Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Πέμπτη 29 Ιανουαρίου 2009

ΛΙΘΟΣ ΑΧΕΙΡΟΤΜΗΤΟΣ ΟΡΟΥΣ ... ΝΥΝ ΛΥΤΡΩΘΗΝΑΙ ΚΑΘΙΚΕΤΕΥΕ.

Λίθος ἀχειρότμητος ὅρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας, τὰς διεστώσας φύσεις, διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἔρως ὁ θειότατος Μάκαρ, κατακρατήσας τῆς ψυχῆς σου, κόσμου τὰς ὑλώδεις φροντίδας, πυρὶ ἀϋλω πάσας κατέφλεξε, καὶ ὀρεκτῶν ἀκρότητι, στεφανηφόρον σὲ κατέστησε.
Λιμένι λαμπρῶς καθωρμίσθης, γαληνοτάτω Θεοφόρε, ζάλην τῶν κυμάτων ἐκφυγῶν, ὁρμᾷς ἀγρίων καὶ λογικῶν θηρίων, καὶ νὺν τρυφᾷς λαβόμενος, τῆς αἰωνίου ἀπολαύσεως.
Ποικίλω κοσμούμενος στέφει, ἱερομύστα διαπρέπεις, τῆς ἱερωσύνης γὰρ ἐν σοί, εἰς ἐν συνῆλθε καὶ μαρτυρίου κλέος, καὶ δι' ἀμφοὶν ὦς μέτοχος, τοῦ σοῦ Δεσπότου συνδεδόξασαι.
Ὡς ἱεροφάντωρ ὑπάρχων, τὴ παρρησία κεχρημένος, πρὸς τὸν σὸν Δεσπότην καὶ Θεόν, τοὺς ἐκτελοῦντας πίστει τὴν μνήμην σου, ἐκ πειρασμῶν Ἰγνάτιε, νὺν λυτρωθῆναι καθικέτευε.