Ἐκ τοῦ κατὰ Ἰωάννην α΄ 1 – 17

Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν. πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν ὃ γέγονεν. ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων. καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν. Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ Θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης· οὗτος ἦλθεν εἰς μαρτυρίαν, ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι' αὐτοῦ. οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ' ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός. Ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον, ἐρχόμενον εἰς τὸν κόσμον. ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον. ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ, οἳ οὐκ ἐξ αἱμάτων, οὐδὲ ἐκ θελήματος σαρκὸς, οὐδὲ ἐκ θελήματος ἀνδρὸς, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν. Καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας. Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· Οὗτος ἦν ὃν εἶπον, Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν. Καὶ ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν, καὶ χάριν ἀντὶ χάριτος· ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.

Τρίτη 27 Ιανουαρίου 2009

ΑΓΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ - ΑΝΑΚΟΜΙΔΗ ΤΟΥ ΛΕΙΨΑΝΟΥ


ΤΗ ΚΖ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

ΙΑΝΟΥΑΡΙΟΥ



Ἡ ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἓν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου.
Συναξάριον

Τὴ ΚΖ' τοῦ αὐτοῦ μηνός, Ἡ Ἀνακομιδὴ τοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωάννου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Χρυσοστόμου.

Στίχοι

· Νεκρὸς καθίζη, ὧ Ἰωάννη, θρόνω,

· Ἀλλ' ἐν Θεῷ ζῶν, πάσιν Εἰρήνη, λέγεις.

· Ἄπνουν ἑβδομάτη κόμισαν δέμας εἰκάδι χρυσοῦν.



Τὴ αὐτὴ ἡμέρα, Ἡ Ἁγία Μαρκιανὴ Βασίλισσα, ἡ ἐν τοῖς Ἁγίοις Ἀποστόλοις, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Τὴν Βασίλισσαν Μαρκιανὴν ἐκ βίου,

· Χριστὸς Βασιλεὺς ἐξάγει Βασιλέων.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Κλαυδῖνος ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ψυχὴς ἴδων σὴς κάλλος ἐξηρημένον,

· Ὁ ψυχεραστὴς λαμβάνει σὲ Κλαυδίνε.



Τὴ αὐτὴ ἡμέρα, ὁ Ὅσιος Πέτρος ὁ Αἰγύπτιος εἰς βαθὺ γῆρας ἐλθών, ἐν εἰρήνῃ τελειοῦται.

Στίχοι

· Ὡς ὥριμός τὶς σῖτος ἐκ γήρως Πέτρε,

· Οἶνον ταμείω συγκομίζει τῶ τάφω.



Ταὶς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.