Εμφάνιση αναρτήσεων με ετικέτα ΣΤΑΥΡΩΣΙΜΑ. Εμφάνιση όλων των αναρτήσεων
Εμφάνιση αναρτήσεων με ετικέτα ΣΤΑΥΡΩΣΙΜΑ. Εμφάνιση όλων των αναρτήσεων

Κυριακή 22 Μαρτίου 2020

ΚΗΡΥΓΜΑ ΣΕΒΑΣΜΙΩΤΑΤΟΥ ΚΥΡΙΑΚΗ ΤΗΣ ΣΤΑΥΡΟΠΡΟΣΚΥΝΗΣΕΩΣ

https://youtu.be/aFg_2mMYFjw

Δημητριάδος Ιγνάτιος: Κυριακή Σταυροπροσκυνήσεως (22/3/2020)

Αρχιερατική Θεία Λειτουργία Κεκλεισμένων των Θυρών ΛΥΧΝΟΣ TV

Παρασκευή 27 Μαΐου 2011

ΣΤΑΥΡΩ ΣΕ ΠΡΟΣΗΛΩΣΑΝ, ΟΙ ΙΟΥΔΑΙΟΙ ΣΩΤΗΡ...

Σταυρῷ σε προσήλωσαν, οἱ Ἰουδαῖοι Σωτὴρ, δι' οὗ ἐκ τῶν ἐθνῶν ἡμᾶς ἀνεκαλέσω στοργῇ, Χριστὲ ὁ Θεὸς ἡμῶν· ἥπλωσας τὰς παλάμας, ἐν αὐτῷ σῇ βουλήσει, λόγχῃ δὲ τὴν πλευράν σου, κατεδέξω νυγῆναι, τῷ πλήθει τῶν οἰκτιρμῶν σου, δόξα φιλάνθρωπε.

Παρασκευή 22 Μαΐου 2009

ΠΑΝΤΟΤΕ ΕΧΟΝΤΕΣ ΧΡΙΣΤΕ, ΤΟΝ ΣΤΑΥΡΟΝ ΣΟΥ

Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς τὴν βοήθειαν τὰς παγίδας τοῦ ἐχθροῦ εὐχερῶς καταπατοῦμεν.
Κύριε, ἀνελθῶν ἐν τῷ Σταυρῶ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθῶν ἐν τῷ Ἅδη, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῶ γένει, διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.

Παρασκευή 8 Μαΐου 2009

ΤΟΥ ΣΤΑΥΡΟΥ ΣΟΥ ΤΟ ΞΥΛΟΝ.....

Τοῦ Σταυροῦ σου τὸ ξύλον, Χριστὲ ὁ Θεός, ξύλον ζωῆς ἀνέδειξας ἡμῖν, τοὶς πιστεύουσιν εἰς σέ, καὶ δι' αὐτοῦ καταργήσας τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἐζωοποίησας ἡμᾶς, νεκρωθέντας τὴ ἁμαρτία, διὸ βοώμέν σοὶ Εὐεργέτα τῶν ἁπάντων Κύριε, δόξα σοί.

ΤΗΝ ΑΧΡΑΝΤΟΝ ΕΙΚΟΝΑ ΣΟΥ ΠΡΟΣΚΥΝΟΥΜΕΝ...

Τὴν ἄχραντον εἰκόνα σου προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ Σταυρῶ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοώμέν σοί, Χαρὰς τὰ πάντα ἐπλήρωσας, Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.

..... ΠΑΘΕΙΝ ΘΕΛΩΝ..... ΩΣ ΦΙΛΑΝΘΡΩΠΟΣ.....

Σταυρωθήτω ἔκραζον, οἱ τῶν σῶν χαρισμάτων ἀεὶ ἐντρυφῶντες, καὶ κακοῦργον ἀντ' εὐεργέτου, ἠτοῦντο λαβεῖν οἱ τῶν δικαίων φονευταί, ἐσιώπας δὲ Χριστέ, φέρων αὐτῶν τὴν προπέτειαν, παθεῖν θέλων, καὶ σῶσαι ἡμᾶς, ὡς φιλάνθρωπος.

Τετάρτη 6 Μαΐου 2009

ΕΚΟΥΣΙΩΣ ΠΤΩΧΕΥΣΑΣ, ΤΗΝ ΠΤΩΧΕΙΑΝ ΤΟΥ ΑΔΑΜ ΧΡΙΣΤΕ Ο ΘΕΟΣ....

Ἑκουσίως πτωχεύσας, τὴν πτωχείαν τοῦ Ἀδὰμ Χριστὲ ὁ Θεός, ἦλθες ἐπὶ γῆς ἐκ Παρθένου σαρκωθείς, καὶ Σταυρὸν κατεδέξω ἵνα ἡμᾶς ἐλευθερώσης τῆς δουλείας τοῦ ἐχθροῦ, Κύριε, δόξα σοί

ΣΩΤΗΡΙΑΝ ΕΙΡΓΑΣΩ ΕΝ ΜΕΣΩ ΤΗΣ ΓΗΣ....

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χείρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε, δόξα σοί.

Παρασκευή 30 Ιανουαρίου 2009

ΣΩΤΕΡ ΤΩ ΣΤΑΥΡΩ ΠΡΟΣΗΛΩΘΕΙΣ, ΗΛΙΟΣ ΙΔΩΝ ΕΣΚΟΤΙΣΘΗ,....

Σῶτερ τῶ Σταυρῶ προσηλωθείς, ἥλιος ἰδὼν ἐσκοτίσθη, ἀπὸ τοῦ φόβου σου, καὶ τὸ καταπέτασμα Ναοῦ ἐρρήγνυτο, ἡ δὲ γῆ κατεσείετο, καὶ πέτραι ὡσαύτως, τρόμω διεσχίζοντο, ὁρᾶν μὴ σθένουσαι, κτίστην καὶ Θεὸν ἐπὶ ξύλου, πάσχοντα ἀδίκως βουλήσει, καὶ ὑπὸ ἀνόμων ὑβριζόμενον.

Τετάρτη 28 Ιανουαρίου 2009

ΤΗΝ ΑΧΡΑΝΤΟ ΕΙΚΟΝΑ ΣΟΥ, ΠΡΟΣΚΥΝΟΥΜΕΝ ΑΓΑΘΕ...

Τὴν ἄχραντον Εἰκόνα σου, προσκυνοῦμεν ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός, βουλήσει γὰρ ηὐδόκησας σαρκί, ἀνελθεῖν ἐν τῷ Σταυρῶ, ἵνα ῥύσῃ οὓς ἔπλασας, ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ, ὅθεν εὐχαρίστως βοώμέν σοί. Χαρὰς ἐπλήρωσας τὰ πάντα ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν κόσμον.
Ὁ φωτίσας τὰ ἐπίγεια διὰ Σταυροῦ, καὶ καλέσας εἰς μετάνοιαν ἁμαρτωλούς, μὴ χωρίσης με τῆς ποίμνης σου ὁ ποιμὴν ὁ καλός, ἀλλὰ ζήτησόν με, Δέσποτα τὸν πλανώμενον, καὶ τὴ ἁγία σου ποίμνη συναρίθμησον, ὁ μόνος ἀγαθὸς καὶ φιλάνθρωπος.

ΣΩΤΗΡΙΑΝ ΕΙΡΓΑΣΩ ΕΝ ΜΕΣΩ ΤΗΣ ΓΗΣ, ΧΡΙΣΤΕ Ο ΘΕΟΣ...

Σωτηρίαν εἰργάσω ἐν μέσῳ τῆς γῆς, Χριστὲ ὁ Θεός, ἐπὶ Σταυροῦ τὰς ἀχράντους σου χείρας ἐξέτεινας, ἐπισυνάγων πάντα τὰ ἔθνη, κράζοντα, Κύριε δόξα σοί.
Τὸν ζωοποιὸν Σταυρόν, τῆς σῆς ἀγαθότητος, ὃν ἐδωρήσω ἡμῖν τοὶς ἀναξίοις Κύριε, σοὶ προσάγομεν εἰς πρεσβείαν, σῶζε τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, εἰρηνεύοντας διὰ τῆς Θεοτόκου, μόνε φιλάνθρωπε.