Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 27 Ιανουαρίου 2009

....ΣΤΑΥΡΟΤΥΠΩΣ ΠΛΗΞΑΣΑ... ΙΕΣΣΑΙ ΒΛΑΣΤΗΣΑΣΑ...

Ἁρματηλάτην Φαραω ἐβύθισε, τερατουργοῦσα ποτέ, Μωσαϊκὴ ῥάβδος, σταυροτύπως πλήξασα, καὶ διελοῦσα θάλασσαν, Ἰσραὴλ δὲ φυγάδα, πεζὸν ὁδίτην διέσωσεν, ἄσμα τῶ Θεῷ ἀναμέλποντα.
Χαῖρε κατάρας παλαιὰς ἡ λύτρωσις, καὶ εὐλογίας πηγή, χαῖρε ζωῆς Μήτηρ, Ἄδου ἡ καθαίρεσις, θανάτου ἡ ἀναίρεσις, χαῖρε λύσις τῆς λύπης, χαρὰς χωρίον εὐρύχωρον, χαῖρε Θεοτόκε πανύμνητε.
Ἄρμα τοῦ Λόγου λογικὸν καὶ ἔμψυχον, χαῖρε πανάμωμε, Δαυϊτικὸν χαῖρε, ἅρμα πολυώνυμον, ἄρ' μὰ μυριοπλάσιον, χαῖρε ἡ ἀσυγκρίτως, τῶν Χερουβὶμ ὑπερέχουσα, καὶ τῶν Σεραφὶμ ὑπερφέρουσα.
Ἱερωτέρα νοερῶν Δυνάμεων, χαῖρε Θεόνυμφε, χαῖρε κτιστῆς πάσης, ἀνωτέρα φύσεως, χαῖρε Θεοῦ παλάτιον, χαῖρε πύρινε θρόνε, χαῖρε λυχνία πολύφωτε, χαῖρε μυριώνυμε Δέσποινα.
Ῥάβδος ἐκ ῥίζης Ἱεσσαὶ βλαστήσασα, χαῖρε ἀμόλυντε, χαῖρε βλαστῶ ῥάβδου, τῆς Ἀαρωνίτιδος, διαγραφεῖσα πρότερον, μυστικῶς καὶ βαθέως, ὡς γὰρ ἐκείνη τὰ κάρυα, οὕτω τὸν Χριστὸν σὺ ἐξήνθησας.