Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 27 Ιανουαρίου 2009

ΤΗΝ ΙΕΡΑΝ ΣΤΟΛΗΝ ΣΟΥ.... ΥΕΤΟΥΣ ΔΟΓΜΑΤΩΝ

Τὴν Ἱερὰν στολήν σου, κατακοσμήσας τοὶς ἄθλοις τῶν πόνων σου, ἔδειξας λαμπροτέραν, τὴν Ἱεραρχίαν Χρυσόστομε.
Ἀθλητικὸν ἀγῶνα, ἱερομύστα γενναίως διήνυσας, πόλεσιν ἀοικήτοις, καὶ ὑπερορίαις στελλόμενος.
Τὴ ἀστραπὴ τῶν λόγων, τὴν ὑπερκόσμιον γνῶσιν ἑβρόντησας, Μύστα τῶν ἀπορρήτων, ὑετοὺς δογμάτων ὀμβρήσας ἡμῖν.
Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῶ Ἅδη προσήγγισε, καὶ δέομαι ὡς Ἰωνάς. Ἐκ φθορᾶς ὁ Θεὸς μὲ ἀνάγαγε».
Ἡ ἔμψυχος χαῖρε Δέσποινα κόχλος, ἡ κογχύλη, σῶν ἀχράντων αἱμάτων πορφυραυγή, ἐρυθρὰν ἁλουργίδα, τῶ τοῦ παντὸς Βασιλεῖ, πορφυρώσασα, τὴν γύμνωσιν τὴν τοῦ Ἀδάμ, ἡ σκεπάσασα χαῖρε Πανύμνητε.
Στηρίζει μέν, τὰς καρδίας ἀνθρώπων, φυσικῶς ὁ αἰσθητὸς ἄρτος Κόρη. Χριστιανῶν, τὰς ψυχὰς δὲ κρατύνει, τὸ σὸν ἀδόμενον ἅγιον ὄνομα, ἐντεῦθεν καὶ χαρμονικῶς, πᾶσα γλῶσσα τὸ χαῖρε κραυγάζει σοί.
Λυχνία, ἡ χρυσαυγίζουσα χαῖρε, κιβωτὸς ἡ θεοχώρητος, χαῖρε σκηνή, χαῖρε ἅγιον ὄρος, χαῖρε τοῦ ζῶντος Θεοῦ πόλις ἔμψυχε, παλάτιον χαῖρε Χριστοῦ, χαῖρε τέμενος θεῖον πολύφωτον.
Ὑπέραγνε, ὑπεράμωμε χαῖρε, τὸ τῆς φύσεως ἐξαίρετον ἄνθος, χαῖρε Κοινή, τῶν ἀνθρώπων τοῦ γένους, φιλοτιμία καὶ χάρις θεόσδοτος, τὴν ἄτιμον φύσιν τῶν βροτῶν, ἡ τιμήσασα χαῖρε τῶ τόκω σου.