Παρασκευή 30 Ιανουαρίου 2009

ΣΑΛΠΙΣΩΜΕΝ ΕΝ ΣΑΛΠΙΓΓΙ ΑΣΜΑΤΩΝ, ΠΡΟΚΥΨΑΣΑ ΓΑΡ ΑΝΩΘΕΝ, Η ΠΑΝΤΑΝΑΣΣΑ....ΤΗ ΜΕΣΙΤΕΙΑ ΣΟΥ,

Σαλπίσωμεν ἐν σάλπιγγι ἀσμάτων, προκύψασα γὰρ ἄνωθεν, ἡ παντάνασσα Μητροπάρθενος, ταὶς εὐλογίαις καταστέφει τοὺς εὐφημοῦντας αὐτήν, Βασιλεῖς καὶ Ἄρχοντες συντρεχέτωσαν, καὶ τὴν Βασιλίδα κροτείτωσαν ἐν ὕμνοις, Βασιλέα τέξασαν, τοὺς θανάτω κρατουμένους πρίν, ἀπολύσαι φιλανθρώπως εὐδοκήσαντα, Ποιμένες καὶ Διδάσκαλοι, τὴν τοῦ καλοῦ Ποιμένος ὑπέραγνον Μητέρα, συνελθόντες εὐφημήσωμεν, τὴν λυχνίαν τὴν χρυσαυγῆ, τὴν φωτοφόρον νεφέλην, τὴν τῶν Χερουβὶμ ὑπερτέραν, τὴν ἔμψυχόν τε κιβωτόν, τὸν πυρίμορφον τοῦ Δεσπότου θρόνον, τὴν μανναδόχον χρυσέαν στάμνον, τὴν ζωηφόρον τοῦ Λόγου πλάκα, ἁπάντων Χριστιανῶν τὸ καταφύγιον, ἄσμασι θεηγόροις, ἐγκωμιάζοντες, οὕτως εἴπωμεν. Παλάτιον τοῦ Λόγου, ἀξίωσον τοὺς ταπεινοὺς ἡμᾶς, τῆς οὐρανῶν βασιλείας, οὐδὲν γὰρ ἀδύνατον τὴ μεσιτεία σου.