
ΤΗ Λ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
ΙΑΝΟΥΑΡΙΟΥ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυ Ἱππολύτου, Πάπα Ῥώμης.
Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.
Συναξάριον
Τὴ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν ἐν Ἁγίοις Πατέρων ἡμῶν καὶ Οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου.
Στίχοι
· Ὁμοῦ δίκαιον τρεῖς σέβειν Ἑωσφόρους,
· Φῶς τρισσολαμπὲς πηγάσαντες ἐν βίῳ.
· Κοινὸν τὸν ὕμνον προσφέρειν πάντας θέμις,
· Τοῖς ἐκχέασι πᾶσι κοινὴν τὴν χάριν.
· Ἔαρ χελιδὼν οὗ καθίστησι μία.
· Αἱ τρεῖς ἀηδόνες δὲ τῶν ψυχῶν ἔαρ.
· Τὴν μὲν νοητὴν ἡ Τριὰς λάμπει κτίσιν,
· Τριάς γε μὴν αὕτη δὲ τὴν ὀρωμένην.
· Ἀπώλεσαν μὲν οἱ πάλαι Θεοῦ σέβας,
· Ἐξ Ἠλίου τε καὶ Σελήνης ἀφρόνως.
· Κὰλ λὸς γὰρ αὐτῶν θαυμάσαντες καὶ τάχος,
· 'ὥσπερ θεοῖς προσῆγον οὐκ ὀρθῶς σέβας.
· Ἐκ τῶν τριῶν τούτων δὲ φωστήρων πάλιν,
· Ἡμεῖς ἀνηνέχθημεν εἰς Θεοῦ σέβας,
· Κάλλει βίου γάρ, τή τε πειθοῖ τῶν λόγων,
· Πείθουσι πάντας τὸν μόνον Κτίστην σέβειν.
· Κτίσιν συνιστὰ τὴν δὲ τὴν ὀρωμένην,
· Τὸ Πύρ, Ἀήρ, Ὕδωρ τε, καὶ Γὴς ἡ φύσις.
· Οἱ δ' αὒ συνιστώντές Τὲ κόσμον τὸν μέγαν,
· Τὴν πρὸς Θεόν τε Πίστιν, ὡς ἄλλην κτίσιν
· Στοιχειακὴς φέρουσι Τριάδος τύπον.
· Μέλει γὰρ αὐτοῖς οὐδενὸς τῶν γηϊνων,
· Καὶ γῆϊνον νοῦν ἔσχον οὐδὲν ἐν λόγοις.
· Ὁ Γρηγόριος γὰρ πὺρ πνέει νοὺς τὸν λόγον,
· Πρὸς ὕψος αὒ πείθοντα πάντα ἐκτρέχειν.
· Τοὶς λιποθυμήσασι δ' ἐκ παθῶν πάλιν,
· Ἀναπνοὴ τὶς οἱ Βασιλείου λόγοι.
· Μιμούμενος δὲ τὴν ῥοὴν τῶν ὑδάτων,
· Ὁ καρδίαν τε καὶ στόμα χρυσοῦς μόνος,
· Τοὺς ἐκτακέντας ἐκ παθῶν ἀναψύχει.
· Οὕτω πρὸς ὕψος τὴν βροτῶν πᾶσαν φύσιν,
· Ἐκ τῆς χθονὸς φέρουσι τοὶς τούτων λόγοις.
· Λάμψεν ἑνὶ τριακοστὴ χρυσοτρισήλιος αἴγλη.
Τῶν τριῶν τούτων πρεσβείαις, Χριστὲ ὁ Θεὸς ἡμῶν καὶ πάντων τῶν ἁγίων, τὰς τῶν αἱρέσεων ἐπαναστάσεις κατάβαλε καὶ ἡμᾶς ἐν ὁμονοίᾳ καὶ εἰρηνικὴ καταστάσει διαφύλαξον καὶ τῆς οὐρανίου σου βασιλείας ἀξίωσον. Ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τὴ αὐτὴ ἡμέρα, Ἄθλησις τοῦ Ἱερομάρτυρος Ἱππολύτου Πάπα Ῥώμης καὶ τῶν σὺν αὐτῷ Κενσουρίνου, Σαβαϊνου, Χρυσῆς καὶ τῶν λοιπῶν.
Στίχοι
· Τόλμη θάλασσαν Ἱππόλυτος εἰσδύνει,
· Οἵα κροαίνων ἵππος ἐν λείῳ πέδω.
· Τείνων τράχηλον τῶ ξίφει Κενσουρῖνος,
· Ἣν οἵα ξυρῶ τοὶς συνάθλοις ἀκόνη.
· Σπλάγχνα φλέγουσι Σαβαϊνου λαμπάσι,
· Τὰ παμπόνηρα τέκνα τῆς ἀσπλαγχνίας.
· Χρυσὴ βυθῶ βληθεῖσα, παστῶ τοῦ πόλου,
· Νύμφη πρόσεισι προσφάτως λελουμένη.
· Ἱππόλυτον πόντου τριακοστὴ ἔκτανε ῥεῦμα.
Τὴ αὐτὴ ἡ μέρα, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Θεοφίλου τοῦ Νέου.
Στίχοι
· Ὁ Θεόφιλος τὴν φίλην τμᾶται κάραν,
· θεοὺς φιλῆσαι μὴ θελήσας βαρβάρων.
Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.