀξιάγαστε. Ὑπεισῆλθες ἀπτόητος, τὴν πυρακτωθεῖσαν Ἔνδοξε κάμινον, ὡς οἱ Παῖδες δὲ διέμεινας θεϊκῇ δυνάμει ἀκατάφλεκτος. Τῆς Τριάδος τῇ χάριτι, Μάρτυς δροσιζόμενος μένεις ἄφλεκτος, τῆς φλογὸς μέσον ἱστάμενος, ἐν Τρισὶν ἡμέραις παναοίδιμε. Ὁ χορὸς τῶν Δυνάμεων, ἄνωθεν ἐσκόπει τὴν γενναιότητα, καὶ τῶν πόνων σου τὸ εὔτονον, ἀθλητὰ Ἑρμεία ἐκπληττόμενος.

Ἀστὴρ διαλάμπων θείῳ φωτί, τῷ τῆς ἀληθείας ἀνεδείχθης

Ἀστὴρ διαλάμπων θείῳ φωτί, τῷ τῆς ἀληθείας ἀνεδείχθης μαρτυρικῶς, πάντας καταυγάζων τοὺς ἐν πίστει, εἰλικρινεῖ σε Ἑρμεία γεραίροντας. Διόλου τῇ νεύσει τῇ πρὸς Θεόν, πάντων ἀλογήσας, τῶν ἐν βίῳ Μάρτυς σοφέ, μαρτύρων ὑπέδυς τοὺς ἀγῶνας, καὶ τὸν ἐχθρὸν καταρράσσων ἐνίκησας. Ὡραῖος τὸ εἶδος καὶ τὴν ψυχήν, ὑπάρχων Ἑρμεία, ἐστρατεύθης τῷ Βασιλεῖ, τῷ ἐπουρανίῳ καὶ τοὺς τούτου, Μάρτυς εἰς τὸ τέλος ἐχθροὺς ἐταπείνωσας. Μὴ θύσας εἰδώλοις Μάκαρ τοὺς σούς, ἐθλάσθης ὀδόντας, σιαγόνας τῶν νοητῶν, συνθλάσας λεόντων, καὶ τῆς νίκης, ἀναδησάμενος στέφος ἀμάραντον.

Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς

«Μὴ καταποντισάτω με καταιγὶς ὕδατος, μηδὲ καταπιέτω με βυθός· ἀπέρριμμαι γὰρ εἰς βάθη, καρδίας θαλάσσης, τῶν κακῶν μου· διό σοι κραυγάζω ὡς Ἰωνᾶς· Ἀναβήτω ἐκ φθορᾶς ἡ ζωή μου πρὸς σέ, ὁ Θεὸς ἡμῶν». Σταυρῷ σε οἱ παράνομοι, Ἰησοῦ ἥλωσαν, καὶ λόγχῃ ἐξεκέντησαν Χριστέ, καὶ Ἰωσὴφ ὁ εὐσχήμων σε κηδεύει, ἐν τῷ καινῷ μνημείῳ, ἐξ οὗ μετὰ δόξης ἐξαναστάς, συνανέστησας Σωτήρ, πᾶσαν κτίσιν ὑμνοῦσαν τὸ κράτος σου. Μοχλοὺς καὶ πύλας Δέσποτα, δυνατῶς ἔθραυσας τοῦ ᾍδου, καὶ ἀνέστης ὡς Θεός, καὶ ὑπαντήσας, τὸ Χαῖρε προσεῖπας ταῖς Γυναιξί, καὶ ταύτας εἰπεῖν ἐξαπέστειλας Μαθηταῖς. Ἐξεγήγερται ὁ ζῶν, καὶ ὡράθη φωτίζων τὰ πέρατα. Τί κλαίετε; τί φέρετε ὡς θνητῷ Γύναια τὰ μύρα; ἐξηγέρθη ὁ Χριστός, ἐβόα πάλαι ἀστράπτων μεγάλως, ὁ φανεὶς νεανίας, κενὰς τὰς σινδόνας καταλιπών· ἀπελθοῦσαι τοῖς αὐτοῦ, ἀπαγγείλατε φίλοις τὴν Ἔγερσιν. Ῥεῖθρον ὑπάρχων Κύριε, τῆς ζωῆς ἄφθονον, καὶ ἄβυσσος ἐλέους ἀγαθὲ ὁδοιπορήσας καθέζῃ, πλησίον τοῦ φρέατος τοῦ ὅρκου, καὶ τῇ Σαμαρείτιδι ἐκβοᾷς· Δός μοι ὕδωρ τοῦ πιεῖν, ὅπως λ...

Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν

«Ἐστερεώθη ἡ καρδία μου ἐν Κυρίῳ, τῷ διδόντι εὐχὴν τῷ εὐχομένῳ, ὅτι τόξον δυνατὸν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο δύναμιν». Ἐθελουσίως ἐπὶ ξύλου ὑψώθης Λόγε, καὶ ὁρῶσαι ἐρρήγνυντο αἱ πέτραι, καὶ ἡ κτίσις ἐκλονεῖτο ἅπασα, καὶ νεκροὶ ἐκ τῶν τάφων, ὡς ὕπνου ἐξηγείροντο. Μετὰ ψυχῆς σε πρὸς τὸν ᾍδῃν ἐλθόντα Λόγε, κατιδοῦσαι πᾶσαι ψυχαὶ δικαίων, αἰωνίων δεσμῶν ἀπελύοντο, ἀνυμνολογοῦσαι, τὴν ὑπὲρ νοῦν δυναστείαν σου. Τί ἐκθαμβεῖσθε; τί ἐν τάφῳ ὑμεῖς ζητεῖτε, μετὰ μύρων Γυναῖκες τὸν Δεσπότην; ἐξηγέρθη, καὶ κόσμον συνήγειρεν. Ἄγγελος ἀστράπτων, ταῖς Μυροφόροις ἐφθέγγετο. Ζωὴ ὑπάρχων, καὶ πηγὴ τῆς ἀθανασίας, ἐκαθέσθης πρὸς τῇ πηγῇ, Οἰκτίρμον, καὶ τῶν σῶν αἰτησαμένην, ἔπλησας, πανσόφων ναμάτων Σαμαρεῖτιν ὑμνοῦσάν σε. Δόξα... Εἷς ἐπὶ πάντων ἐν Τριάδι Θεὸς ὑμνεῖται, ὁ Πατήρ, καὶ ὁ Υἱὸς καὶ θεῖον Πνεῦμα, φόβῳ ὃν δοξάζει οὐρανῶν τὰ τάγματα, τρανῶς ἐκβοῶντα· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ εἰς τοὺς αἰῶνας. Καὶ νῦν... Ἀνερμηνεύτως συλλαβοῦσα ἐν τῇ γαστρί σου, τὸν τῶν ὅλων Θεὸν Παρθενομῆτορ...

Ἴδετε ὃν προέγραψε Μωσῆς, Ἰησοῦν Μεσσίαν

Ἴδετε ὃν προέγραψε Μωσῆς, Ἰησοῦν Μεσσίαν ἐν τῷ νόμῳ ἐλεύσεσθαι, ἐπὶ τῆς γῆς θεαθέντα, δι' εὐσπλαγχνίαν κἀμοὶ προσομιλήσαντα ὡς βροτὸν ἐν τῷ φρέατι, ὄντως οὗτος ὑπάρχει ὁ Χριστός, ὁ ἐν κόσμῳ ἐρχόμενος, τοῖς ἐν τῇ Σιχὰρ Σαμαρεῖτις ὤφθη λέγουσα.

Φωτοειδὴς ἀναδειχθεὶς ἀθλοφόρος,

Φωτοειδὴς ἀναδειχθεὶς ἀθλοφόρος, τῆς ἀθεΐας σκοτασμὸν ἀπεκρούσω, καὶ πρὸς ποινὰς καὶ θάνατον ἐχώρησας· ὅθεν διανύσας σου τοὺς γενναίους ἀγῶνας, μέγιστον ἀντέλαβες, κληρουχίαν καὶ δόξαν, τὴν μηδαμῶς γενναῖε ἀθλητά, παρερχομένην, Θαλλέλαιε ἔνδοξε.

Ταῖς ὑπερφώτοις ἀκτῖσι, τοῦ παντουργοῦ Πνεύματος, καταλαμπόμενος ἀεί, τοὺς τὴν φωσφόρον σου πάντοτε, ἐπιτελοῦντας πανήγυριν φώτισον, τοῦ μεγαλύνειν σε πιστῶς, Μάρτυς Θαλλέλαιε.

Ταῖς ὑπερφώτοις ἀκτῖσι, τοῦ παντουργοῦ Πνεύματος, καταλαμπόμενος ἀεί, τοὺς τὴν φωσφόρον σου πάντοτε, ἐπιτελοῦντας πανήγυριν φώτισον, τοῦ μεγαλύνειν σε πιστῶς, Μάρτυς Θαλλέλαιε. Ὀχυρωθεὶς εὐσεβείᾳ, καὶ κρατυνθεὶς χάριτι, τοῦ πανοικτίρμονος Θεοῦ, γενναιοφρόνως Θαλλέλαιε, πρὸς τοὺς ἀγῶνας ἐχώρησας, καὶ ἔλυσας τὰ ὀχυρώματα ἐχθροῦ, νίκην ἀράμενος. Νέος τὸ σῶμα ὑπάρχων ταῖς δὲ φρεσὶ τέλειος, θεογνωσίαν ἀληθῆ καθάπερ ἥλιος ἔλαμψας, εἰδωλικῆς ματαιότητος ζόφωσιν, ἀποσεισάμενος σαφῶς, Μάρτυς Θαλλέλαιε.

Υποδοχή της Χειρός του Αγίου Διονυσίου

Εικόνα

Από τον Εσπερινό επί τη υποδοχή του τιμιου λειψάνου της χειρός του Αγιου Διονυσίου

Εικόνα

Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν,

«Στειρωθέντα μου τὸν νοῦν, καρποφόρον ὁ Θεός, ἀνάδειξόν με, γεωργὲ τῶν καλῶν, φυτουργὲ τῶν ἀγαθῶν, τῇ εὐσπλαγχνίᾳ σου». Τὰς παλάμας Ἰησοῦ, προσηλώσας ἐν Σταυρῷ τὰ ἔθνη πάντα, ἐκ τῆς πλάνης συλλαβών, πρὸς ἐπίγνωσιν τὴν σήν, συνεκαλέσω Σωτήρ. Ἰουδαίων ὁ λαός, τῷ Πιλάτῳ ἐκβοᾷ· Ἀπόλυσόν μοι τὸν κακοῦργον λῃστήν, ἆρον, ἆρον, σταύρωσον τὸν ἀναμάρτητον. Σταυρωθέντος σου Χριστέ, συνεσκότασε τὸ φῶς, ἡ γῆ ἐσείσθη, καὶ ἐκ τάφου νεκροί, ἐξανέστησαν πολλοί, φόβῳ τοῦ κράτους σου. Παρεστῶσα τῷ Σταυρῶ, ἡ ἀμνάς σου Ἰησοῦ, κλαυθμῷ ἐβόα· Ποῦ πορεύῃ Υἱὲ; ποῦ ἀπέρχῃ ὁ ἀμνός, ὁ ὑπὲρ πάντων σφαγείς; Προσκυνῶ σου τὸν Σταυρόν, ἀνυμνῶ καὶ τὴν ταφήν, τιμῶ τὰ Πάθη, καὶ τοὺς ἥλους τῶν χειρῶν, καὶ τὴν λόγχην Ἰησοῦ, καὶ τὴν Ἀνάστασιν. Ἐξανέστης Ἰησοῦ, ἐσκυλεύθη ὁ ἐχθρός, Ἀδὰμ ἐρρύσθη, καὶ ἡ Εὔα σὺν αὐτῷ, τῶν δεσμῶν καὶ τῆς φθορᾶς, τῇ Ἀναστάσει σου. Ἀναστάντος σου Χριστέ, συνετρίβησαν μοχλοί, καὶ πύλαι ᾍδου, καὶ θανάτου τὰ δεσμά, διελύθησαν εὐθύς, φόβῳ τοῦ κράτους σου. Θεοδόχε Ἰωσήφ, δεῦρο στήθι μεθ...

Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν

«Τὴν Μωσέως ᾠδήν, ἀναλαβοῦσα βόησον ψυχή. Βοηθὸς καὶ σκεπαστής, ἐγένετό μοι εἰς σωτηρίαν, οὗτός μου Θεός, καὶ δοξάσω αὐτόν». Ἐσταυρώθης σαρκί, ὁ ἀπαθὴς τῇ φύσει τοῦ Πατρός, ἐκεντήθης τὴν πλευράν, πηγάσας κόσμῳ αἷμα καὶ ὕδωρ. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε. Τὸν Σταυρόν σου τιμῶ, καὶ τὴν Ταφὴν δοξάζω ἀγαθέ, καὶ ὑμνῶ καὶ προσκυνῶ τὴν Ἔγερσίν σου, καὶ ἀνακράζω· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε. Κἂν ἐγεύσω χολῆς, ὁ γλυκασμὸς τῆς Ἐκκλησίας, ἀλλ' ἐπήγασας ἡμῖν τὴν ἀφθαρσίαν, ἐκ τῆς πλευρᾶς σου. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε. Ἐλογίσθης Σωτήρ, μετὰ νεκρῶν νεκροὺς ἐγείρας· ἀπεγεύσω τῆς φθορᾶς· διαφθορὰν γὰρ ὅλως οὐκ ἔγνως. Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε. Εὐφραινέσθω Σιών, ἀγαλλιάσθω καὶ ὁ οὐρανός, ἐξανέστη Χριστός, νεκροὺς ἐγείρας ὑμνολογοῦντας· Σὺ ἡμῶν Θεός, καὶ δοξάζομέν σε. Ὀθονίοις εἱλήσας, Ἰωσὴφ τὸ σῶμά σου Χριστέ, ἐν μνημείῳ τῷ καινῷ, κατέθετό σε τὴν σωτηρίαν, νεκροὺς δὲ ὡς Θεὸς ἐξανέστησας. Προλαβοῦσαι τὸν ὄρθρον, αἱ Γυναῖκες εἶδον τὸν Χριστόν, καὶ τοῖς θείοις Μαθηταῖς, ἐ...

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ, ἡ πιανθεῖσα τοῖς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ πνεύματα ὑμῶν· ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε. Αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ Ἀγγέλου ῥημάτων

Χαίρουσι Μαθήτριαι Χριστοῦ, τῶν ἐκ τοῦ Ἀγγέλου ῥημάτων, ἐπακροώμεναι, δι' ὧν τὴν Ἀνάστασιν, τοῦ δι' ἡμᾶς ἐν νεκροῖς λογισθέντος πιστούμεναι, κἂν πρὶν Μυροφόροι, τάφῳ παρειστήκεισαν, καὶ ἐθρηνῴδουν αὐτόν, λίθον ἀναβλέπουσι τούτου, ἀποκυλισθέντα ἀθρόον οὗ διηποροῦντο τὴν μετάθεσιν.

Απολυτίκιο Αγ. Ισιδώρου - 14 ΜΑΙΟΥ

Εικόνα

Τῶν ἀρετῶν, σήμερον καὶ τῶν θαυμάτων αὐτῆς, τὸν μυστικὸν πληρώσασα, κρατῆρα ἅπαντας, Γλυκερία ἡ Μάρτυς

Τῶν ἀρετῶν, σήμερον καὶ τῶν θαυμάτων αὐτῆς, τὸν μυστικὸν πληρώσασα, κρατῆρα ἅπαντας, Γλυκερία ἡ Μάρτυς, εἰς πόσιν εὐφροσύνης πιστοὺς προσκέκληται. Μαρτυρικαῖς, ἠγλαϊσμένη λαμπρότησι, τῷ καθαρῷ παρίστασαι, Μάρτυς νυμφίῳ σου, ψυχοφθόρον πταισμάτων, αἰτοῦσα λυτρωθῆναι τοὺς ἀνυμνοῦντάς σε. Πρὸς αἰκισμούς, πρὸς ἀλγηδόνας, πρὸς μάστιγας, πολυειδεῖς ἀπτόητος, Μάρτυς, ἐχώρησας· συνεργοῦσαν γὰρ εἶχες, τοῦ Πνεύματος τὴν χάριν καὶ συναρήγουσαν.

Διὰ πόνων ἀθλήσεως, τὸν Δεσπότην νενύμφευσαι,

Διὰ πόνων ἀθλήσεως, τὸν Δεσπότην νενύμφευσαι, παρθενίας κάλλεσι διαλάμπουσα, καὶ ὥσπερ προῖκα προσήγαγες, αὐτῷ παναοίδιμε, τῶν μελῶν τὴν ἐκκοπήν, καὶ τόν βίαιον θάνατον· ὅθεν ἔτυχες, οὐρανίων θαλάμων Γλυκερία, δυσωποῦσα τοῦ σωθῆναι, τοὺς σὲ πιστῶς μακαρίζοντας.

Ἀπόστολε Χριστοῦ, Εὐαγγελιστὰ Ἰωάννη, τῶν ἀπορρήτων μύστης γενόμενος,

Ἀπόστολε Χριστοῦ, Εὐαγγελιστὰ Ἰωάννη, τῶν ἀπορρήτων μύστης γενόμενος, τῆς σοφίας τὰ ἀπόρρητα ἡμῖν ἑβρόντησας δόγματα, τό Ἐν ἀρχῇ ἦν τρανώσας τοῖς πιστοῖς, καὶ τό, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς λόγους, ἐπιστήθιος φανείς, καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ μεγαλοφωνότατος, καὶ Μωσῆς ὁ θεόπτης. Παρρησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα

Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα, τὸν πνευματικόν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν, εἰς ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε, τοὺς ἐκ πόθου τελοῦντας τὴν μνήμην σου.

ΤΟ ΦΥΤΟΝ ΤΗΣ ΑΓΝΕΙΑΣ, ΤΟ ΜΥΡΟΝ ΤΗΣ ΕΥΩΔΙΑΣ

Τὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν ἑορτήν, βοῆσαι πρὸς αὐτόν, ὁ ἀναπεσὼν ἐπὶ τὸ στῆθος τὸ δεσποτικόν, καὶ ἑπομβρίσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.

Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε,

«Τὸν Προφήτην διέσωσας, ἐκ τοῦ κήτους Φιλάνθρωπε, κἀμὲ τοῦ βυθοῦ τῶν πταισμάτων, ἀνάγαγε δέομαι». Τὸν Θωμᾶν οὐ κατέλιπες, βαπτιζόμενον Δέσποτα, βυθῷ ἀπιστίας παλάμας, προτείνας εἰς ἔρευναν. Ὁ Σωτὴρ ἡμῶν ἔλεγε· Ψηλαφῶντές με ἴδετε, ὀστέα καὶ σάρκα φοροῦντα, ἐγὼ οὐκ ἠλλοίωμαι. Τὴν πλευρὰν ἐψηλάφησε, καὶ πιστεύσας ἐπέγνωκε, Θωμᾶς μὴ παρών σου τῇ πρώτῃ, εἰσόδῳ Σωτὴρ ἡμῶν.

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου

Ὡς ἐν μέσῳ τῶν μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.

Ἀναστὰς ἐκ τοῦ μνήματος, κεκλεισμένων ἐφίστασαι

Ἀναστὰς ἐκ τοῦ μνήματος, κεκλεισμένων ἐφίστασαι τῶν θυρῶν τοῖς φίλοις σου, παντοδύναμε, καὶ τῷ Θωμᾷ ἀπιστήσαντι τῶν ἥλων ὑπέδειξας διατρήσεις καὶ πλευράς, τὴν ἐκ λόγχης ἐκκέντησιν, βεβαιῶν αὐτὸν καὶ πιστούμενος Λόγε, ὡς αὐτὸς εἶ ὁ δι' οἶκτον ὑπομείνας, σωτηριώδη παθήματα.

Ἀνοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν νοῦν καὶ τὰς φρένας

Ἀνοιξόν μου τὸ στόμα, Βασιλεῦ τῶν αἰώνων, καταύγασόν μου τὸν νοῦν καὶ τὰς φρένας, καὶ ἁγίασον μου τὴν ψυχήν, ἵνα ὑμνήσω Λόγε τὸ σεπτὸν ξύλον σου, κατάπεμψον τὸ Πνεῦμά σου καὶ δίδαξον με, ἵνα πόθῳ κραυγάζω. Χαῖρε, Σταυρὲ οἰκουμένης δόξα, χαῖρε, Σταυρὲ Ἐκκλησίας κράτος. Χαῖρε, ἱερέων προπύργιον ἄσειστον, χαῖρε, βασιλέων διάδημα τίμιον. Χαῖρε, σκῆπτρον τοῦ παντάνακτος Δημιουργοῦ τοῦ παντός, χαῖρε, ὅτι κατεδέξατο προσπαγῆναί σοι Χριστός. Χαῖρε, τῶν θλιβομένων παραμύθιον μέγα, χαῖρε, τῶν ἐν πολέμοις τὸ ἀήττητον ὅπλον. Χαῖρε, Σταυρέ, Ἀγγέλων εὐπρέπεια, χαῖρε, Σταυρέ, πιστῶν ἡ ἀντίληψις Χαῖρε, δι' οὗ κατεπόθη ὁ ᾍδης, χαῖρε, δι' οὗ ἐξανέστημεν πάντες. Χαῖρε, Ξύλον μακάριον.

Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου,

«Στερέωσόν με Χριστέ, ἐπὶ τὴν πέτραν τῶν ἐντολῶν σου, καὶ φώτισόν με φωτὶ τοῦ προσώπου σου· οὐκ ἔστι γὰρ ἅγιος, πλήν σου φιλάνθρωπε». Καινοὺς ἀντὶ παλαιῶν, ἀντὶ φθαρτῶν δὲ ἀφθάρτους, διὰ Σταυροῦ σου Χριστέ, τελέσας ἡμᾶς, ἐν καινότητι ζωῆς πολιτεύεσθαι, ἀξίως προσέταξας. Ἐν τάφῳ περικλεισθείς, τῇ περιγράπτῳ σαρκί σου, ὁ ἀπερίγραπτος, Χριστὲ ἀνέστης, θυρῶν κεκλεισμένων δὲ ἐπέστης, σοῦ τοῖς Μαθηταῖς, παντοδύναμε. Τοὺς μώλωπάς σου Χριστέ, οὓς ἑκουσίως ὑπέστης, ὑπὲρ ἡμῶν τοῖς Μαθηταῖς σου φυλάξας μαρτύριον, τῆς σῆς ἔδειξας, ἐνδόξου Ἀναστάσεως.

Από την εορτή της Αγίας Ειρήνης

Εικόνα

Περιφορά Εικόνας Αγίας Ματρώνας

Εικόνα

Φως Ιλαρον - Εορτή Αγίας Ειρήνης

Εικόνα

Πρώτη Ανάσταση 2019 - Ιερός Ναός Αγίας Γλυκερίας

Εικόνα

Εισοδος Επιταφίου 2019 - Αγία Ειρήνη

Εικόνα

Ανάσταση Βράδυ 2019

Εικόνα

Έναρξη Πανυχίδος - Μετόχι Παναγιου Ταφου 2019

Εικόνα

Περιφορά Επιταφίου 2019

Εικόνα

Ανάσταση βραδυ 2019 Μετόχι Παναγίου Ταφου

Εικόνα

Περιφορά Επιταφίου 2019 Αγία Ειρήνη Γαλάτσι

Εικόνα

Πρώτη Ανάσταση 2019 Ιερός Ναός Αγίας Γλυκερίας

Εικόνα

Εγκώμια Επιταφίου

Εικόνα

Στιγμιοτυπα επιταφίου 2019

Εικόνα

Περιφορά Επιταφίου 2019

Εικόνα

Στιγμιότυπα από την εορτή της Αγίας Ματρώνας 2019

Εικόνα
Εορτή Αγίας Ματρώνας 2019

Στιγμιότυπα από την εορτή της Αγίας Ειρήνης - Διακαινήσιμος 2019

Εικόνα
Στιγμιότυπα από την εορτή της Αγίας Ειρήνης - Διακαινήσιμος 2019

ΑΥΤΗ Η ΚΛΗΤΗ ΚΑΙ ΑΓΙΑ ΗΜΕΡΑ

Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας». Δεῦτε τοῦ καινοῦ τῆς ἀμπέλου γεννήματος τῆς θείας εὐφροσύνης, ἐν τῇ εὐσήμῳ ἡμέρᾳ τῆς ἐγέρσεως, βασιλείας τε Χριστοῦ κοινωνήσωμεν, ὑμνοῦντες αὐτόν, ὡς Θεόν εἰς τοὺς αἰῶνας. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου Σιὼν καὶ ἴδε· ἰδοὺ γὰρ ἥκασί σοι, θεοφεγγεῖς ὡς φωστῆρες, ἐκ δυσμῶν καὶ βορρᾶ, καὶ θαλάσσης, καὶ ἑῴας τᾶ τέκνα σου ἐν σοὶ εὐλογοῦντα, Χριστὸν εἰς τοὺς αἰῶνας. Πάτερ παντοκράτορ, καὶ Λόγε, καὶ Πνεῦμα, τρισὶν ἑνιζομένη, ἐν ὑποστάσεσι φύσις, ὑπερούσιε καὶ ὑπέρθεε εἰς σὲ βεβαπτίσμεθα, καὶ σὲ εὐλογοῦμεν, εἰς πάντας τοὺς αἰῶνας. 

Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν

«Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ Πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος». Γυναῖκες μετὰ μύρων θεόφρονες, ὀπίσω σου ἔδραμον, ὃν δὲ ὡς θνητόν, μετὰ δακρύων ἐζήτουν, προσεκύνησαν χαίρουσαι ζῶντα Θεόν, καὶ Πάσχα τὸ μυστικὸν σοῖς Χριστὲ Μαθηταῖς εὐηγγελίσαντο. Θανάτου ἑορτάζομεν νέκρωσιν, ᾍδου τὴν καθαίρεσιν, ἄλλης βιοτῆς, τῆς αἰωνίου ἀπαρχήν, καὶ σκιρτῶντες ὑμνοῦμεν τὸν αἴτιον, τὸν μόνον εὐλογητὸν τῶν Πατέρων, Θεὸν καὶ ὑπερένδοξον. Ὡς ὄντως ἱερὰ καὶ πανέορτος, αὕτη ἡ σωτήριος, νὺξ καὶ φωταυγής, τῆς λαμπροφόρου ἡμέρας, τῆς Ἐγέρσεως οὖσα προάγγελος, ἐν ᾗ τὸ ἄχρονον φῶς, ἐκ τάφου σωματικῶς πᾶσιν ἐπέλαμψεν. 

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου

Προλαβοῦσαι τὸν ὄρθρον αἱ περὶ Μαριάμ, καὶ εὑροῦσαι τὸν λίθον ἀποκυλισθέντα τοῦ μνήματος, ἤκουον ἐκ τοῦ Ἀγγέλου· Τὸν ἐν φωτὶ ἀϊδίῳ ὑπάρχοντα, μετὰ νεκρῶν τί ζητεῖτε ὡς ἄνθρωπον; βλέπετε τὰ ἐντάφια σπάργανα, δράμετε, καὶ τῷ κόσμῳ κηρύξατε, ὡς ἠγέρθη ὁ Κύριος, θανατώσας τὸν θάνατον, ὅτι ὑπάρχει Θεοῦ Υἱός, τοῦ σῴζοντος τὸ γένος τῶν ἀνθρώπων. 

Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας

«Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας». Καθαρθῶμεν τὰς αἰσθήσεις, καὶ ὀψόμεθα, τῷ ἀπροσίτῳ φωτὶ τῆς ἀναστάσεως, Χριστὸν ἐξαστράπτοντα, καί, Χαίρετε, φάσκοντα, τρανῶς ἀκουσόμεθα, ἐπινίκιον ᾄδοντες. Οὐρανοὶ μὲν ἐπαξίως εὐφραινέσθωσαν, γῆ δὲ ἀγαλλιάσθω, ἑορταζέτω δὲ κόσμος, ὁρατός τε ἅπας καὶ ἀόρατος· Χριστὸς γὰρ ἐγήγερται, εὐφροσύνη αἰώνιος. «Ἀναστάσεως ἡμέρα λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας

Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ

Ἀναστήτω ὁ Θεός, καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ, καὶ φυγέτωσαν ἀπὸ προσώπου αὐτοῦ οἱ μισοῦντες αὐτόν. Πάσχα ἱερὸν ἡμῖν σήμερον ἀναδέδεικται, Πάσχα καινόν, Ἅγιον, Πάσχα μυστικόν, Πάσχα πανσεβάσμιον, Πάσχα Χριστὸς ὁ λυτρωτής, Πάσχα ἄμωμον, Πάσχα μέγα, Πάσχα τῶν πιστῶν, Πάσχα, τὸ πύλας ἡμῖν τοῦ Παραδείσου ἀνοῖξαν, Πάσχα, πάντας ἁγιάζον πιστούς. Ὡς ἐκλείπει καπνός, ἐκλιπέτωσαν, ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός. Δεῦτε ἀπὸ θέας Γυναῖκες εὐαγγελίστριαι, καὶ τῇ Σιὼν εἴπατε· Δέχου παρ΄ ἡμῶν χαρᾶς εὐαγγέλια, τῆς Ἀναστάσεως Χριστοῦ, τέρπου, χόρευε, καὶ ἀγάλλου Ἱερουσαλήμ, τὸν Βασιλέα Χριστόν, θεασαμένη ἐκ τοῦ μνήματος, ὡς νυμφίον προερχόμενον. Οὕτως ἀπολοῦνται οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ Θεοῦ. καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν. Αἱ Μυροφόροι γυναῖκες, ὄρθρου βαθέος, ἐπιστᾶσαι πρὸς τὸ μνῆμα τοῦ Ζωοδότου, εὗρον Ἄγγελον, ἐπὶ τὸν λίθον καθήμενον, καὶ αὐτὸς προσφθεγξάμενος, αὐταῖς οὕτως ἔλεγε· Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; τί θρηνεῖτε τὸν ἄφθαρτον ὡς ἐν φθορᾷ; ἀπελθοῦσαι κηρύξατε, ...