
ΤΗ ΚΗ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.
Σ υ ν α ξ ά ρ ι ο ν
Τὴ ΚΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἐφραὶμ τοῦ Σύρου.
Στίχοι
· Ἤκουσε γλώτταν ψαλμικῶς, ἣν οὐκ ἔγνω,
· Ἐφραίμ, ἄνω καλοῦσαν, ὁ γλῶσσαν Σῦρος.
· Εἰκάδι ὀγδοάτη Νόες Ἐφραὶμ θυμὸν ἀπηῦρον.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Παλλαδίου.
Στίχοι
· Κρείττων ὑπάρξας σαρκικῶν σκιρτημάτων,
· Σκιρτᾷ παρ αὐτῷ Παλλάδιος τῶ πόλω.
Τὴ αὐτὴ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰακώβου τοῦ Ἀσκητοῦ.
Στίχοι
· Ἀπῆλθε σαρκός, ὥσπερ ἒκ τῖνος πάγης,
· Ὁ σαρκός, Ἰάκωβος οὐχ ἀλοὺς πάγαις.
Τὴ αὐτὴ ἡμέρα, αἱ ἅγιαι δύο Μάρτυρες, μήτηρ καὶ θυγάτηρ, ξίφει τελειοῦνται.
Στίχοι
· Τὴ παιδὶ συγκλίνασα μήτηρ τὴν κάραν,
· Ξίφει συνεξέπνευσε τῶ θυγατρίω.
Τὴ αὐτὴ ἡμέρα, ἡ ἁγία Χάρις τοὺς πόδας ἐκκοπεῖσα τελειοῦται.
Στίχοι
· Πόδας Χάρις τμηθεῖσα, πρὸς Θεὸν τρέχει.
· Τοὺς ψυχικοὺς γὰρ οὐ συνετμήθη πόδας.
Ταὶς τῶν ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.