Ἐμφρόνως τῶν ὀχληρῶν τοῦ βίου ἐπαναστάς, Ἐφραὶμ ἀοίδιμε, φιλησυχία τὴν ἔρημον κατέλαβες, καὶ δι' αὐτῆς πρὸς Θεὸν πρακτικῶς ἀναγόμενος, τῶ κόσμω ἔλαμψας φωστήρ, καὶ ῥήματα ζωῆς τοὶς ἀνθρώποις ἐπήγασας, διὸ μὴ παύση ἐν ταῖς εὐχαίς σου στηρίζων ἡμᾶς, ἐκ βλάβης τοῦ ἀλλοτρίου, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, Ὅσιε Πάτερ.