
ΤΗ ΚΘ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Συναξάριον
Τὴ Κθ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τῶν Λειψάνων τοῦ Ἁγίου Ἱερομάρτυρος Ἰγνατίου τοῦ Θεοφόρου.
Στίχοι
· Χάρις λέουσιν Ἰγνάτιε παμβόροις,
· Σοῦ σώματος λιποῦσι καὶ πιστοὶς μέρος.
· Τὴ ἐνάτη ἐπάνοδος Ἰγνατίω εἰκάδι τύχθη.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων, τῶν ἐν Σαμοσάτοις τελειωθέντων, Φιλοθέου, Ὑπερεχίου, Ἀβίββου Ἰουλιανοῦ, Ῥωμανοῦ, Ἰακώβου καὶ Παρηγορίου.
Στίχοι
· Ὑπὲρ προσηλωθέντος ἐν Σταυρῷ Λόγου,
· Ἑπτὰ προσηλώθησαν Ἀθλητῶν κᾶραι.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σιλουανοῦ Ἐπισκόπου, Λουκᾶ Διακόνου, καὶ Μωκίου Ἀναγνώστου.
Στίχοι
· Σιλουανὸς Λουκᾶς τε σὺν Μωκίω,
· Ἤμβλυναν ὁρμᾷς καὶ λεόντων ἀγρίων.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Σαρβήλου καὶ Βεβαίας τῆς ἀδελφῆς αὐτοῦ, τῶν ἓν Ἐδέσση παθόντων.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Βαρσιμαίου, Ἐπισκόπου Ἐδέσσης.
Στίχοι
· Δοὺς τὴν βαρεῖαν σάρκα γῆ Βαρσιμαῖος,
· Σύνεστι βαστάσασιν ἡμέρας βάρος.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀφραάτου.
Στίχοι
· Ὁ σάρκα καὶ ζῶν νεκρὸς ὧν Ἀφραάτης,
· Αἰωνίως ζή, καὶ νεκρὸς φανεῖς ἄπνους.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.