Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Σάββατο 31 Ιανουαρίου 2009

ΩΣ ΝΑΟΙ ΧΡΗΜΑΤΙΣΑΝΤΕΣ, ΤΟΥ ΘΕΟΥ ΩΡΑΙΟΤΑΤΟΙ, ΚΥΡΕ ΙΩΑΝΝΗ....

Ὡς ναοὶ χρηματίσαντες, τοῦ Θεοῦ ὡραιότατοι, Κῦρε Ἰωάννη τε τὸν ναὸν ὑμῶν, πηγὴν ἰάσεων δείκνυσθε, ἐν ὧ μὲ προστρέχοντᾳ, ἀρρωστήματος παντός, ἀπαλλάξατε Ἅγιοι, εἰρηνεύοντες, τὴν ἀθλίαν ψυχήν μου ἐπηρείαις, τοῦ ἐχθροῦ ταραττομένην, καὶ τὴ κακία δουλεύουσαν.

ΤΑΣ ΧΑΜΑΙΖΗΛΟΥΣ ΗΔΟΝΑΣ....ΤΟΝ ΕΠΙ ΠΑΝΤΩΝ ΘΕΟΝ ΙΚΕΤΕΥΟΝΤΕΣ.

Τὰς χαμαιζήλους ἡδονὰς συμπατοῦντες, πρὸς μαρτυρίου Ἀθληταὶ θεῖον ὕψος, περιφανῶς ἐπήρθητε ἐν χάριτι, κῦρε Ἰωάννη τε, οἰκουμένης φωστῆρες, ὅθεν ἱκετεύομεν, σκοτασμοῦ ἁμαρτίας, καὶ νοσημάτων ῥύσασθαι ἡμᾶς, τὸν ἐπὶ πάντων Θεὸν ἱκετεύοντες

ΤΗΝ ΠΑΓΚΟΣΜΙΟΝ ΔΟΞΑΝ, ΤΗΝ ΕΞ ΑΝΘΡΩΠΩΝ ΣΠΑΡΕΙΣΑΝ.... ΠΑΝΤΟΔΥΝΑΜΟΣ.

Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν παρθένον, τῶν Ἀσωμάτων τὸ ἄσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα. Αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς θεότητος. Αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέωξε. Ταύτην οὖν κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ, καὶ γάρ αὐτὸς πολεμήσει τοὺς ἐχθρούς, ὡς παντοδύναμος.

ΤΑ ΘΑΥΜΑΤΑ ΤΩΝ ΑΓΙΩΝ ΣΟΥ ΜΑΡΤΥΡΩΝ,,,,ΦΙΛΑΝΘΡΩΠΟΣ

Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταὶς αὐτῶν ἱκεσίαις, βουλὰς Ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΕΚ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ, ΤΗΝ ΔΩΡΕΑΝ ΤΩΝ ΘΑΥΜΑ ΤΩΝ....

Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμά των, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τὰ πάθη, τὴ χειρουργία, τέμνοντες τὴ ἀοράτω, Κῦρε θεόφρον, σὺν τῶ θείω Ἰωάννη, ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΞΥΛΟΥ ΒΡΩΣΕΙ ΤΕΘΝΗΚΑ ΠΟΤΕ, ...., ΟΙΚΗΤΟΡΑ ΠΟΙΗΣΟΝ.

Ξύλου βρώσει τέθνηκα ποτέ, συμβουλία ὄφεως, συνεπαρθεῖς καὶ ἐξόριστος, τῆς θείας δόξης σου, γεγονῶς ὁ τάλας, διὸ τεθανάτωμαι, ὑπὸ τῆς ἁμαρτίας ὁ δείλαιος, λοιπὸν Φιλάνθρωπε, σὺ ὡς μόνος εὐδιάλλακτος, Παραδείσου, οἰκήτορα ποίησον.

ΤΟΥ ΣΥΝΕΧΟΝΤΟΣ ΚΛΥΔΩΝΟΣ....

Τοῦ συνέχοντος κλύδωνος, καὶ τῆς ζάλης τῶν θλίψεων, τῆς ἐπερχομένης μοὶ καὶ τοῦ σώματος, τῶν ὀδυνῶν μὲ λυτρώσασθε, κουφίζοντες Ἅγιοι, πάντα πόνον τῆς ψυχῆς, ὁρατῶς ἀοράτως τε, προσγινόμενον, ὅπως πίστει καὶ πόθω μακαρίζω, τὴν ὑμῶν σεπτὴν δυάδα, ὑπὲρ Τριάδος ἀθλήσασαν.


ΟΥ ΦΕΡΩ ΤΕΚΝΟΝ ΒΛΕΠΕΙΝ......ΜΕΓΑΛΥΝΟΜΕΝ.

Οὐ φέρω τέκνον βλέπειν σε, τὸν τὴν ἐγρήγορσιν πᾶσι διδόντα, ξύλω ὑπνώσαντα, ὅπως τοὶς πάλαι, ἐν παραβάσεως καρπῶ, ὕπνω ὀλεθρίω ἀφυπνώσασι, θείαν καὶ σωτήριον ἐγρήγορσιν παράσχης, ἡ Παρθένος ἔλεγε θρηνωδοῦσα, ἣν μεγαλύνομεν.

ΠΑΝΤΑ ΚΑΤΑΛΕΙΨΑΣΑ ΨΥΧΗ, ... ΕΝΝΟΟΥ ΤΗΝ ΩΡΑΝ ΣΟΥ....

Πάντα καταλείψασα ψυχή, ἐννοοῦ τὴν ὥραν σου, τὴν τελευταίαν καὶ πρόσεχε, σαυτή, πρὸς ἔξοδον, ἑτοιμαζομένη, ὅπως μὴ αἰφνίδιος, ἐλθὼν σὲ καταλάβη ὁ θάνατος, εὑρῶν ἀνέτοιμον, τῶ Κυρίω οὖν ἀείποτε, γρηγοροῦσα, προσεύχου καὶ δάκρυε.

ΑΘΛΗΤΑΙ ΓΕΝΝΑΙΟΤΑΤΟΙ....ΛΥΤΡΩΤΗΝ ΙΚΕΤΕΥΟΝΤΕΣ.

Ἀθληταὶ γενναιότατοι, ἰατροὶ θεοπρόβλητοι, Κῦρε Ἰωάννη τε μεγαλώνυμοι, ὡς τῶν τυράννων ὠλέσατε, τὸ θράσος τὸ ἄθεον, τοῦ νοός μου ἐκτροπάς, τυραννούσας μὲ θραύσατε, καὶ ἰάσασθε, τῆς ψυχῆς μου τὰ πάθη, καὶ μελλούσης, ἐκλυτρώσασθέ με δίκης, τὸν Λυτρωτὴν ἱκετεύοντες.


ΕΚ ΤΗΣ ΘΕΙΑΣ ΧΑΡΙΤΟΣ, ...., ΙΑΤΡΟΙ ΥΠΑΡΧΕΤΕ...

Ἐκ τῆς θείας χάριτος, τὴν δωρεὰν τῶν θαυμά των, εἰληφότες Ἅγιοι, θαυματουργεῖτε ἀπαύστως, ἅπαντα ἡμῶν τὰ πάθη, τὴ χειρουργία, τέμνοντες τὴ ἀοράτω, Κῦρε θεόφρον, σὺν τῶ θείω Ἰωάννη, ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΕΑΥΤΟΥΣ ΤΩ ΘΕΩ ΑΝΑΘΕΜΕΝΟΙ ΑΓΙΟΙ...ΥΠΑΡΧΕΤΕ.

Ἑαυτοὺς τῶ Θεῷ ἀναθέμενοι Ἅγιοι, πᾶσαν πείραν δεινῶν δι' αὐτὸν ὑπεμείνατε, θανόντες προθύμως Μάρτυρες γενναῖοι, καὶ μετὰ τέλος, πᾶσι πηγάζετε τὰ θεία χαρίσματα, τοὶς ἐν ποικίλαις νόσοις ὑπάρχουσι, καὶ ὑπὸ πολλῶν ἐταζομένοις κακῶν, ὧν εἷς καὶ πρῶτος εἰμὶ ἐγὼ ὁ τάλας, τὸ σῶμα γὰρ καὶ τὴν ψυχὴν ὑπὸ τραυμάτων χαλεπῶν ὀδυνῶμαι, καὶ πίστει ὑμῖν βοῶ, ἰάσασθέ με, ὑμεῖς γὰρ θεῖοι ἰατροὶ ὑπάρχετε.

ΘΑΛΑΣΣΗΣ ΤΟ ....ΑΒΡΟΧΟΙΣ ΙΧΝΕΣΙΝ,......ΕΥΣΕΒΩΣ ΗΜΦΙΑΣΑΝΤΟ....ΑΠΕΔΥΣΑΝΤΟ.

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.
Τὸ κῦρος κατὰ τῆς πλάνης ἐϊληφας, Κῦρε μακάριε συναθλητὴν τῶν πόνων ἐσχηκῶς, Ἰωάννην τὸν ἔνδοξον, διὸ τρυφῆς τῆς κρείττονος, ἐν οὐρανοῖς συναπολαύετε.
Στρατεῖαν πνευματικὴν ζωσάμενος, Κῦρε πανέντιμε, τὴν ἐπὶ γῆς στρατεῖαν τε λιπῶν, Ἰωάννη πανεύφημε, κατὰ Δαιμόνων ἤρασθε, παοὰ Χριστοῦ τὰ νικητήρια.
Τῆς θέκλης τὴν ἀρετὴν ζηλώσασαι, γυναῖκες ἔνθεοι, παρθενικὴν ἰσάγγελον στολήν, εὐσεβῶς ἠμφιάσαντο, μαρτυρικῶ δὲ ἔρωτι, πρὸς τοὺς ἀγῶνας ἀπεδύσαντο.

ΤΑ ΘΑΥΜΑΤΑ ΤΩΝ ....ΤΕΙΧΟΣ ΑΚΑΤΑΜΑΧΗΤΟΝ....ΦΙΛΑΝΘΡΩΠΟΣ.

Τὰ θαύματα τῶν Ἁγίων σου Μαρτύρων, τεῖχος ἀκαταμάχητον ἡμῖν δωρησάμενος, Χριστὲ ὁ Θεός, ταὶς αὐτῶν ἱκεσίαις, βουλὰς Ἐθνῶν διασκέδασον, τῆς Βασιλείας τὰ σκῆπτρα κραταίωσον, ὡς μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΣΚΕΠΗ, ΚΑΙ ΑΝΤΙΛΗΨΙΣ ΗΜΩΝ, ΤΩΝ ΧΡΙΣΤΙΑΝΩΝ....ΚΑΤΑΦΥΓΙΟΝ.

Σκέπη, καὶ ἀντίληψις ἡμῶν, τῶν Χριστιανῶν σὺ ὑπάρχεις, καὶ προσφυγὴ κραταιά, Μήτηρ τοῦ Θεοῦ ἡμῶν, ἀλλὰ καὶ νὺν ὦς ἀεί, τὴ ἀγρύπνω δεήσει σου, μὴ παύση πρεσβεύειν, σώζεσθαι τοὺς δούλους σου ἐκ περιστάσεως, πάσης, σὲ γὰρ ἔχομεν σκέπην, θείαν μετὰ τὸν Θεὸν πάντες, οἱ Χριστιανοὶ καὶ καταφύγιον.

ΕΠΑΡΘΕΝΤΑ ΣΕ ΙΔΟΥΣΑ.... ΑΛΕΞΙΚΑΚΟΝ ΔΙΔΩΣΙΝ.

Ἐπαρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τὴ δυνάμει σου Κύριε.
Ἡ ἀνέσπερος τῆς χάριτος φωταυγία, τοῦ δυσμενοῦς κατέλυσε, φιλέσπερον πλάνην, ταύτης πολεμήτορας, φωστήρας ἐκλάμποντας, Κῦρον Ἰωάννην τε δείξασα.
Κατεθέλχησαν τῶ ἔρωτι τῆς Τριάδος, καὶ ὑπ' αὐτῆς οἱ Μάρτυρες σφοδρῶς ἐρρωσθέντες, Κῦρος Ἰωάννης τε, ἑνώσει τὴ κρείττονι, ὄργανα Θεοῦ ἀνεδείχθησαν.
Ὡς σεπτὸν ὑμῶν τὸ τέμενος θεραπεῖον, τῶν πονηρῶν πνευμάτων ἀπελαύνει τὴν λώβην, πάσί τε τοὶς κάμνουσιν, ἀήττητοι Μάρτυρες, χάριν ἀλεξίκακον δίδωσιν.

ΚΥΡΟΥ & ΙΩΑΝΝΟΥ & ΑΡΣΕΝΙΟΥ ΠΑΡΟΥ


ΤΗ ΛΑ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου.
Σ υ ν α ξ ά ρ ι ο ν

Τn ΛΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων καὶ Θαυματουργῶν Ἀναργύρων Κύρου καὶ Ἰωάννου, καὶ τῆς Ἁγίας Μάρτυρος Ἀθανασίας καὶ τῶν τριῶν αὐτῆς θυγατέρων καὶ παρθένων, Θεοδότης, Θεοκτίστης καὶ Εὐδοξίας.

Στίχοι

· Κύρω συναθλῶν Ἰωάννης πρὸς ξίφος,

· Συνθαυματουργεῖ καὶ μετὰ ξίφος Κύρω.

· Μήτηρ ἀρίστη, καὶ τριὰς θυγατέρων,

· Πόθω Πατρὸς θνήσκουσι τοῦ πάντων ξίφει.

· Κῦρον Ἰωάννην τε τάμον πρώτη τριακοστή.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Οὐϊκτωρίνου, Οὐϊκτωρος, Νικηφόρου, Κλαυδίου, Διοδώρου, Σαραπίνου καὶ Παπία τῶν ἐν Κορίνθῳ.

Στίχοι

· Ὅλμω μέλη τρεῖς συντριβέντες γεννάδαι,

· Ὤφθησαν οἱ τρεῖς σώματος Χριστοῦ μέλη.

· Καλὴν ἀπαρχὴν Κλαύδιος τῶ Κυρίω,

· Ἐκ σώματος δίδωσι χείρας καὶ πόδας.

· Ἐν τῇ καμίνω καὶ τὸ τοῦ πόνου στέφος.

· Εἴσελθε Διόδωρε Μάρτυς, καὶ στέφου.

· Εἰ τοῦ ξίφους στέρξω σὲ τῶ φόβω βίε,


· Καὶ πῶς Θεὸς στέρξει μιε τὸν Σαραπίνον.

· Λοῦσαι θαλάσσης πικρὰ λουτρὰ Παπία,

· Καὶ τοῦ γλυκασμοῦ τῆς ἄνω τρυφῆς τύχης.




Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῆς Ἁγίας Μάρτυρος Τρυφαίνης.

Στίχοι

· Ταῦρος Τρύφαινα σοῦ τρυφᾷ τὸ σαρκίον,

· Καὶ πρὸς τρυφᾷς πέμπει σὲ τὰς ἀκηράτους.



Ταὶς αὐτῶν Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Παρασκευή 30 Ιανουαρίου 2009

ΤΡΙΚΥΜΙΑΣ ΤΩΝ ΠΑΘΩΝ, Ο ΑΣΥΝΕΙΔΗΤΟΣ....

Τρικυμίας τῶν παθῶν, ὁ ἀσυνείδητος ἐγώ, χειμαζόμενος Ἁγνή, ἐπικαλούμαί σε θερμῶς. Μὴ μὲ παρίδης τὸν δείλαιον ἀπολέσθαι, ἄβυσσον ἐλέους ἡ τέξασα, πλὴν σου γὰρ ἄλλην ἐλπίδα οὗ κέκτημαι. Μὴ οὖν ἐχθροῖς ἐπίχαρμα καὶ γέλως, ὁ πεποιθὼς σοὶ ὀφθήσομαι, καὶ γὰρ ἰσχύεις, ὅσα καὶ βούλει, ὡς Μήτηρ οὖσα τοῦ πάντων Θεοῦ.

ΤΟΥ ΔΑΥΙΔ ΤΗΝ ΣΦΕΝΔΟΝΗ ΤΗΝ ΤΡΙΠΛΟΚΟΝ...

Τοῦ Δαυϊδ τὴν σφενδόνην τὴν τρίπλοκον, τοῦ Σολομῶντος σπαρτίον τὸ κόκκινον, τὸ τοῦ Λόγου φραγγέλιον τρίπλοκον, τοὺς σοφοὺς Ἱεράρχας, Βασίλειον τὸν μέγαν, Γρηγόριον τὸν θεῖον καὶ Ἰωάννην τὸν Χρυσόστομον, πιστῶς ἀνευφημήσωμεν, τὸν νοητὸν γὰρ Γολιάθ, τῶ ἀκρογωνιαίω λίθω καταβαλόντες, τὴν Πίστιν πρὸς ὁμόνοιαν ἤγαγον, τῶ ἐρυθραίω τοῦ Χριστοῦ περιτειχίσαντες αἵματι, καὶ τοὺς θεοκαπήλους αἱρεσιάρχας, τῶν περιβόλων τῆς θείας τοῦ Χριστοῦ Ποίμνης, μακρὰν ἀπελάσαντες διὰ τῶν λόγων, καὶ ἔτι τὴν πίστιν στηρίζουσι, καὶ πρεσβεύουσι Κυρίω, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΣΑΛΠΙΣΩΜΕΝ ΕΝ ΣΑΛΠΙΓΓΙ ΑΣΜΑΤΩΝ....ΤΩΝ ΑΙΩΝΙΩΝ ΗΜΑΣ.

Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, χορεύσωμεν ἑόρτια, καὶ σκιρτήσωμεν ἀγαλλόμενοι, ἐν τῇ πανδήμω πανηγύρει τῶν Διδασκάλων ἡμῶν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τοὺς Ἱεράρχας κροτείτωσαν ἐν ὕμνοις, ὡς δογμάτων βλύσαντας, ποταμοὺς ὑπερμεγέθεις, τρεῖς καλλιρρόους ἀειζώους τοῦ Πνεύματος, ποιμένες καὶ Διδάσκαλοι, τοὺς τῆς σεπτῆς Τριάδος, τρισσοὺς Ἱερομύστας, συνελθόντες εὐφημήσωμεν, οἱ φιλόσοφοι τοὺς σοφούς, οἱ Ἱερεῖς τοὺς ποιμένας, οἱ ἁμαρτωλοὶ τοὺς προστάτας, οἱ πένητες τοὺς πλουτιστάς, οἱ ἐν θλίψεσι τοὺς παραμυθοῦντας, τοὺς συνοδίτας οἱ ὁδοιπόροι, οἱ ἐν θαλάσσῃ τοὺς κυβερνήτας, οἱ πάντες τοὺς πανταχοῦ θερμῶς προφθάνοντας, θείους Ἀρχιεράρχας, ἐγκωμιάζοντες οὕτως εἴπωμεν, Πανάγιοι Διδάσκαλοι, σπεύσατε ἐξελεῖν τοὺς πιστούς, ἐκ τῶν τοῦ βίου σκανδάλων, καὶ ῥύσαι κολάσεων, τῶν αἰωνίων ἡμᾶς.

ΕΠΕΦΑΝΗ Η ΧΑΡΙΣ ΤΟΥ ΘΕΟΥ...ΣΩΣΟΝ ΩΣ ΦΙΛΑΝΘΡΩΠΟΣ.

Ἐπεφάνη ἡ χάρις τοῦ Θεοῦ πάσιν ἀνθρώποις, παιδεύουσα ἡμᾶς διὰ τῶν Διδασκάλων, τὰ ἤθη κοσμηθέντας, τοὺς τρόπους βελτιωθέντας, θεογνωσίας αἴγλη, τὸν νοῦν περιλαμφθῆναι, διὸ κράξωμεν. Τριὰς ἁγία, Κυρία τοῦ παντός, ταὶς τῶν τριῶν σου Ποιμένων προσευχαίς, τὸ σὸν ποίμνιον τοῦτο, ἐν εἰρήνῃ συντήρησον, ἀσφαλῶς καὶ ἀλύπως, καὶ σῶσον ὡς φιλάνθρωπος.

ΩΣ ΤΗΝ ΑΠΟΣΤΟΛΩΝ ΟΜΟΤΡΟΠΟΙ....

Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῶ Δεσπότη τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τὴ οἰκουμένη δωρήσασθαι, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

ΠΡΟΣΤΑΣΙΑ ΑΜΑΧΕ...Η ΠΑΝΤΩΝ ΒΟΗΘΕΙΑ.

Προστασία ἄμαχε, τῶν θλιβομένων, καὶ θερμὴ ἀντίληψις, τῶν πεποιθότων ἐπὶ σέ, ἐκ τῶν κινδύνων μὲ λύτρωσαι, σὺ γὰρ ὑπάρχεις, ἡ πάντων βοήθεια.

ΟΙ ΣΟΦΟΙ ΔΙΔΑΣΚΑΛΟΙ, ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ, ΟΙ ΘΕΟΝ ΔΟΞΑΣΑΝΤΕΣ....ΘΕΙΟΙΣ ΔΟΓΜΑΣΙΝ.

Οἱ σοφοὶ Διδάσκαλοι, τῆς οἰκουμένης, οἱ Θεὸν δοξάσαντες, ἔργοις καὶ λόγοις ἐπὶ τῆς γῆς, μεγαλυνέσθωσαν σήμερον, ὦς σωτηρίας ἡμῖν ὄντες πρόξενοι.
Ἑορτάζει σήμερον ἡ Ἐκκλησία, τὴν σεπτὴν πανήγυριν, τῶν Διδασκάλων τῶν τριῶν, καὶ γὰρ αὐτοὶ ἐστερέωσαν, τὴν Ἐκκλησίαν αὐτῶν θείοις δόγμασιν.

ΧΑΙΡΟΙΣ ΙΕΡΑΡΧΩΝ Η ΤΡΙΑΣ, ΤΟΥ ΕΠΙΓΕΙΟΥ ΣΤΕΡΕΩΜΑΤΟΣ...ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τοῦ ἐπιγείου στερεώματος Ἥλιος, ἀκτῖνες καὶ δὰ δουχίαι, ἐκ τρισηλίου αὐγῆς, τῶν ἐσκοτισμένων ἡ ἀνάβλεψις τὰ ἄνθη τὰ εὔοσμα, Παραδείσου τὰ κάλλιστα, ὁ Θεολόγος ὁ σοφός τε Βασίλειος, ὁ Χρυσόστομος, τὰ πυξία τοῦ Πνεύματος. Πλάκες αἱ θεοχάρακτοι, μαζοὶ οἱ ἐκβλύζοντες, τῆς σωτηρίας τὸ γάλα, τὸ τῆς σοφίας ἀγλάϊσμα, Χριστὸν δυσωπεῖτε, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

....ΟΥΡΑΝΟΒΑΜΟΝΕΣ ΕΠΙΓΕΙΟΙ ΑΓΓΕΛΟΙ...

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, οὐρανοβάμονες ἐπίγειοι Ἄγγελοι, τοῦ κόσμου ἡ σωτηρία, ἡ τῶν ἀνθρώπων χαρά, καὶ τῆς οἰκουμένης οἱ διδάσκαλοι, τοῦ Λόγου οἱ πρόμαχοι, ἰατροὶ ἐπιστήμονες, τῶν νοσημάτων, τῆς ψυχῆς καὶ τοῦ σώματος, οἱ ἀείροοι, ποταμοὶ οἱ τοῦ Πνεύματος, λόγοις οἱ καταρδεύσαντες, τῆς γῆς ἄπαν πρόσωπον, οἱ Θεολόγοι, αἱ Βάσεις, οἱ χρυσολόγοι οἱ ἔνθεοι, Χριστὸν καταπέμψαι, ταὶς ψυχαὶς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

ΤΗΣ ΤΩΝ ΠΑΡΘΕΝΩΝ ΚΑΛΛΟΝΗΝ...ΛΥΧΝΙΑ ΧΡΥΣΑΥΓΗΣ...

Τὴν τῶν παρθένων καλλονήν, καὶ χαρμονὴν τῶν Νόων, τὴν μόνην Θεοτόκον, καὶ τῶν Πιστῶν ἀρραγὲς περιτείχισμα, συνελθόντες ὧ φιλέορτοι, ἀσματικοὶς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες. Χαίροις, Παρθενομῆτορ Ἁγνή, Λυχνία χρυσαυγής, καὶ πύλη ἐπουράνιε. Χαίροις σκηνὴ ἁγιάσματος, ἡ τὸν Θεὸν χωρήσασα ἐν μήτρᾳ σου Πανάχραντε. Χαίροις τῶν οὐρανίων Ταγμάτων ὑπερτέρα, ἁπάντων ἀσυγκρίτως. Διὸ Μητράναδρε Δέσποινα, μὴ λίπης φρουροῦσα τοὺς δούλους σου, τοὺς ἀνυμνούντάς σε πίστει καὶ πόθω ἀεί, καὶ τὸν τόκον σου προσκυνοῦντας τὸν ἄσπορον.

....ΟΣΙΟΙ ΠΑΤΕΡΕΣ, ΚΑΙ ΓΕΓΟΝΑΤΕ.....ΘΕΟΤΗΤΙ

Ἐξεχύθη ἡ χάρις ἐν χείλεσιν ὑμῶν, Ὅσιοι Πατέρες, καὶ γεγόνατε Ποιμένες τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, διδάσκοντες τὰ λογικὰ πρόβατα, Πιστεύειν εἰς Τριάδα ὁμοούσιον, ἐν μιὰ θεότητι.

ΤΟΥΣ ΤΡΕΙΣ ΜΕΓΙΣΤΕΣ ΦΩΣΤΗΡΑΣ ΤΗΣ ΤΡΙΣΗΛΙΟΥ ΘΕΟΤΗΤΟΣ...ΥΠΕΡ ΥΜΩΝ ΑΕΙ ΠΡΕΣΒΕΥΟΥΣΙΝ

Τοὺς τρεῖς μεγίστους φωστήρας τῆς Τρισηλίου θεότητος, τοὺς τὴν οἰκουμένην ἀκτίσι δογμάτων θείων πυρσεύσαντας, τοὺς μελιρρύτους ποταμοὺς τῆς σοφίας, τούς τὴν κτίσιν πᾶσαν θεογνωσίας νάμασι καταρδεύσαντας, Βασίλειον τὸν μέγαν, καὶ τὸν Θεολόγον Γρηγόριον, σὺν τῶ κλεινῶ Ἰωάννη, τῶ τὴν γλώτταν χρυσορρήμονι, πάντες οἱ τῶν λόγων αὐτῶν ἐρασταί, συνελθόντες ὕμνοις τιμήσωμεν, αὐτοὶ γὰρ τὴ Τριάδι, ὑπὲρ ὑμῶν ἀεὶ πρεσβεύουσιν.

ΣΑΛΠΙΣΩΜΕΝ ΕΝ ΣΑΛΠΙΓΓΙ ΑΣΜΑΤΩΝ, ΠΡΟΚΥΨΑΣΑ ΓΑΡ ΑΝΩΘΕΝ, Η ΠΑΝΤΑΝΑΣΣΑ....ΤΗ ΜΕΣΙΤΕΙΑ ΣΟΥ,

Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταὶς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτω κρατουμένους πρίν, ἀπολύσαι φιλανθρώπως εὐδοκήσαντα, Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πλάκα, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ἄσμασι θεηγόροις, ἐγκωμιάζοντες, οὕτως εἴπωμεν. Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας, οὐδὲν γὰρ ἀδύνατον τὴ μεσιτεία σου.

ΤΡΙΑΣ ΑΓΙΑ ΚΑΙ ΠΡΟΣΚΥΝΗΤΗ.... ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ....

Τριὰς Ἁγία καὶ προσκυνητή, δόξα τὴ σοφὴ προνοία σου, ὅτι τρισσοὺς μεγάλους φωστήρας, τοὶς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῶ φωτὶ λαμπαδουχοῦντας, τῆς σῆς ἐπιγνώσεως, καὶ τὴ αἴγλη φρυκτωροῦντας, τῶν σωτηρίων σου καὶ σεπτῶν θελημάτων, δι' ὧν ἡ οἰκουμένη, φῶς γνώσεως πλουτοῦσα, τὴν σὴν δόξαν αὐγάζεται, καὶ πρός τὴν βασιλείαν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταὶς θείαις ὑπακούειν πείθουσα διδασκαλίαις, καὶ αὐτὴ τῶν εὐχῶν τῶν ὑπὲρ ἡμῶν ἐπάκουσον, ὡς Θεὸς πανοικτίρμων, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον φιλάνθρωπε.

ΕΝ ΛΕΙΜΩΝΙ ΤΩΝ ΓΡΑΦΩΝ, ΚΑΘΑΠΕΡ ΜΕΛΙΣΣΑΙ ΣΟΦΟΙ,....,ΤΟΙΣ ΥΜΑΣ ΕΥΦΗΜΟΥΣΙ ΜΑΚΑΡΙΟΙ.

Ἐν λειμώνι τῶν Γραφῶν, καθάπερ μέλισσαι Σοφοί, προσιπτάμενοι ὑμεῖς, περιεδρέψασθε καλῶς, καὶ τῶν ἀνθέων τὰ ἄριστα καὶ τὸ μέλι, πᾶσι τοὶς πιστοὶς τῶν διδαγμάτων ὑμῶν, προτίθεσθε ὁμοῦ, εἰς πανδαισίαν αὐτῶν, καὶ διὰ τοῦτο ἅπας γλυκαινόμενος, μέτ' εὐφροσύνης κραυγάζει. Πάρεστε πάλιν, καὶ μετὰ πότμον, τοὶς ὑμᾶς εὐφημοῦσι Μακάριοι.

ΣΩΤΕΡ ΤΩ ΣΤΑΥΡΩ ΠΡΟΣΗΛΩΘΕΙΣ, ΗΛΙΟΣ ΙΔΩΝ ΕΣΚΟΤΙΣΘΗ,....

Σῶτερ τῶ Σταυρῶ προσηλωθείς, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα Ναοῦ ἐρρήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμω διεσχίζοντο, ὁρᾶν μὴ σθένουσαι, κτίστην καὶ Θεὸν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

ΠΑΡΘΕΝΕ ΠΑΝΥΜΝΗΤΕ, ΜΗΤΗΡ ΧΡΙΣΤΟΥ ΤΟΥ ΘΕΟΥ....ΜΟΝΗ ΘΕΟΝΥΜΦΕ.

Παρθένε πανύμνητε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, Μαρία Θεόνυμφε, καὶ ἀπειρόγαμε, Πιστῶν ἡ ἀντίληψις, ῥύσαι παντὸς κινδύνου, καὶ παντοίας ἀνάγκης, Δέσποινα Θεοτόκε, τοὺς ἐν πίστει καὶ πόθω, τὴ σκέπη σου προσφεύγοντας, μόνη Θεόνυμφε.

,,, ΙΕΡΕΙΣ ΣΟΥ ΚΥΡΙΕ ΕΝΔΥΣΟΝΤΑΙ...

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.
Δόξα...
Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως.
Καὶ νύν...
Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Τὸ ἀτόμα μου λαλήσει σοφίαν, καὶ ἡ μελέτη τῆς καρδίας μου σύνεσιν.

ΣΗΜΕΡΟΝ Ο ΧΡΙΣΤΟΣ, ΕΝ ΤΩ ΝΑΩ ΠΡΟΣΦΕΡΕΤΑΙ....ΕΙΔΟΝ ΓΑΡ ΣΕ ΚΑΙ ΕΥΦΡΑΝΘΗΝ.

Σήμερον ὁ Χριστός, ἐν τῷ Ναῶ προσφέρεται ὡς βρέφος. Σήμερον ὑπὸ Νόμον γίνεται, ὁ Μωσεῖ διδοὺς τὸν Νόμον, τῶν Ἀγγέλων αἱ στρατιαὶ τεθάμβηνται, ἐν ἀγκάλαις γηραιαῖς κατεχόμενον, τὸν συνέχοντα πάντα θεώμεναι. Συμεὼν εὐλαβείας πλησθεὶς καὶ χαρὰς ἐβόα. Νὺν ἀπολύεις μὲ Σῶτερ, ἐκ τῆς ἐπικήρου ζωῆς πρὸς τὴν ἀγήρω λήξιν, εἶδον γὰρ σὲ καὶ εὐφράνθην.

ΦΩΣΤΗΡΕΣ ΥΠΕΡΛΑΜΠΡΟΙ, ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΧΡΙΣΤΟΥ...ΣΩΘΗΝΑΙ ΗΜΑΣ.

Φωστῆρες ὑπέρλαμπροι, τῆς Ἐκκλησίας Χριστοῦ, τὸν κόσμον ἐφωτίσατε, ταὶς διδαχαὶς ὑμῶν, Πατέρες θεόσοφοι, τήξαντες τὰς αἱρέσεις, πάντων τῶν κακοδόξων, σβέσαντες τὰς φλογώδεις, τῶν βλασφήμων συγχύσεις, διὸ ὡς Ἱεράρχαι Χριστοῦ, πρεσβεύσατε σωθῆναι ἡμᾶς.

ΤΟΥΣ ΙΕΡΑΡΧΑΣ ΤΟΥ ΧΡΙΣΤΟΥ, ΚΑΙ ΤΩΝ ΠΑΤΕΡΩΝ ΚΛΕΟΣ...

Τοὺς Ἱεράρχας τοῦ Χριστοῦ, καὶ τῶν Πατέρων κλέος, τῆς Πίστεως τοὺς πύργους, καὶ τῶν Πιστῶν Διδασκάλους καὶ φύλακας, συνελθόντες ὧ φιλέορτοι, ἀσματικοίς ἐγκωμίοις, ὑμνήσωμεν λέγοντες. Χαίροις τῆς Ἐκκλησίας φωστήρ, Βασίλειε σοφέ, καὶ στῦλε ἀπερίτρεπτε. Χαίροις, ὁ νοὺς ὁ οὐράνιος, Ἀρχιερεῦ μέγιστε, Θεολόγε Γρηγόριε. Χαίροις, ὧ Χρυσολόγε πάγχρυσε Ἰωάννη, ὁ τῆς μετανοίας διαπρύσιος κῆρυξ. Ἀλλ' ὧ Πατέρες τρισόλβιοι, μὴ παυσησθε ἀεὶ πρεσβεύειν Χριστῷ, ὑπὲρ τῶν πίστει καὶ πόθω τελούντων ὑμῶν, τὴν πανίερον, καὶ θείαν πανήγυριν.

ΤΟΥΣ ΑΝΑΦΘΕΝΤΑΣ ΑΝΘΡΑΚΑΣ....

Τοὺς ἀναφθέντας ἄνθρακας, ἐκ τοῦ ἀστέκτου πυρός, οἱ δι' αὐτῶν φωτισθέντες, πιστῶς ἀνευφημήσωμεν. Οὗτοι γὰρ τὴ πρὸς αὐτὸ ἑνώσει ἐκπυρωθέντες, φωστῆρες τοῦ κόσμου ἐγένοντο, ζωτικὴ τοὶς πτωχοὶς χρηματίζοντες δύναμις, Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα Ἅγιον, εὐσεβῶς ἀνακηρύττοντες, οἷς καὶ ἡμεῖς προσείπωμεν. Χαίροις τριάδος, Τριὰς ἡ θεόσοφος.

ΔΕΥΤΕ ΤΗΣ ΟΥΡΑΝΙΟΥ ΤΡΙΑΔΟΣ ΟΙ ΛΑΤΡΕΥΤΑΙ...

Δεῦτε τῆς οὐρανίου Τριάδος οἱ λατρευταί, τὴν ἐπίγειον τριάδα, τῶν θείων Ἱεραρχῶν εὐφημήσωμεν, τὸν Γρηγόριον, τῆς θεολογίας τὸν ἐπώνυμον, τὸν Βασίλειον, τῆς βασιλείας τὸν φερώνυμον, καὶ Ἰωάννην, τὸν ὄντως χαριτώνυμον, τοὺς σοφίας βυθούς, τοῦ Πνεύματος τὰ ῥεῖθρα τὰ ὠκεάνεια, τὰς πηγὰς τὰς ἀεὶ βλυζούσας, τὸ ὕδωρ τὸ ζῶν τὸ ἀλλόμενον, τοὺς διαυγεῖς μαργαρίτας, τοὺς ἐπιγείους φωστήρας, τῆς Ἐκκλησίας τοὺς οἵακας, τὰ ἀγλαόκαρπα δένδρα, τοὺς οἰκονόμους τῆς χάριτος, Χριστοῦ μου τὸ στόμα, καὶ τῆς Τριάδος τοὺς ὑπερμάχους, τοὺς ἐξ αὐτῆς ἀμέσως ἑλλαμπομένους, καὶ Πρεσβεύοντας ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

ΧΑΙΡΟΙΣ ΙΕΡΑΡΧΩΝ Η ΤΡΙΑΣ,... ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ.

Χαίροις Ἱεραρχῶν ἡ Τριάς, τῆς Ἐκκλησίας τὰ μεγάλα προπύργια, οἱ στῦλοι τῆς εὐσεβείας, ὁ τῶν πιστῶν ἑδρασμός, τῶν αἱρετιζόντων ἡ κατάπτωσις, Χριστοῦ οἱ ποιμάναντες, τὸν λαὸν θείοις δόγμασι, καὶ ταὶς ποικίλαις, ἀρεταὶς οἱ ἐκθρέψαντες, οἱ τῆς χάριτος, διαπρύσιοι κήρυκες, νόμους οἱ προεκθέμενοι, Χριστοῦ τῶ πληρώματι, οἱ ὁδηγοὶ πρὸς τὰ ἄνω, τοῦ Παραδείσου αἱ εἴσοδοι, Χριστὸν καταπέμψαι, ταὶς ψυχαὶς ἡμῶν αἰτεῖτε, τὸ μέγα ἔλεος.

ΤΙΣ ΜΗ ΜΑΚΑΡΙΣΕΙ ΣΕ ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ....

Τὶς μὴ μακαρίσει σὲ Παναγία Παρθένε; τὶς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον τόκον, ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἤμάς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΟΥΚ ΕΙΣΙ ΛΑΛΙΑΙ ΦΗΣΙΝ, ΟΥΔΕ ΛΟΓΟΙ ΛΕΓΟΜΕΝΟΙ...

Οὐκ εἰσὶ λαλιαὶ φησιν, οὐδὲ λόγοι λεγόμενοι, ὧν οὐχὶ ἀκούονται αἱ ψωναὶ αὐτῶν, εἰς πᾶσαν γὴν γὰρ καὶ θάλασσαν, ὁ φθόγγος ἐξέδραμε, τῶν ἐνθέων καὶ σοφῶν, Διδασκάλων τῆς κτίσεως, ὅθεν ἄριστα, τοὶς αὐτῶν θείοις νόμοις συγκροτεῖται, καὶ συνέχεται πρὸς μίαν, ὀρθοδοξίαν τὰ πέρατα.

ΤΗΣ ΤΡΙΑΔΟΣ ΟΙ ΠΡΟΜΑΧΟΙ...ΤΙΜΑΣΘΩΣΑΝ.

Τῆς Τριάδος οἱ πρόμαχοι, εὐσεβείας οἱ πρόβολοι, οἱ μετὰ τοὺς δώδεκα τρεῖς Ἀπόστολοι, οἱ ἐξ Ἐδὲμ ἀναβλύζοντες, τὸ ζῶν ὕδωρ ποταμοί, καὶ τὸ πρόσωπον τῆς γῆς, ζωηρύτως ποτίζοντες, θείοις ῥεύμασι, τὰ μεγάλα στοιχεῖα, τὰ τὴν πίστιν, ὥσπερ κτίσιν συνιστώντα, ἀξιοχρέως τιμάσθωσαν.

ΤΑ ΤΗΣ ΧΑΡΙΤΟΣ ΟΡΓΑΝΑ, ΤΑΣ .... ΓΡΗΓΟΡΙΩ ΤΙΜΗΣΩΜΕΝ.

Τὰ τῆς χάριτος ὄργανα, τὰς κιθάρας τοῦ Πνεύματος, τὰς εὐσήμους σάλπιγγας τοῦ κηρύγματος, τὰς φοβερὸν καὶ ἐξάκουστον, ἐξ ὕψους ἠχούσας βροντᾷς, καὶ τὴν δόξαν τοῦ Θεοῦ, γνωριζούσας τοὶς πέρασι, τοὺς τρεῖς Κήρυκας, τῆς μεγάλης Τριάδος, Ἰωάννην καὶ Βασίλειον ἀξίως, σὺν Γρηγορίω τιμήσωμεν.

Η ΧΑΡΙΣ ΥΠΕΡΙΣΧΥΣΕΝ, Η ΠΙΣΤΙΣ...ΑΓΙΟΙ ΔΙΔΑΣΚΑΛΟΙ

Ἡ χάρις ὑπερίσχυσεν, ἡ πίστις ἐπεκράτησεν, ἐπληρώθη, πάντα γνώσεως Θεοῦ, διὰ τῶν Ἀποστόλων, διὰ τῶν Διδασκάλων, καὶ σωτηρίαν ἐπλουτήσαμεν.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ, καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Οὐράνια μυστήρια, ἀνθρώπινα μαθήματα, χαρισμάτων συνδρομὴ παντοδαπῶν, μετὰ κατορθωμάτων, νικώντων πάντα λόγον, τοὺς τρεῖς Ἁγίους ἐθαυμάστωσεν.
Οἱ Ἱερεῖς σου Κύριε ἐνδύσονται, δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται.
Βασίλειος ὁ ἔνθεος νούς, Γρηγόριος ἡ θεία φωνή, Ἰωάννης ὁ παγκόσμιος λαμπτήρ, οἱ τρεῖς τῆς ἀνωτάτω, θεράποντες Τριάδος, καὶ λειτουργοὶ συνδοξαζέσθωσαν.
Εὒ δοῦλοι ἀγαθοὶ καὶ πιστοί, εὒ ἐργάται τοῦ ἀμπελῶνος Χριστοῦ, οἱ καὶ τὸ βάρος τῆς ἡμέρας βαστάσαντες, καὶ τὸ δεδομένον τάλαντον αὐξήσαντες, καὶ τοὶς μεθ' ὑμᾶς ἐλθοῦσι μὴ φθονήσαντες, διὸ ἤνοικται πύλη βασιλείας ὑμῖν. Εἰσελθόντες οὖν εἰς τὴν χαρὰν τοῦ ποιήσαντος, πρεσβεύσατε ὑπὲρ ἡμῶν, Ἅγιοι Διδάσκαλοι.

ΑΝΘΡΩΠΟΙ ΤΟΥ ΘΕΟΥ, ΚΑΙ ΠΙΣΤΟΙ ΙΚΕΤΑΙ....ΚΥΡΙΟΝ.

Ἄνθρωποι τοῦ Θεοῦ, καὶ πιστοὶ ἱκέται, λειτουργοὶ Κυρίου, ἄνδρες ἐπιθυμιῶν, σκεύη ἐκλογῆς, στῦλοι καὶ στηρίγματα τῆς Ἐκκλησίας, βασιλείας κληρονόμοι, μὴ παρασιωπᾶτε, τοῦ βοᾶν ὑπὲρ ἡμῶν πρὸς Κύριον.

ΤΗΣ ΤΡΙΑΔΟΣ ΕΚΛΟΓΙΑ....ΒΑΣΙΛΕΙΟΝ

Τῆς Τριάδος ἐκλόγια, ἀκηράτου λειμώνός τε, ἄνθη τὰ μυρίπνοα καὶ τερπνότατα, τοῦ νοητοῦ, ὡς ὑπάρχοντας, ἀκτῖνας Ἠλίου τε, καὶ φωτίσαντας τὴν γήν, ταὶς αὐτῶν θείαις λάμψεσιν, εὐφημήσωμεν, Ἰωάννην τὸν μέγαν σὺν τῶ θείω, Θεολόγω Γρηγορίω, καὶ τὸν ὑψίνουν Βασίλειον.

ΑΡΡΑΓΗ ΣΕ ΘΕΜΕΛΙΟΝ....ΠΕΛΑΓΟΣ.

Ἀρραγῆ σὲ θεμέλιον, ὁ Χριστὸς ὑπεστήριξε, τὴ αὐτοῦ Ἐκκλησία Πάτερ Ὅσιε, τηροῦντα ταύτην ἀσάλευτον, καὶ ἀκαταμάχητον, τῶν ἐχθρῶν ταὶς προσβολαίς, θεορρῆμον Χρυσόστομε, καὶ πρεσβεύοντα, ἐκ παθῶν ψυχοφθόρων λυτρωθῆναι, τοὺς διψῶντας τῶν σῶν λόγων, καὶ νοημάτων τὸ πέλαγος.

ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ, ΕΙΣ ΤΟΝ ΚΟΣΜΟΝ ΕΛΗΛΥΘΑΣ.....

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνούντάς σε.
Σὺ Μάρτυς ἀληθῶς, ἱερεύσι γεγένησαι, καὶ Μάρτυσιν ἱεράρχης, καὶ διτταὶς ἀπαστράπτεις, ταὶς χάρισιν Ἱππόλυτε.
Λίθοι μὲν διαυγεῖς, ἐν χρυσῷ διαπρέπουσιν Ἱππόλυτε, τῶ δὲ φέγγει, τῆς σῆς ἱεραρχίας, ἡ αἴγλη τῆς ἀθλήσεως.
Μύθους ἑλληνικούς, εὐσεβῶς σὺ διήλεγξας, ὧ ἄριστε τῶν Μαρτύρων, καὶ παράνομον πλάνην, Ἑβραίων θεία χάριτι.

ΩΣ ΕΙΔΟΝ ΟΙ ΑΓΓΕΛΟΙ....ΔΕΣΠΟΙΝΑ.

Ὡς εἶδον οἱ Ἄγγελοι Παρθένε Ἁγνή, ἐκ τῆς γαστρός σου προελθόντα τὸν Υἱὸν τοῦ Θεοῦ, ἐν εὐφροσύνῃ ἔλεγον. Δόξα τὴ κυήσει σου Δέσποινα.

ΤΟΥΣ ΣΥΝΔΕΣΜΟΥΣ ΔΙΕΛΥΣΑΣ, ΤΩΝ ΑΙΡΕΣΕΩΝ.... ΔΟΓΜΑΤΑ.

Τοὺς συνδέσμους διέλυσας, τῶν αἱρέσεων Ὅσιε, τὴ σοφία λόγων καὶ τῶν δογμάτων σου, καὶ εἰς Ὁμόνοιαν ἤθροισας, ὀρθοδόξου Πίστεως, τοὺς εὐγνώμονας Χριστόν, εὐφημοῦντας Γρηγόριε, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς προσδεχομένους, τὰ σὰ θεόφθογγα δόγματα.

ΤΗΣ ΣΗΣ ΕΠΙ ΓΗΣ ΠΑΡΟΥΣΙΑΣ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ,...., ΓΕΓΕΝΗΣΑΙ.

Τῆς σῆς ἐπὶ γῆς παρουσίας Χριστὲ ὁ Θεός, προμηνύων ὁ προφήτης τὴν ἔλευσιν, μετὰ χαρὰς ἐκραύγαζε. Δόξα τὴ δυνάμει σου Κύριε.
Τῶν ἀρετῶν σου ὡς πολύπλοκος ἡ θεία σειρά, ὡς Ποιμὴν γὰρ καὶ Μάρτυς Ἱππόλυτε, παρὰ Θεοῦ τετίμησαι, σφόδρα ἐν αὐτῷ εὐφραινόμενος.
Τὴν προσφορὰν τοῦ Ἄβελ ὑπερβέβηκας, λογικοὺς γὰρ προσενήνοχας ἄρνας Θεῷ, καὶ τοῦ οἰκείου αἵματος, χαίρων τῶ Δεσπότη ἀπέσπεισας.
Αἱρετιζόντων τὴν παλίμφημον κακόνοιαν, διὰ τοῦ Πνεύματος τρεψάμενος Μακάριε, Ἱερομάρτυς ἄριστος, πόθω τοῦ Δεσπότου γεγένησαι.

ΦΩΣΤΗΡ ΑΕΙΛΑΜΠΗΣ, ΑΝΕΔΕΙΧΘΗΣ ΤΩ ΚΟΣΜΩ...

Φωστὴρ ἀειλαμπής, ἀνεδείχθης τῶ κόσμω, φωτίζων ἀστραπαίς, τῶν ἐνθέων σου λόγων, ἡμῶν τὴν διάνοιαν, Ἱεράρχα Ἱππόλυτε. Ὅθεν ἅπαντες, τὴν ἱεράν σου καὶ θείαν, μνήμην σήμερον, χαρμονικῶς ἐκτελοῦμεν, καὶ πίστει γεραίρομεν.

ΩΣ ΤΩΝ ΑΠΟΣΤΟΛΩΝ ΟΜΟΤΡΟΠΟΙ...

Ὡς τῶν Ἀποστόλων ὁμότροποι, καὶ τῆς οἰκουμένης Διδάσκαλοι, τῶ Δεσπότη τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τὴ οἰκουμένη δωρήσασθαι, καὶ ταὶς ψυχῶν τὸ μέγα ἔλεος.

ΧΑΙΡΟΙΣ ΜΗΤΗΡ ΑΠΕΙΡΟΓΑΜΕ, Η ΤΟΝ ΘΕΟΝ ΛΟΓΟΝ.....

Χαίροις Μήτηρ ἀπειρόγαμε, ἡ τὸν Θεὸν Λόγον, ἐν γαστρί σου χωρήσασα, καὶ τεκοῦσα σεσαρκωμένον, ὡς Θεὸν ὁμοῦ καὶ ἄνθρωπον.

ΤΟΞΩΝ ΔΥΝΑΤΩΝ ΗΣΘΕΝΗΣΕ, ΚΑΙ ΟΙ ΑΣΘΕΝΟΥΝΤΕΣ...

Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν, διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Ἄρνας λογικοὺς ἐποίμανας, καὶ ὥσπερ ἀρνίον, τῶν σῶν προβάτων προτέθυσαι, τὸν ἁπάντων Ἀρχιποίμενα, καὶ Θεοῦ ἀμνὸν μιμούμενος.
Γάλα λογικὸν Ἱππόλυτε, τοὺς ποιμαινομένους, θεοπνεύστως ἐπότισας, τὸ Χριστοῦ δὲ τῆς μαρτυρίας, χαίρων πέπωκας ποτήριον.
Στίφους ἀθλητῶν ἡγούμενος ὑπὲρ εὐσεβείας, ὑπέδυς τὸ μαρτύριον, ἕνα δοξάζων Θεὸν Πατέρα, σὺν τῶ καὶ θείω Πνεύματι.

ΕΝ ΤΩ ΥΨΕΙ ΒΑΣΙΛΕΙΕ,..., .... ΔΙΔΑΓΜΑΣΙΝ ΟΣΙΕ.

Ἐν τῷ ὕψει Βασίλειε, τῆς Χριστοῦ ἀγαπήσεως, ἀναβὰς κατώπτευσας τὰ ἀπόρρητα, αὐτοῦ καὶ θεία μυστήρια, ἅπερ ἀνεκάλυψας, καὶ ἐτράνωσας λαοίς, εὐσεβείας ὡς κῆρυξ σοφός, διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς πιστῶς ἐφεπομένους, τοὶς σοὶς διδάγμασιν Ὅσιε.

ΑΦΛΕΚΤΟΝ ΜΩΫΣΗΣ...ΕΚΥΗΣΑΣ.

Ἄφλεκτον Μωϋσῆς, ἐν τῷ ὄρει Σινά, βᾶτον ἐθεάσατο, σὲ ζωγραφοῦσαν Παρθένε, αἴγλη μὴ φλεχθεῖσαν θείου πυρός, καὶ γὰρ Θεὸν ἐκύησας.

ΑΡΜΑΤΑ ΦΑΡΑΩ, ΚΑΙ .... ΙΠΠΟΛΥΤΕ, ΕΠΕΣΦΡΑΓΙΣΘΗΣ ....

Ἄρματα Φαραώ, καὶ τὴν δύναμιν αὐτοῦ, ἔρριψεν εἰς θάλασσαν, ὁ κραταιὸς ἐν πολέμοις, ἄσωμεν αὐτῷ ἄσμα καινόν, ὅτι ἐνδόξως δεδόξασται.
Δεῦτε μαρτυρικαίς, εὐφημήσωμεν ὠδαίς, τὸν ἱερομάρτυρα, θεοφεγγεῖ καθορῶντες, χάριτι φαιδρὼς ἐκλάμποντα, Χριστὸν δοξάζοντες πάντοτε.
Σὺ Ποίμνην λογικήν, πρὸς Χριστοῦ ἐγχειρισθείς, τοῦτον ἐκμιμούμενος, προκινδυνεύων ἀρίστως Πάτερ, τὴν ψυχὴν προτέθεικας, καὶ διπλῶ στεφάνω κεκόσμησαι.
Τῶ ἱερατικῶ, ἐκ προστάγματος Θεοῦ, τῆς ἀγαλλιάσεως, προκεχρισμένος ἐλαίω, τῶ μαρτυρικῶ Ἱππόλυτε, ἐπεσφραγίσθης δι' αἵματος.

ΤΡΙΩΝ ΙΕΡΑΡΧΩΝ


ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυ Ἱππολύτου, Πάπα Ῥώμης.
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.
Συναξάριον

Τὴ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.

Στίχοι

· Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,

· Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.

· Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,

· Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.

· Ἔαρ χελιδὼν οὗ καθίστησι μία.

· Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.

· Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,

· Τριάς γε μὴν αὕτη δὲ τὴν ὀρωμένην.

· Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,

· Ἐξ Ἠλίου τε καὶ Σελήνης ἀφρόνως.

· Κὰλ λὸς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,

· 'ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.

· Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,

· Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,

· Κάλλει βίου γάρ, τή τε πειθοῖ τῶν λόγων,

· Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.

· Κτίσιν συνιστὰ τὴν δὲ τὴν ὀρωμένην,

· Τὸ Πύρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γὴς ἡ φύσις.

· Οἱ δ' αὒ συνιστώντές Τὲ κόσμον τὸν μέγαν,

· Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν

· Στοιχειακὴς φέρουσι Τριάδος τύπον.

· Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηϊνων,

· Καὶ γῆϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.

· Ὁ Γρηγόριος γὰρ πὺρ πνέει νοὺς τὸν λόγον,

· Πρὸς ὕψος αὒ πείθοντα πάντα ἐκτρέχειν.

· Τοὶς λιποθυμήσασι δ' ἐκ παθῶν πάλιν,

· Ἀναπνοὴ τὶς οἱ Βασιλείου λόγοι.

· Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,

· Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,

· Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.

· Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,

· Ἐκ τῆς χθονὸς φέρουσι τοὶς τούτων λόγοις.

· Λάμψεν ἑνὶ τριακοστὴ χρυσοτρισήλιος αἴγλη.



Τῶν τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ πάντων τῶν ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικὴ καταστάσει διαφύλαξον καὶ τῆς οὐρανίου σου βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.



Τὴ αὐτὴ ἡμέρα, Ἄθλησις τοῦ Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης καὶ τῶν σὺν αὐτῷ Κενσουρίνου, Σαβαϊνου, Χρυσῆς καὶ τῶν λοιπῶν.

Στίχοι

· Τόλμη θάλασσαν Ἱππόλυτος εἰσδύνει,

· Οἵα κροαίνων ἵππος ἐν λείῳ πέδω.

· Τείνων τράχηλον τῶ ξίφει Κενσουρῖνος,

· Ἣν οἵα ξυρῶ τοὶς συνάθλοις ἀκόνη.

· Σπλάγχνα φλέγουσι Σαβαϊνου λαμπάσι,

· Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας.

· Χρυσὴ βυθῶ βληθεῖσα, παστῶ τοῦ πόλου,

· Νύμφη πρόσεισι προσφάτως λελουμένη.

· Ἱππόλυτον πόντου τριακοστὴ ἔκτανε ῥεῦμα.



Τὴ αὐτὴ ἡ μέρα, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου.

Στίχοι

· Ὁ Θεόφιλος τὴν φίλην τμᾶται κάραν,

· θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Πέμπτη 29 Ιανουαρίου 2009

ΣΥ ΚΥΡΙΕ ΜΟΥ ΦΩΣ....ΙΓΝΑΤΙΕ ΘΕΟΓΡΑΦΟΥΣ...

Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας, τοὺς πίστει ἀνυμνούντάς σε.
Νὺν πρόσωπον Χριστοῦ, καθορῶν σὺ πρὸς πρόσωπον, Ἰγνάτιε τῶν ἐσόπτρων, ἀληθεία λυθέντων, ἡνώθης σου τῶ ἔρωτι.
Εἵλκυσας φωτισμόν, ἐκ πηγῆς φωτοδότιδος Ἰγνάτιε, ταὶς ἀχράντοις, σὲ Χριστὸς γὰρ παλάμαις, κρατήσας καθηγίασε.
Νοῦν Πνεύματι Θεοῦ, κεκτημένος λαμπόμενον, Ἰγνάτιε θεογράφους, ἐπιστέλλεις ὡς πλάκας, τοὺς νόμους τοὺς τῆς χάριτος.

ΩΣ ΤΩΝ ΟΥΡΑΝΩΝ ΠΛΑΤΥΤΕΡΑ....ΠΑΤΡΙΚΟΙΣ ΚΟΛΠΟΙΣ ΚΑΘΗΜΕΝΟΝ.

Ὡς τῶν οὐρανῶν πλατυτέρα, καὶ Χερουβὶμ ἁγιωτέρα, πάσης τε τῆς κτίσεως ἁγνή, τιμιωτέρα Θεὸν ἐκύησας, ἐν ταῖς ἀγκάλαις φέρουσα, τὸν Πατρικοὶς κόλποις καθήμενον.

ΣΤΗΛΗ ΕΜΨΥΧΟΣ, ΚΑΙ ΕΜΠΝΟΥΣ ΕΙΚΩΝ...

Στήλη ἔμψυχος, καὶ ἔμπνους εἰκὼν ἡ ἐτήσιός σου ἐπέστη Ἑορτή, Θεοφόρε Ἰγνάτιε, τὰς μυσταγωγίας σου καὶ τὰς ἀριστείας σου κηρύττουσα, τὴν ὑπὲρ τῆς πίστεως μέχρις αἵματος ἀντικατάστασιν, τὴν μακαρίαν ἐκείνην καὶ ἀοίδιμον φωνήν, τήν, Ὅτι σίτός εἰμι Θεοῦ, λέγουσαν, καὶ δι' ὀδόντων θηρίων ἀλήθομαι. Διὸ μιμητής τοῦ πάθους τοῦ Χριστοῦ σου γεγονῶς, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΝ ΔΥΟ ΤΑΙΣ ΘΕΛΗΣΕΣΙ, ΚΑΙ ΦΥΣΕΣΙ...

Ἐν δύο ταῖς θελήσεσι, καὶ φύσεσι Πανάμωμε, μιὰ δὲ τὴ ὑποστάσει, τίκτεις Θεὸν ἀπορρήτως, τὸν δι' ἡμᾶς πτωχεύσαντα, μέχρι Σταυροῦ θελήματι, καὶ ἡμῖν χαρισάμενον, τὸν τῆς θεότητος πλοῦτον, Θεοκυῆτορ Παρθένε.

Ω ΤΗΣ ΣΤΕΡΡΑΣ ΚΑΙ ΑΔΑΜΑΝΤΙΝΟΥ....

Ὦ τῆς στερρᾶς καὶ ἀδαμαντίνου σου ψυχῆς, ἀξιομακάριστε lγνάτιε! σὺ γὰρ πρὸς τὸν ὄντως σὸν ἐραστήν, ἀνένδοτον ἔχων τὴν ἔφεσιν ἔλεγες. Οὐκ ἔστιν ἐν ἐμοί, πὺρ φιλόϋλον, ὕδωρ δὲ μᾶλλον ζῶν, καὶ λαλοῦν ἐν ἐμοί, ἔνδοθέν μοὶ λέγον. Δεῦρο πρὸς τὸν Πατέρα. Ὅθεν θείω Πνεύματι πυρπολούμενος, θήρας ἠρέθισας, κόσμου σε θᾶττον χωρίσαι, καὶ πρὸς τὸν ποθούμενον παραπέμψαι Χριστόν. Αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Ο ΕΚ ΜΗ ΟΝΤΩΝ ΤΑ ΠΑΝΤΑ ΘΕΙΑ ΔΥΝΑΜΕΙ...

Ὁ ἐκ μὴ ὄντων τὰ πάντα θεία δυνάμει, δημιουργῶν γεγέννηται ἐκ σοῦ Θεομῆτορ, κόσμον καταλάμπων φαιδρώς, ἀκτίσι θεότητος, καὶ θεογνωσίας λαμπρότησι.

ΣΩΣΟΝ ΜΕ ΠΑΝΑΓΝΕ ΔΕΣΠΟΙΝΑ, Η ΤΟΝ ΣΩΤΗΡΑ.... ΧΡΙΣΤΟΥ ΤΟΥ ΘΕΟΥ.

Σώσόν με πάναγνε Δέσποινα, ἡ τὸν Σωτήρα Χριστόν, ἀπορρήτως κυήσασα, σὲ γὰρ μόνην κέκτημαι, προστασίαν καὶ ἄρρηκτον, τεῖχος καὶ σκέπην, καὶ ἀγαλλίαμα, καὶ τῆς ψυχῆς μου, θείαν παράκλησιν, σὺ οὖν μὲ λύτρωσαι, ἀκοιμήτου σκώληκος, καὶ τοῦ πυρός, τοῦ διαιωνίζοντος, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ.

ΤΙ ΤΟ ΟΡΩΜΕΝΟΝ ΘΕΑΜΑ, ... ΘΕΟΝ ΚΑΙ ΑΝΘΡΩΠΟΝ.

Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοὶς ἐμοὶς ὀφθαλμοίς, καθορᾶται ὧ Δέσποτα; ὁ συνέχων ἅπασαν κτίσιν ξύλω ἀνήρτησαι; καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων ζωήν, ἡ Θεοτόκος κλαίουσα ἔλεγεν, ὅτε ἑώρακεν, ἐν Σταυρῷ ὑψούμενον, τὸν ἐξ αὐτῆς, ἀσπόρως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ ... ΝΥΝ ΛΥΤΡΩΘΗΝΑΙ ΚΑΘΙΚΕΤΕΥΕ.

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἔρως ὁ θειότατος Μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀϋλω πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σὲ κατέστησε.
Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτω Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγῶν, ὁρμᾷς ἀγρίων καὶ λογικῶν θηρίων, καὶ νὺν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.
Ποικίλω κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις, τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἐν συνῆλθε καὶ μαρτυρίου κλέος, καὶ δι' ἀμφοὶν ὦς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι.
Ὡς ἱεροφάντωρ ὑπάρχων, τὴ παρρησία κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νὺν λυτρωθῆναι καθικέτευε.

ΤΟ ΤΟΥ ΥΨΙΣΤΟΥ... ΣΚΗΝΩΜΑ... ΥΠΑΡΧΕΙΣ ΠΑΝΑΜΩΜΕ.

Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα χαῖρε, διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοὶς κραυγάζουσιν. Εὐλογημένη σύ, ἐν γυναιξὶν ὑπάρχεις Πανάμωμε.

ΚΑΙ ΤΡΟΠΩΝ ΜΕΤΟΧΟΣ....

Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν, διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τὴ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Ἰγνάτιε, Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΡΙΑΔΟΣ ΤΗΣ ΥΠΕΡΘΕΟΥ ΠΑΝΑΓΝΕ... ΘΕΟΝΥΜΦΕΥΤΕ.

Τριάδος τῆς ὑπερθέου Πάναγνε, τὸν ἕνα τέτοκας, ἐκ σοῦ σαρκὶ φανέντα καθ' ἡμᾶς, εὐδοκία Γεννήτορος, καὶ συνεργεῖα Πνεύματος, τοῦ παναγίου Θεονύμφευτε.

ΧΕΙΡΑΣ ΕΚΠΕΤΑΣΑΣ ΔΑΝΙΗΛ....ΚΥΡΙΟΥ ΤΟΝ ΚΥΡΙΟΝ

Χείρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἐστῶς ἐπὶ βήματος σοφέ, Τριάδα ἄκτιστον, ἐθεολόγησας, νοῦ καθαρότητι Ἅγιε, διανοίας τε λαμπρότητι, μὴ πτοηθεὶς τυραννικῶν θρόνων ὠμότητα, ἀλλ' ἐβόας. Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ῥυθμίσας ἐμφρόνως σου τὸν νοῦν, τοὶς θείοις δόγμασι, μάκαρ Ἰγνάτιε, τὸν δεισιδαίμονα τύραννον, τῆς ἀπάτης προϊστάμενον, τοὶς σοφίας ὀχετοίς, ἄρδην κατέκλυσας, Εὐλογεῖτε, πάντα τὰ ἔργα κραυγάζων τὸν Κύριον.
Ἀπείρω λαμπόμενος φωτί, τῶ τῆς θεότητος Μάρτυς ἀήττητε, τῆς ἀθεότητος ἄστατον, ἐξηφάνισας σκοτόμαιναν, ἐπιστολὰς φωτοειδεῖς, πέμπων τοὶς μέλπουσιν. Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

ΘΥΣΩ ΣΟΙ, ΜΕΤΑ ΦΩΝΗΣ... ΕΦΑΝΗΣ ΚΟΣΜΟΥΜΕΝΟΣ.

Θύσω σοί, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοί, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῶ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Σοφίας, ἑλληνικῆς διέλυσας δόγματα, τὴν ἐνυπόστατον ἔχων, τοῦ Θεοῦ σοφίαν ἱερομύστα, καὶ μέτ, ἤχου, τὸ τῆς πλάνης μνημόσυνον ὤλεσας.
Μὴ παύση, ὑπὲρ τῶν ἐκτελούντων τὴν μνήμην σου, καθικετεύων Παμμάκαρ, πειρασμῶν ῥυσθῆναι χαλεπωτάτων, καὶ κινδύνων, Ἱερεὺς δεδειγμένος εὐπρόσδεκτος.
Ἀνδρεία, καὶ φρονήσει διέπρεψας Ὅσιε, δικαιοσύνης τε κάλλει, Θεοφόρε Μάρτυς καὶ σωφροσύνης, καὶ τῶ κύκλῳ τῶν ἀρετῶν, ἐφάνης κοσμούμενος.

ΕΝ ΤΗ ΚΑΜΙΝΩ ΑΒΡΑΜΙΑΙΟΙ ΠΑΙΔΕΣ.... ΓΕΓΕΝΗΣΑΙ.

Ἐν τῇ καμίνω Ἀβραμιαῖοι Παῖδες τὴ Περσική, πόθω εὐσεβείας μᾶλλον ἢ τὴ φλογί, πυρπολούμενοι ἐκραύγαζον. Εὐλογημένος εἶ, ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.
Ἱερωσύνης, ἠγλαϊσμένος μύρω Ὅσιε θείω, καὶ Μαρτύρων αἵματι κοσμηθείς, ἀμφοτέρωθεν διέπρεψας, Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
Νομοθεσία, καταφαιδρύνας κόσμον ἅπαντα, ἄρτω οὐρανίω ἔθρεψας τοὺς πιστούς, τῶ Δεσπότη σου κραυγάζοντας. Εὐλογημένος εἶ, ἐν τῷ ναῶ τῆς δόξης σου Κύριε.
Ἀκτινοβόλοις, αὐγαὶς Παμμάκαρ φωτιζόμενος, αἴγλης ἀρχιφώτου χύσει τε λαμπρυνθείς, τὴν οὐράνιον ἀπείληφας, χαίρων ἀπόλαυσιν, Θεοφόρε Μαρτύρων τὸ καύχημα.
Σῖτος ὑπάρχων, Θεοῦ ὡς ἔφης Παναοίδιμε, μύλαις κατηλέσθης Μάρτυς ταὶς τῶν θηρῶν, καὶ τῶ τρέφοντι τὰ σύμπαντα, θεία χρηστότητι, καθαρώτατος ἄρτος γεγένησαι.

ΑΜΑΡΤΩΛΩΝ ΤΑΣ ΔΕΗΣΕΙΣ.... ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ.

Ἁμαρτωλῶν τὰς δεήσεις προσδεχομένη, καὶ θλιβομένων στεναγμοὺς μὴ παρορώσα, πρέσβευε τῶ ἐξ Ἀγνῶν λαγόνων σου, σωθῆναι ἡμᾶς, Παναγία Παρθένε.

ΜΑΝΙΑΝ ΚΑΙ ΧΑΣΜΑΤΑ ΘΗΡΩΝ....

Μανίαν καὶ χάσματα θηρῶν, οὐκ ἐδειλίασας, θεῖε Ἰγνάτιε, ἡ τοῦ Ὑψίστου γὰρ δύναμις, ἐκ Παρθένου ἀνατείλασα, τὴν πανοπλίαν τοῦ Σταυροῦ σὲ περιέβαλεν, Εὐλογεῖτε, πάντα τὰ ἔργα βοῶντα τὸν Κύριον.

ΕΠΑΡΘΕΝΤΑ ΣΕ ΙΔΟΥΣΑ Η ΕΚΚΛΗΣΙΑ... ΔΟΞΑ ΤΗ ΔΥΝΑΜΕΙ ΣΟΥ ΚΥΡΙΕ

Ἐπαρθέντα σὲ ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα, Δόξα τὴ δυνάμει σου Κύριε.
Ὁ Θεοφόρος καλούμενος φερωνύμως, τὸν γὰρ Χριστὸν ἐνδέδυται διὰ πολιτείας, πάντας ἐπαλείφει λαμπρῶς, Μαρτύρων στερρότητα, πόθω τῶν στεφάνων εἰσδέξασθαι.
Νενευρωμένος Ἰγνάτιε τὴ δυνάμει, τοῦ ἐν Σταυρῷ παγέντος ὑπὲρ σοῦ Θεοφόρε, θήρας καθηρέθισας, τοῦ κόσμου χωρίσαι σε, πρὸς τὸν σὸν ποθούμενον ἔρωτα.
Ἐρασθεὶς τῆς ὡραιότητος τοῦ Δεσπότου, καὶ πρὸς αὐτὸν τὴν ἔφεσιν ἀνένδοτον ἔχων, τούτου τὰ παθήματα, προθύμως ἐζήλωσας, μάρτυς Θεοφόρε Ἰγνάτιε.
Ὡραϊσμένος πορφύρα τῶν σῶν αἱμάτων, Ἀρχιερεύς, καὶ χρίσματι τῆς ἱερωσύνης, Μάρτυς διαλάμπων Χριστῷ, κραυγάζεις γηθόμενος. Δόξα τὴ δυνάμει σου Κύριε.

ΘΑΛΑΣΣΗΣ ΤΟ ΕΡΥΘΡΑΙΟΝ ΠΕΛΑΓΟΣ...ΘΕΟΦΟΡΕ ΙΓΝΑΤΙΕ....

Θαλάσσης τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμω ἐτροπώσατο.
Ἰθύνας πρὸς ἀρετὴν τὸν βίον μου, φωτὶ καταύγασον, τῆς ἐνοικούσης χάριτος ἐν σοί, Θεοφόρε Ἰγνάτιε, καὶ τῶν παθῶν τὴν σύγχυσιν, ταὶς σαὶς πρεσβείαις διασκέδασον.
Γῆ ὥσπερ γονιμωτάτη πέφηνας, ἑκατοστεύοντα, καρποφορῶν τὸν σπόρον τῶ Χριστῷ, Θεοφόρε Ἰγνάτιε, τῶ τὰς ψυχὰς ἀρδεύοντι, τὴ ἕπομβρία τὴ τοῦ Πνεύματος.
Νοήσας προγνωστικὴ δυνάμει σου, τὸ εὐγενὲς τῆς ψυχῆς, ὁ τοῦ παντὸς Δεσπότης καὶ Θεός, Θεοφόρε Ἰγνάτιε, μαρμαρυγαὶς τοῦ Πνεύματος, θεοφεγγέσι κατελάμπρυνεν.
Ἀκτίσι τοῦ νοητοῦ λαμπόμενος, Ἠλίου πάνσοφε, Ἀνατολῆς ἐξώρμησας λαμπρῶς, αἰσθητὸς ὥσπερ ἥλιος, τὸ ζοφερὸν τῆς Δύσεως, περιαυγάζων τῶ κηρύγματι.

ΕΞ ΕΩΑΣ ΣΗΜΕΡΟΝ ΕΞΑΝΕΤΕΙΛΑΣ...

Ἐξ Ἑῴας σήμερον ἐξανατείλας, καὶ τὴν κτίσιν ἅπασαν, καταλαμπρύνας διδαχαίς, τῶ Μαρτυρίω κεκόσμηται, ὁ Θεοφόρος καὶ θεῖος Ἰγνάτιος.

ΤΟΥΣ ΠΟΘΩ ΕΟΡΤΑΖΟΝΤΑΣ...ΣΩΤΗΡΟΣ.

Τοὺς πόθω ἑορτάζοντας, τὴν σὴν φαιδρὰν ἐπάνοδον, Ἰγνάτιε Θεοφόρε, Ἱερομάρτυς παμμάκαρ λύτρωσαι πάσης θλίψεως, καὶ βλάβης τοῦ ἀλάστορος, διδοὺς πταισμάτων ἄφεσιν, ὡς εἰληφῶς ἐξουσίαν, παρὰ Χριστοῦ τοῦ Σωτῆρος.

ΕΥΦΡΑΙΝΕΤΑΙ ΕΠΙ ΣΟΙ, Η ΕΚΚΛΗΣΙΑ...ΓΕΓΕΝΝΗΚΑΣ

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζούσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Ἰάτρευσόν μου τὸν νοῦν, κεκακωμένον τοὶς δεινοῖς πάθεσι, τοὶς τῆς σαρκὸς Ἰγνάτιε, Μάρτυς τοῦ Χριστοῦ παναοίδιμε.
Ὁμόφρονά σε Χριστός, τῶν Ἀποστόλων ἐδ εἰδὼς τέθεικε, θείω φωτὶ λάμποντα, ἐν ταῖς Ἐκκλησίαις διδάσκαλον.
Νεκρούμενον διὰ σέ, τὸν Ζωοδότην καθορῶν ἕδραμες, τὸν δι' αὐτὸν θάνατον, πόθω ὑποστῆναι Ἰγνάτιε.
Τὸν Λόγον τὸν τοῦ Πατρός, προκαθαρθεῖσα ὧ Σεμνὴ Πνεύματι, τῆς λογικῆς φύσεως, ἐπ' εὐεργεσία γεγέννηκας.

ΙΕΡΕΜΙΑΝ Ο ΘΕΟΣ ΕΚ ΜΗΤΡΑΣ ΑΓΙΑΣΑΣ.... ΘΕΟΦΟΡΟΝ ΚΑΙ ΘΕΙΟΝ ΙΓΝΑΤΙΟΝ.

Ἱερεμίαν ὁ Θεὸς ἐκ μήτρας ἁγιάσας, καὶ πρὸ τοῦ γεννηθῆναι γινώσκων ὡς προγνώστης, δοχεῖον ἔσεσθαι αὐτὸν Πνεύματος Ἁγίου, ἐμπιπλὰ τοῦτον εὐθύς, ἐκ νεαρᾶς βιώσεως, καὶ Προφήτην τοῦτον, καὶ κήρυκα πάσιν ἀποστέλλει, προαγγέλλειν τὴν ἁγίαν ἐπὶ τῆς γῆς αὐτοῦ παρουσίαν. Τεχθεὶς οὖν ὁ αὐτὸς Θεὸς ἐκ Παρθένου, πρός τὸ κήρυγμα ἐλθών, εὗρεν ἐκ βρέφους, ἄξιον αὐτοῦ τῆς χάριτος ὑποφήτην, τὸν Θεοφόρον καὶ θεῖον Ἰγνάτιον.

ΘΕΙΩ ΠΝΕΥΜΑΤΙ... ΜΕΓΑ ΕΛΕΟΣ.

Θείω Πνεύματι πεφωτισμένος, θράσος τύραννον ἐν παρρησίᾳ, ποιμαντικὴ μεγαλοφρόνως κατήσχυνας, καὶ ἐκπεράσας τῆς πλάνης τὸ πέλαγος, πρὸς τὸν λιμένα τὸν θεῖον κατήντησας, Πάτερ Ὅσιε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θείας φύσεως οὐκ ἐχωρίσθη, σάρξ γενόμενος ἐν τῇ γαστρί σου, ἀλλὰ Θεὸς ἐνανθρωπήσας μεμένηκεν, ὁ μετὰ τόκον Παρθένον Μητέρα σε, ὡς πρὸ τοῦ τόκου φυλάξας πανάμωμον, μόνος Κύριος. Αὐτὸν ἐκτενῶς ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.

ΕΥΦΡΑΙΝΕΤΑΙ ΕΠΙ ΣΟΙ....

Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζούσα Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα

ΘΕΟΦΟΡΕ ΙΓΝΑΤΙΕ.....ΑΘΛΗΤΑ ΜΑΚΑΡΙΕ.

Θεοφόρε Ἰγνάτιε, τὸν σὸν ἔρωτα Χριστὸν ἐνστερνισάμενος, μισθὸν ἐκομίσω, τῆς ἱερουργίας τοῦ Εὐαγγελίου τοῦ Χριστοῦ, τὸ τελειωθῆναι δι' αἵματος, διὸ σῖτος γενόμενος τοῦ ἀθανάτου Γεωργοῦ, δι' ὀδόντων θηρίων ἠλέσθης, καὶ ἄρτος ἤδύς αὐτῷ ἀνεδείχθης, πρεσβεύων ὑπὲρ ἡμῶν, Ἀθλητὰ μακάριε.

ΕΞ ΕΩΑΣ ΜΕΝ ΠΡΟΤΕΡΟΝ....ΤΗΝ ΑΕΙΣΕΒΑΣΤΟΝ ΜΝΗΜΗΝ ΣΟΥ.

Ἐξ Ἑῴας μὲν πρότερον, Ἑωσφόρος Ἰγνάτιε, ἐν Δυσμαῖς διηύγασας φαεινότατος, νὺν δὲ τῶν θείων λειψάνων σου, ἓν τὴ ἐπανόδω φαιδράς, τὰς ἀκτῖνας ἐπὶ γῆς, ἀφ' ἑσπέρας ἐφήπλωσας, διὸ πρέσβευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.

ΙΕΡΩΣ ΑΠΕΔΟΘΗ ΣΟΥ....ΓΕΡΑΙΡΟΝΤΑΣ.

Ἱερῶς ἀπεδόθη σου, τὴ σὴ πόλει τὰ λείψανα, Θεοφόρε πάνσοφε δι' ἀθλήσεως, ἁγιασθέντα λαμπρότερον, καὶ χάριτι στίλβοντα, τὴν ἐπάνοδον ἡμῖν, πανηγύρεως πρόξενον, ἀπειργάσατο, εὐφροσύνης πληροῦντα θεοπνεύστου, θυμηδίας ἐμπιπλώντα, τοὺς εὐσεβῶς σὲ γεραίροντας.

ΑΝΑΛΑΜΨΑΣ ΩΣ ΗΛΙΟΣ...ΧΡΗΣΤΟΤΗΤΙ.

Ἀναλάμψας ὡς ἥλιος, ταὶς ἀκτίσι τοῦ Πνεύματος, τὰ τοῦ κόσμου πέρατα κατεφαίδρυνας, ταὶς λαμπηδόσι τῶν ἄθλων σου, θερμῶς προϊστάμενος καὶ συγγράφων ἀληθῶς, εὐσεβείας διδάγματα ὅθεν γέγονας, καὶ τροφὴ τῶ Δεσπότη τῶ τὰ πάντα, διατρέφοντι Παμμάκαρ, ἀδιαλείπτω χρηστότητι.

ΘΕΟΛΟΓΩΝ ΑΚΡΟΤΗΤΟΣ, ...., ΚΑΤΕΣΤΕΜΜΕΝΟΣ ΤΗΣ ΧΑΡΙΤΟΣ.

Θεολόγων ἀκρότητος, χρηματίσας διάδοχος, τοὶς ἐκείνων ἴχνεσιν ἠκολούθησας, Ἀνατολῆς ἐξορμώμενος, καὶ Δύσει φαινόμενος, καὶ φωτίζων ἀστραπαίς, τοῦ ἐνθέου κηρύγματος, ἔνθα Πάνσοφε, ἐκ τοῦ κόσμου μὲν ἔδυς, εἰς Θεὸν δέ, ἐξανέτειλας τῶ φέγγει, κατεστεμμένος τῆς χάριτος.

ΥΠΕΡΑΓΙΑ ΘΕΟΤΟΚΕ, ΣΩΣΟΝ ΗΜΑΣ.... ΘΕΟΤΟΚΕ ΝΥΝ ΕΠΙΣΚΙΑΖΟΥΣΑΝ ΧΑΡΙΤΙ.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Νοήσας ὁ Προφήτης, ἐν Πνεύματι Θεοῦ, ὄρος σε προέγραψε, κατάσκιον Ἁγνή, τοὺς ἐκτακέντας φλογμῶ πολλῶν ἐγκλημάτων, σαὶς εὐπροσδέκτοις μεσιτείαις, Θεοτόκε νὺν ἐπισκιάζουσαν χάριτι.

ΟΙ ΣΟΦΟΙ ΤΗΣ ΟΙΚΟΥΜΕΝΗΣ ΑΛΙΕΙΣ...ΦΩΤΙΣΑΝΤΙ ΤΟΝ ΚΟΣΜΟΝ

Οἱ σοφοὶ τῆς οἰκουμένης ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νὺν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε, σῶσον τὸ λαὸν καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων τὰς ψυχὰς ἡμῶν.
Τὴ σαγήνη τοῦ λόγου τὰς πλοκὰς τῶν ῥητόρων, οἱ ἁλιεῖς τῶ καλάμω τοῦ Σταυροῦ ἀνατρέψαντες, ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σὲ Θεὸν ἀληθινόν, διὸ σοὶ τῶ ἐνδυναμώσαντι αὐτοὺς βοῶμεν, Δόξα τῶ Πατρὶ καὶ τῶ Υἱῶ, δόξα τῶ ὁμοουσίω Πνεύματι, δόξα τῶ δι' αὐτῶν φωτίσαντι τὸν κόσμον.

ΠΑΡΘΕΝΕ ΠΑΝΥΜΝΗΤΕ, ΜΩΣΗΣ... ΤΟ ΚΟΣΜΩ ΣΟΥ ΔΩΡΗΣΑΙ

Παρθένε πανύμνητε, Μωσής, τὸ ἐν σοὶ μυστήριον, προφητικοὶς εἶδεν ὄμμασι, βᾶτον μὴ φλέγεσθαι, καίπερ καιομένην, πὺρ γὰρ τῆς θεότητος, τὴν μήτραν σου, Ἁγνή, οὐ κατέφλεξε, διὸ αἰτούμέν σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῶ κόσμω σου δώρησαι.

ΕΝ ΠΝΕΥΜΑΤΙ ΠΡΟΒΛΕΠΩΝ ΠΡΟΦΗΤΑ ΑΒΒΑΚΟΥΜ....

Ἐν πνεύματι προβλέπων Προφήτα Ἀββακούμ, τὴν τοῦ Λόγου σάρκωσιν ἐκήρυττες βοῶν, Ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήση, Δόξα τὴ δυνάμει σου Κύριε.
Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ Πρέσβευε ὑπὲρ ἡμῶν.
Ὡς πάντων προσταγμάτων, Θεοῦ ἐκπληρωτής, συντηρεῖν εὐόδωσον πρεσβείαις σου ἡμᾶς, νομοθεσίας πρὸς σωτηρίαν φερούσας, καὶ ῥύσαι πάντων πειρασμῶν ἐπερχομένων, πάτερ Ἱεράρχα Νικόλαε.
Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ Πρέσβευε ὑπὲρ ἡμῶν.
Τὸν δρόμον σου τελέσας, ὁσίως ἐν Χριστῷ, τὰς ὁδοὺς κατεύθυνον ἡμῶν τὰς πρὸς αὐτόν, ὅπως φεύγοντες τὰς ἀνοδίας τοῦ πλάνου, πρόςσωτηρίαν καταντήσωμεν τελείαν, Πάτερ θεοφόρε Νικόλαε.
Ἅγιε Ἱεράρχα τοῦ Χριστοῦ Πρέσβευε ὑπὲρ ἡμῶν.
Ὁ πάσας μεθοδείας, κοιμήσας τοῦ ἐχθροῦ, θείαις ἐγρηγόρσεσι, Νικόλαε σοφέ, ἐπαγρυπνοῦντας, καὶ τὸν Θεὸν ἀνυμνοῦντας, καὶ σὲ μεσίτην πρὸς αὐτὸν προβαλλομ ἔνους, πάντας ἡμᾶς Πάτερ χαρίτωσον.

ΕΛΕΗΣΟΝ ΗΜΑΣ, ΚΥΡΙΕ, ..., ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ.

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλήσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοὶς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοὶς ὑπερηφάνοις.
Πανεύφημοι μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλουρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν, Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύοντες, δωρηθῆναι ταὶς ψυχαὶς ἡμῶν, τὴν εἰρήνην καὶ τὸ μέγα ἔλεος.

ΘΕΟΚΥΗΤΟΡ ΠΑΡΘΕΝΕ ΚΑΙ ΑΠΕΙΡΟΓΑΜΕ...ΦΩΤΕΙΝΟΜΟΡΦΟΣ.

Θεοκυῆτορ Παρθένε καὶ ἀπειρόγαμε, ἡ τὸν Θεὸν τεκοῦσα, ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ πάλιν μετὰ τόκον, ὡς ἀληθῶς, ἀνεδείχθης Παρθένος ἁγνή, θρόνος καὶ πύλη καὶ τράπεζα μυστική, καὶ λυχνία φωτεινόμορφος.

ΟΤΙ ΠΑΡΑ ΤΩ ΚΥΡΙΩ ΤΟ ΕΛΕΟΣ...ΤΗΣ ΙΕΡΑΣ ΔΙΠΛΟΪΔΟΣ...

Ὅτι παρὰ τῶ Κυρίω τὸ ἔλεος, καὶ πολλὴ παρ' αὐτῷ, λύτρωσις, καὶ αὐτὸς λυτρώσεται τὸν Ἰσραὴλ ἒκ πασῶν τῶν ἀνομιῶν αὐτοῦ.
Τῆς Ἐκκλησίας τὰ ἄνθη περιϊπτάμενος, ὡς νεοσσὸς τῆς ἄνω, καλιᾶς τῶν Ἀγγέλων, Νικόλαε τρισμάκαρ, κράζεις ἀεί, πρὸς τὸν Θεὸν ὑπὲρ πάντων ἡμῶν, τῶν ἐν ἀνάγκαις κινδύνων καὶ πειρασμῶν, καὶ λυτροῦσαι ταὶς πρεσβείαις σου.
Αἰνεῖτε τὸν Κύριον πάντα τὰ ἔθνη, ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.
Τῶν ἀθεάτων τὰ κάλλη περιερχόμενος, τὴν φοβερὰν ἁγίων, κατενόησας δόξαν, Ἅγιε ἐκείνην, ὅθεν ἡμῖν, τὰ οὐράνια λόγια, τῶν ἀειζώων ἐκεῖ νῶν θεωριῶν, ἐμφανίζεις ἱερώτατε.
Ὅτι ἐκραταιώθη τὸ ἔλεος αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἡ ἀλήθεια τοῦ Κυρίου μένει εἰς τὸν αἰῶνα.
Τῆς ἱερᾶς διπλοϊδος τὴν ὡραιότητα, ταὶς πρακτικαὶς εἰργάσω, ἀρεταὶς λαμπροτέραν, Πάτερ θεοφόρε, ὅθεν ἡμῖν, ἱερουργεῖς τὰ τεράστια, τῶν ἀοιδίμων ἐκείνων θεωριῶν, τῶν δεινῶν ἡμᾶς λυτρούμενος.

Η ΑΜΙΑΝΤΟΣ ΑΜΝΑΣ ΤΟΥ ΛΟΓΟΥ

Ἡ ἀμίαντος Ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῶ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνωδοῦσα ἐκραύγαζεν. Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!

ΕΝ ΑΝΟΜΙΑΣ ΠΑΡΑΤΗΡΗΣΗΣ, ΚΥΡΙΕ, ΚΥΡΙΕ ΤΙΣ ΥΠΟΣΤΗΣΕΤΑΙ

Ἐὰν ἀνομίας παρατηρήσης, Κύριε, Κύριε τὶς ὑποστήσεται; ὅτι παρὰ σοὶ ὁ ἱλασμὸς ἐστιν.
Ἀπόστολοι ἔνδοξοι Χριστοῦ, μαθηταὶ θεόκλητοι, τῆς οἰκουμένης διδάσκαλοι, εὐρόντες Κύριον, τὸν Θεοῦ μεσίτην, καὶ ἀνθρώπων πέλοντα, αὐτῷ θεοπρεπῶς ἐκολλήθητε, καὶ ὡς Θεὸν αὐτόν, καὶ ὡς ἄνθρωπον παντέλειον, ἐν τῷ κόσμω σαφῶς ἐκηρύξατε.

ΑΝΑΚΟΜΙΔΗ ΤΩΝ ΛΕΙΨΑΝΩΝ ΤΟΥ ΑΓΙΟΥ ΙΓΝΑΤΙΟΥ ΤΟΥ ΘΕΟΦΟΡΟΥ


ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Συναξάριον

Τὴ Κθ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.

Στίχοι

· Χάρις λέουσιν Ἰγνάτιε παμβόροις,

· Σοῦ σώματος λιποῦσι καὶ πιστοὶς μέρος.

· Τὴ ἐνάτη ἐπάνοδος Ἰγνατίω εἰκάδι τύχθη.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.

Στίχοι

· Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,

· Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κᾶραι.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου.

Στίχοι

· Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίω,

· Ἤμβλυναν ὁρμᾷς καὶ λεόντων ἀγρίων.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἓν Ἐδέσση παθόντων.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης.

Στίχοι

· Δοὺς τὴν βαρεῖαν σάρκα γῆ Βαρσιμαῖος,

· Σύνεστι βαστάσασιν ἡμέρας βάρος.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀφραάτου.

Στίχοι

· Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὧν Ἀφραάτης,

· Αἰωνίως ζή, καὶ νεκρὸς φανεῖς ἄπνους.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τετάρτη 28 Ιανουαρίου 2009

ΒΟΤΡΥΝ ΤΟΝ ΠΑΜΠΕΠΕΙΡΟΝ ΑΓΝΗ... ΕΥΣΠΛΑΓΧΝΙΑΝ ΕΝΔΕΙΚΝΥΜΕΝΟΣ

Βότρυν τὸν παμπέπειρον Ἁγνή, ὃν ἀγεωργήτως ἐν μήτρᾳ ἐκυοφόρησας, ξύλω ὡς ἑώρακας, τοῦτον κρεμάμενον, θρηνωδοῦσα ἠλάλαζες, καὶ ἔκραζες. Τέκνον, γλεῦκος ἐναπόσταξον, δι' οὗ ἡ μέθη ἀρθῆ, πᾶσα τῶν παθῶν Εὐεργέτα, δι' ἐμοῦ τῆς σὲ τετοκυίας, σοῦ τὴν εὐσπλαγχνίαν ἐνδεικνύμενος.

ΕΛΠΙΣ ΤΩΝ ΑΠΗΛΠΙΣΜΕΝΩΝ, ΚΑΤΑΦΥΓΗ ΧΡΙΣΤΙΑΝΩΝ....

Ἐλπὶς τῶν ἀπηλπισμένων, καταφυγὴ Χριστιανῶν, πανύμνητε Θεοτόκε, τῶν θλιβομένων ἡ χαρά, ἐκ πάσης θλίψεως ῥύσαι, τοὺς ἀναξίους σου δούλους.

ΥΒΡΕΙΣ, ΥΠΟΜΕΙΝΑΝΤΑ ΠΟΛΛΑΣ...

Ὕβρεις, ὑπομείναντα πολλάς, καὶ ἐπὶ Σταυροῦ ὑψωθέντα, τὸν τοῦ παντὸς Ποιητήν, βλέψασα Πανάχραντε, ἔστενες λέγουσα. Ὑπερύμνητε Κύριε, Υἱὲ καὶ Θεέ μου, πῶς τιμῆσαι θέλων σου, τὸ πλάσμα Δέσποτα, φέρεις ἐν σαρκὶ ἀτιμίαν, δόξα τὴ πολλὴ εὐσπλαγχνία, καὶ συγκαταβάσει σου φιλάνθρωπε.

ΑΘΛΟΦΟΡΟΙ ΚΥΡΙΟΥ, ΜΑΚΑΡΙΑ Η ΓΗ Η ΠΙΑΝΘΕΙΣΑ ΤΟΙΣ .... ΔΕΟΜΕΘΑ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ.

Ἀθλοφόροι Κυρίου, μακαρία ἡ γῆ ἡ πιανθεῖσα τοὶς αἵμασιν ὑμῶν, καὶ ἅγιαι αἱ σκηναί, αἱ δεξάμεναι τὰ σώματα ὑμῶν, ἐν σταδίῳ γὰρ τὸν ἐχθρὸν ἐθριαμβεύσατε, καὶ Χριστὸν μετὰ παρρησίας ἐκηρύξατε, αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τὰς ψυχὰς ἡμῶν.

ΩΣ ΠΟΤΑΜΟΣ ΥΠΑΡΧΕΙΣ.... ΕΦΡΑΙΜ ΣΩΘΗΝΑΙ....

Ὡς ποταμὸς ὑπάρχεις, ῥεῖθρα χρυσόρρυτα βρύων, καὶ τοὺς λαοὺς διεγείρων, τῆς μετανοίας πρὸς τρίβον, Χριστὸν ἱκέτευε Πάτερ, Ἐφραὶμ σωθῆναι τὸν κόσμον.

ΟΝΤΩΣ ΥΠΕΡΗΡΑΝ ΑΛΗΘΩΣ... ΤΩΝ ΑΝΟΜΙΩΝ... ΤΩΝ ΑΜΑΡΤΑΝΟΝΤΩΝ ...

Ὄντως ὑπερήραν ἀληθῶς, τῶν ἀνομιῶν μου τὰ πλήθη, τὴν κεφαλήν μου Ἁγνή, καὶ αἱ ἀνομίαι μου ὑπερεπλήθυναν, καὶ φορτία δυσβάστακτα, καὶ ἄμετρα Κόρη, κέκτημαι ὁ δείλαιος, καὶ ἀδιόρθωτος. Σὺ οὖν τὴ θερμή σου πρεσβεία, πρόφθασον καὶ σώσόν με μόνη, τῶν ἁμαρτανόντων ἡ διόρθωσις.

...ΠΑΤΕΡ ΤΟΥ ΠΡΟΔΡΟΜΟΥ... ΠΡΟΣ ΜΕΤΑΝΟΙΑΝ.

Ἰχνηλατεῖν βουλόμενος, Πάτερ, τοῦ Προδρόμου ταὶς τρίβοις, ἐκ τοῦ κόσμου μόνος αὐτὸς ἀπάρας, εἰς ἔρημον κατώκησας. Βλέπων σὲ οὖν οὕτω βιοῦντα ὁ ἐχθρὸς τόν δίκαιον, γύναιον πάνυ ἀναιδὲς κατὰ σοῦ διεγείρει, οἰόμενος διὰ τοῦ ἀρχαίου ὅπλου τὴν σὴν ἀνδρείαν καταβαλεῖν, καὶ τὴν ἁγνείαν μολύνειν σου, ἵνα μῄ ἐν τοῖς λόγοις καὶ ἔργοις σου ῥαθύμους ἐγείρης πρὸς μετάνοιαν.

ΤΗΝ ΑΧΡΑΝΤΟ ΕΙΚΟΝΑ ΣΟΥ, ΠΡΟΣΚΥΝΟΥΜΕΝ ΑΓΑΘΕ...

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῶ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοώμέν σοί. Χαρὰς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσης με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τὴ ἁγία σου ποίμνη συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΠΟΝΟΥΣ ΥΠΟΜΕΙΝΑΣΑ ΠΟΛΛΟΥΣ,...., ΟΘΕΝ ΠΑΝΑΓΙΑ ΠΑΡΘΕΝΕ....

Πόνους ὑπομείνασα πολλούς, ἐν τῇ τοῦ Υἱοῦ καὶ Θεοῦ σου, σταυρωσει Ἄχραντε, ἔστενες δακρύουσα, καὶ ἀλαλάζουσα. Οἴμοι! τέκνον γλυκύτατον, ἀδίκως πῶς πάσχεις, θέλων ἐκλυτρώσασθαι τοὺς ἐξ Ἀδὰμ γηγενεῖς; Ὅθεν Παναγία Παρθένε, σὲ παρακαλοῦμεν ἐν πίστει, ἵλεων ἡμῖν τοῦτον ἀπέργασαι.

ΩΣ ΚΡΙΟΙ, ΩΣ ΑΡΝΕΣ ΛΟΓΙΚΟΙ...ΑΘΛΟΦΟΡΟΙ ΗΞΙΩΘΗΤΕ.

Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Ὡς κριοί, ὡς ἄρνες λογικοί, ἐναποσφαττόμενοι, καὶ μεληδὸν ἀνηλεῶς κοπτόμενοι, πανεύφημοι Μάρτυρες, προσηνέχθητε, τῶ τυθέντι ὡς νὺν πρόβατον, καὶ τὴν Ἐκκλησίαν, τῶν πρωτοτόκων ἐφαιδρύνατε.
Ἅγιοι Μάρτυρες πρεσβεύσατε ὑπὲρ ἡμῶν.
Σταθηρὰν τὴν ἔνστασιν σοφοί, πάντοτε ποιούμενοι, τοὺς πονηροὺς ἐχθροὺς κατεπαλαίσατε, ξίφεσι τεμνόμενοι, καὶ ἐν ὕδατι καὶ πυρὶ προσριπτόμενοι, ὅθεν μακαρίου τέλους, Ἀθλοφόροι ἠξιώθητε.

ΤΗΝ ΩΡΑΝ ΑΕΙ, ΠΡΟΒΛΕΠΩΝ ΤΗΣ ΕΤΑΣΕΩΣ....

Τὴν ὥραν ἀεί, προβλέπων τῆς ἐτάσεως, ἐθρήνεις πικρῶς, Ἐφραὶμ ὡς φιλήσυχος, πρακτικὸς δὲ γέγονας, ἐν τοῖς ἔργοις διδάσκαλος Ὅσιε. Ὅθεν Πάτερ παγκόσμιε, ῥαθύμους ἐγείρεις πρὸς μετανοιαν.

ΕΝ ΒΥΘΩ ΚΑΤΕΣΤΡΩΣΕ ΠΟΤΕ... ΠΑΡΑΔΕΙΣΟΝ ΕΠΑΝΕΡΧΕΤΑΙ....

Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα πανστρατιάν, ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος, ἐνδόξως γὰρ δεδόξασται.
Δόξα τὴ ἁγία Σταυρώσει σου Κύριε.
Παραβὰς τὴν πρώτην ἐντολήν, πάλαι ὁ πρωτόπλαστος, ἐκ τοῦ φυτοῦ θάνατον ἀπετρύγησεν, ὑψωθεὶς ἐν ξύλῳ δέ, ὁ ἀθάνατος, καὶ θανάτου γευσάμενος, τὴν ἀθανασίαν, πᾶσι τοὶς ἀνθρώποις ἐδωρήσατο.
Δόξα τὴ ἁγία Σταυρώσει σου Κύριε.
Τοῦ Σταυροῦ παγέντος ἐπὶ γῆς, πέπτωκε τὸ φρύαγμα, τοῦ δυσμενοῦς, καὶ παντελῶς ἠφάνισται, ὁ πρὶν ἀπωσμένος δέ, πρὸς Παράδεισον ἐπανέρχεται ἄνθρωπος, δόξα σοὶ τῶ οὕτω, μόνω εὐδοκήσαντι Θεῷ ἡμῶν.

Η ΘΕΡΜΗ ΠΡΟΣΤΑΣΙΑ ...ΔΟΥΝΑΙ ΤΩ ΚΟΣΜΩ...

Ἡ θερμὴ προστασία καὶ ἀπροσμάχητος, ἡ ἐλπὶς ἡ βεβαία καὶ ἀκαταίσχυντος, τεῖχος καὶ σκέπη καὶ λιμὴν τῶν προστρεχόντων σοί, ἀειπάρθενε Ἁγνή, τὸν Υἱὸν σου καὶ Θεόν, ἱκέτευε σὺν Ἀγγέλοις, εἰρήνην δοῦναι τῶ κόσμω, καὶ ταὶς ψυχαὶς ἡμῶν τὸ μέγα ἔλεος.

ΤΟΝ ΘΗΣΑΥΡΟΝ ΤΗΣ ΣΟΦΙΑΣ... ΤΩΝ ΤΟΥ ΚΥΡΙΟΥ..

Τὸν θησαυρὸν τῆς σοφίας τῶν μυστηρίων Χριστοῦ, τὸν κρατήρα τὸν θεῖον τῆς κατανύξεως, ἀνυμνήσωμεν πιστοί, ἐν τῇ μνήμη αὐτοῦ, φερωνύμως γὰρ ἀεί, τὰς καρδίας τῶν πιστῶν, εὐφραίνει ἔπεσι θείοις, Ἐφραίμ, ὡς πράκτωρ καὶ μυστής, τῶν τοῦ Κυρίου ἀποκαλύψεων.

ΣΩΤΗΡΙΑΝ ΕΙΡΓΑΣΩ ΕΝ ΜΕΣΩ ΤΗΣ ΓΗΣ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ...

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χείρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοί.
Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοὶς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.

ΟΥΚ ΕΣΤΙΝ ΑΓΙΟΣ ΩΣ ΣΥ, ΚΥΡΙΕ Ο ΘΕΟΣ ΜΟΥ...ΤΗΣ ΟΜΟΛΟΓΙΑΣ ΣΟΥ.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὃ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρα, τῆς ὁμολογίας σου

ΕΛΕΗΣΟΝ ΗΜΑΣ, ΚΥΡΙΕ, ΕΛΕΗΣΟΝ ΗΜΑΣ...

Ἐλέησον ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς, ὅτι ἐπὶ πολὺ ἐπλήσθημεν ἐξουδενώσεως, ἐπὶ πλεῖον ἐπλ ἤσθη ἡ ψυχὴ ἡμῶν, τὸ ὄνειδος τοὶς εὐθηνοῦσι, καὶ ἡ ἐξουδένωσις τοὶς ὑπερηφάνοις.
Χοροὶ Μαρτύρων ἀντέστησαν, τοὶς τυράννοις λέγοντες. Ἡμεῖς στρατευόμεθα τῶ Βασιλεῖ τῶν δυνάμεων, εἰ καὶ πυρὶ καὶ βασάνοις ἀναλώσητε ἡμᾶς, οὐκ ἀρνούμεθα τῆς Τριάδος τὴν δύναμιν.

ΣΩΣΟΝ ΜΕ ΧΡΙΣΤΕ ΣΩΤΗΡ, ΤΗ ΔΥΝΑΜΕΙ ΤΟΥ ΣΤΑΥΡΟΥ... ΚΥΡΙΕ, ΔΟΞΑ ΣΟΙ

Σώσόν με Χριστὲ Σωτήρ, τὴ δυνάμει τοῦ Σταυροῦ, ὁ σώσας Πέτρον ἐν τῇ θαλάσση, καὶ ἐλέησόν με ὁ Θεός.
Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου, τὸν κατοικοῦντα ἐν τῷ οὐρανῶ. Ἰδού, ὡς ὀφθαλμοὶ δούλων εἰς χείρας τῶν κυρίων αὐτῶν, ὡς ὀφθαλμοὶ παιδίσκης εἰς χείρας τῆς κυρίας αὐτῆς, οὕτως οἱ ὀφθαλμοὶ ἡμῶν πρὸς Κύριον τὸν Θεὸν ἡμῶν, ἕως οὗ οἰκτιρῆσαι ἡμᾶς.
Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοὶς πιστεύουσιν εἰς σέ, καὶ δι' αὐτοῦ καταργήσας, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τὴ ἁμαρτία, διὸ βοῶμεν σοί, Εὐεργέτα τῶν ἁπάντων, Κύριε, δόξα σοί.

ΕΝ ΔΥΩ ΦΥΣΕΣΙΝ Ο ΕΙΣ...

Ἐν δύῳ φύσεσιν ὁ εἷς, τῆς Ἁγίας Τριάδος, ἐξ ἀγνῶν σου αἱμάτων, σαρκωθεὶς θεοπρεπῶς, προῆλθε τοὺς ἐξ Ἀδάμ, διασώζων, Πάναγνε χρηστότητι.

Ο ΣΑΡΚΑ ΤΗΝ ΗΜΩΝ ,,,,ΤΩ ΞΥΛΩ ΠΡΟΣΕΠΑΓΗ,,, ΕΛΕΟΥΣ.

Ὁ σάρκα τὴν ἡμῶν δι' οἶκτον προσλαβόμενος, Θεός τε καὶ Δεσπότης, τῶ ξύλω προσεπάγη, καὶ ἀνύψωσεν ἡμᾶς κατερραγμένους, ἀνυψωθεὶς σώματι, ὥσπερ ηὐδόκησε, διὰ σπλάγχνα ἐλέους.

ΟΥΚ ΕΣΤΙΝ ΑΓΙΟΣ ΩΣ ΣΥ, ΚΥΡΙΕ... ΚΑΤΑΡΔΕΥΟΝΤΑ.

Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὃ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου Ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρα, τῆς ὁμολογίας σου.
Ἰλύος πάσης ἐμπαθοῦς, σεαυτὸν ἐκκαθάρας, ἀνεδείχθης δοχεῖον ἀρετῶν ὡς ἀληθῶς, καὶ σκεῦος χωρητικόν, χαρισμάτων, τοῦ Ἁγίου Πνεύματος.
Μηδόλως ὕπνον ὀφθαλμοίς, δεδωκῶς οἶκος ὤφθης, τῆς Ἁγίας Τριάδος, καὶ σοφίας θησαυρός, τὸν κόσμον καταπλουτῶν, χρυσαυγέσι, δόγμασι Μακάριε.
Γνωρίζει ἄλλον σὲ Χριστοῦ, ἡ σεπτὴ Ἐκκλησία, χρυσορρόαν Εὐφράτην, πελαγίζοντα σοφῶν, δογμάτων ἐπιροαίς, καὶ τὴν κτίσιν, πᾶσαν καταρδεύοντα.

ΕΞΗΝΘΗΣΕΝ Η ΕΡΗΜΟΣ...ΘΕΙΑΣ ΕΥΣΠΛΑΓΧΝΙΑΣ.

Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν στειρεύουσα, Ἐκκλησία τὴ παρουσία σου, ἐν ἢ ἐστερεώθῃ ἡ καρδία μου.
Δόξα τὴ ἁγία Σταυρώσει σου Κύριε.
Σταυρούμενος ἐσάλευσας, πᾶσαν κτίσιν, Κύριε, καὶ τοὺς πιστοὺς ἐστήριξας, ἐπιγνόντας τὴν δυναστείαν σου, καὶ τὴν ἄφατον Λόγε συγκατάβασιν.
Δόξα τὴ ἁγία Σταυρώσει σου Κύριε.
Παράδεισον ἠνέωξας, τῶ Σταυρῶ σου Δέσποτα, καὶ τὸν Ληστὴν εἰσήγαγες, ἐπιγνόντα τὴν Βασιλείαν σου, καὶ τὸν πλοῦτον τῆς θείας εὐσπλαγχνίας σου.

Η ΚΤΙΣΙΣ ΗΛΛΟΙΩΘΗ ΛΟΓΕ... ΣΟΥ ΤΟΝ ΑΜΕΤΡΟΝ ΠΛΟΥΤΟΝ

Ἡ Κτίσις ἡλλοιώθη Λόγε τὴ Σταυρώσει σου, ὁ ἥλιος ἀκτῖνας, συνέστειλε τῶ φόβω, καὶ ναοῦ τὸ καταπέτασμα ἐσχίσθη, καὶ πᾷς πιστὸς σέσωσται, ὅθεν δοξάζομεν, σοῦ τὸν ἄμετρον πλοῦτον.

ΤΑΙΣ ΤΩΝ ΔΑΚΡΥΩΝ ΣΟΥ ΡΟΑΙΣ...

Ταὶς τῶν δακρύων σου ῥοαίς, τῆς ἐρήμου τὸ ἄγονον ἐγεώργησας, καὶ τοὶς ἐκ βάθους στεναγμοίς, εἰς ἑκατὸν τοὺς πόνους ἐκαρποφόρησας, καὶ γέγονας φωστήρ, τὴ οἰκουμένη, λάμπων τοὶς θαύμασιν, Ἐφραὶμ Πατὴρ ἡμῶν Ὅσιε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΟΝ ΑΜΝΟΝ ΚΑΙ ΠΟΙΜΕΝΑ...ΕΞΕΧΕΑΣ ΔΕΣΠΟΤΑ...

Τὸν Ἀμνὸν καὶ ποιμένα σε, ἐπὶ ξύλου ὦς ἔβλεψεν, ἡ Ἀμνὰς ἡ τέξασα, ἐπωδύρετο, καὶ μητρικῶς σοὶ ἐφθέγγετο. Υἱὲ ποθεινότατε, πῶς ἐν, ξύλῳ τοῦ Σταυροῦ, ἀνηρτήθης μακρόθυμε; πῶς τὰς χείράς σου, καὶ τοὺς πόδας σου Λόγε προσηλώθης, ὑπ' ἀνόμων, καὶ τὸ αἷμα, τὸ σὸν ἐξέχεας Δέσποτα;

ΚΑΤΑΚΡΙΣΕΩΣ ΡΥΣΑΙ ΜΕ, ΠΑΝΑΓΙΑ ΘΕΟΝΥΜΦΕ...

Κατακρίσεως ῥύσαί με, Παναγία Θεόνυμφε, καὶ δεινῶν πταισμάτων, τὴν ταπεινήν μου ψυχήν, καὶ τοῦ θανάτου ἀπάλλαξον, εὐχαίς σου καὶ δώρησαι, δικαιώσεως τυχεῖν, ἐν ἡμέρα ἐτάσεως, ἢς ἐπέτυχον, τῶν Ἁγίων οἱ δῆμοι μετανοία, καθαρθέντα μὲ πρὸ τέλους, καὶ τῶν δακρύων ταὶς χύσεσιν.

ΕΜΦΡΟΝΩΣ ΤΩΝ ΟΧΛΗΡΩΝ ΤΟΥ ΒΙΟΥ...ΠΡΟΦΗΤΙΚΩΣ ΚΑΤΑΒΡΕΧΩΝ...

Ἐμφρόνως τῶν ὀχληρῶν τοῦ βίου ἐπαναστάς, Ἐφραὶμ ἀοίδιμε, φιλησυχία τὴν ἔρημον κατέλαβες, καὶ δι' αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῶ κόσμω ἔλαμψας φωστήρ, καὶ ῥήματα ζωῆς τοὶς ἀνθρώποις ἐπήγασας, διὸ μὴ παύση ἐν ταῖς εὐχαίς σου στηρίζων ἡμᾶς, ἐκ βλάβης τοῦ ἀλλοτρίου, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, Ὅσιε Πάτερ.
Προφητικῶς καταβρέχων τὴν στρωμνὴν τοὶς δάκρυσι, καὶ μελέτην βίου ποιούμενος τὴν μετάνοιαν, τῆς κρίσεως τὸν φόβον ἔργοις ἡμῖν, καὶ διὰ λόγων ὑπέδειξας. Διὸ τὴν σὴν τιμῶμεν ἅπαντες, συνελθόντες Παμμάκαρμνήμην, παραδόξων πραγμάτων αὐτουργέ, Ἐφραὶμ ἀοίδιμε, καὶ νὺν δυσωπούμέν σε. Πρέσβευε Χριστῷ τῶ Θεῷ, ὑπέρ τῶν ψυχῶν ἡμῶν.

ΤΗΝ ΕΓΚΡΑΤΕΙΑ ΤΟ ΣΩΜΑ ΠΕΡΙΦΡΑΞΑΜΕΝΟΣ....

Τὴ ἐγκρατεία τὸ σῶμα περιφραξάμενος, τὰς τῶν παθῶν κινήσεις, ἀπενέκρωσας Πάτερ, εὐχαὶς καὶ ἀγρυπνίαις, ὅθεν ἓν σοί, ἡ τοῦ Πνεύματος δύναμις, ἐπισκιάσασα ἔδειξε νοητόν, σὲ φωστήρα καὶ παγκόσμιον.

...ΕΦΡΑΙΜ ΑΟΙΔΙΜΕ, ΦΙΛΗΣΥΧΙΑΝ ΤΗΝ ΕΡΗΜΟΝ...

Ἐμφρόνως τῶν ὀχληρῶν τοῦ βίου ἐπαναστάς, Ἐφραὶμ ἀοίδιμε, φιλησυχία τὴν ἔρημον κατέλαβες, καὶ δι' αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῶ κόσμω ἔλαμψας φωστήρ, καὶ ῥήματα ζωῆς τοὶς ἀνθρώποις ἐπήγασας, διὸ μὴ παύση ἐν ταῖς εὐχαίς σου στηρίζων ἡμᾶς, ἐκ βλάβης τοῦ ἀλλοτρίου, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, Ὅσιε Πάτερ.

ΤΗΝ ΤΟΥ ΚΡΙΤΟΥ ΠΑΡΟΥΣΙΑΝ ΙΣΤΟΡΗΣΑΜΕΝΟΣ...

Τὴν τοῦ Κριτοῦ παρουσίαν Ἱστορησάμενος, τοὶς τῶν δακρύων ῥείθροις, τῶν ψυχῶν τὰς λαμπάδας, ἀνάπτειν ἐκδιδάσκεις, πᾶσι βοῶν, τοῦ Νυμφίου τὴν ἔλευσιν, Περιβαλώμεθα πάντες στολὴν λαμπράν, ὑπαντῆσαι τῶ Νυμφίω Χριστῷ.

ΤΟΥ ΠΑΡΑΔΕΙΣΟΥ ΤΑ ΚΑΛΛΗ...

Τοῦ Παραδείσου τὰ κάλλη κατοπτρισάμενος, καὶ δαψιλῶς τρυφήσας, ἀκηράτους λειμῶνας, ἐξήνθησας τῶ κόσμω, γνῶσιν Θεοῦ, ἢς μετέχοντες Ὅσιε, πνευματικὴ διαθέσει τὴ τῶν ψυχῶν, ἀναθάλλομεν ἐν πνεύματι.

ΡΟΜΦΑΙΑ ΤΗΝ ΚΑΡΔΙΑΝ ΣΟΥ,...., Ο ΣΥΝΤΗΡΗΣΑΣ ΜΕΤΑ ΤΟΚΟΝ ΠΑΡΘΕΝΟΝ

Ῥομφαία τὴν καρδίαν σου, διῆλθε Πάναγνε, ἡνίκα τὸν Υἱόν σου, ἐπὶ σταυροῦ προσέβλεψας, καὶ ἐβόας. Μὴ ἄτεκνόν με δείξης, Υἱέ μου καὶ Θεέ μου, ὁ συντηρήσας μετὰ τόκον παρθένον.

ΤΑΣ ΣΑΛΠΙΓΓΑΣ ΧΡΙΣΤΟΥ, ΤΑΣ ΕΥΗΧΟΥΣ ΕΝ ΥΜΝΟΙΣ... ΑΠΟΣΤΟΛΟΙ.

Τὰς σάλπιγγας Χριστοῦ, τὰς εὐήχους ἐν ὕμνοις, τιμήσωμεν Πιστοί, τοὺς σοφοὺς Ἀποστόλους, τοὺς ἵππους τοὺς ταράξαντας, ἀθεϊας τὴν θάλασσαν, καὶ ἑλκύσαντας, ὡς ἐκ βυθοῦ τοὺς ἀνθρώπους, πρὸς τὸν ἔνθεον, τῆς σωτηρίας λιμένα, τοῦ Πνεύματος χάριτι.
Τὸ φῶς τὸ ἐκ φωτός, προεκλάμψαν ἀχρόνως, ἐν χρόνῳ σαρκικῶς, τοὶς ἐν γῆ ἐπεφάνῃ, καὶ κόσμον κατεφώτισε, δι' ἡμῶν Παμμακάριστοι, ὅθεν ἅπαντες, οἱ διδαχαίς ὑμῶν θείαις, φωτιζόμενοι, τὴν ἱερὰν ὑμῶν μνήμην, τιμῶμεν, Ἀπόστολοι.

ΕΥΛΟΓΗΤΟΣ... ΔΙΔΑΞΟΝ ΜΕ ΤΑ ....Ο ΠΑΛΑΙ ΜΕΝ, ΕΚ ΜΗ ΟΝΤΩΝ...

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Τῶν Ἁγίων ὁ χορός, εὗρε πηγὴν τῆς ζωῆς καὶ θύραν Παραδείσου, εὔρω καγῶ, τὴν ὁδὸν διὰ τῆς μετανοίας. τὸ ἀπολωλὸς πρόβατον ἐγὼ εἰμι. ἀνακάλεσαί με, Σωτήρ, καὶ σώσόν με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ὁ πάλαι μέν, ἐκ μὴ ὄντων πλάσας με, καὶ εἰκόνι σου θεία τιμήσας, παραβάσει ἐντολῆς δὲ πάλιν μὲ ἐπιστρέψας εἰς γὴν ἐξ ἦς ἐλήφθην, εἰς τὸ καθ' ὁμοίωσιν ἐπανάγαγε, τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Εἰκὼν εἰμι, τῆς ἀρρήτου δόξης σου, εἰ καὶ στίγματα φέρω πταισμάτων, οἰκτείρησον τὸ σὸν πλάσμα, Δέσποτα, καὶ καθάρισον σὴ εὐσπαγχνία, καὶ τὴν ποθεινὴν πατρίδα παράσχου μοί. Παραδείσου πάλιν ποιῶν πολίτην με.

Εὐλογητὸς εἶ, Κύριε, δίδαξόν με τὰ δικαιώματά σου.

Ἀνάπαυσον, ὁ Θεὸς τοὺς δούλούς σου, καὶ κατάταξον αὐτοὺς ἐν Παραδείσῳ, ὅπου χοροὶ τῶν Ἁγίων, Κύριε, καὶ οἱ δίκαιοι ἐκλάμψουσιν ὡς φωστῆρες, τοὺς κεκοιμημένους δούλούς σου ἀνάπαυσον, παρορῶν αὐτῶν πάντα τὰ ἐγκλήματα.

ΤΗΝ ΤΟΥ ΛΟΓΟΥ ΚΕΝΩΣΙΝ ΑΒΒΑΚΟΥΜ, ΦΡΑΣΟΝ...

Τὴν τοῦ Λόγου κένωσιν Ἀββακούμ, φράσον.

Ἀρχὴ: Δόξα τὴ δυνάμει σου, Κύριε.

Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην.

Ἐν μέσφ δύο ζώων γνωσθήση, ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήση, ἐν τῷ παρεῖναι τὸν καιρὸν ἀναδειχθήση, ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ, ἐλέους μνησθήση.

Ὁ Θεὸς ἀπὸ θαιμὰν ἤξει, καὶ ὁ Ἅγιος ἐξ ὅρους κατασκίου δασέος.

Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ.

Καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται, κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ.

Πρὸ προσώπου αὐτοῦ πορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς παιδείαν κατὰ πόδας αὐτοῦ.

Ἔστη, καὶ ἐσαλεύθη ἡ γῆ, ἐπέβλεψε, καὶ ἐτάκη ἔθνη.

Διεθρύβη τὰ ὄρη βία, ἐτάκησαν βουνοὶ αἰώνιοι, πορείας αἰωνίους αὐτοῦ ἀντὶ κόπων εἶδον.

Σκηνώματα Αἰθιόπων, πτοηθήσονται καὶ αἱ σκηναὶ γὴς Μαδιάμ.

Μὴ ἐν ποταμοῖς ὠργίσθης, Κύριε; μὴ ἐν ποταμοῖς ὁ θυμὸς σου: ἢ ἐν θαλάσσῃ τὸ ὅρμημά σου: ὅτι ἐπιβήση ἐπὶ τοὺς ἵππους σου, καὶ ἡ ἱππασία σου σωτηρία.

Ἐντείνων ἐντενεὶς τὸ τόξον σου ἐπὶ σκῆπτρα, λέγει Κύριος, ποταμῶν ῥαγήσεται γῆ.

Ὀψονταὶ σὲ καὶ ὠδινήσουσι λαοί, σκορπίζων ὕδατα πορείας, ἔδωκεν ἡ ἄβυσσος φωνὴν αὐτῆς, ὕψος φαντασίας αὐτῆς.

Ἐπήρθη ὁ ἥλιος, καὶ ἡ σελήνη ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰς φῶς βολίδες σου πορεύσονται, εἰς φέγγος ἀστραπῆς ὅπλων σου.

Ἐν ἀπειλῇ ὀλιγώσεις γήν, καὶ ἐν θυμῷ πατάξεις ἔθνη.

Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τὸν χριστόν σου ἐλήλυθας, ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον, ἐξήγειρας δεσμοὺς ἕως τραχήλου εἰς τέλος.

Διέκοψας ἐν ἐκστάσει κεφαλὰς δυναστῶν, σεισθήσονται ἐν αὐτοῖς, διανοίξουσι χαλινοὺς αὐτῶν, ὡς ὁ ἐσθίων πτωχὸς λάθρᾳ.

Καὶ ἐπεβίβασας εἰς θάλασσαν τοὺς ἵππους σου, ταράσσοντας ὕδατα πολλά.

Ἐφυλαξάμην, καὶ ἑπτοήθη ἡ καρδία μου, ἀπὸ φωνῆς προσευχῆς χειλέων μου, καὶ εἰσῆλθε τρόμος εἰς τὰ ὀστά μου, καὶ ἐν ἐμοὶ ἐταράχθη ἡ ἰσχύς μου.

Ἀναπαύσομαι ἐν ἡμέρα θλίψεώς μου, τοῦ ἀναβήναί με εἰς λαὸν παροικίας μου.
Διότι συκῆ οὐ καρποφορήσει, καὶ οὐκ ἔσται γεννήματα ἐν ταῖς ἀμπέλοις.
Ψεύσεται ἔργον ἐλαίας, καὶ τὰ πεδία οὐ ποιήσει βρῶσιν.
Ἐξέλιπον ἀπὸ βρώσεως πρόβατα, καὶ οὐχ ὑπάρξουσι βόες ἐπὶ φάτναις.
Ἐγὼ δὲ ἐν τῷ Κυρίω ἀγαλλιάσομαι χαρήσομαι ἐπὶ τῶ Θεῷ τῶ σωτήρί μου.
Τέλος: Κύριος ὁ Θεός μου δύναμίς μου, καὶ τάξει τοὺς πόδας μου εἰς συντέλειαν.
Καὶ ἐπὶ τὰ ὑψηλὰ ἐπιβιβὰ με, τοῦ νικήσαί με ἐν τῇ ὠδὴ αὐτοῦ.

ΣΦΑΓΗΝ ΣΟΥ ΤΗΝ ΑΔΙΚΟΝ... ΜΗΤΕΡΑ ΚΑΙ ΔΟΥΛΗΝ ΣΟΥ ΔΕΟΜΑΙ.

Σφαγήν σου τὴν ἄδικον, Χριστέ, ἡ Παρθένος βλέπουσα, ὀδυρομένη ἐβόα σοί. Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; Πῶς τῶ ξύλω κρέμασαι, ὁ πᾶσαν γὴν κρεμάσας τοὶς ὕδασι; Μὴ λίπης μόνην με, εὐεργέτα πολυέλεε, τὴν Μητέρα καὶ δούλην σου δέομαι.

ΣΩΣΟΝ, ΚΥΡΙΕ... ΣΟΝ ΦΥΛΑΤΤΩΝ...

Σῶσον, Κύριε, τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ Σταυροῦ σου πολίτευμα.

ΕΝ ΞΥΛΩ ΠΡΟΣΠΑΓΕΝΤΑ ΣΕ ΕΚΟΥΣΙΩΣ....

Ἐν ξύλῳ προσπαγέντα σὲ ἑκουσίως, ἡ Πανάμωμος ὡς ἑώρακε θρηνωδοῦσα, ὕμνει τὸ κράτος σου.

ΟΛΟΣ ΚΑΤΑΒΕΒΛΗΤΑΙ.... ΟΙΚΤΕΙΡΟΝ ΠΑΝΤΑΣ ΚΑΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ

Ὅλος καταβέβληται εἰς γήν, ὅλος ἀνετράπη καὶ κεῖται, πτῶμα ἐξαίσιον, ὄφις ὁ παμπόνηρος, ἀνυψωθέντος σου, ἐπὶ ξύλου φιλάνθρωπε, Ἀδὰμ δὲ κατάρας, λύεται καὶ σώζεται, ὁ πρὶν κατάκριτος, ὅθεν καὶ ἡμεῖς δυσωποῦμεν, σῶσον ἡμᾶς, οἴκτειρον πάντας, καὶ τῆς Βασιλείας

ΥΠΕΚΥΨΑ ΠΑΘΕΣΙ.... ΑΛΛΑ ΣΥ ΜΕ ΣΩΣΟΝ....

Ὑπέκυψα πάθεσι δεινοῖς, ὁ δεινὸς καὶ πέπραχα, αἰσχύνης ἔργα πανάσωτα, ἐξ ὧν καὶ ἔτι νύν, φαντασία τούτων, καὶ αἰσχρὰ μὲ εἴδωλα, κλονοῦσιν, ἀλλοιοῦσι, καὶ τρέπουσι, πρὸς ἡδυπάθειαν, τῶν αὐτῶν ἐν τῇ αἰσθήσει μου, τῆς καρδίας, ἀλλὰ σὺ μὲ σῶσον, Ἁγνή.

ΣΤΑΣΑ ΕΠΙ ΣΤΑΥΡΟΥ ΙΗΣΟΥ... ΕΜΗ ΡΟΜΦΑΙΑΝ ΕΛΕΥΣΕΣΘΑΙ,...., ΑΝΥΜΝΟΥΝΤΑΣ ΣΕ.

Στάσα ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡ σὲ τεκοῦσα, θρηνωδοῦσα ὠδύρετο, βοῶσα, οὐ φέρω Τέκνον, προσηλωμένον ὁρᾶν, ἐπὶ ξύλου ὃν πὲρ ἀπεκύησα, ἐγὼ γὰρ διέφυγον, τὰς ὠδῖνας ὡς ἄνανδρος, καὶ πῶς ἀρτίως, τὴ ὀδύνη συνέχομαι, καὶ σπαράττομαι, τὴν καρδίαν ἡ ἄμεμπτος; ἄρτι γὰρ ἐκπεπλήρωται, τὸ ῥῆμα ὁ εἴρηκεν, ὁ Συμεὼν τὴ καρδία, ἐμὴ ῥομφαίαν ἐλεύσεσθαι, ἀλλ' ὧ νὺν Υἱέ μου, ἐξανάστηθι καὶ σῶσον, τοὺς ἀνυμνούντάς σε.

... ΤΩΝ ΠΟΔΩΝ ΜΟΥ ΠΑΝΑΓΝΕ, ΚΑΙ ΤΩΝ ΓΟΝΑΤΩΝ...

Ὁ δύνης μὲ λύτρωσαι πικράς, τῶν ποδῶν μου Πάναγνε, καὶ τῶν γονάτων παρέσεως, ἄρθρων τε θραύσεως, καὶ ἀρμῶν χειρῶν τε, καὶ ποδῶν ἐκλύσεως, καὶ βλάβης διαφόρων ῥευμάτων δέ, ἐν πᾶσι τούτοις με, ἀκηλίδωτον φυλάττουσα, ἐν ἀγάπῃ, τοῦ Θεοῦ καὶ πλάστου μου.

ΟΙ ΤΗΝ ΣΗΝ ΠΡΟΣΤΑΣΙΑΝ, ΚΕΚΤΗΜΕΝΟΙ ΑΧΡΑΝΤΕ...

Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταὶς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῶ Σταυρῶ τοῦ Υἱοῦ σου, ἐν παντὶ φρουρούμενοι, κατὰ χρέος σὲ πάντες, εὐσεβῶς μεγαλύνομεν.

ΠΑΛΑΜΑΣ ΑΧΡΑΝΤΟΥΣ ΣΟΥ ΧΡΙΣΤΕ, ΞΥΛΟΥ ΗΠΛΩΣΑΣ

Παλάμας ἀχράντους σου Χριστέ, ξύλου ἥπλωσας, καὶ τοὺς δακτύλους ἠμάτωσας, θέλων λυτρώσασθαι, τῶν θείων χειρῶν σου, τὸ ἔργον φιλάνθρωπε, Ἀδὰμ τὸν παραβάσει κρατούμενον, εἰς τὰ βασίλεια, τοῦ θανάτου, ὃν καὶ ἥγειρας, ἐξουσία τὴ παντοδυνάμω σου.

ΟΣΙΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΕΦΡΑΙΜ ΣΥΡΟΥ


ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.
Σ υ ν α ξ ά ρ ι ο ν

Τὴ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.

Στίχοι

· Ἤκουσε γλώτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω,

· Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος.

· Εἰκάδι ὀγδοάτη Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου.

Στίχοι

· Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων,

· Σκιρτᾷ παρ αὐτῷ Παλλάδιος τῶ πόλω.



Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ.

Στίχοι

· Ἀπῆλθε σαρκός, ὥσπερ ἒκ τῖνος πάγης,

· Ὁ σαρκός, Ἰάκωβος οὐχ ἀλοὺς πάγαις.



Τὴ αὐτὴ ἡμέρα, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται.

Στίχοι

· Τὴ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν,

· Ξίφει συνεξέπνευσε τῶ θυγατρίω.



Τὴ αὐτὴ ἡμέρα, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται.

Στίχοι

· Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει.

· Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας.



Ταὶς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Τρίτη 27 Ιανουαρίου 2009

....ΣΤΑΥΡΟΤΥΠΩΣ ΠΛΗΞΑΣΑ... ΙΕΣΣΑΙ ΒΛΑΣΤΗΣΑΣΑ...

Ἁρματηλάτην Φαραω ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἄσμα τῶ Θεῷ ἀναμέλποντα.
Χαῖρε κατάρας παλαιὰς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, Ἄδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης, χαρὰς χωρίον εὐρύχωρον, χαῖρε Θεοτόκε πανύμνητε.
Ἄρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε πανάμωμε, Δαυϊτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἄρ' μὰ μυριοπλάσιον, χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβὶμ ὑπερέχουσα, καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.
Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε Θεόνυμφε, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως, χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε λυχνία πολύφωτε, χαῖρε μυριώνυμε Δέσποινα.
Ῥάβδος ἐκ ῥίζης Ἱεσσαὶ βλαστήσασα, χαῖρε ἀμόλυντε, χαῖρε βλαστῶ ῥάβδου, τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον, μυστικῶς καὶ βαθέως, ὡς γὰρ ἐκείνη τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.

ΚΡΙΤΟΥ ΚΑΘΕΖΟΜΕΝΟΥ, ΚΑΙ ΑΓΓΕΛΟΥ ΕΣΤΩΤΩΝ...

Κριτοῦ καθεζομένου, καὶ Ἀγγέλων ἐστώτων, σάλπιγγος ἠχούσης, καὶ φλογὸς καιομένης, τὶ ποιήσεις ψυχή μου, ἀπαγομένη εἰς κρίσιν, τότε γὰρ τὰ δεινά σου παρίστανται, τὰ κρυπτά σου ἐλέγχονται ἐγκλήματα. Διὸ πρὸ τέλους βόησον, ὁ Θεὸς Ἱλάσθητι μοί, καὶ σώσόν με.

ΣΑΛΠΙΓΞ ΧΡΥΣΟΦΩΝΟΣ ΑΝΕΔΕΙΧΘΗΣ...

Σάλπιγξ χρυσόφωνος ἀνεδείχθης, χρυσορρῆμον Χρυσόστομε, χρυσουργῶν τὰς καρδίας τῶν πιστῶν, τοὶς χρυσεπόνοις σου διδάγμασι, προφητικῶς γὰρ ἐξῆλθεν ὁ φθόγγος τῶν δογμάτων σου, Ὅσιε Πάτερ, καὶ κόσμου παντὸς τὰ πέρατα ἐφώτισεν.

ΘΕΙΑ ΨΗΦΩ ΤΗΣ ΧΡΙΣΤΟΥ, ΠΟΙΜΝΗΣ ΑΞΙΩΣ ΓΕΓΟΝΩΣ....

Θεία ψήφω τῆς Χριστοῦ, ποίμνης ἀξίως γεγονῶς, Ἀξιάγαστε ποιμήν, οἴά πὲρ λύκους ἐξ αὐτῆς, ἐν τῇ σφενδόνη τῶν λόγων σου ἀπεδίωξας, ἐλέγχων ἀφειδῶς, παρανομοῦντας σοφέ, ὑφ' ὧν καὶ ἔλαθείς, φθόνω Χρυσόστομε, μακρὰν ὁδὸν διήνυσας στερρόφρον, ὑπὲρ αὐτῆς ἐν ἢ τέθνηκας, ἀλλ' ἐπανῆλθες πρὸς Βασιλίδα, νέμων θεία χαρίσματα.

ΡΕΥΜΑ ΣΦΟΔΡΟΝ ΚΑΙ ΠΑΝΥ ΔΕΙΝΟΝ.... ΔΙΔΟΥ ΜΟΙ ΠΡΟΔΡΟΜΕ

Ῥεῦμα σφοδρὸν καὶ πάνυ δεινόν, τῆς καταιγίδος τῶν παθῶν τὴ καρδία μου, ἐχύθη καὶ κατακλύζει, καὶ εἰς βυθὸν ζοφερόν, συνωθεῖ ἀτόπου ἀπογνώσεως, αὐτὸς ἀοράτω, ἐπιστασία σου φάνηθι, καὶ τὴ ἰσχύϊ, τῆς σεπτῆς συμπαθείας σου, τοῦτο ξήρανον, καὶ εἰς τέλος ἀφάνισον, ῥείθρά μοὶ παρεχόμενος, πλημμύρη ἀοίδιμε, τὰ καταρδεύοντα φρένας, καὶ νοῦν καὶ ἔννοιαν ἅπασαν, δι' ὧν ἐκβλαστάνειν, ἱλασμὸν καὶ σωτηρίαν, δίδου μοὶ Πρόδρομε.

ΑΣΠΟΡΩΣ ΤΟΝ ΧΡΙΣΤΟΝ...ΕΙΡΗΝΕΥΣΑΙ...

Ἀσπόρως τὸν Χριστόν, ἀπεκύησας μόνη, τὸ θαῦμα ὑπὲρ νοῦν, πῶς Παρθένος καὶ Μήτηρ, διὸ Θεοτόκον σε, προσκυνοῦντες δοξάζομεν, σὺ γὰρ ἔτεκες, τὸν Βασιλέα τῆς δόξης, ὃν δυσώπησον, τοῦ εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.

.... ΜΟΛΥΣΜΟΥ ΑΠΟΚΑΘΑΡΟΝ.... ΠΟΛΥΕΥΣΠΛΑΓΧΝΟΣ

Χείλη μεμολυσμένα κινῶ, καὶ ῥυπαρὰς χείρας πρὸς σὲ Ὑπεράγαθε, καρδίαν συγκεχωσμένην, τοὶς πονηροῖς λογισμοίς, ὀφθαλμοὺς τυφλώττων ὁ πανάθλιος, ψυχὴν περιφέρω, ἐσκοτισμένην τοὶς πάθεσι, καὶ ταὶς ἀτόποις, ἡδοναὶς ὁ παμβέβηλος συγκαλύπτομαι, καὶ οὐκ ἔχω ἀνάνευσιν, ἔκτεινον τὰς ἀχράντους σου, παλάμας φιλάνθρωπε, σώσόν με Σῶτερ βοῶ σοί, καὶ μολυσμοῦ ἀποκάθαρον, πολλῶν ἐγκλημάτων, καὶ δεινῶν ἐπερχομένων, ὡς πολυεύσπλαγχνος.

ΔΟΓΜΑΤΩΝ ΑΣΤΡΑΠΑΙΣ... ΙΩΑΝΝΗ ΧΡΥΣΟΣΤΟΜΕ...

Δογμάτων ἀστραπαίς, ὥσπερ ἥλιος μέγας, ἐφώτισας τὴν γήν, καὶ ἀγνοίας τὸ σκότος, μακρὰν ἀπεδίωξας, Ἰωάννη Χρυσόστομε, ὅθεν δέομαι, τοῦ αἰωνίου μὲ σκότους, ἐλευθέρωσον, καὶ φωτισμοῦ σωτηρίας, εὐχαίς σου ἀξίωσον.

ΛΥΣΟΝ ΜΟΥ ΤΗΣ ΚΑΡΔΙΑΣ ΣΩΤΗΡ,....

Λύσόν μου τῆς καρδίας Σωτήρ, τὴν ἐκ δαιμόνων γενομένην μοὶ πώρωσιν, καὶ δὸς μοὶ δακρύων ὄμβρους, τῆς μετανοίας ὦς ἄν, τὰ πολλὰ θρηνήσω μου ἐγκλήματα, καὶ πᾶν τὸ ῥυπαῖνον, τὸν λογισμόν μου ῥυφθήσωμαι, καὶ τοῦ τῆς λήθης, σκοτασμοῦ λυτρωθήσωμαι, καὶ ἀρθήσωμαι, πρὸς καλῶν κατανόησιν, πρόσχες μοὶ καὶ εἰσάκουσον, ἱλάσθητι Κύριε, καὶ τὴν ἀθλίαν ψυχήν μου, τῶν τυραννούντων ἀπάλλαξον, παθῶν ὅπως εὔρω, ἐν σοὶ ἄνεσιν καὶ πράττω, τὰ σὰ θελήματα.

ΤΕΜΝΕΙ ΣΕ ΤΗΣ ΕΚΚΛΗΣΙΑΣ ΧΡΙΣΤΟΥ... ΕΠΑΝΗΚΕ ΤΟ ΔΕΥΤΕΡΟΝ

Τέμνει σε τῆς Ἐκκλησίας Χριστοῦ ἡ ἔκφρων βασίλισσα, ἀποτόμως ἐλέγχουσα, ἀλλ' αὐτίκα τέμνεται, σὺ δὲ ἐλέγχεις ἀθάνατα, τὴν ἐξαίσιον προτομὴν ἐργασάμενος.
Ὄργανον ἐδείχθης τοῦ παντουργοῦ, Χρυσόστομε Πνεύματος, ὑπηχοῦν ἐμμελέστατα, κωφεύει δ' ἡ τύραννος, ὡς ἀσπὶς πρὸς ἐπάσματα, καὶ οἰκτρότατον, ἀνταλλάττεται θάνατον.
Νέκρωσιν κὰν τέθνηκε μὴ παθεῖν, σαφῶς ἀνεδίδαξε, Βασιλεῖς ὁ Χρυσόστομος, αὐτῶν γὰρ προστάγμασιν, ἀπειθήσας τὸ πρότερον, ταὶς δεήσεσιν, ἐπανῆκε τὸ δεύτερον.

ΩΣ ΕΑΡ ΩΦΘΗΣ, ΕΥΩΔΙΑΖΟΝ ΜΥΣΤΙΚΩΣ...

Ὡς ἔαρ ὤφθης, εὐωδιάζον μυστικῶς, χαρίτων ἄνθεσι τῶν πιστῶν τὰ πλήθη, λύων κακῶν τὸν χειμῶνα Πάτερ, ἐν τῇ ἐπανελεύσει σου.
Τὸ θεῖον ῥεῖθρον, τῶν χαρισμάτων ἡ πηγή, ἐπανελήλυθεν, οἰδιψῶντες δεῦτε ὕδωρ ζωῆς, ἀπαντλεῖτε πίστει, ἐνθέως εὐφραινόμενοι.
Ῥυὲν ἐκρύβης, οἴμοι! τὸ κάλλος τὸ ἐμόν, ἀλλ' ἐπανήλθές μοὶ ποθητὸς ἐν χρόνῳ, ἡ τοῦ Χριστοῦ Ἐκκλησία Πάτερ, βοᾷ σοὶ ἐπανήκοντι.

ΚΟΣΜΟΥ Ο ΣΙΤΟΜΕΡΗΣ...ΤΟΥΤΟΝ ΟΥΝ ΜΑΚΑΡΙΣΩΜΕΝ...

Κόσμου ὁ σιτομέτρης πιστοί, ὁ ἐν τρυφῇ τὴ οὐρανία τοῦ Πνεύματος, καρδίας ἐκτρέφων πάντων, οὐκ ἐξ Αἰγύπτου χωρεῖ, Ἰωσὴφ δὲ νέος προδεικνύμενος, σεπτοὶς ἐν λειψάνοις, ἀπὸ Κομάνων μετάγεται, δεινῶν τὴν ζάλην, καὶ τὸ πέλαγος σήμερον, τὸ τῶν θλίψεων, διατέμνων ἐντεύξεσι. Τοῦτον οὖν μακαρίσωμεν, καὶ πίστει βοήσωμεν. Πάρεσο Μάκαρ ἐν μέσῳ, τῶν ἐκτελούντων τὴν μνήμην σου, αὐτοῖς σωτηρίαν, παρεχόμενος πλουσίως, καὶ τὸ μέγα ἔλεος.

ΑΝΕΥ ΦΘΟΡΑΣ ΤΕΚΟΥΣΑ...

Ἄνευ φθορᾶς τεκοῦσα, Θεογεννῆτορ τὸν ἄσπορον τόκον σου, μόνη ὤφθης Παρθένος, βρέφος ὑπομάζιον φέρουσα.

ΤΗΝ ΙΕΡΑΝ ΣΤΟΛΗΝ ΣΟΥ ΚΑΤΑΚΟΣΜΗΣΑΣ... ΟΜΒΡΗΣΑΣ ΗΜΙΝ

Τὴν Ἱερὰν στολήν σου, κατακοσμήσας τοὶς ἄθλοις τῶν πόνων σου, ἔδειξας λαμπροτέραν, τὴν Ἱεραρχίαν Χρυσόστομε.
Ἀθλητικὸν ἀγῶνα, ἱερομύστα γενναίως διήνυσας, πόλεσιν ἀοικήτοις, καὶ ὑπερορίαις στελλόμενος.
Τὴ ἀστραπὴ τῶν λόγων, τὴν ὑπερκόσμιον γνῶσιν ἑβρόντησας, Μύστα τῶν ἀπορρήτων, ὑετοὺς δογμάτων ὀμβρήσας ἡμῖν.

ΛΟΓΩΝ ΕΡΑΣΤΑΙ, ΤΟΝ ΤΩΝ ΛΟΓΩΝ ΜΕΓΑΝ ΚΟΣΜΗΤΟΡΑ.... ΕΧΩΝ ...

Λόγων ἐρασταί, τὸν τῶν λόγων μέγαν Κοσμήτορα, λόγοις ἱεροῖς χαρμονικῶς, ἐπανιόντα δεῦτε τιμήσωμεν, λόγους ματαιόφρονας, σοφία λόγων λήρους ἀπελέγξαντα.
Ὤλβισας ἡμᾶς, διδαγμάτων πλούτω Χρυσόστομε, χείρα δ' ἀναστέλλεις ἐμβριθῶς, πλεονεξίας πλούτω τὴν βρίθουσαν, ἐλέγχων τρανότατα, καὶ κατὰ νόμον, πλούτω θείας χάριτος.
Τόξον δυνατῶν, ἰταμότης τύραννος τέθλασται, σὺ δ' ἐν ἀσθενείᾳ τῆς σαρκός, ἀγγελικῶς βιοὺς ὑπερίσχυσας, ἱκέτας Χρυσόστομε, τοὺς πρὶν διώκτας, ἔχων ἱερώτατε.

ΤΑΞΕΙΣ ΝΟΕΡΑΙ... ΑΝΑΛΛΟΙΩΤΩΣ , ΠΑΝΑΓΝΕ ΘΕΟΝΥΜΦΕ.

Τάξεις νοεραί, ὑμνωδίαις Κόρη σὲ μέλπουσιν, ὃν γὰρ οὐκ ἰσχύουσιν ὁρᾶν, ἐκ τῆς ἁγνῆς νηδύος σου τέτοκας, σάρκα προσλαβόμενον, ἀναλλοιώτως, πάναγνε Θεόνυμφε.

ΚΑΤΑ ΙΩΑΝΝΗΝ ΕΥΑΓΓΕΛΙΟΝ ΚΕΦΑΛΑΙΟΝ Α

ΕΝ ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. 2 Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν.3 πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν. 4 ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. 5 καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.6 ᾿Εγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ ᾿Ιωάννης· 7 οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσι δι' αὐτοῦ.8 οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. 9 ῏Ην τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. 10 ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.11 εἰς τὰ ἴδια ἦλθε, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. 12 ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, 13 οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκός, οὐδὲ ἐκ θελήματος ἀνδρός, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. 14 Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. 15 ᾿Ιωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγε λέγων· οὗτος ἦν ὃν εἶπον, ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 16 Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· 17 ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ ᾿Ιησοῦ Χριστοῦ ἐγένετο. 18 Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.19 Καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ ᾿Ιωάννου, ὅτε ἀπέστειλαν οἱ ᾿Ιουδαῖοι ἐξ ῾Ιεροσολύμων ἱερεῖς καὶ Λευΐτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ; 20 καὶ ὡμολόγησε, καὶ οὐκ ἠρνήσατο· καὶ ὡμολόγησεν ὅτι οὐκ εἰμὶ ἐγὼ ὁ Χριστός. 21 καὶ ἠρώτησαν αὐτόν· τί οὖν; ᾿Ηλίας εἶ σύ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη, οὔ. 22 εἶπον οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ; 23 ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ, εὐθύνατε τὴν ὁδὸν Κυρίου, καθὼς εἶπεν ῾Ησαΐας ὁ προφήτης. 24 καὶ οἱ ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων· 25 καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπον αὐτῷ· τί οὖν βαπτίζεις, εἰ σὺ οὐκ εἶ ὁ Χριστὸς οὔτε ᾿Ηλίας οὔτε ὁ προφήτης; 26 ἀπεκρίθη αὐτοῖς ὁ ᾿Ιωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος δὲ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε. 27 αὐτός ἐστιν ὁ ὀπίσω μου ἐρχόμενος, ὃς ἔμπροσθέν μου γέγονεν, οὗ ἐγὼ οὐκ εἰμὶ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος. 28 Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ ᾿Ιορδάνου, ὅπου ἦν ᾿Ιωάννης βαπτίζων. 29 Τῇ ἐπαύριον βλέπει ὁ ᾿Ιωάννης τὸν ᾿Ιησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου. 30 οὗτός ἐστι περὶ οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. 31 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ἵνα φανερωθῇ τῷ ᾿Ισραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν τῷ ὕδατι βαπτίζων. 32 καὶ ἐμαρτύρησεν ᾿Ιωάννης λέγων ὅτι τεθέαμαι τὸ Πνεῦμα καταβαῖνον ὡς περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ' αὐτόν. 33 κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ' ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ' ὃν ἂν ἴδῃς τὸ Πνεῦμα καταβαῖνον καὶ μένον ἐπ' αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν Πνεύματι ῾Αγίῳ. 34 κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ Θεοῦ.35 Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ ᾿Ιωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο, 36 καὶ ἐμβλέψας τῷ ᾿Ιησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ. 37 καὶ ἤκουσαν αὐτοῦ οἱ δύο μαθηταὶ λαλοῦντος, καὶ ἠκολούθησαν τῷ ᾿Ιησοῦ. 38 στραφεὶς δὲ ὁ ᾿Ιησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· 39 τί ζητεῖτε; οἱ δὲ εἶπον αὐτῷ· ραββί· ὃ λέγεται ἑρμηνευόμενον διδάσκαλε· ποῦ μένεις; 40 λέγει αὐτοῖς· ἔρχεσθε καὶ ἴδετε. ἦλθον οὖν καὶ εἶδον ποῦ μένει, καὶ παρ' αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα ἦν ὡς δεκάτη. 41 ἦν ᾿Ανδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ ᾿Ιωάννου καὶ ἀκολουθησάντων αὐτῷ. 42 εὑρίσκει οὗτος πρῶτος τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν· ὅ ἐστι μεθερμηνευόμενον Χριστός· 43 καὶ ἤγαγεν αὐτὸν πρὸς τὸν ᾿Ιησοῦν. ἐμβλέψας αὐτῷ ὁ ᾿Ιησοῦς εἶπε· σὺ εἶ Σίμων ὁ υἱὸς ᾿Ιωνᾶ, σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος. 44 Τῇ ἐπαύριον ἠθέλησεν ὁ ᾿Ιησοῦς ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν· καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ· ἀκολούθει μοι. 45 ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως ᾿Ανδρέου καὶ Πέτρου. 46 εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, ᾿Ιησοῦν τὸν υἱὸν τοῦ ᾿Ιωσὴφ τὸν ἀπὸ Ναζαρέτ. 47 καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ Φίλιππος· ἔρχου καὶ ἴδε. 48 εἶδεν ὁ ᾿Ιησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς ᾿Ισραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. 49 λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι, ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε. 50 ἀπεκρίθη Ναθαναὴλ καὶ λέγει αὐτῷ· ραββί, σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ, σὺ εἶ ὁ βασιλεὺς τοῦ ᾿Ισραήλ. 51 ἀπεκρίθη ᾿Ιησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι, εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψει. 52 καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἀπ' ἄρτι ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα, καὶ τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.

ΒΡΥΕΙ ΩΣ ΜΥΡΟΘΗΚΗ ΤΕΡΠΝΗ...

Βρύει ὡς μυροθήκη τερπνή, τὰ τῶν θαυμάτων θεία ῥεῖθρα Χρυσόστομε, ἡ λάρναξ ἡ σὴ ἐν κόσμῳ, καὶ ἰαμάτων ῥοαίς, τὰς ψυχὰς μυρίζει τῶν τιμώντων σε, Χριστοῦ τῶν χαρίτων γάρ, τοὶς ἀϋλοις ἀρώμασι, καταπλουτήσας, εὐωδίαν δεδώρησαι, τὴν ἀείζωον, τοὶς ἐν πίστει προστρέχουσιν, ὅθεν καταπολαύοντες, χαρίτων σῶν Πάνσοφε, καὶ τῶν ἀχράντων καὶ θείων, κατατρυφῶντες λειψάνων σου, πιστῶς ἐξαιτοῦμεν, ταὶς ψυχαὶς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.

ΔΟΣ ΜΟΙ ΚΑΤΑΤΡΥΦΗΣΑΙ ΤΗΣ ΣΗΣ....

Δὸς μοὶ κατατρυφῆσαι τῆς σῆς, εὐπρεπεστάτης, καὶ λαμπρὰς ὡραιότητος, καθάρας τὸν ῥύπον πάντα, τῆς ἐμπαθοῦς βιοτής, διὰ μετανοίας καὶ δακρύων μου, καὶ γάρ σὺ ἐπίστασαι, τῆς ψυχῆς μου τὸν ἔρωτα, τὸν θεῖον πόθον, καὶ τὸ φίλτρον τὸ ἄμετρον, ὅπερ κέκτημαι, μεγαλύνων σὲ Πρόδρομε, πλήρωσόν μου τὴν ἔφεσιν, κὰν μέγα τὸ αἴτημα, κὰν ὑπερβαίνη τὰ μέτρα, τῆς ταλαιπώρου ἀξίας μου, Χριστὸν ἱκετεύων, τὸν παρέχοντα τῶ κόσμω, τὸ μέγα ἔλεος.

ΧΡΥΣΕΟΙΣ ΔΙΔΑΓΜΑΣΙ, ΚΑΤΕΧΡΥΣΩΣΑΣ ...

Χρυσέοις διδάγμασι, κατεχρύσωσας σοφέ, τῆς Ἐκκλησίας τὸν στέφανον, καὶ ταύτης ἐποίκιλας, τὴν εὐπρέπειαν Πάτερ, τῶ κάλλει τῶν λόγων σου, διὸ σὲ κατ' ἀξίαν τιμᾷ.
Μυρίζουσιν Ὅσιε, ὦς πὲρ κρίνα τοῦ ἀγροῦ, οἱ ἀτμοὶ τῶν καμάτων σου, δι' ὧν εὐηρέστησας, τῶ Θεῷ Ἱεράρχα, κινδύνοις καὶ θλίψεσι, καὶ γῆ προσομιλήσας μακρά.
Ὡς ἄνθη μυρίζουσιν, οἱ τῶν λόγων σου καρποί, νοητῶς ἀποστάζοντες, τὸν θεῖον Χρυσόστομε, γλυκασμὸν τῆς σοφίας, καὶ νὺν εὐωδιάζοντες, ἡμᾶς ταὶς πρακτικαίς ἀρεταίς.

ΤΗΝ ΙΕΡΑΝ ΣΤΟΛΗΝ ΣΟΥ.... ΥΕΤΟΥΣ ΔΟΓΜΑΤΩΝ

Τὴν Ἱερὰν στολήν σου, κατακοσμήσας τοὶς ἄθλοις τῶν πόνων σου, ἔδειξας λαμπροτέραν, τὴν Ἱεραρχίαν Χρυσόστομε.
Ἀθλητικὸν ἀγῶνα, ἱερομύστα γενναίως διήνυσας, πόλεσιν ἀοικήτοις, καὶ ὑπερορίαις στελλόμενος.
Τὴ ἀστραπὴ τῶν λόγων, τὴν ὑπερκόσμιον γνῶσιν ἑβρόντησας, Μύστα τῶν ἀπορρήτων, ὑετοὺς δογμάτων ὀμβρήσας ἡμῖν.
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῶ Ἅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνάς. Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε».
Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος, ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγή, ἐρυθρὰν ἁλουργίδα, τῶ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα, τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.
Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη. Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ἀδόμενον ἅγιον ὄνομα, ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοί.
Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον ὄρος, χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε, παλάτιον χαῖρε Χριστοῦ, χαῖρε τέμενος θεῖον πολύφωτον.
Ὑπέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος, χαῖρε Κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῶ τόκω σου.

ΝΕΟΣ ΑΒΡΑΑΜ, ΕΔΕΙΧΘΗΣ ΙΕΡΑΡΧΑ, ΑΛΛΟΝ ΙΣΑΑΚ...

Νέος Ἀβραάμ, ἐδείχθης Ἱεράρχα, ἄλλον Ἰσαάκ, τὸν βίον θυσιάσας, καὶ μυστικὴν ὁλοκάρπωσιν ἀνενέγκας, ἐν τῷ πυρὶ τῆς συνειδήσεως.
Σὺ τὸν Ἰακώβ, ζηλώσας θεοφόρε, κλῖμαξ πρακτικῆς, ἐδείχθης πολιτείας, τὰς ἀναβάσεις τῶν θείων σου νοημάτων, ἐν τῇ καρδία σου τιθέμενος.
Ῥάβδω μυστική, τὴ γλώττη διασχίσας, ὅλην τῆς Γραφῆς, τὴν ἄβυσσον Τρισμάκαρ, ὡς Μωϋσῆς διεβίβασας τοὺς ἀνθρώπους, πρὸς τὴν ἐπίγνωσιν τῆς πίστεως.

ΤΗΝ ΣΟΦΙΑΝ...ΒΑΣΙΛΙΔΑ ΕΛΕΓΞΑΣ....ΑΓΙΑΝ ΜΝΗΜΗΝ ΣΟΥ.

Τὴν σοφίαν ἐξ ὕψους καταμαθῶν, καὶ τὴν χάριν τῶν λόγων παρὰ Θεοῦ, τοὶς πάσιν ἐξέλαμψας, ὡς χρυσὸς ἐν καμίνῳ, καὶ τὴν Ἁγίαν Τριάδα, Μονάδα ἐκήρυξας, τήν φιλάργυρον πλάνην, τοξεύσας τοὶς λόγοις σου, ὅθεν καὶ πρὸς ζῆλον, βασιλίδα ἐλέγξας, ἀδίκως τῆς ποίμνης σου, ἀπελάθης Μακάριε, Ἰωάννη Χρυσόστομε, πρέσβευε Χριστῷ τῶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοὶς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.

ΓΕΩΔΙΣ ΦΥΣΙΣ ΟΥ ΣΘΕΝΕΙ ΣΕ ΑΝΥΜΝΕΙΝ....

Γεώδης φύσις οὗ σθένει σὲ ἀνυμνεῖν, ἣν Ἄγγελοι μέλπουσιν, ὡς Θεὸν σωματώσασαν, πλὴν πιστῶς οἱ δούλοί σου, ἀποτολμῶμεν ὑμνεῖν σὲ καὶ δοξάζειν.

ΥΠΕΡΟΡΙΑΣ ΥΠΕΚΡΥΨΕ ΣΕ ΜΥΧΟΙΣ...

Ὑπερορίας ὑπέκρυψέ σε μυχοίς, τὸν λύχνον τὸν πάμφωτον, Βασιλὶς ἡ τυφλώττουσα, Χριστὸς δ' ὑψηλότερον, ἐν τῇ λυχνία, καὶ πάλιν ἐπανάγει.
Σταλάζων ῥεῖθρα θαυμάτων καὶ ποταμους, προχέων ἰάσεων, ἐπανῆλθες Χρυσόστομε, τοὶς πιστῶς τιμώσί σου, τῆς ἐπανόδου τὴν μνήμην Ἰωάννη.
Ὁ χρυσορρόας Νεῖλος ὁ πλημμυρῶν, ἐν λόγοις ἐν θαύμασιν, ἐπανῆκε, συνδράμωμεν, πιστῶς ἀπαντλήσωμεν, ἀφθόνως πάντες ἐν πᾶσι κορεσθῶμεν.

ΣΗΜΕΡΟΝ ΣΚΙΡΤΩΣΙΝ ΕΝ ΠΝΕΥΜΑΤΙ, ΑΡΧΙΕΡΕΩΝ ΔΗΜΟΙ...

Σήμερον σκιρτῶσιν ἐν Πνεύματι, Ἀρχιερέων δῆμοι, σὺν ἡμῖν τελούντές σου τὴν μνήμην Ἱεράρχα, Χρυσόστομε Ὅσιε, φωστὴρ τῆς Ἐκκλησίας.

ΓΕΝΕΣΙΣ ΚΕΦΑΛΑΙΟΝ Ζ

ΚΑΙ εἶπε Κύριος ὁ Θεὸς πρὸς Νῶε· εἴσελθε σὺ καὶ πᾶς ὁ οἶκός σου εἰς τὴν κιβωτόν, ὅτι σὲ εἶδον δίκαιον ἐναντίον μου ἐν τῇ γενεᾷ ταύτῃ. 2 ἀπὸ δὲ τῶν κτηνῶν τῶν καθαρῶν εἰσάγαγε πρὸς σὲ ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, ἀπὸ δὲ τῶν κτηνῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ, 3 καὶ ἀπὸ τῶν πετεινῶν τοῦ οὐρανοῦ τῶν καθαρῶν ἑπτὰ ἑπτά, ἄρσεν καὶ θῆλυ, καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν μὴ καθαρῶν δύο δύο, ἄρσεν καὶ θῆλυ, διαθρέψαι σπέρμα ἐπί πᾶσαν τὴν γῆν. 4 ἔτι γὰρ ἡμερῶν ἑπτὰ ἐγὼ ἐπάγω ὑετὸν ἐπὶ τὴν γῆν τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας καὶ ἐξαλείψω πᾶν τὸ ἀνάστημα, ὃ ἐποίησα, ἀπὸ προσώπου πάσης τῆς γῆς. 5 καὶ ἐποίησε Νῶε πάντα, ὅσα ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός.6 Νῶε δὲ ἦν ἐτῶν ἑξακοσίων, καὶ ὁ κατακλυσμὸς τοῦ ὕδατος ἐγένετο ἐπὶ τῆς γῆς. 7 εἰσῆλθε δὲ Νῶε καὶ οἱ υἱοὶ αὐτοῦ καὶ ἡ γυνὴ αὐτοῦ καὶ αἱ γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτὸν διὰ τὸ ὕδωρ τοῦ κατατακλυσμοῦ. 8 καὶ ἀπὸ τῶν πετεινῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν πετεινῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ τῶν κτηνῶν τῶν μὴ καθαρῶν καὶ ἀπὸ πάντων τῶν ἑρπόντων ἐπὶ τῆς γῆς 9 δύο δύο εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, ἄρσεν καὶ θῆλυ, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. 10 καὶ ἐγένετο μετὰ τὰς ἑπτὰ ἡμέρας καὶ τὸ ὕδωρ τοῦ κατακλυσμοῦ ἐγένετο ἐπὶ τῆς γῆς. 11 ἐν τῷ ἑξακοσιοστῷ ἔτει ἐν τῇ ζωῇ τοῦ Νῶε, τοῦ δευτέρου μηνός, ἑβδόμῃ καὶ εἰκάδι τοῦ μηνός, τῇ ἡμέρᾳ ταύτῃ ἐρράγησαν πᾶσαι αἱ πηγαὶ τῆς ἀβύσσου, καὶ οἱ καταρράκται τοῦ οὐρανοῦ ἠνεῴχθησαν. 12 καὶ ἐγένετο ὑετὸς ἐπὶ τῆς γῆς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας. 13 ἐν τῇ ἡμέρᾳ ταύτῃ εἰσῆλθε Νῶε, Σήμ, Χάμ, ᾿Ιάφεθ, οἱ υἱοὶ Νῶε, καὶ ἡ γυνὴ Νῶε καὶ αἱ τρεῖς γυναῖκες τῶν υἱῶν αὐτοῦ μετ᾿ αὐτοῦ εἰς τὴν κιβωτόν. 14 καὶ πάντα τὰ θηρία κατὰ γένος καὶ πάντα τὰ κτήνη κατὰ γένος καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς κατὰ γένος καὶ πᾶν ὄρνεον πετεινὸν κατὰ γένος αὐτοῦ 15 εἰσῆλθον πρὸς Νῶε εἰς τὴν κιβωτόν, δύο δύο ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκός, ἐν ᾧ ἐστι πνεῦμα ζωῆς. 16 καὶ τὰ εἰσπορευόμενα ἄρσεν καὶ θῆλυ ἀπὸ πάσης σαρκὸς εἰσῆλθε, καθὰ ἐνετείλατο ὁ Θεὸς τῷ Νῶε. καὶ ἔκλεισε Κύριος ὁ Θεὸς τὴν κιβωτὸν ἔξωθεν αὐτοῦ. 17 Καὶ ἐγένετο ὁ κατακλυσμὸς τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας ἐπὶ τῆς γῆς, καὶ ἐπεπληθύνθη τὸ ὕδωρ καὶ ἐπῆρε τὴν κιβωτόν, καὶ ὑψώθη ἀπὸ τῆς γῆς. 18 καὶ ἐπεκράτει τὸ ὕδωρ καὶ ἐπληθύνετο σφόδρα ἐπὶ τῆς γῆς, καί ἐπεφέρετο ἡ κιβωτὸς ἐπάνω τοῦ ὕδατος. 19 τὸ δὲ ὕδωρ ἐπεκράτει σφόδρα σφόδρα ἐπὶ τῆς γῆς καὶ ἐκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά, ἃ ἦν ὑποκάτω τοῦ οὐρανοῦ· 20 πεντεκαίδεκα πήχεις ὑπεράνω ὑψώθη τὸ ὕδωρ καὶ ἐπεκάλυψε πάντα τὰ ὄρη τὰ ὑψηλά. 21 καὶ ἀπέθανε πᾶσα σὰρξ κινουμένη ἐπὶ τῆς γῆς τῶν πετεινῶν καὶ τῶν κτηνῶν καὶ ἀπὸ θηρίων καὶ πᾶν ἑρπετὸν κινούμενον ἐπὶ τῆς γῆς καὶ πᾶς ἄνθρωπος. 22 καὶ πάντα, ὅσα ἔχει πνοὴν ζωῆς, καὶ πᾶν, ὃ ἦν ἐπὶ τῆς ξηρᾶς, ἀπέθανε. 23 καὶ ἐξήλειψε πᾶν τὸ ἀνάστημα, ὃ ἦν ἐπί προσώπου τῆς γῆς, ἀπὸ ἀνθρώπου ἕως κτήνους καὶ ἑρπετῶν καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ, καὶ ἐξηλείφθησαν ἀπὸ τῆς γῆς· καὶ κατελείφθη μόνος Νῶε καὶ οἱ μετ᾿ αὐτοῦ ἐν τῇ κιβωτῷ. 24 καὶ ὑψώθη τὸ ὕδωρ ἐπὶ τῆς γῆς ἡμέρας ἑκατὸν πεντήκοντα.

ΧΑΙΡΕΙ Η ΕΚΚΛΗΣΙΑ ΧΡΙΣΤΟΥ...ΚΑΤΟΠΤΕΥΟΥΣΑ...

Χαίρει ἡ Ἐκκλησία Χριστοῦ, ἐπὶ λυχνίας Ἱερὰς κατοπτεύουσα, τὸν λύχνον τὸν φωτοφόρον, ὃν καθελόντες ἐχθροί, τῆς σιγῆς μοδίω συγκατέκρυψαν. Τιμᾷ ἐπὶ ὅρους σε, τῶν ἀρετῶν Πάτερ Ὅσιε, πυρσὸν ὡς θεῖον, οἰκουμένης τὰ πέρατα, ὑπὲρ ἥλιον, ἀπαστράπτοντα θαύμασι. Σήμερον ἡ ἀδέκαστος, Θεοῦ κρίσις δείκνυσι, δικαιοσύνην ἐξ ὕψους, ὡς μεσημβρίαν ὑπέρφωτον, τὴν σὴν καὶ παρέχει, τοὶς ἐν κόσμῳ τὴν εἰρήνην, καὶ μέγα ἔλεος.

...ΑΣΩΜΕΝ ΤΩ ΚΥΡΙΩ...ΔΕΔΟΞΑΣΤΑΙ

Χέρσον ἀβυσσοτόκον πέδον ἥλιος, ἐπεπόλευσέ ποτε, ὡσεὶ τεῖχος γὰρ ἐπάγη, ἑκατέρωθεν ὕδωρ, λαῶ πεζοποντοποροῦντι, καὶ θεαρέστως μέλποντι. Ἄσωμεν τῶ Κυρίω, ἐνδόξως γὰρ δεδόξασται

Ο ΔΙΑ ΣΕ ΘΕΟΠΑΤΩΡ...ΘΕΟΤΟΚΕ ΤΟΝ ΚΟΣΜΟΣ...

Ὁ διὰ σὲ θεοπάτωρ Προφήτης Δαυϊδ, μελωδικῶς περὶ σοῦ προανεφώνη σε, τῶ μεγαλείά σοὶ ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, σὲ γὰρ Μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάση εἰκόνα, φθαρεῖσαν τοὶς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρῶν πρόβατον, τοὶς ὤμοις ἀναλαβῶν, τῶ Πατρὶ προσαγάγη, καὶ τῶ ἰδίω θελήματι, ταὶς οὐρανίαις συνάψει Δυνάμεσι, καὶ σώση Θεοτόκε τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.

Ο ΤΑ ΥΔΑΤΑ...ΩΣ ΦΩΣΤΗΡ ΕΥΣΕΒΕΙΑΣ... ΧΡΥΣΟΡΡΗΜΟΝΙ ΓΛΩΤΤΗ...

Ὀ τὰ ὕδατα πάλαι, νεύματι θείω εἰς μίαν συναγωγὴν συναθροί σας, καὶ τεμων θάλασσαν, Ἰσραηλίτη λαῶ, οὗτος ὁ Θεὸς ἡμῶν, δεδοξασμένος ὑπάρχει, αὐτῷ μόνω ἄσωμεν, ὅτι δεδόξασται.
Τὸ θεόφθογγον στόμα, τὸ χρυσόφωνον, ἡ τῶν λόγων λαμπρότης, τὸν ἐμὸν λάμπρυνον, ταὶς ἱκεσίαις σου νοῦν, ὅπως ἀνυμνήσω σου, τῆς ἐπανόδου τὴν μνήμην, Ἰωάννη χάριτος, θείας φερώνυμε.
Ὡς ἀστὴρ ἑωσφόρος, ὡς φαεσίμβροτος ἥλιος, ὡς φωστὴρ εὐσεβείας, ὑπὸ γὴν Ὅσιε, δύνας δεσμοὶς φυσικοίς, αὖθις ἐξανέτειλας, ἡμῖν τοὶς τέκνοις σου πέμπων, τῶν θαυμάτων ἄφθονα τὰ σελαγήματα.
Χρυσορρήμονι γλώττη, τῶν διδαγμάτων ἐνέπλησας, τὴν ὑφήλιον πᾶσαν, καὶ χρυσοῖς μέλεσι, τῶν ἰαμάτων αὐγάς, πάσιν ἐναπήστραψας, τῶν παθημάτων τὸ σκότος, ἀφανίζων Ὅσιε, τὴ ἐπανόδω σου.

ΣΠΕΥΣΟΝ ΕΞΕΛΟΥ ΜΕ ΠΕΙΡΑΣΜΩΝ,...,ΠΕΛΕΙΣ ΚΑΤΑΦΥΓΙΟΝ.

Σπεῦσον ἐξελοῦ μὲ πειρασμῶν, ἔνδοξε Κυρίου Προφήτα, καθικετεύω σε, μάτην γὰρ κεκίνηνται οἱ πολεμούντές με, κατ' ἐμοῦ πικροὶ δαίμονες, ζητοῦντες ἁρπᾶσαι, τὴν ψυχὴν τοῦ δούλου σου, ὥσπερ στρουθίον οἰκτρόν, μὴ μὲ καταλίπης εἰς τέλος, γνώτωσαν δὲ μᾶλλον Παμμάκαρ, ὅτι σύ μου πέλεις καταφύγιον.

ΟΥΚ ΕΔΕΙ ΣΕ ΧΡΥΣΟΣΤΟΜΕ... ΤΟ ΜΕΓΑ ΕΛΕΟΣ

Οὐκ ἔδει σε Χρυσόστομε, τὴν Βαοιλίδα κοταλείψαντα, παροικεῖν ἐν Κομάνοις, ὅθεν θεόθεν ἠγμένη, ἡ Ἀνακτορικὴ πανδαισία, πάλιν σὲ ἐπανήγαγεν ἐν τοῖς βασιλείοις, εὐφράνθη δὲ ἡ Ἐκκλησία ἰδούσά σε, ἀνθομολογουμένη καὶ λέγουσα. Μεγαλύνει ἡ δόξα μου τὸν Κύριον, ἀποδόντα μοὶ τὸν νυμφαγωγόν, καὶ τὸ στήριγμα τῆς πίστεως, τὴν ὑπόληψιν τῶν ἀξιωμάτων μου, καὶ ἀνάπαυσιν τῶν ἐμῶν κροτάφων, τὸ ὕψος τῆς ταπεινοφροσύνης, καὶ βάθος τῆς ἐλεημοσύνης, καὶ πλοῦτον τῆς ἐμῆς πτωχείας, καὶ μῆκος τῆς μετανοίας. Διὸ αἰτούμέν σε Ὅσιε Πάτερ, τὴν εἰρήνην αἴτησαι, καὶ ταὶς ψυχαὶς ἡμῶν, τὸ μέγα ἔλεος.

... Ω ΧΡΥΣΟΣΤΟΜΕ... ΦΩΤΟΛΟΓΕ ΧΡΥΣΟΣΤΟΜΕ...ΗΜΩΝ

Ὡς οὐρανὸς φαεινὸς τῆς Ἐκκλησίας, δύσιν ὧ Χρυσόστομε τὴν ὑπερόριον, καθυποστὰς ἀπηνέστατα, ἐπανατέλλεις, σήμερον χαίρων τὴ κτίσει ἄδυτος, θάλπεις ἐγκοσμούμενος, θαυμάτων ἄστροις σοφέ, φέρεις Χριστὸν ὑπερλάμποντα, ἠλίου δίκην, σοῦ δαδουχοῦντα νὺν τὴν ἐπάνοδον, διὸ βοῶμεν. Φωταυγέστατε, φωτολόγε Χρυσόστομε πάνσοφε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ΘΛΙΨΕΙΣ ΚΑΙ ΔΕΙΝΩΝ... ΤΟΝ ΤΗ ΘΕΙΑ ΣΚΕΠΗ ΣΟΥ ΠΡΟΣΤΡΕΧΟΝΤΑ.

Θλίψεις καὶ δεινῶν ἐπαγωγαί, πάθη τε ποικίλα χειμάζει, τὴν ταπεινήν μου ψυχήν, Κόρη ἀπειρόγαμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, κυβερνὴ τὶς μοὶ φάνηθι, θαλάσση τοῦ βίου, καὶ τὸν ἐπικείμενον πράϋνον κλύδωνα, ὅρμω, γαληνῶ μετανοίας, καὶ ἀναψυχῆς ὁδηγοῦσα, τὸν τὴ θεία σκέπη σου προστρέχοντα.

ΙΕΡΩΤΑΤΗΝ ΣΤΗΣΩΜΕΘΑ ΧΟΡΕΙΑΝ... ΦΩΤΙΣΑΙ ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ...

Ἱερωτάτην στησώμεθα χορείαν, στέφος γὰρ χρυσόμορφον, τῆς Ἐκκλησίας Χριστοῦ, βασιλικὴ δόξη σήμερον, ἀπὸ Κομάνων, πρὸς πόλιν ἥκει τὴν Βασιλεύουσαν, λάμπει στίλβον ἄνωθεν, τὴ ἐπανόδω αὐτοῦ, πρὸς βασιλείαν τὴν ἄϋλον, πιστοὺς εἰσάγει, καὶ τῶ τῶν ὅλων προσοικειοὶ Βασιλεῖ, διὸ βοῶμεν, Χρυσεπώνυμε, Πάτερ θεῖε Χρυσόστομε πάγχρυσε, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.

ΝΥΝ ΟΥΡΑΝΟΣ ΤΟΙΣ ΑΓΓΕΛΟΙΣ... ΨΥΧΑΣ ΗΜΩΝ

Νὺν οὐρανὸς τοὶς Ἀγγέλοις συγχορεύει, κτίσει συνευφραίνονται, βροτῶν συστήματα, ὁ γὰρ ἐν γῆ οὐρανόφρονας, δεικνὺς τοὺς πάντας, κλίμακιθεία, σεπτῶν ῥημάτων αὐτοῦ, οὗτος τὴν ἐπάνοδον, τῶν θεοδρόμων βαθμῶν, ὡς, Ἰακὼβ νέος δείκνυσιν, Ἀγγέλων θείων, ἀγαλλομένων τὴ μεταθέσει ἀότού, διὸ βοῶμεν, Παμμακάριστε, τῶν ἀϋλων Ἀγγέλων συνόμιλε, Χρυσολόγε δυσώπει, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΚ ΝΕΟΤΗΤΟΣ ΜΟΥ .... ΑΠΕΞΗΡΑΜΜΕΝΟΙ.

Ἐκ νεότητός μου πολλὰ πολεμεῖ μὲ πάθη, ἀλλ' αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου.
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου, ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι.


Δόξα...

Ἁγίω Πνεύματι, πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τὴ τριαδικὴ Μονάδι ἱεροκρυφίως.

Καὶ νύν...

Ἁγίω Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα, ἅπασαν τὴν κτίσιν πρὸς ζωογονίαν.

ΤΟΝ ΑΣΤΕΡΑ.... ΙΩΑΝΝΗΝ ΕΠΑΞΙΩΣ, ΤΟΝ ΧΡΥΣΟΛΟΓΟΝ...

Τὸν ἀστέρα τὸν ἄδυτον, τὸν ἀκτίσι φωτίζοντα, διδαγμάτων ἅπασαν τὴν ὑφήλιον, τῆς μετανοίας τὸν κήρυκα, τὸν σπόγγον τὸν πάγχρυσον τὸν ὑγρότητα δεινῆς, ἀπογνώσεως αἴροντα, καὶ δροσίζοντα, ἐκτακείσας καρδίας ἄμαρτίαις, Ἰωάννην ἐπαξίως, τὸν Χρυσολόγον τιμήσωμεν.

... ΤΩΝ ΑΓΙΩΝ ΑΓΓΕΛΩΝ ΑΠΟΣΤΟΛΩΝ... ΜΕΓΑΛΥΝΕΣΘΩ ΧΡΥΣΟΣΤΟΜΟΣ

Ὁ ἐπίγειος Ἄγγελος, καὶ οὐράνιος ἄνθρωπος, χελιδων ἡ εὔλαλος καὶ πολύφωνος, τῶν ἀρετῶν τὸ θησαύρισμα, ἡ πέτρα ἡ ἄρρηκτος τῶν πιστῶν ὑπογραμμός, τῶν Μαρτύρων ἐφάμιλλος, ἰσοστάσιος, τῶν ἁγίων Ἀγγέλων Ἀποστόλων, ὁ Ὁμότροπος ἐν ὕμνοις, μεγαλυνέσθω Χρυσόστομος.

ΤΗΝ ΧΡΥΣΗΛΑΤΟΝ ΣΑΛΠΙΓΓΑ...

Τὴν χρυσήλατον σάλπιγγα, τὸ θεόπνευστον ὄργανον, τῶν δογμάτων πέλαγος ἀνεξάντλητον, τῆς Ἐκκλησίας τὸ στήριγμα, τὸν νοῦν τὸν οὐράνιον, τῆς σοφίας τὸν βυθόν, τὸν κρατήρα τὸν πάγχρυσον, τὸν προχέοντα, ποταμοὺς διδαγμάτων μελιρρύτων, καὶ ἀρδεύοντα τὴν κτίσιν, μελωδικῶς εὔφη μήσωμεν.

ΩΣ ΜΥΣΤΙΚΗ ΤΙΣ ΛΑΒΙΣ, ΤΟΝ ΑΝΘΡΑΚΑ...

Ὡς μυστικὴ τὶς λαβίς, τὸν ἄνθρακα φέρουσα, τὸν νοητὸν ἔρχη πρός, ναον, ὃν Συμεὼν λαμπρυνθήσεται χερσί, Πάναγνε δεξάμενος, καὶ τὰ τοῦ πάθους σύμβολα, προφητεύσει σαφέστατα.

ΣΕ ΤΟΝ ΕΝ ΠΥΡΙ ΔΡΟΣΙΣΑΝΤΑ, ΠΑΙΔΑΣ ΘΕΟΛΟΓΗΣΑΝΤΑΣ, ΚΑΙ ΠΑΡΘΕΝΩ, ΑΚΗΡΑΤΩ, ΕΝΟΙΚΗΣΑΝΤΑ...

Σὲ τὸν ἐν πυρὶ δροσίσαντα, Παίδας θεολογήσαντας, καὶ Παρθένω, ἀκηράτω, ἐνοικήσαντα, Θεὸν Λόγον ὑμνοῦμεν, εὐσεβῶς μελωδοῦντες. Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν

ΜΑΣΤΟΙΣ ΕΥΣΕΒΕΙΑΣ ΣΕ ΠΑΤΕΡ....

Μαστοὶς ἐυσεβεἴας σε Πάτερ Ὅσιε, τὴν θρέψασαν ἐκτρέφεις Ἐκκλησίαν, ἀπονέμων ἑπταπλασίω, ἄρτω θείας χάριτος, ταύτη θρέπτρα, γλεῦκος προχέων, ὦς πόμα δέ, τὸ τῶν ἰαμάτων, παμμάκαρ Χρυσόστομε.
Εἰς πᾶσαν τὴν γὴν ἐπεξῆλθε, Πάτερ σου ὁ φθόγγος τῶν δογμάτων, ἀλλ' ἡ ἔκφρων βασιλὶς σὲ περιορίζειν, τοπικῶς ὑπείληφεν, ἀλλ' ἐψεύσθη, σὺ γὰρ ὡς γίγας ὑψίδρομος, τὸ πᾶν περιλάμπεις, τῶν λόγων ταὶς ἀκτίσι.
Λαμπρύνθητι σήμερον σύλλογος, Πιστῶν μέτ' εὐφροσύνης ὑπαντῶντες, τῶ προκρίτω τῶν διδασκάλων, ἥκει γὰρ ἐφέστηκε διανέμων, πᾶσι τὴν χάριν τὴν ἄφθονον, ἤς ἐμφορηθῶμεν, γηθόμενοι πλουσίως.

ΟΡΩ ΣΕ ΜΗΤΡΟΣ ΕΝ ΑΓΚΑΛΑΙΣ...

Ὅρῶ σὲ Μητρὸς ἐν ἀγκάλαις, οἰδὰ σὲ δ' ἀπρόσιτον θεότητος τὴ φύσει, πῶς οὖν Λόγε χερσὶ κατέχη, ὃς χειρὶ τὴν σύμπασαν ἔχεις κτίσιν, ἔφη Συμεὼν Θεάνθρωπε, τὴν ἀπόρρητόν σου, δοξάζων δυναστείαν.

ΑΣΤΕΚΤΩ ΠΥΡΙ ΕΝΩΘΕΝΤΕΣ.... ΕΙΣ ΠΑΝΤΑΣ ΤΟΥΣ ΑΙΩΝΑΣ.

Ἀστέκτω πυρὶ ἑνωθέντες, οἱ θεοσεβείας προεστῶτες Νεανίαι, τὴ φλογὶ δὲ μὴ λωβηθέντες, θεῖον ὕμνον ἔμελπον. Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας

ΕΦΡΙΞΕ ΠΑΣΑ ΑΚΟΗ, ΤΗΝ ΑΠΟΡΡΗΤΟΝ ΘΕΟΥ...ΘΑΛΑΣΣΑ.

Ἔφριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν! ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος, διὸ τήν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
Ἰδοὺ σὲ πᾶσαι γενεαί, μακαρίζουσι, τὴν ἀειμακάριστον, ὡς προεφήτευσας, Θεογεννῆτορ ἐκ θείου Πνεύματος, καὶ ὡς τεκούση τὴν χαράν, τὸ χαῖρε βοώσί σοί. Χαῖρε ζωῆς θησαυρέ, χαῖρε κρήνη, ψυχικὸν μέλι βρύουσα.
Ὤρθωσας Δέσποινα Ἁγνή, τοῦ προπάτορος Ἀδὰμ τὸ ὀλίσθημα, καὶ τῆς προμήτορος, Εὔας τὴν λύπην εἰς χαρὰν ἔτρεψας, ὡς οὖν αἰτία τῆς χαρᾶς, τὸ χαῖρε βοώμέν σοί. Χαῖρε χαρὰ τῶν Πιστῶν. Χαῖρε τῶν Χριστιανῶν ἀγαλλίαμα.
Ἄξιον χαίρέ σοὶ βοᾶν, ἐν σοὶ γὰρ οὐσιωδῶς ἡ ἀϊδιος, χαρὰ ἐσκήνωσε, Παρθένε Κόρη Θεογεννήτρια. Χαῖρε Παράδεισε τρυφῆς, χαῖρε ἡ χρυσόρρειθρος, ἀθανασίας πηγή, χαῖρε νέκταρ ἀληθὲς ἡ προχέουσα.
Νύσσει μου βέλει γλυκερῶ, τὴν καρδίαν ὁ σὸς πόθος Πανύμνητε, καὶ ἐκβιάζει με, Χαίρέ σοὶ κράζειν διὰ παντὸς καὶ βοᾶν. Χαῖρε γαλήνιε λιμήν, χαῖρε ἡ ποντίσασα, τὸν νοητὸν Φαραώ, γλυκυτάτη εὐδιάβατος θάλασσα.

ΕΝ ΝΟΜΩ, ΣΚΙΑ ΚΑΙ ΓΡΑΜΜΑΤΙ...

Ἐν νόμῳ, σκιὰ καὶ γράμματι, τύπον κατίδωμεν οἱ πιστοί, πᾶν ἄρσεν τὸ τὴν μήτραν διανοῖγον, ἅγιον Θεῷ, διὸ πρωτότοκον Λόγον, Πατρὸς ἀνάρχου Υἱόν, πρωτοτοκούμενον Μητρί, ἀπειράνδρω, μεγαλύνομεν

ΞΕΝΟΥΝ ΤΗΝ ΧΗΡΑ ΣΟΦΕ,...., ΕΟΡΤΑΖΟΥΣΑ ΣΗΜΕΡΟΝ.

Ξενοῦν τὴν χήραν Σοφέ, ἀσύγγνωστον φάσκοντα, τῶν ἐξ αὐτῆς ξένον σὲ ποιεῖ, ἐκ τῆς βασιλίδος ἡ πάντολμος γυνή, ξένη θείας χάριτος, ξενώσει χρηματίσασα, τῶν σοφῶν διδαγμάτων σου.
Ἀλλ' ἐπανῆλθες ἡδύς, ὡς ἥλιος νέφεσιν, ἀποκρυβεὶς μέγιστε φωστήρ, καταφωσφορῶν φωταυγία μυστική, τῶν χρυσῶν δογμάτων σου, τοὺς φωτισθέντας ἅπαντας, Ἰωάννη Χρυσόστομε.
Διαίρω σοὶ τὰς ἐμᾶς, παλάμας Χρυσόστομε, περιβολαὶς ἔνδον σὲ λαβεῖν, τὸν νυμφαγωγόν, ἐπανήκοντα λαμπρῶς, φίλτρον ὡς χρόνιον, ἡ Ἐκκλησία κράζει σοί, ἑορτάζουσα σήμερον.

ΕΚ ΠΑΝΤΟΙΩΝ ΚΙΝΔΥΝΩΝ...

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.

ΧΡΥΣΟΥ ΤΗΛΑΥΓΕΣΤΕΡΟΝ, ΤΑ ΙΕΡΑ ΣΟΥ ΔΙΔΑΓΜΑΤΑ....

Χρυσοῦ τηλαυγέστερον, τὰ Ἱερά σου διδάγματα, προχεόμενα πάνσοφε, πλουτίζει Χρυσόστομε, πενομένας φρένας, καὶ ἀποδιώκει, τῶν παθημάτων τὴν ἀχλύν, φιλαργυρίας πικρὸν χειμώνά τε, διὸ σε μακαρίζομεν, χρεωστικῶς καὶ τὴν κόνιν σου, τῶν λειψάνων σεβόμεθα, ὡς πηγὴν ἁγιάσματος.
Ἀδίκως τῆς ποίμνης σου, ἀπελαθεὶς Πάτερ Ὅσιε, προσωμίλησας θλίψεσι, πικραῖς ἐξορίαις τε, ἐν αἲς ἠξιώθης, μακαρίου τέλους, οἵα γενναῖος ἀθλητής, καταπαλαίσας τὸν πολυμήχανον, διὸ τὴ ἐπανόδω σου, ἡ Ἐκκλησία ἀγάλλεται, ἣν χρυσῶ κατεκόσμησας, τῶν πανσόφων δογμάτων σου.
Ὁ στῦλος ὁ πύρινος, ὁ ποταμὸς ὁ τοὶς νάμασι, τῶν δογμάτων κατάρρυτος, ὁ νοὺς ὁ οὐράνιος, τῆς θεολογίας, τὸ πάγχρυσον στόμα, ἁμαρτωλῶν ἐγγυητής, τῆς μετανοίας κῆρυξ ὁ ἔνθεος, φωστὴρ ὁ διαυγέστατος, ὁ ἐπουράνιος ἄνθρωπος, ὁ μακάριος σήμερον, ἀνυμνείσθω Χρυσόστομος.
Κόσμον ὦς βασίλειον, ἡ Βασιλὶς τὸ σὸν λείψανον, δεξαμένη Χρυσόστομε, ἐν τούτῳ σεμνύνεται, καὶ ἐγκαυχωμένη, ἐπὶ τοῖς σοὶς λόγοις τὴν οἰκουμένην συγκαλεῖ, εἰς εὐφροσύνην καὶ θείαν μέθεξιν, ἀφθόνων τῶν χαρίτων σου, μεγαλοφώνως κραυγάζουσα, Ἰησοῦ ὑπεράγαθε, σὺ εἶ δόξα τῶν δούλων σου.

ΧΑΙΡΕ ΚΟΥΦΗ ΝΕΦΕΛΗ...ΟΥ ΤΡΑΠΕΙΣ.

Χαῖρε κούφη νεφέλη, χαῖρε πύλη, δι' ἦς μόνος διῆλθεν, ὁ Θεὸς ἡμῶν Θεοτόκε, ἀφθόρω τόκω ἄσπορος, ἐκ σοῦ Υἱὸς γεννηθεὶς οὐ τραπείς.

ΠΑΤΕΡ ΧΡΥΣΟΣΤΟΜΕ, ΩΣ ΠΟΤΑΜΟΣ ΘΕΟΒΡΥΤΟΣ...

Πάτερ Χρυσόστομε, ὡς ποταμὸς θεόβρυτος, ἐκ τῆς Ἐδὲμ μυστικῶς ἐξερχόμενος, εἰς ἀρχὰς τέσσαρας διαδραμῶν, σοὶς λόγοις τῆς γῆς τὰ πέρατα, πάντα πιστὸν κατήρδευσας, τὴ παγχρύσω διδασκαλία σου, διὸ τὴν ἐπάνοδον, σοῦ τῶν θείων λειψάνων, ἡμῖν σαφῶς πολιτογραφήσας, πρεσβεύεις σωθῆναι, τὰς ψυχὰς Ἰωάννη, τῶν ἀνυμνούντων σε.

ΑΓΑΛΛΟΥ ΠΟΛΙΣ ΠΟΛΕΩΝ... ΥΜΝΟΙΣ.

Ἀγάλλου πολις πόλεων, πασῶν ἡ Βασιλεύουσα, ὡς τοῦ καλοῦ σου Ποιμένος, τοῦ Ποιμενάρχου τὸ σκῆνος, ἀπολαβοῦσα σήμερον, τοῦ σὲ καὶ κόσμον ἅπαντα, ῥυθμίζοντος καὶ σώζοντος, μελισταγοῦς Χρυσοστόμου, καὶ ἐπικρότει τοὶς ὕμνοις.

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ - ΑΝΑΚΟΜΙΔΗ ΤΟΥ ΛΕΙΨΑΝΟΥ


ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἓν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.
Συναξάριον

Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

Στίχοι

· Νεκρὸς καθίζη, ὧ Ἰωάννη, θρόνω,

· Ἀλλ' ἐν Θεῷ ζῶν, πάσιν Εἰρήνη, λέγεις.

· Ἄπνουν ἑβδομάτη κόμισαν δέμας εἰκάδι χρυσοῦν.



Τὴ αὐτὴ ἡμέρα, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου,

· Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ψυχὴς ἴδων σὴς κάλλος ἐξηρημένον,

· Ὁ ψυχεραστὴς λαμβάνει σὲ Κλαυδίνε.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ὡς ὥριμός τὶς σῖτος ἐκ γήρως Πέτρε,

· Οἶνον ταμείω συγκομίζει τῶ τάφω.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.