Πάντοτε ἔχοντες Χριστέ, τὸν Σταυρόν σου εἰς τὴν βοήθειαν τὰς παγίδας τοῦ ἐχθροῦ εὐχερῶς καταπατοῦμεν.
Κύριε, ἀνελθῶν ἐν τῷ Σταυρῶ, τὴν προγονικὴν ἡμῶν κατάραν ἐξήλειψας καὶ κατελθῶν ἐν τῷ Ἅδη, τοὺς ἀπ' αἰῶνος δεσμίους ἠλευθέρωσας, ἀφθαρσίας δωρούμενος τῶν ἀνθρώπων τῶ γένει, διὰ τοῦτο ὑμνοῦντες, δοξάζομεν, τὴν ζωοποιὸν καὶ σωτήριόν σου Ἔγερσιν.