Τετάρτη 28 Ιανουαρίου 2009

ΤΑΣ ΣΑΛΠΙΓΓΑΣ ΧΡΙΣΤΟΥ, ΤΑΣ ΕΥΗΧΟΥΣ ΕΝ ΥΜΝΟΙΣ... ΑΠΟΣΤΟΛΟΙ.

Τὰς σάλπιγγας Χριστοῦ, τὰς εὐήχους ἐν ὕμνοις, τιμήσωμεν Πιστοί, τοὺς σοφοὺς Ἀποστόλους, τοὺς ἵππους τοὺς ταράξαντας, ἀθεϊας τὴν θάλασσαν, καὶ ἑλκύσαντας, ὡς ἐκ βυθοῦ τοὺς ἀνθρώπους, πρὸς τὸν ἔνθεον, τῆς σωτηρίας λιμένα, τοῦ Πνεύματος χάριτι.
Τὸ φῶς τὸ ἐκ φωτός, προεκλάμψαν ἀχρόνως, ἐν χρόνῳ σαρκικῶς, τοὶς ἐν γῆ ἐπεφάνῃ, καὶ κόσμον κατεφώτισε, δι' ἡμῶν Παμμακάριστοι, ὅθεν ἅπαντες, οἱ διδαχαίς ὑμῶν θείαις, φωτιζόμενοι, τὴν ἱερὰν ὑμῶν μνήμην, τιμῶμεν, Ἀπόστολοι.