Παρασκευή 30 Ιανουαρίου 2009
ΤΡΙΑΣ ΑΓΙΑ ΚΑΙ ΠΡΟΣΚΥΝΗΤΗ.... ΤΑΣ ΨΥΧΑΣ ΗΜΩΝ....
Τριὰς Ἁγία καὶ προσκυνητή, δόξα τὴ σοφὴ προνοία σου, ὅτι τρισσοὺς μεγάλους φωστήρας, τοὶς ἀνθρώποις ἐξ ἀνθρώπων ἐχαρίσω, τῶ φωτὶ λαμπαδουχοῦντας, τῆς σῆς ἐπιγνώσεως, καὶ τὴ αἴγλη φρυκτωροῦντας, τῶν σωτηρίων σου καὶ σεπτῶν θελημάτων, δι' ὧν ἡ οἰκουμένη, φῶς γνώσεως πλουτοῦσα, τὴν σὴν δόξαν αὐγάζεται, καὶ πρός τὴν βασιλείαν σου τὴν μακαρίαν σπεύδει, τούτων ἡμᾶς ταὶς θείαις ὑπακούειν πείθουσα διδασκαλίαις, καὶ αὐτὴ τῶν εὐχῶν τῶν ὑπὲρ ἡμῶν ἐπάκουσον, ὡς Θεὸς πανοικτίρμων, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον φιλάνθρωπε.